Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St John Cassian, Τοῦ Ἁγίου Κασσιανοῦ τοῦ Ῥωμαίου Λόγος, πρὸς Κάστορα, περὶ τῶν ὀκτὼ τῆς…

ΤΟΥ ΑΓΙΟΥ
ΚΑΣΣΙΑΝΟΥ ΤΟΥ ΡΩΜΑΙΟΥ
ΠΡΟΣ ΚΑΣΤΟΡΑ ΕΠΙΣΚΟΠΟΝ
ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ ΤΗΣ ΚΑΚΙΑΣ ΛΟΓΙΣΜΩΝ

Πρώτην τὸν περὶ διατυπώσεως Κοινοβίων συντάξαντες λόγον, πάλιν ἐπὶ τοῦ παρόντος ταῖς ὑμετέραις εὐχαῖς θαρρήσαντες, ἐπεχειρήσαμεν γράψαι περὶ τῶν ὀκτὼ τῆς κακίας λογισμῶν· γαστριμαργίας φημί, καὶ πορνείας, φιλαργυρίας, ὀργῆς, λύπης, ἀκηδίας, κενοδοξίας, καὶ ὑπερηφανίας.

ΠΕΡΙ ΕΓΚΡΑΤΕΙΑΣ ΓΑΣΤΡΟΣ

Προηγουμένως τοίνυν, περὶ ἐγκρατείας γαστρὸς ἡμῖν λεχθήσεται, τῆς ἀντικειμένης τῇ γαστριμαργίᾳ· τοῦτε τρόπου τῶν νηστειῶν, καὶ τῆς ποιότητος, καὶ ποσότητος τῶν βρωμάτων. καὶ ταῦτα οὐκ ἀφ᾽ ἑαυτῶν ἐροῦμεν, ἀλλ᾽ ἅπερ παρειλήφαμεν παρὰ τῶν Ἁγίων Πατέρων. ἐκεῖνοι τοίνυν, οὐχ ἕνα κανόνα νηστείας, οὐδὲ ἕνα τρόπον τῆς τῶν βρωμάτων μεταλήψεως, οὐδὲ τὸ αὐτὸ μέτρον παραδεδώκασι· διὰ τὸ μὴ πάντας τὴν αὐτὴν ἔχειν ἰσχὺν ἢ δι᾽ ἡλικίαν, ἢ δι᾽ ἀσθένειαν, ἢ διὰ ἕξιν ἀστειοτέραν σώματος. ἕνα δὲ πᾶσι σκοπὸν παραδεδώκασι, φεύγειν τὴν πλησμονήν, καὶ ἀποστρέφεσθαι τὴν χορτασίαν τῆς γαστρός. τὴν δὲ καθημερινὴν νηστείαν, ἐδοκίμασαν ὠφελιμωτέραν εἶναι, καὶ συμβαλλομένην πρὸς καθαρότητα, τῆς ἐν τρισὶν, ἢ τέσσαρσιν, ἢ ἕως ἐβδομάδος τεταμένης νηστείας. καὶ γάρ φησι, τὸν ἀμέτρως ἐκτεινόμενον τὴν νηστείαν, ὑπὲρ μέτρον πολλάκις κεχρῆσθαι τῆς τροφῆς. ὡς ἐκ τούτου ποτὲ μὲν τῇ ὑπερβολῇ τῆς ἀσιτίας, ἀτονεῖν τὸ σῶμα, καὶ πρὸς τὰς πνευματικὰς λειτουργίας, ὀκνηρότερον γίνεσθαι· ποτὲ δὲ τῷ πλήθει τῶν τροφῶν καταβαρυνόμενον, ἀκηδίαν καὶ χαύνωσιν, ἐμποιεῖν τῇ ψυχῇ. καὶ πάλιν, οὐ πᾶσιν ἁρμόδιον εἶναι ἐδοκίμασαν τὴν τῶν λαχάνων μετάληψιν, οὐδὲ τὴν τῶν ὀσπρίων, οὐδὲ πάντας δύνασθαι τῇ τοῦ ξηροῦ ἄρτου κεχρῆσθαι τροφῇ. καὶ ἄλλον μὲν εἶπον δύο λίτρας ἐσθίοντα ἄρτου, ἀκμὴν πεινᾶν· ἄλλον δὲ ἐσθίοντα λίτραν, ἢ ἐξ οὐγγίας, χορτάζεσθαι. πᾶσιν οὖν, ὡς προείρηται, ἕνα ὅρον ἐγκρατείας παραδεδώκασι, τὸ μὴ ἀπατάσθαι χορτασίᾳ κοιλίας· μηδὲ ἐξέλκεσθαι τῇ τοῦ λάρυγγος ἡδονῇ. οὐδὲ γὰρ ἡ διαφορὰ τῆς ποιότητος τῶν βρωμάτων μόνον, ἀλλὰ καὶ ἡ ποσότης τοῦ πλήθους, τὰ πεπυρωμένα βέλη τῆς πορνείας εἰωθεν ἀνάπτειν. οἵας γὰρ δήποτε τροφῆς πληρουμένη γαστήρ, ἀσωτίας σπέρμα τίκτει. καὶ πάλιν οὐ μόνον ἡ κραιπάλη τοῦ οἴνου τὴν διάνοιαν μεθύσκειν εἴωθεν, ἀλλὰ καὶ πλησμονὴ ὕδατος, καὶ πασῶν τροφῶν ὑπερβολή, κεκαρωμένην, καὶ νυστάζουσαν αὐτὴν ἀποτελεῖ. τοῖς Σοδομίταις, οὐκ οἴνου καὶ διαφόρων βρωμάτων κραιπάλη, καταστροφῆς γέγονεν αἰτία, ἀλλ᾽ ἄρτου πλησμονὴ κατὰ τὸν Προφήτην. ἡ ἀσθένεια τοῦ σώματος, πρὸς τὴν καθαρότητα τῆς καρδίας, οὐκ ἀντίκειται, ὅταν παρασχῶμεν τῷ σώματι ἃ ἡ ἀσθένεια ἀπαιτεῖ, οὐχ ἅπερ ἡ ἡδονὴ θέλει. τῶν βρωμάτων ἡ χρῆσις, ὅσον ὑπουργῆσαι πρὸς τὸ ζῆν παραλαμβάνεται, οὐχ ὅσον δουλεῦσαι ταῖς ὁρμαῖς τῆς ἐπιθυμίας. ἡ σύμμετρος, καὶ μετὰ λόγου τῶν τροφῶν μετάληψις, τῆς ὑγείας μεταλαμβάνει τοῦ σώματος, οὐ τὴν ἁγιωσύνην ἀφαιρεῖται. ὅρος ἐγκρατείας καὶ κανὼν παραδεδωμένος παρὰ τῶν Πατέρων ἀκριβὴς, οὗτος ἐστὶ, τὸν μεταλαμβάνοντα τινὸς τροφῆς, ἔτι τῆς ὀρέξεως ἐγκειμένης, ταύτης ἀπέχεσθαι, καὶ μὴ ἀναμένειν τὸν κόρον. καὶ ὁ Ἀπόστολος δὲ εἰπὼν, τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, οὐ τὴν ἀναγκαίαν τῆς ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπιμέλειαν ἀπηγόρευσεν. ἄλλως τε πρὸς καθαρότητα τελείαν τῆς ψυχῆς, μόνη ἡ ἀποχὴ τῶν βρωμάτων οὐκ ἰσχύει, εἰμὴ καὶ αἱ λοιπαὶ ἀρεταὶ συνδράμωσιν.

τοιγαροῦν, ἡ ταπείνωσις, διὰ τῆς ὑπακοῆς τοῦ ἔργου, καὶ τῆς τοῦ σώματος καταπονήσεως, μεγάλα ἡμῖν συμβάλλεται. ἡ ἀποχὴ τῆς φιλαργυρίας, οὐ μόνον τὸ μὴ ἔχειν χρήματα, ἀλλὰ καὶ τὸ μὴ ἐπιθυμεῖν κεκτῆσθαι, πρὸς καθαρότητα ψυχῆς ὁδηγεῖ. τῆς ὀργῆς ἡ ἀποχὴ, τῆς λύπης, τῆς κενοδοξίας, τῆς ὑπερηφανίας· ταῦτα πάντα, τὴν καθολικὴν τῆς ψυχῆς καθαρότητα ἀπεργάζεται. τὴν δὲ διὰ σωφροσύνης μερικὴν τῆς ψυχῆς καθαρότητα, ἐξαιρέτως ἐγκράτεια καὶ νηστεία κατορθοῖ. ἀδύνατον γὰρ τὸν τὴν γαστέρα κεκορεσμένον, πολεμῆσαι τῷ πνεύματι τῆς πορνείας κατὰ διάνοιαν. τοιγαροῦν πρῶτος ἡμῖν ἔστω ἀγὼν τοῦ κρατεῖν γαστρός, καὶ δουλαγωγεῖν τὸ σῶμα· οὐ μόνον διὰ νηστείας, ἀλλὰ καὶ δι᾽ ἀγρυπνίας, καὶ πόνου, καὶ ἀναγνώσεων, καὶ τοῦ συνάγειν τὴν καρδίαν εἰς τὸν φόβον τῆς γεέννης καὶ τὸν πόθον τῆς βασιλείας τῶν Οὐρανῶν.

ΠΕΡΙ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΤΗΣ ΠΟΡΝΕΙΑΣ ΚΑΙ ΤΗΣ ΕΠΙΘΥΜΙΑΣ ΤΗΣ ΣΑΡΚΟΣ

Δεύτερος ἡμῖν ἐστὶν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς πορνείας, καὶ τῆς ἐπιθυμίας τῆς σαρκός· ἥτις ἐπιθυμία, ἀπὸ πρώτης ἡλικίας ἄρχεται παρενοχλεῖν τῷ ἀνθρώπῳ. μέγας οὗτος ἀγὼν καὶ χαλεπός, καὶ διπλῆν ἔχων τὴν πάλην. διότι τῶν ἄλλων ἐλαττωμάτων ἐν τῇ ψυχῇ μόνον ἐχόντων τὴν μάχην, οὖτος διπλοῦς καθέστηκεν, ἐν ψυχῇ καὶ σώματι συνιστάμενος· καὶ τούτου χάριν διπλῆν τὴν πάλην ἀναδέξασθαι χρή. οὐδὲ γὰρ ἱκανὴ ὑπάρχει μόνη ἡ σωματικὴ νηστεία, πρὸς κτῆσιν τῆς τελείας σωφροσύνης, καὶ ἀληθοῦς ἁγνείας, εἰ μὴ καὶ καρδίας γένηται συντριμμός, καὶ εὐχὴ πρὸς τὸν Θεὸν ἐκτενής, καὶ πυκνὴ τῶν γραφῶν μελέτη, καὶ κάματος, καὶ ἐργόχειρον· ἅπερ δύνανται τὰς ἀστάτους τῆς ψυχῆς ὁρμὰς ἀναστέλλειν, καὶ ἐκ τῶν αἰσχρῶν φαντασιῶν ἀνακαλεῖσθαι ταύτην. πρὸ δὲ πάντων συμβάλλεται ταπείνωσις ψυχῆς· ἧς χωρίς, οὐδὲ πορνείας, οὐδὲ τῶν ἄλλων δυνήσεταί τις περιγενέσθαι. προηγουμένως τοίνυν χρὴ πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν ἀπὸ ῥυπαρῶν λογισμῶν. ἐκ ταύτης γὰρ προέρχονται, κατὰ τὴν τοῦ Κυρίου φωνήν, διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, καὶ τὰ λοιπά. καὶ γὰρ καὶ ἡ νηστεία, οὐ μόνον πρὸς κακουχίαν σώματος ἡμῖν προστέτακται, ἀλλὰ καὶ πρὸς νῆψιν τοῦ νοός· ἵνα μὴ τῷ πλήθει τῶν βρωμάτων σκοτωθεῖσα, ἀδυνατήσει πρὸς τὴν τῶν λογισμῶν παραφυλακήν. χρὴ τοίνυν μὴ μόνον ἐν τῇ σωματικὴ νηστείᾳ τὴν πᾶσαν σπουδὴν ἐπιδείκνυσθαι, ἀλλὰ καὶ ἐν τῇ πνευματικῇ μελέτῃ· ὧν χωρίς, ἀδύνατον πρὸς τὸ ὕψος τῆς ἀληθοῦς ἁγνείας, καὶ καθαρότητος ἀνελθεῖν. προσήκει οὖν ἡμᾶς καθαρίζειν πρότερον, κατὰ τὴν τοῦ Κυρίου φωνήν, τὸ ἐνδον τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἔξωθεν καθαρόν. διὰ δὴ τοῦτο εἰ ἔστιν ἡμῖν σπουδή, κατὰ τὸν Ἀπόστολον, νομίμως ἀθλῆσαι, καὶ στεφανωθῆναι, νικήσαντας τὸ ἀκάθαρτον πνεῦμα τῆς πορνείας, μὴ τῇ ἡμετέρᾳ δυνάμει, καὶ τῇ ἀσκήσει θαρρήσωμεν, ἀλλὰ τῇ βοηθείᾳ τοῦ δεσπότου ἡμῶν Θεοῦ. οὐ παύεται γὰρ ὁ ἄνθρωπος πολεμούμενος ὑπὸ τοῦ πνεύματος τούτου, ἕως οὖ ἐν ἀληθείᾳ πιστεύσει, ὅτι οὐκ ἰδίᾳ σπουδῇ, οὐδὲ ἰδίῳ καμάτῳ, ἀλλὰ τῇ τοῦ Θεοῦ σκέπῃ καὶ βοηθείᾳ ἀπαλάττεται ταύτης τῆς νόσου, καὶ εἰς τὸ ὕψος τῆς ἁγνείας ἀνέρχεται· καὶ ὑπὲρ φύσιν ἐστὶ τὸ πρᾶγμα· καὶ τρόπον τινὰ ἔξω τοῦ σώματος γίνεται, ὁ τοὺς ἐρεθισμοὺς τῆς σαρκός, καὶ τὰς ἡδονὰς ταύτης καταπατήσας. καὶ τούτου χάριν, ἀδύνατόν ἐστιν ἄνθρωπον (ἵνα οὕτως εἴπω) τοῖς ἰδίοις πτεροῖς πρὸς τὸ ὑψηλὸν τοῦτο, καὶ οὐράνιον βραβεῖον τῆς ἁγιωσύνης ἀναπτῆναι, καὶ μιμητὴν Ἀγγέλων γενέσθαι, εἰ μήπου ἡ χάρις τοῦ Θεοῦ, τοῦτον ἀπὸ τῆς γῆς καὶ τοῦ βορβόρου ἀναγάγῃ. οὐδεμιᾷ γὰρ ἄλλῃ ἀρετῇ μᾶλλον οἱ σαρκὶ συνδεδεμένοι ἄνθρωποι τοῖς πνευματικοῖς ἀγγέλοις ἐξομοιοῦνται, ὡς τῇ τῆς σωφροσύνης. διὰ ταύτης γὰρ ἔτι ἐν τῇ γῇ ὄντες, καὶ διάγοντες, ἔχουσι, κατὰ τὸν Ἀπόστολον, ἐν οὐρανοῖς τὸ πολίτευμα.

