Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Local councils › Council of Constantinople under St Photius (879–880)

Council of Constantinople under St Photius (879–880)

Local councils, Greek, Mansi 17, 1902

6. Act 6 (Πρᾶξις ϛ΄)

ΠΡΑΞΙΣ ϛ΄.

Μηνὶ Μαρτ. ἡμέρᾳ γ΄. ἰνδικτιῶνος ιγ΄. προκαθεσθέντων τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, Βασιλείου, Λέοντος, καὶ Ἀλεξάνδρου, ἐν τῷ περιωνύμῳ παλατίῳ τοῦ Χρυσοτρικλίνου· καὶ συγκαθεσθέντος αὐτοῖς Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου· ἔτι δὲ Παύλου καὶ Εὐγενίου τῶν ἁγιωτάτων ἐπισκόπων, καὶ τοποτηρητῶν τῆς πρεσβυτέρας Ῥώμης, καὶ Πέτρου τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ καρδηνάλεως· καὶ σὺν αὐτοῖς Βασιλείου μητροπολίτου Μαρτυροπόλεως καὶ τοποτηρητοῦ τῆς Ἀντιοχέων ἐκκλησίας· Ἠλία τε τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ Ἱεροσολύμων· καὶ Κοσμᾶ τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ ἀποκρισιαρίου Ἀλεξανδρείας· οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν θεοφιλεστάτων μητροπολιτῶν καὶ ἀρχιεπισκόπων συγκαθεσθέντων· φημί δὴ Προκοπίου Καισαρείας Καππαδοκίας, Ἰωάννου Ἠρακλείας, Δανιὴλ Ἀγκύρας, Γεωργίου Νικομηδίας, Ζαχαρίου Χαλκηδόνος, Κυπριανοῦ Κλαυδιουπόλεως, Νικηφόρου Καρίας, Παύλου Θεσσαλονίκης, Θεοφίλου Ἰκονίου, Συμεὼν Λαοδικίας, Νικολάου Φιλίππων, Ἰγνατίου Ἱεραπόλεως, Γρηγορίου Σέλγης, Σάββα Ἀπρω, Στεφάνου Κυψέλλων, Νικήτα Σμύρνης, Λουκᾶ Βοσπόρου, Παύλου Χερσῶνος.

τούτων ἀπάντων συγκαθεσθέντων, Βασίλειος ὁ φιλόχριστος βασιλεὺς εἶπεν· ἔδει μὲν ἴσως τῇ συγκροτηθείσῃ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ παρουσιάσαι, καὶ μεθ᾽ ὑμῶν τὰ τῆς εἰρήνης καὶ ὁμονοίας τῶν τοῦ Θεοῦ ἐκκλησιῶν συγκαταπράττεσθαί τε καὶ συνδιεξάγειν, κατενώπιόν τε παντὸς τοῦ ἀρχιερατικοῦ καὶ ἱερατικοῦ πληρώματος δι᾽ οἰκείας ὑπογραφῆς τὰ δόξαντα ταύτῃ τῇ ἱερᾷ τε καὶ μεγάλῃ συνόδῳ σφραγίσαι τε καὶ ἐπιβεβαιῶσαι. πλὴν ἵνα μήτινες τῶν πρὸς μώμους καὶ λοιδορίας τὰς γλώττας ἑτοίμους ἐχόντων, τῆς ἡμετέρας ἐκ Θεοῦ βασιλείας τὴν παρουσίαν ὕβριν τινὰ περιάψωσι τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ συνόδῳ, ὡς δὴ εὐλαβείᾳ τινι τοῦ ἡμετέρου προσώπου, ἢ καὶ βίας ἐλπίδι, πρὸς τὴν εἰρήνην καὶ ὁμόνοιαν πάντων συνδεδραμηκότων· διὰ τοῦτο ἐκρίναμεν ἵνα πρῶτον καθ᾽ ἑαυτοὺς ὑμῶν τε καὶ τῶν ἄλλων ἀρχιερατικῶν θρόνων, καὶ παντὸς τοῦ πληρώματος τῆς ἐκκλησίας, τῆς ἄνωθεν ῥοπῆς ὑμῖν συνεφαπτομένης, ἅπαντα κατὰ τὸ θεῖον βούλημα καὶ τὴν ὑμετέραν ἑκούσιόν τε καὶ αὐτοκίνητον γνώμην συντελεσάντων· οὕτως τὸ ἡμέτερον θεοπρόβλητον κράτος τὰ παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου ὁρισθέντα τε καὶ βεβαιωθέντα συναποδεξάμενόν τε καὶ συνεπικυροῦν, οἰκείᾳ χειρὶ ἐπισφραγίσῃ· πλὴν ἄμεινον ἡγοῦμαι, εἰ καὶ ὑμῖν συνδοκεῖ, πάντων ἐν ὁμονοίᾳ τε καὶ βαθείᾳ εἰρήνῃ ἑνωθέντων, καὶ Χριστῷ τῇ πάντων κεφαλῇ συναφθέντων, καὶ ὅρον τινὰ τοῦ ἐκκλησιαστικοῦ φρονήματος ἀναφωνηθῆναι, οὐ καινόν τινα καὶ παρείσακτον, ἀλλ᾽ ὃν ἡ ἁγία καὶ μεγάλη ἐν Νικαίᾳ σύνοδος ἐθεμελίωσε, καὶ αἱ λοιπαὶ ἅγιαι καὶ οἰκουμενικαὶ σύνοδοι συνεπῳκοδόμησάν τε καὶ συνεκρότησαν.

