Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St John Cassian, 10. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΑΓΙΟΥ
ΚΑΣΣΙΑΝΟΥ ΤΟΥ ΡΩΜΑΙΟΥ

Ὅσιος Πατὴρ ἡμῶν Κασσιανὸς ὁ Ῥωμαῖος, ἔζη ἐπὶ τῆς Βασιλείας Θεοδοσίου τοῦ μικροῦ, περὶ τὸ τετρακοσιοστὸν τριακοστὸν πρῶτον ἔτος ἀπὸ Χριστοῦ. Τῶν δὲ φιλοπονηθέντων αὐτῷ λόγων, ὁ περὶ τῶν ὀκτὼ λογισμῶν, καὶ ὁ περὶ διακρίσεως ὦδε ἐτέθησαν, ὡς παντοδαπῆς ὠφελείας καὶ χάριτος ἀποστάζοντες. Μέμνηται δὲ τούτων καὶ ὁ σοφώτατος Φώτιος, αὐταῖς λέξεσι φάσκων, ἀναγνώσει ρνζ΄. σελίδι 265 καὶ 266. Καὶ ὁ δεύτερος δὲ τῷ αὐτῷ (Κάστορι δηλαδὴ) προσπεφωνημένος ἐστί, περὶ τῶν ὀκτὼ δὲ λογισμῶν τὴν ἐπιγραφὴν φέρει, εἰς γαστριμαργίαν, πορνείαν, φιλαργυρίαν, ὀργήν, λύπην, καὶ ἀκηδίαν, κενοδοξίαν τε, καὶ ὑπερηφανίαν ἐξάπτει. χρήσιμα δέ, εἴπέρ τι ἄλλο, τὰ λόγια ταῦτα τοῖς αἱρουμένοις τὸν ἀσκητικὸν ἀναδέγεσθαι ἀγῶνα... καὶ τρίτον δ᾽ ἐπὶ τούτοις λογίδιον συνανεγνώσθη... διδάσκει δὲ τί τε ἐστὶ διάκρισις, καὶ ὅτι μείζων αὕτη τῶν ἄλλων ἀρετῶν, καὶ ὅθεν τίκτεται, καὶ ὡς τὸ πλέον τῆς ἄνωθέν ἐστι δωρεᾶς καὶ τὰ ἑξῆς. Τούτου δὲ καὶ ἡ Ἐκκλησία κατὰ τὴν κθ΄. τοῦ Φεβρουαρίου Μηνὸς μνημονεύουσα, τιμαῖς τε καὶ ἐγκωμίοις καταγεραίρει.

· Contents ·