δεῖγμα δὲ τοῦ τὴν ἀρετὴν ταύτην τελείως κεκτῆσθαι ἡμᾶς, τὸ μηδεμιᾷ εἰκόνι αἰσχρᾶς φαντασίας ἐν τοῖς ὕπνοις τὴν ψυχὴν 1προσέχειν. εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνησις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχήν, καὶ μὴ τοῦ πάθους ἀπηλλάχθαι. καὶ τούτου χάριν, τὰς συμβαινούσας ἡμῖν ἐν τοῖς ὕπνοις αἰσχρὰς φαντασίας, ἔλεγχον εἶναι τῆς προλαβούσης ῥαθυμίας, καὶ τῆς ἐν ἡμῖν ἀσθενείας πιστεύειν ὀφείλομεν· τὴν ἐν τοῖς ἀποκρύφοις τῆς ψυχῆς κεκρυμμένην νόσον, φανεροποιούσης τῆς συμβαινούσης ῥεύσεως ἐν τῇ τοῦ ὕπνου ἀνέσει. διὸ καὶ ὁ ἰατρὸς τῶν ψυχῶν ἡμῶν, ἐν τοῖς ἀποκρύφοις τῆς ψυχῆς τὸ φάρμακον ἐναπέθετο, ἔνθα καὶ τὰς αἰτίας τῆς νόσου ἐγίνωσκε· φάσκων· ὅτι ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· οὐ τοσοῦτον τοὺς περιέργους καὶ πορνικοὺς ὀφθαλμοὺς διορθούμενος, ὅσον τὴν ἔνδον ἐνιδρυμένην ψυχήν, ἥτις τοῖς ἐπ᾽ ἀγαθῷ παρὰ τῷ Θεῷ δοθεῖσιν ὀφθαλμοῖς, κακῶς κέχρηται. τούτου χάριν καὶ ἡ σοφὴ Παροιμία, οὐ λέγει, πάσῃ φυλακῇ τήρει σοὺς ὀφθαλμούς, ἀλλά, πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκείνῃ μάλιστα ἐπιτιθεῖσα τὴν ἰατρείαν τῆς φυλακῆς, τῇ κεχρημένῃ εἰς ὃ βούλεται τοῖς ὀφθαλμοῖς. τοιγαροῦν αὕτη ἔστω τῆς 2καρδίας ἡμῶν προφυλακή· ἵνα ὅταν τῇ ἡμετέρᾳ διανοίᾳ μνήμη γένηται γυναικός, ἀναδοθεῖσα διὰ τῆς διαβολικῆς κακουργίας, εἰ τύχοι μητρός, ἢ ἀδελφῆς, ἢ ἄλλων τινῶν γυναικῶν εὐλαβῶν, ταχέως ταύτην ἐκ τῆς ἡμετέρας καρδίας ἐκβάλωμεν· ἵνα μὴ ἐπιπολὺ διατριβόντων ἡμῶν ἐν ταύτῃ τῇ μνήμῃ, ὁ τῶν κακῶν ἀπατεὼν ἐκ τούτων τῶν προσώπων κατακυλίσῃ, καὶ κατακρημνίσῃ τὴν διάνοιαν εἰς αἰσχρὰς καὶ ἐπιβλαβεῖς ἐνθυμήσεις. καθὼς καὶ ἡ πάρα Θεοῦ πρὸς τὸν πρωτόπλαστον δοθεῖσα ἐντολὴ κελεύει, τηρεῖν τὴν κεφαλὴν τοῦ ὄφεως· τουτέστι τῶν βλαβερῶν λογισμῶν τὰς ἀρχάς, δι᾽ ὧν ἕρπειν εἰς τὰς ἡμετέρας ψυχὰς ἐπιχειρεῖ· ἵνα μὴ τῇ τῆς κεφαλῆς παραδοχῆ, ἥτις ἐστὶν ἡ προσβολὴ τοῦ λογισμοῦ, τὸ λοιπὸν τοῦ ὄφεως σῶμα, τουτέστι τῆς ἡδονῆς τὴν συγκατάθεσιν παραδεξώμεθα. καὶ ἐκ τούτου λοιπὸν ἐπὶ τὴν ἀθέμιτον πρᾶξιν κατενέγκῃ τὴν διάνοιαν. ἀλλὰ προσήκει, κατὰ τὸ γεγραμμένον, εἰς τὰς πρωΐας ἀποκτείνειν πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τουτέστι τῷ φωτὶ τῆς γνώσεως διακρίνειν, καὶ ἐξολοθρεύειν τοὺς ἁμαρτωλοὺς λογισμοὺς ἐκ τῆς γῆς, ἥτις ἐστὶν ἡ καρδία ἡμῶν, κατὰ τὴν τοῦ Κυρίου διδασκαλίαν· καὶ ὡς ἔτι νήπιοι εἰσὶν οἱ υἱοὶ Βαβυλῶνος, οἱ πονηροί φημι λογισμοί, τούτους ἐδαφίζειν, καὶ συντρίβειν πρὸς τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστός. ἐὰν γὰρ διὰ τῆς ἡμετέρας συγκαταθέσεως ἀνδρωθῶσιν, οὐκ ἂν δίχα μεγάλου στεναγμοῦ καὶ καμάτου νικηθήσωνται. πρὸς δὲ τοῖς εἰρημένοις ἀπὸ τῆς θείας Γραφῆς, καλὸν ἐστὶν καὶ λόγων Ἁγίων Πατέρων ἐπιμνησθῆναι. εἴρηται τοίνυν τῷ Ἁγίῳ Βασιλείῳ Ἐπισκόπῳ Καισαρείας Καππαδοκίας· καὶ γυναῖκα ἀγνοῶ, καὶ παρθένος οὐκ εἰμί.

τοσοῦτον ἐγίνωσκε, μὴ ἐν τῇ σωματικῇ μόνον ἀποχῇ τῆς γυναικός, τὸ δῶρον τῆς παρθενίας κατορθοῦσθαι, ὅσον ἐν τῇ τῆς ψυχῆς ἁγιωσύνῃ, καὶ καθαρότητι, ἡτις φόβῳ Θεοῦ κατορθοῦσθαι πέφυκε. λέγουσι δὲ καὶ τοῦτο οἱ Πατέρες, μὴ δύνασθαι ἡμᾶς τὴν ἀρετὴν τῆς ἁγνείας τελείως κτήσασθαι, εἰμὴ πρότερον ἀληθινὴν ταπεινοφροσύνην ἐν τῇ καρδίᾳ ἡμῶν κτησόμεθα· οὔτε γνώσεως ἀληθοῦς καταξιωθῆναι, ἐφ᾽ ὅσον ἐν τοῖς ἀποκρύφοις τῆς ψυχῆς τὸ πάθος τῆς πορνείας ἐγκαθέζεται. ἵνα δὲ τὰ τοῦ κατορθώματος τῆς σωφροσύνης καὶ ἀπὸ τοῦ Ἀποστόλου δείξωμεν, μιᾶς αὐτοῦ ἐπιμνησθέντες λέξεως, καταπαύσωμεν τὸν λόγον. εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὖ χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον. ὅτι γὰρ περὶ τούτου λέγει, δῆλον ἐξ ὧν ἐπήγαγεν εἰπών· μηδεὶς πόρνος, ἢ βέβηλος, ὡς Ἡσαῦ. ὅσῳ τοίνυν οὐράνιον καὶ ἀγγελικὸν ὑπάρχει τὸ κατόρθωμα τῆς ἁγιωσύνης, τοσοῦτον βαρυτέραις τῶν ἀντιπάλων ἐπιβουλαῖς πολεμεῖται. καὶ τούτου χάριν σπουδάζειν ὀφείλομεν, οὐ μόνον ἐγκράτειαν σώματος ἀσκεῖν, ἀλλὰ καὶ συντριβὴν καρδίας, καὶ πυκνὰς 3μετανοίας μετὰ στεναγμῶν· ὥστε τὴν κάμινον τῆς ἡμετέρας σαρκός, ἣν ὁ Βαβυλώνιος Βασιλεὺς τοῖς τῆς ἐπιθυμίας ἐρεθισμοῖς ἀνάπτει καθ᾽ ἑκάστην, τῇ δρόσῳ τῆς παρουσίας τοῦ Ἁγίου Πνεύματος ἀποσβέσωμεν. πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πόλεμον καθέστηκεν, ἡ κατὰ Θεὸν ἀγρυπνία. ὥσπερ γὰρ ἡ παραφυλακὴ τῆς ἡμέρας, τὴν νυκτερινὴν παρασκευάζει ἁγιωσύνην, οὕτως ἡ νυκτερινὴ κατὰ Θεὸν ἀγρυπνία, τὴν ἡμερινὴν τῇ ψυχῇ προοδοποιεῖ καθαρότητα.