Βασίλειος ὁ θεοφιλέστατος μητροπολίτης Μαρτυροπόλεως καὶ τοποτηρητὴς Ἀντιοχείας εἶπεν· ἄξιον καὶ δίκαιόν ἐστι τῶν σχισμάτων καὶ σκανδάλων ἀπὸ πάσης ἐκκλησίας ἀνῃρημένων, προνοίᾳ μὲν καὶ σπουδῇ, ὦ φιλόχριστε ἡμῶν βασιλεῦ, τῇ σῇ, εὐχαῖς δὲ καὶ δεήσεσι ταῖς πρὸς Θεὸν τοῦ πνευματικοῦ σοῦ πατρὸς καὶ ἡμῶν ἁγιωτάτου πατριάρχου Φωτίου, καὶ τὸν ὅρον κοινὸν καὶ τὸν αὐτὸν ἀνὰ πᾶσαν τὴν οἰκουμένην εἶναι, ὥσπερ καὶ μέχρι νῦν ἔστι, καὶ διὰ τῆς παρούσης τοῦτον ἐπικυρωθῆναι σύνοδον.

Οἱ παρόντες ἀρχιερεῖς τοῦ Θεοῦ εἶπον· ἐξ ἅπαντος τρόπου ὀφείλει ὁ τῆς ἐν Νικαίᾳ συνόδου ὅρος, ὃν καὶ αἱ λοιπαὶ ἅγιαι καὶ οἰκουμενικαὶ σύνοδοι ἐπεκύρωσάν τε καὶ ἐπῳκοδόμησαν, τοῦτον καὶ ἐν ταύτῃ τῇ μεγάλῃ καὶ οἰκουμενικῇ συνόδῳ ἀναγνωσθῆναι.

οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ὡς ἐκέλευσεν ὁ ἐκ Θεοῦ μέγας βασιλεὺς ἡμῶν, καὶ ἤρεσε τοῖς ἀδελφοῖς καὶ συνιερεῦσιν ἡμῶν, πρέπον ἐστὶ μὴ ἕτερον ὅρον καινουργηθῆναι, ἀλλ᾽ αὐτὸν τὸν ἀρχαῖον καὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην κρατούμενόν τε καὶ δοξαζόμενον ἀναγνωσθῆναί τε καὶ ἐπιβεβαιωθῆναι.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· κατὰ τὴν κρίσιν πάντων τῶν ἀδελφῶν καὶ συνιερέων ἡμῶν, ἀναγινωσκέσθω.

καὶ δὴ προτραπεὶς Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος, ἀνέγνω.

Τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν σεπτὴν καὶ θείαν διδασκαλίαν τοῖς τῆς διανοίας κόλποις, ἀδιστάκτῳ γνώμῃ, καὶ πίστεως τεθεμελιωμένοι καθαρότητι, καὶ τῶν αὐτοῦ ἁγίων μαθητῶν καὶ ἀποστόλων τὰς ἱερὰς διατάξεις καὶ τοὺς κανονικοὺς τόπους ἀπλανεστάτῃ κρίσει συνεξοσιοῦντες τὸ καὶ συνδιασώζοντες, ναὶ δὴ καὶ τῶν ἁγίων καὶ οἰκουμενικῶν ζ΄. συνόδων, ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς ἁγίου πνεύματος ταῖς ἐπιπνοίαις ἰθυνομένων τε, καὶ ἐνεργουμένων, τὸ κήρυγμα καὶ τοὺς κανονικοὺς θεσμοὺς ἀπαρατρώτους τε καὶ ἀκαπηλεύτους, εἰλικρινεστάτῃ τε καὶ ἀκλονήτῳ δόξῃ τιμῶντες, καὶ συνδιαφυλάττοντες, ἀποβαλλόμεθα μὲν οὓς ἐξεκκλησίασαν· στέργομεν δὲ καὶ ἀποδοχῆς ἀξίους ἔχομεν, οὓς οἷα δὴ ὁμοδόξους ἢ καὶ τῆς εὐσεβείας καθηγητὰς τιμὴν καὶ σέβας ὅσιον ὀφειλομένους ἀπέφῃναν, οὕτω περὶ τούτων φρονοῦντές τε καὶ κηρύττοντες, τὸν ἄνωθεν ἐκ πατέρων καὶ μέχρι ἡμῶν κατεληλυθότα τῆς ἀκραιφνεστάτης τῶν Χριστιανῶν πίστεως ὅρον, καὶ διανοίᾳ καὶ γλώσσῃ στέργομέν τε, καὶ πᾶσι διαπρυσίῳ τῇ φωνῇ περιαγγέλλομεν· οὐδὲν ἀφαιροῦντες, οὐδὲν προστιθέντες, οὐδὲν ἀμείβοντες, οὐδὲν κιβδηλεύοντες. ἡ μὲν γὰρ ἀφαίρεσις, καὶ ἡ πρόσθεσις, μηδεμιᾶς ὑπὸ τῶν τοῦ πονηροῦ τεχνασμάτων ἀνακινουμένης αἱρέσεως κατάγνωσιν εἰσάγει τῶν ἀκαταγνώστων, καὶ ὕβριν τῶν πατέρων ἀναπολόγητον. τὸ δὲ κιβδήλοις ἀμείβειν ῥήμασιν ὅρους πατέρων πολὺ τοῦ προτέρου χαλεπώτερον. διὸ τὸν ἐξ ἀρχῆς τῆς πίστεως ὅρον πόθῳ θείῳ καὶ διανοίας εὐθύτητι ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος ἐνστερνιζομένη τε καὶ θειάζουσα. καὶ τὸ τῆς σωτηρίας στερέωμα ἐν αὐτῷ θεμελιοῦσά τε καὶ ἀνεγείρουσα, οὕτω φρονεῖν καὶ κηρύσσειν πᾶσιν ἐμβοᾷ· πιστεύω εἰς ἕνα Θεὸν, πατέρα παντοκράτορα, καὶ ἐφεξῆς μέχρι τέλους.

Οὕτω φρονοῦμεν, ἐν ταύτῃ τῇ ὁμολογίᾳ τῆς πίστεως ἐβαπτίσθημεν, δι᾽ αὐτῆς πᾶσαν αἵρεσιν θραυομένην τε καὶ καταλυομένην ὁ τῆς ἀληθείας λόγος ἀπέδειξε· τοὺς οὕτω φρονοῦντας ἀδελφοὺς καὶ πατέρας καὶ συγκλήρους τῆς ἄνω πολιτογραφίας ἐπιγραφόμεθα.