ΠΕΡΙ ΦΙΛΑΡΓΥΡΙΑΣ

Τρίτος ἡμῖν ἐστὶν ἀγών, κατὰ τοῦ πνεύματος τῆς φιλαργυρίας. ξένος οὗτος, καὶ ἔξωθεν τῆς φύσεως γνωριζόμενος, ἐξ ἀπιστίας τὴν ἀφορμὴν τῷ μοναχῷ εὑρίσκων. καὶ γὰρ τῶν ἄλλων παθῶν, θυμοῦ λέγω, καὶ ἐπιθυμίας οἱ ἐρεθισμοί, ἐκ τοῦ σώματος δοκοῦσιν ἔχειν τὰς ἀφορμάς· καὶ τρόπον τινά, ὡς ἔμφυτα ἀπὸ γενέσεως ἔχοντα τὴν ἀρχήν· ὅθεν καὶ διὰ μακροῦ χρόνου νικῶνται· ἡ δὲ τῆς φιλαργυρίας νόσος ἔξωθεν ἐπερχομένη, εὐχερέστερον ἐκκόπτεσθαι δύναται, εἰ ἐπιμελείας τύχῃ, καὶ προσοχῆς. ἀμεληθεῖσα δέ, ὀλεθριωτέρα τῶν ἄλλων παθῶν καὶ δυσαπόβλητος γίνεται. ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστίν, κατὰ τὸν Ἀπόστολον. σκοπῶμεν δὲ οὕτως· τοῦ σώματος αἱ φυσικαὶ κινήσεις, οὐ μόνον ἐν τοῖς παισί θεωροῦνται, ἐν οἷς οὕπω διάγνωσις ἀγαθοῦτε καὶ κακοῦ τυγχάνει, ἀλλὰ καὶ ἐν τοῖς βραχυτάτοις καὶ γαλουχουμένοις νηπίοις, οἵ τινες μηδὲ ἴχνος ἡδονῆς ἐν ἑαυτοῖς ἔχοντες, φυσικὴν ὅμως ἐν τῇ σαρκὶ σημαίνουσι κίνησιν. ὁμοίως καὶ τοῦ θυμοῦ τὸ κέντρον ἐν τοῖς νηπίοις θεωρεῖται ὅταν συγκινουμένους αὐτοὺς πρὸς τοὺς λελυπηκότας ὁρῶμεν· καὶ ταῦτα λέγω, οὐ τὴν φύσιν κακίζων, ὡς ἁμαρτίας αἰτίαν· μὴ γένοιτο· ἀλλ᾽ ἵνα δείξω ὅτι θυμὸς μὲν καὶ ἐπιθυμία, εἰ καὶ ἐπ᾽ ἀγαθῷ παρὰ τοῦ δημιουργοῦ συνεζεύχθησαν τῷ ἀνθρώπῳ, ἀλλ᾽ οὖν γε δοκεῖ πως ἐκ τῶν φυσικῶν τοῦ σώματος, εἰς τὸ παρὰ φύσιν διὰ ῥαθυμίας ἐκπίπτειν. καὶ γὰρ ἡ τοῦ σώματος κίνησις, πρὸς τεκνογονίαν, καὶ τὴν ἐκ διαδοχῆς τοῦ γένους διαμονήν, οὐ πρὸς πορνείαν ὑπὸ τοῦ δημιουργοῦ ἐδόθη. καὶ ἡ τοῦ θυμοῦ δὲ κίνησις, σωτηριωδῶς ἡμῖν ἐγκατέσπαρται, θυμοῦσθαι κατὰ τῆς κακίας, οὐ πρὸς τὸ ὁμόφυλον ἐκθηριοῦσθαι. οὐ τοίνυν, εἰ καὶ κακῶς ταῦτα κεχρήμεθα, ἁμαρτωλὸς ἡ φύσις, ἢ τὸν Πλάστην αἰτιατώμεθα· ὥς περ οὐδὲ τὸν δεδωκότα σιδήριον πρὸς ἀναγκαίαν καὶ λυσιτελῆ χρείαν, εἰ ὁ δεξάμενος πρὸς φόνου ὑπηρεσίαν τούτῳ ἐχρήσατο. ταῦτα δὲ εἰρήκαμεν, δεῖξαι βουλόμενοι, ὅτι τὸ τῆς φιλαργυρίας πάθος, οὐκ ἐκ τῶν φυσικῶν τὴν πρόφασιν ἔχει ἀλλ᾽ ἐκ μόνης κακίστης, καὶ διεφθαρμένης προαιρέσεως. αὕτη γὰρ ἡ νόσος, ὅταν χλιαρὰν καὶ ἄπιστον, ἐν ἀρχῇ τῆς ἀποταγῆς. εὕρῃ τὴν ψυχήν, δικαίας τινάς, καὶ τῷ δοκεῖν, εὐλόγους τινὰς προφάσεις αὐτῇ ὑποβάλλει πρὸς τὸ κατασχεῖν τίποτε ὧν κέκτηται. ὑπογράφει γὰρ κατὰ διάνοιαν τῷ μοναχῷ, γῆρας μακρόν, καὶ ἀσθένειαν σώματος, καὶ ὅτι αἱ διδόμεναι χρεῖαι ἐκ τοῦ κοινοβίου, οὐχ ἱκαναὶ πρὸς παραμυθίαν, οὐ λέγω ἀσθενοῦντι, ἀλλ᾽ οὐδὲ ὑγιαίνοντι· καὶ ὅτι ἐνταῦθα οὐ γίνεται φροντὶς κατ᾽ ἀξίαν τοῖς ἀσθενοῦσιν, ἀλλὰ καὶ πάνυ ἡμελημένη· καὶ ὡς, εἰ μὴ ἔχει ἀποκεκρυμμένον χρυσίον, ἀθλίως ἀποθανεῖται. τελευταῖον δὲ ὑποβάλλεῖ, μηδὲ μένειν δύνασθαι ἐπιπολὺ ἐν τῷ μοναστηρίῳ διὰ τὴν βαρύτητα τῶν ἔργων, καί τὴν τοῦ πατρὸς ἀκρίβειαν. καὶ ὅτε ταῖς τοιαύταις ἐνθυμήσεσιν ἀποπλανήσει τὴν διάνοιαν, πρὸς τὸ κἂν ἓν δηνάριον κατασχεῖν· τοτηνικαῦτα πείθει αὐτὸν, καὶ ἐργόχειρον λάθρα τοῦ ἀββᾶ μαθεῖν, ἐξ οὖ δυνήσεται τὸ περισπούδαστον αὐτῷ ἀργύριον αὐξῆσαι.

καὶ λοιπὸν ἐλπίσιν ἀδήλοις ἀπατᾷ τὸν ἀθλιον, ὑποβάλλων αὐτῷ ἐκ τοῦ ἐργοχείρου κέρδος, καὶ τὴν ἐκ τούτου ἄνεσιν, καὶ ἀμεριμνίαν· καὶ ὅλος τῇ τοῦ κέρδους ἐνθυμήσει ἐκδοθείς, οὐδὲν τῶν ἐναντίων σκοπεῖ· οὐκ ὀργῆς μανίαν, εἴποτε συμβῇ αὐτὸν ζημίᾳ περιπεσεῖν, οὐ λύπης σκότος, εἰ ἀποτύχῃ τῆς ἐλπίδος τοῦ κέρδους· ἀλλὰ γίνεται, ὡς ἄλλοις ἡ γαστὴρ θεος, οὕτως τούτῳ ὁ χρυσός. ὅθεν καὶ ὁ μακάριος Ἀπόστολος τοῦτο γινώσκων, οὐ μόνον ῥίζαν πάντων τῶν κακῶν, ἀλλὰ καὶ εἰδωλολατρείαν ταύτην ἐκάλεσε. θεωρήσωμεν τοίνυν, εἰς πόσην κακίαν ἡ νόσος αὕτη κατασύρει τὸν ἄνθρωπον, ὡς καὶ εἰς εἰδωλολατρείαν ἐμβαλεῖν. ἀποστήσας γὰρ ὁ φιλάργυρος τὸ νοῦν ἑαυτοῦ ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυσῷ ἀγαπᾷ. τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκοτωθείς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμίαν λοιπὸν ὑπακοὴν ἔχειν δύναται· ἀλλ᾽ ἀγανακτεῖ, ἀναξιοπαθεῖ, καὶ πρὸς ἕκαστον ἔργον γογγύζει, ἀντιλέγει, καὶ μηδεμιᾶς λοιπὸν εὐλαβείας πεφυλαγμένης, ὥς περ ἵππος σκληρότατος κατὰ κρημνῶν φέρεται· οὔτε τῇ καθημερινῇ τροφῇ ἀρκούμενος· καὶ διαμαρτύρεται, μὴ δύνασθαι εἰς τέλος ταῦτα ὑπομένειν. καὶ Θεὸν οὐκ ἐκεῖ μόνον εἶναι, λέγει, οὐδὲ τὴν ἰδίαν σωτηρίαν ἐν ἐκείνῳ κατακεκλεῖσθαι· καὶ ὡς, εἰμὴ ἁποστῇ τοῦ μοναστηρίου ἐκείνου, ἀπολεῖται. καὶ οὕτως τῆς διεφθαρμένης ταύτης γνώμης συνεργὸν ἔχων τὰ πεφυλαγμένα ἀργύρια, ὥσπερ πτεροῖς τούτοις κουφισθείς, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ μοναστηρίου μελετῶν· λοιπὸν ὑπερηφάνως καὶ τραχέως πρὸς πάντα τὰ παραγγέλματα ἀποκρίνεται, καὶ ὡς ξένον καὶ ἐξωτικὸν ἑαυτὸν ἡγούμενος, εἴτι ἂν ἴδῃ ἐν τῷ μοναστηρίῳ διορθώσεως δεόμενον, ἀμελεῖ, καὶ περιφρονεῖ, καὶ ψέγει πάντα τὰ γινόμενα· ἔπειτα προφάσεις ἀναζητεῖ, δι᾽ ὧν ὀργισθήσεται, ἢ λυπηθήσεται, ἵνα μὴ δόξῃ ἐλαφρὸς ἄνευ αἰτίας ἐξιέναι ἐκ τοῦ μοναστηρίου. ἐὰν δὲ καὶ ἄλλον δυνηθῇ ψιθυρισμοῖς, καὶ ματαιολογίαις ἀπατήσας ἐκβαλεῖν τοῦ μοναστηρίου, οὐδὲ τοῦτο παραιτεῖται ποιῆσαι, βουλόμενος ἔχειν τοῦ ἰδίου ἐλαττώματος συνεργόν. οὕτως δὲ ἀναπτόμενος τῷ πυρὶ τῶν ἰδίων χρημάτων ὁ φιλάργυρος, οὐδέποτε ἡσυχάσαι δυνήσεται ἐν τῷ μοναστηρίῳ, ἢ ὑπὸ κανόνα ζῆσαι. ὅταν δὲ τοῦτον ὁ δαίμων, ὥς περ λύκος, ἐκ τῆς μάνδρας ἀφαρπάσῃ, καὶ ἀφορίσας τοῦ ποιμνίου, ἕτοιμον πρὸς κατάβρωσιν λάβοι· τοτηνικαῦτα παρασκευάζει αὐτόν, τὰ ἔργα ἅπερ ἐν τῷ κοινοβίῳ τεταγμέναις ὥραις ποιῶν ᾠλιγώρει, ταῦτα ἐν τῇ κέλλῃ νυκτὸς καὶ ἡμέρας μετὰ πολλῆς προθυμίας ποιεῖν. καὶ οὔτε τῶν εὐχῶν τὰ ἔθη, οὔτε τῶν νηστειῶν τὸν τρόπον, οὐ τῶν ἀγρυπνιῶν τὸν κανόνα, φυλάττειν ἐπιτρέπει· ἀλλὰ τῇ τῆς φιλαργυρίας μανίᾳ τοῦτον δήσας, τὴν πᾶσαν σπουδὴν εἰς τὸ ἐργόχειρον ἔχειν ἀναπείθει. τῆς δὲ νόσου ταύτης, τρεῖς εἰσὶ τρόποι, οὓς ἐπίσης ἀπαγορεύουσιν αἱ θεῖαι Γραφαί, καὶ διδασκαλίαι τῶν Πατέρων· εἷς μέν, ὃς παρασκευάζει τοὺς ἐλεεινούς, ἅπερ οὖτοι ἐν τῷ κόσμῳ οὐκ εἶχον, ταῦτα κτᾶσθαι καὶ συναθρόίζειν.

ἄλλος δέ, ὃς μεταμελεῖσθαι ποιεῖ τοὺς τοῖς χρήμασιν ἅπαξ ἀποταξαμένους, ὑποβάλλων αὐτοῖς ζητεῖν ταῦτα, ἅπερ Θεῷ προσήνεγκαν. τρίτος δέ, ὃς κατὰ τὴν ἀρχήν, ἀπιστίᾳ καὶ χλιαρότητι τὸν μοναχὸν ἐνδήσας, οὐ συγχωρεῖ τοῦτον τελείως ἀπαλλαγῆναι τῶν τοῦ κόσμου πραγμάτων· φόβον ὑποβάλλων πενίας, καὶ ἀπιστίαν τῆς τοῦ Θεοῦ προνοίας· καὶ παραβάτην ἀποδεικνὺς τῶν ἰδίων ὑποσχέσεων, ὧν καθωμολόγησεν ἁποτασσόμενος τῷ κόσμῳ. τούτων δὴ τῶν τριῶν τρόπων τὰ παραδείγματα ἐν τῇ θείᾳ Γραφῇ, καθὰ εἴρηται, κατακεκριμένα εὐρήκαμεν. καὶ ὁ γὰρ ὁ Γιεζή, χρήματα ἃ πρότερον, οὐκ εἶχε, βουληθεὶς κτήσασθαι, ἀπέτυχε τῆς προφητικῆς χάριτος· ἢν ὁ διδάσκαλος ἐν κληρονομίας τάξει, καταλεῖψαι τούτῳ ἐβούλετο· καὶ ἀντὶ εὐλογίας, αἰωνίαν λέπραν διὰ τῆς τοῦ Προφήτου κατάρας ἐκληρονόμησε. καὶ ὁ Ἰούδας βουληθεὶς λαβεῖν χρήματα, ἃ πρότερον ἀπεβάλλετο τῷ Χριστῷ ἀκολουθῶν, οὐ μόνον πρὸς προδοσίαν τοῦ δεσπότου ὀλισθήσας, τοῦ χοροῦ τῶν Ἀποστόλων ἐξέπεσεν, ἀλλὰ καὶ αὐτὴν τὴν ἐν σαρκὶ ζωὴν βιαίῳ θανάτῳ κατέλυσεν. Ἀνανίας δὲ καὶ Σάπφειρα, φυλάξαντες τινὰ ἐξ ὧν ἐκέκτηντο, ἀποστολικῷ στόματι θανάτῳ τιμωροῦνται. Μωϋσῆς δὲ ὁ μέγας ἐν τῷ Δευτερονομίῳ μυστικῶς παραγγέλλει τοῖς ἐπαγγελομένοις ἀποτάσσεσθαι τῷ κόσμῳ, καὶ φόβῳ ἀπιστίας πάλιν ἀντεχομένοις τῶν γηίνων πραγμάτων· εἴτις ἐστὶν ἄνθρωπος περίφοβος, καὶ τῇ καρδίᾳ δειλός, οὐκ ἐξελεύσεται εἰς πόλεμον· πορευέσθω δὲ καὶ ἀναλυέτω εἰς τὸν ἴδιον οἶκον, μήποτε πτοεῖσθαι ποιήσῃ τὰς καρδίας τῶν ἀδελφῶν αὐτοῦ. ἔστι ταύτης τῆς μαρτυρίας ἀσφαλέστερον ἢ σαφέστερον; οὐκ ἄρα διὰ τούτων μανθάνομεν οἱ ἀποτασσόμενοι τῷ κόσμῳ τελείως ἀποτάσσεσθαι καὶ οὕτως ἐπὶ τὸν πόλεμον ἐκβαίνειν, καὶ μὴ διὰ τοῦ βάλλειν ἀρχὴν χαύνην καὶ διεφθαρμένην, ἀνατρέπειν τοὺς ἄλλους ἀπὸ τῆς Εὐαγγελικῆς τελειότητος, καὶ δειλίαν τούτοις ἐμβάλλειν; ἐπειδὴ δὲ τὸ καλῶς εἰρημένον τῇ Θείᾳ Γραφῇ, μακάριόν ἐστιν μᾶλλον διδόναι, ἢ λαμβάνειν, κακῶς ἑρμηνεύουσι, βιαζόμενοι πρὸς τὴν ἰδίαν ἀπάτην, καὶ τὴν τῆς φιλαργυρίας ἐπιθυμίαν, τὴν ἔννοιαν τοῦ ῥητοῦ παραλογιζόμενοι· καὶ τὴν τοῦ Κυρίου διδασκαλίαν τὴν λέγουσαν, εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ κρίνουσι τῆς ἀκτημοσύνης μακαριώτερον, τὸ ἐξουσιάζειν τοῦ ἰδίου πλούτου, καὶ ἑκ τῆς τούτου περιουσίας διδόναι τοῖς δεομένοις· γινωσκέτωσαν οἱ τοιοῦτοι, μήπω ἀποτετάχθαι τῷ κόσμῳ, μηδὲ ἐπιβεβηκέναι τῆς μοναδικῆς τελειότητος, ἐφ᾽ ὅσον ἐπαισχύνονται ὑπὲρ Χριστοῦ, τοῦ Ἀποστόλου ἀναλαμβάνειν τὴν πτωχείαν, καὶ τῇ τῶν χειρῶν ἐργασίᾳ, ἑαυτοῖς καὶ τοῖς δεομένοις ὑπηρετεῖν, ἔργῳ πληρῶσαι τὴν μοναδικὴν ἐπαγγελίαν, καὶ μετὰ τοῦ Ἀποστόλου δοξασθῆναι· διασκορπίσαντας τὸν παλαιὸν πλοῦτον, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, μετὰ τοῦ Παύλου ἀγωνιζέσθωσαν τὸν καλὸν ἀγῶνα. καὶ γὰρ εἰ τὸ ἔχειν παλαιὸν πλοῦτον ἀναγκαιότερον πρὸς τελείωσιν ἐγίνωσκεν ὁ αὐτὸς Ἀπόστολος, οὐκ ἂν κατεφρόνησε τῆς αὐτοῦ ἀξίας· ἐπίσημον γὰρ ἑαυτὸν λέγει γεγονέναι καὶ πολίτην Ῥωμαίων.

καὶ οἱ ἐν Ἱεροσολύμοις δέ, οἵτινες ἐπώλουν τὰς οἰκίας ἑαυτῶν καὶ τοὺς ἀγρούς, καὶ ἐτίθεσαν τὰς τούτων τιμὰς παρὰ τοὺς πόδας τῶν Ἀποστόλων οὐκ ἂν τοῦτο ἔπραττον, εἰ κεκριμένον ἐγίνωσκον ὑπὸ τῶν Ἀποστόλων καὶ μακαριώτερον τὸ τοῖς ἰδίοις χρήμασι τρέφεσθαι, καὶ μὴ καμάτῳ ἰδίῳ καὶ τῇ τῶν ἐθνῶν προσφορᾷ. σαφέστερον δὲ διδάσκει περὶ τούτων ὁ εἰρημένος Ἀπόστολος, ἐν οἷς πρὸς Ῥωμαίους γράφων, τάδε λέγει· νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῆσαι τοῖς ἁγίοις, εὐδόκησαν γάρ, καὶ ὀφειλέται αὐτῶν εἰσί. καὶ αὐτὸς δὲ δεσμοῖς καὶ φυλακαῖς πολλάκις καὶ τῷ σκυλμῷ τῆς ὁδοιπορίας ὑποβληθείς, καὶ ἐμποδιζόμενος ἐκ τούτου, ὡς εἰώθει ταῖς ἰδίαις χερσὶ πρὸς πορίζειν ἑαυτῷ, τὰς χρείας ταύτας εἰληφέναι διδάσκει παρὰ τῶν ἀδελφῶν τῶν ἀπὸ Μακεδονίας πρὸς αὐτὸν ἐλθόντων φάσκων· καὶ γὰρ τὸ ὑστέρημά μου ἀνεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας. καὶ Φιλιππησίοις δὲ γράφων, οἴδατε δὲ καὶ ὑμεῖς Φιλιππήσιοι, ὅτι ἐξελθόντος μου ἀπὸ Μακεδονίας, οὐδὲ μία ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς ἐπέμψατέ μοι τὰ πρὸς τὴν χρείαν. ἔστωσαν τοίνυν κατὰ τὴν γνώμην τῶν φιλαργύρων καὶ οὗτοι μακαριώτεροι τοῦ Ἀποστόλου, ἐπειδὴ ἐκ τῶν ἰδίων ὑποστάσεων ἐχορήγησαν αὐτῷ τὰς χρείας. ἀλλ᾽ οὐκ ἄν τις εἰς ἐσχάτην ἄνοιαν ἐλθών, εἰπεῖν τολμήσει τοῦτο. εἰ τοίνυν βουλόμεθα τῷ εὐαγγελικῷ προστάγματι, καὶ πάσῃ ἐκείνῃ τῇ ἐξ ἀρχῆς ἐπὶ τῶν Ἀποστόλων θεμελειωθείσῃ ἐκκλησίᾳ ἀκολουθῆσαι, μὴ ταῖς ἡμετέραις ὑπονοίαις πειθώμεθα· μηδὲ τὰ καλῶς εἰρημένα κακῶς ἐννοήσωμεν. ἀλλ᾽ ἀπορρίψαντες τὴν χλιαρὰν καὶ ἄπιστον γνώμην, ἀναλάβωμεν τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου. οὕτως γὰρ δυνησόμεθα καὶ τοῖς τῶν Πατέρων ἴχνεσιν ἀκολουθῆσαι, καὶ τῆς ἐπιστήμης τοῦ Κοινοβίου μηδέποτε ἀποστῆναι, καὶ ἐν ἁληθείᾳ ἀποτάξασθαι τούτῳ τῷ κόσμῳ. καλὸν τοίνυν καὶ ἐνταῦθα λόγον Ἁγίου ἐπιμνησθῆναι. φέρεται τοίνυν τοῦ Ἁγίου Βασιλείου τοῦ Ἐπισκόπου Καισαρείας Καπαδοκίας, πρός τινα συγκλητικὸν χλιαρῶς ἀποταξάμενον, καὶ παρακατασχόντα τινὰ τῶν ἰδίων χρημάτων, ῥῆμα τοιοῦτον εἰπεῖν· καὶ τὸν συγκλητικὸν ἀπώλεσας, καὶ μοναχὸν οὐκ ἐποίησας. χρὴ τοίνυν πάσῃ σπουδῇ ἐκκόπτειν τῆς ἡμετέρας ψυχῆς τὴν ῥίζαν πάντων τῶν κακῶν, ἥτις ἐστὶν ἡ φιλαργυρία· ἀσφαλῶς γινώσκοντας, ὅτι μενούσης τῆς ῥίζης, εὐχερῶς οἱ κλάδοι φύονται. τὴν δὲ ἀρετὴν ταύτην κατορθῶσαι δύσκολον, μὴ ἐν κοινοβίῳ διάγοντας· ἐν αὐτῷ γὰρ καὶ περὶ αὐτῶν τῶν ἀναγκαίων χρειῶν ἀμεριμνοῦμεν. τὴν κατάκρισιν τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρης πρὸ ὀφθαλμῶν ἔχοντες, φρίξωμεν καταλιμπάνειν ἑαυτοῖς τίποτε τῆς παλαιᾶς οὐσίας· ὁμοίως τοῦ Γιεζῆ φοβηθέντες τὸ παράδειγμα, τοῦ διὰ τὴν φιλαργυρίαν εἰς αἰωνίαν λέπραν παραδοθέντος, φυλαξώμεθα μὴ συναθροίζειν ἑαυτοῖς χρήματα, ἅπερ οὐδὲ ἐν τῷ κόσμῳ εἴχομεν. ἔτι μήν, τοῦ Ἰούδα λογιζόμενοι τὴν δι᾽ ἀγχόνην τελευτήν, φοβηθῶμεν ἀναλαμβάνειν τίποτε, ὧν ἀποτασσόμενοι κατεφρονήσαμεν. ἐπὶ πᾶσι δὲ τούτοῖς πρὸ ὀφθαλμῶν ἔχοντες ἀεὶ τὸ τοῦ θανάτου ἄδηλον, μήποτε ἐν ὥρᾳ ᾗ οὐ προσδοκῶμεν ἔλθῃ ὁ Κύριος ἡμῶν, καὶ εὕρῃ ἐσπιλωμένον τῇ φιλαργυρίᾳ τὸ ἡμέτερον συνειδός, καὶ ἐρεῖ ἡμῖν ἅπερ ἐν τῷ Εὐαγγελίῳ ἐρρέθη τῷ πλουσίῳ ἐκείνῳ· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας τίνι ἔσται;