εἰ δέ τις ἑτέραν ἔκθεσιν παρὰ τοῦτο δὴ τὸ ἱερὸν σύμβολον τὸ ἄνωθεν ἐκ τῶν μακαρίων καὶ ἱερῶν πατέρων ἡμῶν μέχρις ἡμῶν διαφοιτῆσαν τολμήσειεν ἀναγράψασθαι, καὶ ὅρον πίστεως ὀνομάσαι, συλῆσαι τὸ ἀξίωμα τῆς τῶν θεσπεσίων ἐκείνων ἀνδρῶν ὁμολογίας, καὶ ταῖς ἰδίαις εὑρεσιλογίαις τοῦτο περιάψαι, κοινόν τε μάθημα τοῦτο προθεῖναι πιστοῖς, ἢ καὶ τοῖς ἐξ αἱρέσεως τινὸς ἐπιστρέφουσι, καὶ ῥήμασι νόθοις ἢ προσθήκαις ἢ ἀφαιρέσεσι τὴν ἀρχαιότητα τοῦ ἱεροῦ τούτου καὶ σεβασμίου ὅρου κατακιβδηλεῦσαι ἀποθρασυνθείη· κατὰ τὴν ἤδη καὶ πρὸ ἡμῶν ἐκφωνηθεῖσαν ψῆφον ὑπὸ τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων, εἰ μὲν τῶν ἱερωμένων εἴη τις, παντελεῖ καθαιρέσει τοῦτον καθυποβάλλομεν· εἰ δὲ τῶν λαϊκῶν, τῷ ἀναθέματι παραπέμπομεν.

Καὶ μετὰ τὴν ἀνάγνωσιν ὁ παρὼν ἱερὸς σύλλογος ἐξεβόησε· πάντες οὕτω φρονοῦμεν, οὕτω πιστεύομεν, ἐν ταύτῃ τῇ ὁμολογίᾳ ἐβαπτίσθημέν τε καὶ τοῦ ἱερατικοῦ βαθμοῦ ἠξιώμεθα. τοὺς ἑτέρως παρὰ ταῦτα φρονοῦντας, ἢ ἕτερον ὅρον ἀντὶ τούτου προβαλέσθαι τολμῶντας, τῷ ἀναθέματι καθυποβάλλομεν.

Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων, καὶ Κοσμᾶς ὁ ἀποκρισιάριος Ἀλεξανδρείας εἶπον· ἀνάθεμα τοῖς ἄλλο τι παρά τούτου φρονοῦσιν. ἀνάθεμα τοῖς μὴ τοῦτο κοινὸν σύμβολον ἀνομολογοῦσι τῆς πίστεως.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· εἰ συνδοκεῖ ὑμῖν, ὦ ἱερὸς καὶ ἅγιος σύλλογος, καθὼς καὶ κατ᾽ ἀρχὰς ὁ ὑψηλὸς καὶ ἅγιος ἡμῶν βασιλεὺς ἐπένευσε, δι᾽ οἰκείας ὑπογραφῆς ἐπισφραγίσαι τε καὶ κυρῶσαι τὰ παρὰ τῆς συνόδου πραχθέντα τε καὶ ὁρισθέντα, νῦν ἐπιτελεσθήτω τοῦτο.

οἱ ἁγιώτατοι μητροπολίται εἶπον· οὐ μόνον συνευδοκοῦμεν, ἀλλὰ καὶ δεόμεθα, καὶ παρακαλοῦμεν τὴν ἁγίαν αὐτοῦ καὶ ὑψηλὴν βασιλείαν, ὅπως διὰ τῆς οἰκείας αὐτοῦ ὑπογραφῆς ἀποδέξηται καὶ ἐπισφραγίσῃ πάντα τὰ ἐν τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ συνόδῳ τελεσθέντα. καὶ λαβὼν Βασίλειος ὁ φιλόχριστος βασιλεὺς οἰκείᾳ χειρὶ ὑπεσημήνατο. καὶ μετὰ τὴν ὑπογραφὴν ἐπηύξατο αὐτὸν τὸ συμπαρὸν ἱερὸν ἄθροισμα. καὶ μετὰ τὴν εὐχὴν ἡ ἁγία σύνοδος πάλιν εἶπε· δεόμεθα μὴ μόνον τὸν ὑψηλὸν καὶ μέγαν βασιλέα ἡμῶν δι᾽ ὑπογραφῆς τὰ τῇ ἁγίᾳ ταύτῃ συνόδῳ δόξαντα βεβαιῶσαι. ἀλλὰ καὶ τοὺς θεοστηρίκτους καὶ θεοφρουρήτους κλάδους αὐτοῦ, τοὺς μεγάλους καὶ ἁγίους βασιλεῖς ἡμῶν, καὶ δὴ καὶ τὸν Πορφυρογέννητον Στέφανον τὸ πνευματικὸν τέκνον τῆς ἐκκλησίας ὁμοίως ὑποσημήνασθαι.