ΠΕΡΙ ΟΡΓΗΣ

Τέταρτος ἡμῖν ἐστὶν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς ὀργῆς· καὶ χρεία, ὅπως σὺν Θεῷ τὸν τούτου θανατηφόρον ἰόν, ἐκ βάθους τῆς ἡμετέρας ψυχῆς ἐκκόψωμεν. τούτου γὰρ ἐν τῇ ἡμετέρᾳ καρδίᾳ ὑποκαθημένου, καὶ τῶν ὀφθαλμῶν τῆς καρδίας ταῖς σκοτειναῖς ταραχαῖς ἐκτυφλοῦντος, οὔτε διάκρισιν τῶν συμφερόντων κτήσασθαι δυνάμεθα, οὔτε πνευματικῆς γνώσεως εὑρεῖν κατάληψιν, οὔτε βουλεύματος ἀγαθοῦ κατασχεῖν τελειότητα, οὔτε τῆς ὄντως ζωῆς γενέσθαι μέτοχοι, οὔτε τῆς θεωρίας τοῦ θείου καὶ ἀληθινοῦ φωτὸς δεκτικὸς ὁ ἡμέτερος νοῦς γενήσεται· ἐταράχθη γάρ φησιν ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου· οὔτε δὲ θείας σοφίας μέτοχοι γενησόμεθα, εἰ καὶ μάλιστα σοφοὶ ταῖς ὑπονοίαις παρὰ πάντων νομιζόμεθα· ἐπειδὴ γέγραπται, θυμὸς ἐν κόλπῳ ἀφρόνων αὐλίζεται· ἀλλ᾽ οὐδὲ τὰς σωτηριώδεις τῆς διακρίσεως βουλὰς κτήσασθαι δυνάμεθα, εἰ καὶ φρόνιμοι παρὰ τοῖς ἀνθρώποις νομιζόμεθα· γέγραπται γάρ, ὀργὴ καὶ φρονίμους ἀπόλλυσιν· οὔτε τὰς τῆς δικαιοσύνης κυβερνήσεις νηφαλέᾳ καρδίᾳ ἐπέχειν ἰσχύσωμεν· γέγραπται γάρ, ὅτι ὀργὴ ἀνδρός, δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται· οὔτε δὲ τὴν παρὰ πάντων ἐπαινουμένην κοσμιότητα καὶ εὐσχημοσύνην δυνάμεθα κτήσασθαι· γέγραπται γάρ, ἀνὴρ θυμώδης οὖκ εὐσχήμων. ὁ τοίνυν βουλόμενος πρὸς τελείωσιν ἐλθεῖν, καὶ ἐπιθυμῶν τὸν πνευματικὸν ἀγῶνα νομίμως ἀγωνίσασθαι, ἀπὸ παντὸς ἐλαττώματος ὀργῆς τε καὶ θυμοῦ ἀλλότριος ἔστω· καὶ ἀκουέτω τί αὐτῷ τὸ σκεῦος τῆς ἐκλογῆς παραγγέλλει· πᾶσα φησὶ πικρία καὶ ὀργή, καὶ θυμός, καὶ κραυγή, καὶ βλασφημία, ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ. ὅταν δὲ εἴπῃ, πᾶσα, οὐδεμίαν πρόφασιν θυμοῦ ἢ ὡς ἀναγκαίαν, ἢ εὔλογον ἡμῖν καταλέλοιπεν. ὁ τοίνυν βουλόμενος πλημμελοῦντα τὸν ἀδελφὸν διορθώσασθαι, ἢ ἐπιτίμια αὐτῷ παρέχειν, σπουδαζέτω ἑαυτὸν ἀτάραχον φυλάττειν· μήποτε ἄλλον θεραπεῦσαι βουλόμενος, ἑαυτῷ τὴν νόσον ἐπισπάσηται· καὶ ῥηθήσεται αὐτῷ τὸ εὐαγγελικὸν ἐκεῖνο ῥητόν, ἰατρὲ θεράπευσον σεαυτόν· καὶ πάλιν· τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἐξ οἵας γὰρ δήποτε αἰτίας ἡ τῆς ὀργῆς κίνησις ὑπερζέσασα τυφλοῖ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, οὐκ ἐᾷ αὐτὴν θεάσασθαι τὸν ἥλιον τῆς δικαιοσύνης. ὥς περ γὰρ ὁ ἐπιθεὶς τοῖς ὀφθαλμοῖς χρυσᾶ πέταλα ἢ μολύβδινα, ἐπίσης ἐκώλυσε τὴν ὁρατικὴν δύναμιν, καὶ οὐδαμῶς διαφορὰν τυφλότητος ἡ τοῦ χρυσοῦ πετάλου τιμιότης ἐποίησεν· οὕτως ἐξ οἵας δήποτε αἰτίας εὐλόγου δῆθεν, ἢ ἀλόγου τῆς ὀργῆς ἀναφθείσης, ἡ ὁρατικὴ δύναμις σκοτίζεται. τότε κατὰ φύσιν μόνον τῷ θυμῷ κεχρήμεθα, ὅταν πρὸς τοὺς ἐμπαθεῖς καὶ φιληδόνους λογισμοὺς τοῦτον κινοῦμεν. οὕτως ἡμᾶς ὁ Προφήτης διδάσκει, φάσκων· ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε τουτέστι, κατὰ τῶν ἰδίων παθῶν ὀργὴν κινεῖτε, καὶ κατὰ τῶν πονηρῶν λογισμῶν· καὶ μὴ διὰ τὸ ἀποτελεῖν τὰ ὑποβαλλόμενα ὑπ᾽ αὐτῶν ἁμαρτάνετε. καὶ ταύτην σαφῶς τὴν ἔννοιαν δηλοῖ τὸ ἐπαγόμενον· ἃ λέγετε γάρ φησιν ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.

τουτέστιν, ὅταν ἔλθωσιν ἐπὶ τὴν καρδίαν ὑμῶν οἱ πονηροὶ λογισμοί, ἐκβάλλοντες τούτους διὰ τῆς πρὸς αὐτοὺς ὀργῆς, μετὰ τὴν τούτων ἐκβολήν, ὡσανεὶ ἐν κοίτῃ τῆς ἡσυχίας τῆς ψυχῆς εὑρισκόμενοι, τὸ τηνικαῦτα κατανύσσεσθε πρὸς μετάνοιαν. συμφωνεῖ δὲ τούτῳ καὶ ὁ μακάριος Παῦλος, χρησάμενος τῇ μαρτυρίᾳ τούτου, καὶ προσθείς, ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. τουτέστι, μὴ παρασκευάσητε τὸν ἥλιον τῆς δικαιοσύνης Χριστόν, διὰ τοῦ παροργίζειν αὐτὸν ἐν τῇ συγκαταθέσει τῶν φαύλων λογισμῶν ἐπιδύναι ταῖς καρδίαις ὑμῶν· ἵνα μὴ ἐν τῇ ἀναχωρήσει αὐτοῦ, εὔρῃ ἐν ὑμῖν τόπον ὁ διάβολος. περὶ τούτου τοῦ ἡλίου καὶ ὁ Θεὸς διὰ τοῦ Προφήτοῦ λέγει· τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου, ἀνατελεῖ ἥλιος δικαιοσύνης· καὶ ἴασις ἐν τοῖς πτέρυξιν αὐτοῦ ἔσται. εἰ δὲ κατὰ τὸ γράμμα ἐκλάβωμεν τὸ ρητόν, οὐδὲ μέχρι δύσεως ἡλίου συγκεχώρηται ἡμῖν φυλάττειν τὴν ὀργήν. τί οὖν περὶ τούτων ἐροῦμεν; οἵτινες ἀγριότητι καὶ μανίᾳ τῆς ἐμπαθοῦς διαθέσεως, οὐ μόνον ἄχρι δύσεως τούτου τοῦ ἡλίου διατηροῦσι τῆν ὀργήν, ἀλλὰ καὶ ἐπὶ πλείστας ἡμέρας ἐπεκτείνοντες αὐτήν, παρασιωπῶσι δὲ ἀπ᾽ ἀλλήλων, οὐκ ἔτι μὲν διὰ τῶν ῥημάτων ἐκφέροντες αὐτήν· τῇ δὲ πρὸς ἀλλήλους σιωπῇ, τὸν τῆς μνησικακίας ἰὸν εἰς ὄλεθρον ἑαυτῶν αὐξάνοντες· ἀγνοοῦντες, ὅτι δεῖ μὴ μόνον ἀπὸ τῆς κατ᾽ ἐνέργειαν ὀργῆς ἀπέχεσθαι, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ διάνοιαν· ἵνα μὴ τῷ σκότει τῆς μνησικακίας ὁ νοῦς ἀμαυρωθείς, ἐκπέσῃ τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς διακρίσεως· καὶ στερηθῇ τῆς τοῦ Ἁγίου Πνεύματος ἐνοικήσεως. διὰ γὰρ τοῦτο καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις κελεύει ἀφεῖναι τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον, καὶ διαλλάττεσθαι τῷ ἀδελφῷ· ἐπεί, μὴ δυνατὸν τοῦτο εὐπρόσδεκτον γενέσθαι, θυμοῦ καὶ μνησικακίας ἐναποκειμένων ἡμῖν. καὶ ὁ Ἀπόστολος δὲ λέγων, ἀδιαλείπτως προσεύχεσθαι, καὶ ἐν παντὶ τόπῳ ἐπαίρειν ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν, τοῦτο ἡμᾶς ἐκδιδάσκει. περιλείπεται τοίνυν, ἢ μηδέποτε προσεύχεσθαι, καὶ κατὰ τοῦτο ὑπευθύνους εἶναι τῷ ἀποστολικῷ παραγγέλματι, ἢ σπουδάζοντας φυλάττειν τὸ προστεταγμένον, χωρὶς ὀργῆς καὶ μνησικακίας τοῦτο ποιεῖν. καὶ ἐπειδὴ πολλάκις λυπηθέντων τῶν ἀδελφῶν, ἢ ταραχθέντων, περιφρονοῦμεν λέγοντες, οὐκ ἐξ ἡμετέρας αἰτίας τούτους λυπεῖσθαι· ὁ τῶν ψυχῶν ἰατρός, τὰς προφάσεις τῆς ψυχῆς ῥιζόθεν ἀπὸ καρδίας ἀνασπᾶσαι βουλόμενος, οὐ μόνον εἰ τύχοιμεν ἡμεῖς λελυπημένοι κατὰ τοῦ ἀδελφοῦ, προστάσσει ἀφεῖναι τὸ δῶρον καὶ διαλλάττεσθαι, ἀλλὰ εἰ καὶ αὐτὸς λελύπηται καθ᾽ ἡμῶν, δικαίως ἢ ἀδίκως, τοῦτον διὰ τῆς ἀπολογίας θεραπεύειν, καὶ τότε προσφέρειν τὸ δῶρον. ἀλλὰ τί ἐπὶ πολὺ τοῖς εὐαγγελικοῖς παραγγέλμασιν ἐνδιατρίβωμεν, ἐξὸν καὶ ἀπὸ τοῦ παλαιοῦ νόμου τοῦτο μαθεῖν· ὃς καὶ συγκατάβασιν τῆς ἀκριβείας ἔχειν δοκῶν, τάδε φησίν· μὴ μίσει σου τὸν ἀδελφὸν ἐν τῇ καρδίᾳ σου· καὶ πάλιν, ὁδοὶ μνησικάκων εἰς θάνατον.

καὶ ἐνταῦθα οὐ μόνον τὴν κατ᾽ ἐνέργειαν κωλύει, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν κολάζει. διὸ προσήκει τοῖς θείοις νόμοις ἀκολουθοῦντας, πάσῃ δυνάμει ἀγωνίζεσθαι κατὰ τοῦ πνεύματος τῆς ὀργῆς, καὶ κατὰ τῆς ἔνδον ἐν ἡμῖν ἀποκειμένης νόσου· καὶ μὴ κατὰ τῶν ἀνθρώπων τὸν θυμόν κινοῦντας, ἐρημίαν καὶ μόνωσιν μεταδιώκειν, ὡς ἐκεῖ δῆθεν μὴ ὄντος τοῦ κινοῦντος ἡμᾶς πρὸς ὀργήν· καὶ ὡς εὐκόλως ἐν τῇ μονώσει ἡ ἀρετὴ τῆς μακροθυμίας κατορθωθήσεται. ἀπὸ γὰρ ὑπερηφανίας, καὶ τοῦ μὴ θέλειν ἑαυτοὺς μέμφεσθαι, καὶ ἐπιγράφειν τῇ ἰδίᾳ ῥαθυμίᾳ τὰς αἰτίας τῆς ταραχῆς, τὴν ἀπὸ τῶν ἀδελφῶν ἀναχώρησιν ἐπιθυμοῦμεν. ἕως ὅτε τοίνυν τῆς ἡμετέρας ἀσθενείας τὰς αἰτίας ἄλλοις ἐπιγράφομεν, ἀδύνατον ἡμᾶς πρὸς τελείωσιν τῆς μακροθυμίας φθάσαι. τὸ κεφάλαιον τοίνυν τῆς ἡμετέρας διορθώσεως καὶ εἰρήνης, οὐκ ἐκ τῆς πλησίον μακροθυμίας τῆς πρὸς ἡμᾶς γινομένης κατορθοῦται· ἀλλ᾽ ἐκ τῆς ἡμετέρας πρὸς τὸν πλησίον ἀξικακίας· ὅταν δὲ τὸν τῆς μακροθυμίας ἀγῶνα διαφεύγοντες, τὴν ἔρημον μεταδιώκωμεν καὶ τὴν μόνωσιν· ὅσα δ᾽ ἂν τῶν ἡμετέρων παθῶν ἀθεράπευτα ἐκεῖσε ἀπενέγκωμεν, ἐπικεκρυμμένα, οὐκ ἐξηλειμμένα τυγχάνουσι. καὶ γὰρ ἡ ἐρημία καὶ ἡ ἀναχώρησις τοῖς μὴ πάθεσιν ἀπηλλαγμένοις, οὐ μόνον φυλλάττειν ταῦτα ἐπίσταται, ἀλλὰ καὶ ἐπικαλύπτειν ταῦτα οἶδε· καὶ οὐδὲ ἐπαισθάνεσθαι ἑαυτοὺς λοιπὸν συγχωρεῖ ποίῳ πάθει ἡττῶνται· τὸ ἐναντίον δὲ, φαντασίαν αὐτοῖς ἀρετῆς ὑποβάλλει, καὶ κατωρθωκέναι αὐτοὺς πείθει τήν τε μακροθυμίαν, καὶ τὴν ταπείνωσιν, ἕως μὴ πάρεστιν ὁ τούτους ἐρεθίζων καὶ δοκιμάζων. ὅταν δὲ συμβῇ πρόφασίς τις, τούτους συγκινοῦσα καὶ γυμνάζουσα, εὐθέως τὰ ἐναποκείμενα πάθη, καὶ τὰ πρὶν λανθάνοντα, ὥς περ ἴπποι ἀχαλίνωτοι ἐκ τῶν ἰδίων ἀφετηρίων ἐκπηδήσαντες, καὶ τῇ μακρᾷ ἡσυχίᾳ καὶ σχολῇ τραφέντες, σφοδρότερον καὶ ἀγριώτερον πρὸς ὄλεθρον ἐπισύρουσι τὸν ἴδιον ἐπιβάτην. πλέον γὰρ ἐν ἡμῖν ἀγριοῦνται τὰ πάθη, ἀργοῦντα τῆς ἐκ τῶν ἀνθρώπων γυμνασίας. καὶ αὐτὴν τὴν σκιὰν τῆς ὑπομονῆς καὶ μακροθυμίας, ἣν εἰκονικῶς ἐδοκοῦμεν ἀναμεμιγμένοι τοῖς ἀδελφοῖς ἔχειν, τῇ ἀμελείᾳ τῆς γυμνασίας καὶ τῆς μονώσεως, ἀπόλλυμεν. ὥσπερ γὰρ τὰ ἰοβόλα τῶν θηρίων, ἐν ἐρημίᾳ καὶ ταῖς ἰδίαις κοίταις ἡσυχάζοντα, τότε τὴν ἰδίαν μανίαν ἐπιδείκνυνται, ὅταν λάβωνται τινὸς προσεγγίζοντος· οὕτως καὶ οἱ ἐμπαθεῖς ἄνθρωποι, οὐκ ἀρετῆς διαθέσει, ἀλλὰ τῇ τῆς ἐρημίας ἀνάγκῃ ἡσυχάζοντες, τότε τὸν ἰὸν ἐξεμῶσιν, ὅταν δράξωνται τοῦ προσεγγίζοντος καὶ ἐρεθίζοντος. καὶ τούτου χάριν τοῖς τελείωσιν πραότητος ἐπιζητοῦσι, σπουδὴ πᾶσα εἶναι ὀφείλει οὐ μόνον πρὸς ἀνθρώπους μὴ ὀργίζεσθαι, ἀλλὰ μηδὲ πρὸς τὰ ἄλογα, μηδὲ πρὸς τὰ ἄψυχα πράγματα. μέμνημαι γὰρ ἐγώ, ἡνίκα ἐν ἐρήμῳ διέτριβον, κατὰ καλάμου τὸν θυμὸν κινήσας, τῆς παχύτητος τούτου, ἢ τῆς λεπτότητος ἀπερασάμην. καὶ κατὰ ξύλου πάλιν, ὅταν ἐκκόψαι τοῦτο θελήσας, μὴ ταχέως ἠδυνήθην. καὶ πάλιν, κατὰ λίθου πυρβόλου, ὅταν σπουδάζοντός μου ἐκβάλαι τὸ πῦρ, μὴ ταχέως τὸ πῦρ ἐξεπήδησεν.

οὕτω τῆς ὀργῆς ἐπιταθείσης, ὡς καὶ κατὰ τῶν ἀναισθήτων πραγμάτων ταύτην ἐκφέρειν. εἰ τοίνυν ἐπιθυμοῦμεν ἐπιτυχεῖν τοῦ μακαρισμοῦ τοῦ Κυρίου, οὐ μόνον τὴν κατ᾽ ἐνέργειαν ὀργήν, καθὰ εἴρηται, ὀφείλομεν κωλύσαι, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν. οὔτε γὰρ τοσοῦτον ὠφελεῖ τοῦ κρατεῖν τοῦ στόματος ἐν καιρῷ θυμοῦ, καὶ μὴ ἐκφέρειν ῥήματα μανιώδη, ὅσον τὸ καθαρίζειν τὴν καρδίαν ἀπὸ μνησικακίας, καὶ μὴ ἀναστρέφειν ἐν τῇ ἰδίᾳ διανοίᾳ πονηροὺς λογισμοὺς κατὰ τοῦ ἀδελφοῦ. τὰς ῥίζας γὰρ τῶν ἁμαρτημάτων ἐκκόπτεσθαι παραγγέλλει ἡ Εὐαγγελικὴ διδασκαλία, εἴπερ τοὺς καρπούς. τῆς ῥίζης γὰρ τοῦ θυμοῦ ἐκκοπείσης ἀπὸ τῆς καρδίας, οὔτε μῖσος, οὔτε φθόνος εἰς ἔργον πραχθήσεται. καὶ γὰρ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος εἴρηται· φονεύων αὐτὸν τῇ διαθέσει τοῦ μίσους κατὰ διάνοιαν· οὗτινος τὸ αἷμα οὐ διὰ ξίφους ἐκχυθέν, ἄνθρωποι βλέπουσιν· ἀλλὰ τῇ διανοίᾳ καὶ τῇ διαθέσει τοῦ μίσους ἀναιρεθέν, ὁ Θεὸς ἐφορᾷ· ὅς, οὐ μόνον ὑπὲρ πράξεων, ἀλλὰ καὶ ὑπὲρ λογισμῶν καὶ προαιρέσεων ἑνὶ ἑκάστῳ· ἢ στεφάνους, ἢ τιμωρίας ἀποδίδωσι· καθὼς αὐτὸς διὰ τοῦ Προφήτου φησίν, ἰδοὺ ἐγὼ ἔρχομαι συναγαγεῖν τὰ ἔργα καὶ τὰς ἐνθυμήσεις αὐτῶν. καὶ πάλιν ὁ Ἀπόστολος λέγει· μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων, ἐν ἡμέρᾳ ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. αὐτὸς δὲ ὁ Δεσπότης διδάσκων ἡμᾶς, ὅτι δεῖ πᾶσαν ὀργὴν ἀποτίθεσθαι, φησὶν ἐν Εὐαγγελίοις· ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ ἐνοχος ἔσται τῇ κρίσει. οὕτω γὰρ τὰ ἀκριβῆ τῶν ἀντιγράφων περιέχει. τὸ γάρ, εἰκῇ, ἐκ προσθήκης ἐτέθη. εὔδηλον, ὅτι ἐκ τοῦ προκειμένου βουλήματος τῆς Γραφῆς. ὁ γὰρ σκοπὸς τοῦ Κυρίου, τὴν ῥίζαν καὶ τὸν σπινθῆρα τῆς ὀργῆς ἀποκόπτειν πᾶσι τρόποις ἡμᾶς βούλεται, καὶ μηδὲ μίαν πρόφασιν ὀργῆς ἐν ἑαυτοῖς διαφυλάττειν· ἵνα μὴ εὐλόγως δῆθεν τὴν ἀρχὴν κινούμενοι, ὕστερον τῇ μανίᾳ τοῦ ἀλόγου θυμοῦ περιπέσωμεν. τῆς δὲ νόσου ταύτης ἡ τελεία ἰατρεία, αὕτη ἐστίν· ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις ἔξεστιν ἡμῖν κινεῖν τὸν θυμόν. τοῦ γὰρ πνεύματος τῆς ὀργῆς τὴν διάνοιαν σκοτίσαντος, οὔτε διακρίσεως φῶς, οὔτε ὀρθοῦ βουλεύματος βεβαίωσις, οὔτε δικαιοσύνης κυβέρνησις ἡμῖν εὑρεθήσεται· οὔτε δὲ ναὸν τοῦ Ἁγίου Πνεύματος τὴν ἡμετέραν γενέσθαι ψυχὴν δυνατόν, τοῦ πνεύματος τῆς ὀργῆς τὴν διάνοιαν σκοτίσαντος κατακυριεύσει ἡμῶν. τέλος δὲ πάντων, χρὴ τὸ ἄδηλον τοῦ θανάτου καθ᾽ ἑκάστην ἡμᾶς πρὸ ὀφθαλμῶν ἔχοντας, φυλάττειν ἑαυτοὺς ἀπὸ τῆς ὀργῆς. καὶ εἰδέναι, ὅτι οὔτε σωφροσύνης, οὔτε ἀποταγῆς πάσης τῆς ὕλης, οὔτε τῶν νηστειῶν τε καὶ ἀγρυπνιῶν ὄφελος, εἰ ὑπὸ ὀργῆς καὶ μίσους κατεχόμενοι, ἔνοχοι εὑρεθῶμεν τῇ κρίσει.

ΠΕΡΙ ΛΥΠΗΣ

Πέμπτος ἡμῖν ἀγὼν ἐστὶν κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ ἐπισκοτοῦντος τῇ ψυχῆ ἀπὸ πάσης πνευματικῆς θεωρίας, καὶ κωλύοντος αὐτὴν ἀπὸ πάσης ἀγαθῆς ἐργασίας. ὅταν γὰρ τὸ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς, καὶ ὅλην αὐτὴν σκοτίσῃ, οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγχωρεῖ· οὐ τῶν ἱερῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγκαρτερεῖν· πρᾷον καὶ εὐκατάνυκτον πρὸς τοὺς ἀδελφοὺς τὸν ἄνθρωπον εἶναι οὐκ ἀνέχεται· πρὸς πάντα τῶν ἔργων τὰ ἐπιτηδεύματα, καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν, μῖσος ἐμποιεῖ. καὶ πάντα ἁπλῶς τὰ σωτηριώδη βουλεύματα τῆς ψυχῆς ἡ λύπη συγχέασα, καὶ τὴν εὐτονίαν αὐτῆς καὶ καρτερίαν παραλύσασα, ὡς ἄφρονα ταύτην καὶ παραπλῆγα ἀπεργάζεται, τῷ τῆς ἀπογνώσεως ἐνδήσασα λογισμῷ. διὰ τοῦτο, εἰ σκοπὸς ἡμῖν ἐστὶν ἀγωνίσασθαι τὸν πνευματικὸν ἀγῶνα, καὶ νικῆσαι σὺν Θεῷ τὰ πνεύματα τῆς πονηρίας, πάσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. ὥς περ γὰρ σὴς ἱμάτιον, καὶ σκώληξ ξύλον, οὕτως ἡ λύπη τὴν τοῦ ἀνθρώπου ψυχὴν κατεσθίει· ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν, καὶ οὐδὲ παρὰ τῶν γνησίων φίλων λόγον συμβουλίας δέχεσθαι συγχωροῦσα, οὐδὲ χρηστὴν ἀπόκρισιν ἢ εἰρηνικὴν ἐπιτρέπουσα τούτοις μεταδιδόναι· ἀλλὰ πᾶσαν τὴν ψυχὴν περιλαβοῦσα, πικρίας αὐτὴν καὶ ἀκηδίας πληροῖ. καὶ λοιπὸν ὑποβάλλει αὐτῇ φεύγειν τοὺς ἀνθρώπους, ὡς αἰτίους αὐτῇ ταραχῆς γενομένους. καὶ οὐ συγχωρεῖ αὐτῇ ἐπιγνῶναι, ὅτι οὐκ ἔξωθεν, ἀλλ᾽ ἔνδον ἔχει ἐναποκειμένην τὴν νόσον· ἥτις τότε φανεροῦται, ὅταν οἱ πειρασμοὶ ἐπιστάντες διὰ τῆς γυμνασίας, εἰς τὸ ἐμφανὲς ταύτην προσενέγκωσιν. οὐδέποτε γὰρ ὑπὸ ἄλλου βλαβήσεται ἄνθρωπος, εἰ μὴ ἔνδοθεν ἔχει ἀποκειμένας τὰς τῶν παθῶν αἰτίας. καὶ τούτου χάριν ὁ πάντων δημιουργὸς καὶ ἰατρὸς τῶν ψυχῶν Θεός, ὁ μόνος ἐπιστάμενος ἀκριβῶς τὰ τραύματα τῆς ψυχῆς, οὐ τὰς τῶν ἀνθρώπων συνδιατριβὰς παραγγέλλει καταλιμπάνειν, ἀλλὰ τὰς ἐν ἡμῖν τῆς κακίας ἐκκόπτειν αἰτίας. καὶ γινώσκειν τῆς ψυχῆς τὴν ὑγείαν, οὐκ ἐν τῷ χωρισμῷ τῶν ἀνθρώπων κατορθοῦσθαι, ἀλλ᾽ ἐν τῇ μετὰ τῶν ἐναρέτων διαγωγῇ καὶ γυμνασίᾳ. ὅταν τοίνυν διά τινας εὐλόγους δῆθεν προφάσεις τοὺς ἀδελφοὺς καταλιμπάνομεν, οὔτε τὰς τῆς λύπης ἀφορμὰς ἐξεκόψαμεν, ἀλλὰ μόνον ἐνηλλάξαμεν αὐτάς, τῆς ἀποκειμένης ἔνδον νόσου καὶ δι᾽ ἑτέρων πραγμάτων ταύτας ἀνακινούσης. διάτοι τοῦτο κατὰ τῶν ἔνδον παθῶν πᾶς ἡμῖν ἔστω ὁ πόλεμος. τούτων γὰρ διὰ τῆς χάριτος καὶ συνεργίας Θεοῦ ἐκ τῆς καρδίας ἐκβληθέντων, οὐ λέγω μετὰ ἀνθρώπων, ἀλλὰ καὶ μετ᾽ ἀγρίων θηρίων εὐκόλως συνδιατρίψομεν, κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Ἰὼβ εἰρημένον, θῆρες ἄγριοι εἰρηνεύουσί σοι. προηγουμένως τοίνυν ἀγωνιστέον κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ ἐμβάλλοντος τὴν ψυχὴν εἰς ἀπόγνωσιν, ὅπως ἀπελάσωμεν αὐτὸ τῆς ἡμετέρας καρδίας. τοῦτο γὰρ τῷ Καῖν οὐ συνεχώρησε μετὰ τὴν ἀδελφοκτονίαν μετανοῆσαι· οὔτε τῷ Ἰούδᾳ μετὰ τὴν τοῦ Δεσπότου προδοσίαν.