Βασίλειος ὁ φιλόχριστος βασιλεὺς εἶπε· κατὰ τὸ αἴτημα ὑμῶν γενέσθω. καὶ λαβὼν Λέων ὑπέγραψεν, εἶτα Ἀλέξανδρος, οἱ βασιλεῖς. καὶ μετ᾽ αὐτοὺς Στέφανος ὁ εὐλαβέστατος ὑποδιάκονος καὶ Πορφυρογέννητος.

Μετὰ οὖν τὸ ὑπογράψαι πάντας, λαβὼν Θεοφανὴς ὁ εὐλαβέστατος διάκονος καὶ ἐπισκεπτίτης, ἀνέγνω.

Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Βασίλειος αὐτοκράτωρ ἐν Χριστῷ πιστὸς βασιλεὺς Ῥωμαίων, ταύτῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ κατὰ πάντα συμφωνῶν, ἐπί τε τῇ ἐπικυρώσει καὶ ἐπισφραγίσει τῆς ἁγίας καὶ οἰκουμενικῆς ζ΄. συνόδου, καὶ ἐπὶ τῇ ἐπικυρώσει καὶ ἐπιβεβαιώσει Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως καὶ πνευματικοῦ μου πατρὸς, καὶ ἀποβολῇ πάντων τῶν κατ᾽ αὐτοῦ γραφέντων ἢ λαληθέντων ἰδιοχείρως ὑπέγραψα. ὁμοίως καὶ τὰς τῶν ἄλλων ὑπογραφὰς ἀπαραλλάκτως ἐχούσας.

Καὶ μετὰ τὴν ἀνάγνωσιν, Δανιὴλ ὁ θεοφιλέστατος μητροπολίτης Ἀγκύρας ἔφη· ὁ Θεὸς φυλάξαι τὴν ἁγίαν βασιλείαν ὑμῶν. ὁ Θεὸς φυλάξαι τὸ εὐσεβὲς κράτος ὑμῶν. μακροημερεύσαι ὁ Θεὸς τὴν ἁγίαν ζωὴν ὑμῶν. ἐκρατύνατε τῆς ὀρθοδοξίας τὰ δόγματα. τὰ σκάνδαλα τῆς ἐκκλησίας ἐκ μέσου πεποιήκατε. καὶ εἰρήνη τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ δι᾽ ὑμῶν ἐβραβεύθη. ὁ Θεὸς φυλάξαι τὴν ἁγίαν βασιλείαν ὑμῶν. ἔτι δὲ καὶ ὁ παρὼν ἱερὸς σύλλογος ἐξεβόησεν· ὡς ἥνωσας τὴν ἐκκλησίαν τοῦ Θεοῦ. καὶ πάντα τὰ σκάνδαλα ἐξέωσας ἐξ αὐτῆς, ὑποτάξαι ὁ Θεὸς πάντα τὰ βάρβαρα ἔθνη ὑπὸ τὴν κραταιὰν καὶ μεγάλην χεῖρά σου. ἀποδώῃ κύριος ὁ Θεὸς ἡμῶν τὰ ἀρχαῖα ὅρια τῆς Ῥωμαϊκῆς ἐξουσίας τῇ σῇ κραταιᾷ καὶ εἰρηνοποιῷ βασιλείᾳ. ὄντως εὔκαιρον εἰπεῖν τὸ Δαβιδικὸν καὶ ἐπὶ σοί· ὅτι ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. καὶ γὰρ ἅπαν τὸ χριστιανικὸν ἀγαλλιᾶται φῦλον ἐπὶ τοῖς κατ᾽ ἐχθρῶν σου τροπαίοις καὶ ἀνδραγαθήμασι. καὶ ἡ ἐκκλησία σήμερον τὸν οἰκεῖον ἀπολαβοῦσα κόσμον τελέως εὐφημεῖ καὶ δοξάζει. καὶ ὑπερεύχεται τῆς κραταιᾶς καὶ μεγάλης καὶ ὑψηλῆς βασιλείας ὑμῶν. καὶ ταῦτα εἰπόντες ἐπευφήμισαν πολλὰ τὰ ἔτη τῶν βασιλέων.

· Contents ·