ἐκείνην μόνην τὴν λύπην ἀσκήσωμεν, τὴν ἐπὶ μετάνοιαν τῶν ἡμαρτημένων, μετ᾽ ἐλπίδος ἀγαθῆς γινομένην· περὶ ἧς ὁ Ἀπόστολος εἶπεν· ὅτι ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται. ἡ γὰρ κατὰ Θεὸν λύπη, τῇ ἐλπίδι τῆς μετανοίας διατρέφουσα τὴν ψυχήν, χαρᾷ σύμμικτος ὑπάρχει. ὅθεν καὶ πρόθυμον, καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρασκευάζει τὸν ἄνθρωπον· εὐπρόσιτον, ταπεινόν, πρᾶον, ἀνεξίκακον, πρὸς πάντα πόνον ἀγαθὸν καὶ συντριβήν, ὑπομονητικόν, οἷα γὰρ δὴ κατὰ Θεὸν τυγχάνουσα. ὡς ἐκ τούτου λοιπὸν τοὺς καρποὺς τοῦ Ἁγίου Πνεύματος γνωρίζεσθαι ἐν τῷ ἀνθρώπῳ, τουτέστι χαράν, ἀγάπην, εἰρήνην, μακροθυμίαν, ἀγαθότητα, πίστιν, ἐγκράτειαν. ἐκ γὰρ τῆς ἐναντίας λύπης τοὺς καρποὺς ἐπιγινώσκομεν τοῦ πονηροῦ πνεύματος· οἵτινες εἰσὶν ἀκηδία, ἀνυπομονησία, θυμός, μῖσος, ἀντιλογία, ἀπελπισμός, εὐχῆς ὀκνηρία. ἥντινα λύπην οὕτως ὀφείλομεν ἐκκλίνειν, ὡς τὴν πορνείαν, καὶ τὴν φιλαργυρίαν, καὶ τὸν θυμόν, καὶ τὰ λοιπὰ τῶν παθῶν. αὕτη δὲ θεραπεύεται διὰ προσευχῆς, καὶ τῆς εἰς Θεὸν ἐλπίδος, καὶ μελέτης τῶν θείων λογίων, καὶ τῆς μετὰ ἀνθρώπων εὐλαβῶν διαγωγῆς.

ΠΕΡΙ ΑΚΗΔΙΑΣ

Ἐκτος ἡμῖν ἀγών, κατὰ τοῦ πνεύματος τῆς ἀκηδίας, τοῦ συνεζευγμένου καὶ συνεργοῦντος τῷ πνεύματι τῆς λύπης. δεινὸς οὖτος καὶ βαρὺς δαίμων, καὶ τοῖς μοναχοῖς ἀεὶ πολεμῶν· ὅς τις ἕκτην ὥραν ἐπιπίπτει τῷ μοναχῷ, ἀτονίαν καὶ φρίκην αὐτῷ ἐμποιῶν, καὶ μῖσος ἐργαζόμενος καὶ πρὸς αὐτὸν τὸν τόπον, καὶ πρὸς τοὺς συνδιατρίβοντας ἀδελφούς, καὶ πρὸς πᾶσαν ἐργασίαν, καὶ πρὸς αὐτὴν τῶν θείων Γραφῶν τὴν ἀνάγνωσιν· ὑποβάλλων αὐτῷ καὶ λογισμοὺς μεταβάσεως· καὶ ὡς, εἰμὴ μεταστήσει αὐτὸν πρὸς ἑτέρους τόπους, μάταιος αὐτῷ ἅπας ὁ κόπος, καὶ ὁ χρόνος γενήσεται. πρὸς τούτοις πᾶσι, καὶ πεῖναν αὐτῷ ἐντίθεισι περὶ ἕκτην ὥραν, ὅση οὐκ ἂν αὐτῷ συνέβη ἐκ τριημέρου νηστείας, ἢ μακροτάτης ὁδοῦ, ἢ βαρυτάτου κόπου. ἔπειτα λογισμοὺς αὐτῷ ἐμβάλλει, ὡς οὐδενὶ ἄλλῳ τρόπῳ δυνήσεται τῆς νόσου ταύτης, καὶ τοῦ βάρους ἀπαλλάττεσθαι, εἰμὴ διὰ τοῦ ἐξέρχεσθαι συνεχῶς καὶ παραβάλλειν ἀδελφοῖς, ὠφελείας χάριν δῆθεν, ἢ ἐπισκέψεως ἀσθενούντων. ὅταν δὲ μὴ δυνηθῇ ἐν τούτοις αὐτὸν ἀπατῆσαι, τὸ τηνικαῦτα ὕπνῳ βαρυτάτῳ καταβαπτίσας αὐτόν, σφοδρότερος κατ᾽ αὐτοῦ, καὶ ἰσχυρότερος γίνεται, οὐκ ἄλλως ἀνατρεπόμενος, εἰμὴ διὰ προσευχῆς, καὶ ἀποχῆς ἀργολογίας, καὶ μελέτης τῶν θείων λογίων, καὶ τῆς ἐν πειρασμοῖς ὑπομονῆς. ἐὰν γὰρ μὴ τούτοις τοῖς ὅπλοις ἠσφαλισμένον αὐτὸν εὕρη, κατατοξεύσας τοῖς ἑαυτοῦ βέλεσιν, ἄστατον αὐτὸν ἀποδείκνυσι, καὶ ῥέμβον ἀποτελεῖ, καὶ ῥάθυμον, καὶ ἄεργον, καὶ μοναστήρια πολλὰ περιέρχεσθαι παρασκευάζει· καὶ οὐδενὸς ἄλλου φροντίζειν, ἢ τοῦ περισκοπεῖν ποῦ ἄριστοι καὶ πότοι γίνονται. οὐδὲν γὰρ ἄλλο ἡ διάνοια τοῦ ἀκηδιαστοῦ φαντάζεται, ἢ τοὺς ἐκ τούτων μετεωρισμούς. καὶ λοιπὸν ἐκ τούτων, καὶ εἰς κοσμικὰ πράγματα αὐτὸν ἐνδεσμοῖ, καὶ κατ᾽ ὀλίγον δελεάζει ταύταις ταῖς ἐπιβλαβέσιν ἀσχολίαις, ἕως οὖ καὶ αὐτοῦ τοῦ μοναδικοῦ ἐπαγγέλματος τελείως αὐτὸν ἐκβάλῃ. ταύτην τὴν νόσον βαρυτάτην οὖσαν ὁ θεῖος Ἀπόστολος ἐπιστάμενος, καὶ βουλόμενος αὐτὴν ἐκ τῶν ἡμετέρων ψυχῶν, ὡς σοφὸς ἰατρός, πρόρριζον ἀνασπᾶσαι, τὰς αἰτίας μάλιστα ἀφ᾽ ὧν τίκτεται δείκνυσι, καὶ τάδε φησίν· παραγγέλλομεν ὑμῖν ἀδελφοί, ἐν ὀνόματι τοὺ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἢν παρελάβετε παρ᾽ ἡμῶν. αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ ἡμᾶς μιμεῖσθαι, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν· οὐδὲ γὰρ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος· ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαι τινὰ ὑμῶν. οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν· ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. ἀκούομεν τινὰς περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. τοῖς δὲ τοιούτοις παραγγέλλομεν, καὶ παρακαλοῦμεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.

ἀκούσωμεν πῶς σαφῶς ἡμῖν ὑποδείκνυσι τὰς αἰτίας τῆς ἀκηδίας ὁ Ἀπόστολος. ἀτάκτους γὰρ καλεῖ, τοὺς μὴ ἐργαζομένους· ἑνὶ τούτῳ ῥήματι, πολλὴν κακίαν ἐμφαίνων. ὁ γὰρ ἄτακτος, καὶ ἀνευλαβὴς τυγχάνει, καὶ προπετὴς περὶ λόγους, καὶ εἰς λοιδορίαν πρόχειρος, καὶ λοιπὸν εἰς ἡσυχίαν ἀνεπιτήδειος, καὶ τῆς ἀκηδίας δοῦλος. παραγγέλλει οὖν στέλλεσθαι ἀπ᾽ αὐτῶν, τουτέστιν, ἀφορίζεσθαι ὡς ἀπὸ λοιμικῆς νόσου. καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ᾽ ἡμῶν· διὰ τῆς λέξεως ταύτης ἐμφαίνων, ὑπερηφάνους εἶναι καὶ καταφρονητάς, καὶ τῶν ἀποστολικῶν παραδόσεων καταλύτας. καὶ πάλιν φησίν, δωρεὰν οὐκ ἐφάγομεν ἄρτου παρά τινος· ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι. ὁ διδάσκαλος τῶν ἐθνῶν, ὁ κήρυξ τοῦ Εὐαγγελίου, ὁ μετάρσιος ἕως τρίτου οὐρανοῦ. ὁ λέγων τὸν Κύριον προστεταχέναι τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας, ἐκ τοῦ Εὐαγγελίου ζῆν· ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργάζεται, πρὸς τὸ μὴ ἐπιβαρῆσαι τινά. τί τοίνυν ἡμεῖς ποιήσωμεν ἀκηδιῶντες ἀπὸ ἔργου, καὶ σωματικὴν ἀνάπαυσιν διώκοντες; οἷς οὔτε κήρυγμα Εὐαγγελίου ἐνεχειρίσθη, οὔτε τῶν ἐκκλησιῶν ἡ μέριμνα, ἀλλὰ τῆς ἰδίας μόνον ψυχῆς ἡ φροντίς; εἶτα σαφέστερον δεικνύων τὴν τικτομένην βλάβην ἐκ τῆς ἀργίας, ἐπιφέρει· μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. ἀπὸ γὰρ ἀργίας, ἡ περιέργεια, καὶ ἀπὸ περιεργείας, ἀταξία, καὶ ἀπὸ ἀταξίας, πᾶσα κακία. κατασκευάζων δὲ πάλιν τὴν θεραπείαν αὐτοῖς, ἐπιφέρει· τοῖς δὲ τοιούτοις παραγγέλλομεν, ἐν ἡσυχίᾳ ἐργαζομένους, τὸν ἑαυτῶν ἄρτον ἐσθίειν. καὶ ἐπιπληκτικώτερον δὲ λέγει· εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. τούτοις τοῖς ἄπο στολικοῖς διατάγμασιν οἱ κατὰ τὴν Αἴγυπτον ἅγιοι πατέρες πεπαιδευμένοι, οὐδένα καιρὸν εἶναι ἀργοὺς τοὺς μοναχοὺς ἐπιτρέπουσι· καὶ μάλιστα τοὺς νεωτέρους. εἰδότες, ὡς διὰ τῆς ὑπομονῆς τοῦ ἔργου καὶ τὴν ἀκηδίαν ἀπελαύνουσι, καὶ τὴν ἑαυτῶν τροφὴν προσπορίζουσι, καὶ τοῖς δεομένοις βοηθοῦσιν. οὐ μόνον γὰρ τῆς ἑαυτῶν ἕνεκεν χρείας ἐργάζονται, ἀλλὰ καὶ ξένοις, καὶ πτωχοῖς, καὶ τοῖς ἐν φυλακαῖς ἐκ τοῦ ἰδίου ἔργου ἐπιχορηγοῦσι· πιστεύοντες τὴν τοιαύτην εὐποιίαν, θυσίαν ἁγίαν τῷ Θεῷ εὐπρόσδεκτον γενέσθαι. καὶ τοῦτο δὲ λέγουσιν οἱ πατέρες, ὅτι ὁ ἐργαζόμενος, ἑνὶ δαίμονι πολλάκις πολεμεῖ, καὶ ὑπ᾽ αὐτοῦ θλίβεται· ὁ δὲ ἀργός, ὑπὸ μυρίων πνευμάτων αἰχμαλωτίζεται. καλὸν δὲ πρὸς τούτοις, καὶ λόγου ἐπιμνησθῆναι τοῦ ἀββᾶ Μωῦσέως τοῦ δοκιμωτάτου ἐν τοῖς πατράσιν, ὃν πρὸς ἐμὲ ἀπεφθέγξατο. καθεσθέντος γάρ μου ὀλίγον χρόνον ἐν τῇ ἐρήμῳ, ᾠχλήθην ὑπὸ ἀκηδίας, καὶ παρέβαλον αὐτῷ, καὶ εἶπον, ὅτι χθὲς δεινῶς ὀχληθεὶς ὑπὸ τῆς ἀκηδίας, καὶ ἐξασθενήσας σφόδρα, οὐ πρότερον ἀπηλλάγην αὐτῆς, εἰμὴ ἀπῆλθον καὶ παρέβαλον τῷ ἀββᾶ Παύλῳ. ἀπεκρίνατο δέ μοι πρὸς ταῦτα ὁ ἀββᾶς Μωϋσῆς καὶ εἶπε· θάρσει, οὐ σεαυτὸν ἀπὸ ταύτης ἠλευθέρωσας, ἀλλὰ μᾶλλον ἔκδοτον, καὶ δοῦλον παρέδωκας. γίνωσκε τοίνυν, ὅτι βαρυτέρως σε, ὡς λειποτάκτην, καταπολεμήσει, εἰμὴ τοῦ λοιποῦ δι᾽ ὑπομονῆς, καὶ προσευχῆς, καὶ τοῦ ἔργου τῶν χειρῶν, ταύτην καταπαλαῖσαι σπουδάσεις.

ΠΕΡΙ ΚΕΝΟΔΟΞΙΑΣ

Ἔβδομος ἡμῖν ἀγών, πρὸς τὸ πνεῦμα τῆς κενοδοξίας. πολύμορφον τοῦτο καὶ λεπτότατον πάθος, καὶ οὐ ταχέως, οὐδὲ ὑπ᾽ αὐτοῦ τοῦ πειραζομένου, καταλαμβανόμενον. καὶ γὰρ τῶν ἄλλων παθῶν αἱ προσβολαὶ φανερώτεραι τυγχάνουσι, καὶ εὐκολωτέραν πως τὴν πρὸς αὐτὰς μάχην ἔχουσι, τῆς ψυχῆς ἐπιγινωσκούσης τὸν πολέμιον, καὶ διὰ τῆς ἀντιρρήσεως, καὶ προσευχῆς τοῦτον εὐθέως ἀνατρεπούσης. ἡ δὲ τῆς κενοδοξίας κακία, πολύμορφος οὖσα, καθὰ εἴρηται, δυσκαταγώνιστος τυγχάνει. καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι, καὶ ἐν φωνῇ, καὶ λόγῳ, καὶ σιωπῇ, καὶ ἐν ἔργῳ, καὶ ἀγρυπνίᾳ, καὶ ἐν νηστείαις, καὶ ἐν εὐχῇ, καὶ ἐν ἀναγνώσεσι, καὶ ἐν ἡσυχίᾳ, καὶ μακροθυμίᾳ. διὰ πάντων γὰρ τούτων ἐπιχειρεῖ τὸν στρατιώτην τοῦ Χριστοῦ κατατοξεύειν. καὶ γὰρ, ὅν τινα μὴ δυνηθῇ πολυτελείᾳ ἐνδυμάτων πρὸς κενοδοξίαν ἀπατῆσαι, τοῦτον δι᾽ εὐτελοῦς ἐσθῆτος ἐπιχειρεῖ πειράζειν. καὶ ὃν οὐκ ἠδυνήθη διὰ τιμῆς ἐπᾶραι, τοῦτον διὰ τοῦ φέρειν δῆθεν ἀτιμίαν, εἰς ἀπόνοιαν αἴρει. καὶ ὃν οὐκ ἠδυνήθη πεῖσαι δι᾽ ἐπιστήμην λόγων κενοδοξεῖν, διὰ σιωπῆς ὡς ἥσυχον δῆθεν δελεάζει. καὶ ὃν οὐκ ἠδυνήθη πεῖσαι διὰ πολυτελείας βρωμάτων χαυνῶσαι, τοῦτον διὰ νηστείας πρὸς ἔπαινον ἐκλύει. καὶ ἁπλῶς πᾶν ἔργον, πᾶν ἐπιτήδευμα, πρόφασιν πολέμου παρέχει τῷ πονηρῷ τούτῳ δαίμονι. ἔτι δὲ πρὸς τούτοις, καὶ κλῆρον φαντάζεσθαι ὑποβάλλει. μέμνημαι γάρ τινος γέροντος, ἡνίκα ἐν τῇ σκήτῃ διέτριβον, ἀπελθόντος εἰς κέλλαν τινὸς ἀδελφοῦ, ἐπισκέψεως χάριν, ὃς πλησίάσας αὐτοῦ τῇ θύρᾳ, ἀκούει ἔνδον λαλοῦντος αὐτοῦ· καὶ νομίσας ὁ γέρων ἀπὸ Γραφῆς αὐτὸν μελετᾷν, ἔστη ἀκροώμενος· καὶ αἰσθάνεται παραφρονοῦντος ὑπὸ τῆς κενοδοξίας, καὶ ἑαυτὸν χειροτονοῦντος Διάκονον, καὶ τοῖς κατηχουμένοις ἀπόλυσιν παρέχοντος. ὡς οὖν ἤκουσε τούτων ὁ γέρων, ᾠθήσας τὴν θύραν εἰσῆλθε καὶ ἀπαντήσας αὐτῷ ὁ ἀδελφός, προσεκύνησε κατὰ τὸ ἔθος, καὶ ἠξίου μαθεῖν παρ᾽ αὐτοῦ, εἰ πολλὴν ὥραν ἔχει πρὸς τὴν θύραν ἱστάμενος· ὁ δὲ γέρων χαριέντως πρὸς αὐτὸν ἀπεκρίθη· ἄρτι, φησίν, ἦλθον, ὅτε σὺ τὴν ἀπόλυσιν τοῖς κατηχουμένοις ἐπετέλεις. ὁ δὲ ἀδελφὸς ταῦτα ἀκούσας, ἔπεσε παρὰ τοὺς πόδας τοῦ γέροντος, καὶ παρεκάλει αὐτὸν εὐχεσθαι ὑπὲρ αὐτοῦ, ὅπως ῥυσθῇ ταύτης τῆς πλάνης. τούτων δὲ ἐμνήσθην, δεῖξαι βουλόμενος, εἰς πόσην ἀναισθησίαν φέρει τὸν ἄνθρωπον οὗτος ὁ δαίμων. ὁ βουλόμενος τοίνυν τελείως ἀθλῆσαι, καὶ τὸν τῆς δικαιοσύνης στέφανον τελείως ἀναδήσασθαι πᾶσι τρόποις σπουδάσει τὸ πολύμορφον τοῦτο θηρίον νηκῆσαι. πρὸ ὀφθαλμῶν ἔχων πάντοτε τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· Κύριος διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. καὶ μηδὲν ποιείτω περιβλεπτόμενος τὸν τῶν ἀνθρώπων ἔπαινον. ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν μόνον ἐπιζητείτω· καὶ ἀπορρίπτων ἀεὶ τοὺς ἐπερχομένους ἐν τῇ καρδίᾳ αὐτοῦ λογισμούς, καὶ ἐπαινοῦντας αὐτόν. ἐξουδενούτω ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ· οὕτως γὰρ δυνήσεται, σὺν Θεῷ, ἀπαλλαγῆναι τοῦ πνεύματος τῆς κενοδοξίας.

ΠΕΡΙ ΥΠΕΡΗΦΑΝΙΑΣ

Ὅγδοος ἡμῖν ἀγὼν ἐστὶν κατὰ τοῦ πνεύματος τῆς Ὑπερηφανίας. χαλεπώτατος οὖτος, καὶ πάντων τῶν προτέρων ἀγριώτερος. τοὺς τελείους μάλιστα πολεμῶν, καὶ σχεδὸν τοὺς εἰς τὸ ὕψος τῶν ἀρετῶν ἀναβεβηκότας ἐπιχειρῶν καταστρέφειν. καὶ καθάπερ νόσος λοιμική, καὶ φθοροποιός, οὐχ ἓν μέλος τοῦ σώματος, ἀλλ᾽ ὅλον διαφθείρει· οὕτως ἡ Ὑπερηφανία, οὐ μέρος τῆς ψυχῆς, ἀλλὰ πᾶσαν αὐτὴν διαφθείρει. καὶ τῶν μὲν ἄλλων παθῶν ἕκαστον, εἰ καὶ ταράσσει τὴν ψυχήν, ἀλλὰ πρὸς μίαν τὴν ἀντικειμένην αὐτῷ ἀρετὴν πολεμοῦν, καὶ ταύτην νικῆσαι φιλονεικοῦν, ἐκ μέρους ἐπισκοτοῖ τὴν ψυχήν, καὶ ταράσσει αὐτήν· τὸ δὲ τῆς ὑπερηφανίας πάθος πᾶσαν αὐτὴν σκοτοῖ, καὶ εἰς ἐσχάτην πτῶσιν κατάγει. καὶ ἵνα σαφέστερον νοήσωμεν τὸ εἰρημένον, σκοπήσωμεν οὕτως. ἡ γαστριμαργία, ἐγκράτειαν σπουδάζει διαφθείρειν· ἡ πορνία, τὴν σωφροσύνην· ἡ φιλαργυρία, τὴν ἀκτημοσύνην· ὁ θυμός, τὴν πρᾳότητα· καὶ τὰ λοιπὰ τῆς κακίας εἴδη, τὰς ἐναντίας ἀρετάς. ἡ δὲ τῆς Ὑπερηφανίας κακία, ὅταν κυριεύσῃ τῆς ἀθλίας ψυχῆς, ὡς περ τίς χαλεπώτατος τύραννος, μεγάλην πόλιν καὶ ὑψηλὴν παραλαβών, ὅλην αὐτὴν καταστρέφει, καὶ ἕως θεμελίων κατασκάπτει. καὶ μάρτυς τούτου ὁ Ἄγγελος ἐκεῖνος ὁ ἐκ τοῦ οὐρανοῦ πεσὼν διὰ τὴν ὑπερηφανίαν· ὃς ὑπὸ τοῦ Θεοῦ κτισθείς, καὶ πάσῃ ἀρετῇ, καὶ σοφίᾳ κατακοσμηθείς, οὐ τῇ τοῦ Δεσπότου χάριτι ἠβουλήθη ταῦτα ἐπιγράφειν, ἀλλὰ τῇ ἰδίᾳ φύσει. ὅθεν καὶ ἴσον ἑαυτὸν ὑπελάμβανε τοῦ Θεοῦ εἶναι. καὶ ταύτην αὐτοῦ τὴν ἐνθύμησιν ἐλέγχων ὁ Προφήτης ἔλεγεν· εἶπας ἐν τῇ καρδίᾳ σου, καθιῷ ἐν ὄρει ὑψηλῷ· θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ· σὺ δὲ ἄνθρωπος εἶ, καὶ οὐ Θεός. καὶ πάλιν ἄλλος Προφήτης λέγει· τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. ταῦτα τοίνυν γινώσκοντες, φοβηθῶμεν καὶ πάσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ θανατηφόρου πνεύματος τῆς ὑπερῃφανίας· ἐπιλέγοντες ἑαυτοῖς ἀεὶ τὸ τοῦ Ἀποστόλου, ὅταν ἀρετὴν τινὰ κατορθώσωμεν, τό, οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· ὅτι χωρὶς ἐμοῦ, οὐ δύνασθε ποιεῖν οὐδέν· καὶ τὸ ὑπὸ τοῦ Προφήτου εἰρημένον· ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. καὶ τό, οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. καὶ γὰρ εἰ καὶ μάλιστα ἔσται τίς ζέων τῇ προθυμίᾳ, καὶ σπουδαῖος τῇ προαιρέσει, σαρκὶ συνδεδεμένος καὶ αἵματι, οὐ δυνήσεται πρὸς τελειότητα φθάσαι, εἰ μὴ τῷ ἐλέει τοῦ Χριστοῦ, καὶ τῇ χάριτι αὐτοῦ. καὶ γὰρ ὁ Ἰάκωβος φησί, πᾶσα δόσις ἀγαθή, ἄνωθεν ἐστίν. καὶ ὁ Ἀπόστολος Παῦλος· τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών, ἀλλ᾽ ὡς ἐπὶ ἰδίοις ἐπαιρόμενος;

ὅτι δὲ χάριτι, καὶ ἐλέει Θεοῦ ἡ σωτηρία ἡμῖν προσγίνεται, μάρτυς ἀληθὴς ὁ λῃστὴς ἐκεῖνος· ὃς οὐκ ἀρετῆς ἄθλον τὴν Βασιλείαν τῶν οὐρανῶν ἐκομίσατο, ἀλλὰ χάριτι Θεοῦ, καὶ ἐλέει. ταῦτα οἱ πατέρες ἡμῶν ἐπιστάμενοι πάντες, μιᾷ γνώμῃ παρεδεδώκασι, μὴ ἄλλως δύνασθαι πρὸς τελείωσιν ἀρετῆς φθάσαι, εἰ μὴ διὰ ταπεινώσεως· ἥτις ἀπὸ πίστεως, καὶ φόβου Θεοῦ, καὶ πραότητος, καὶ τελείας ἀκτημοσύνης προσγίνεσθαι πέφυκε· δι᾽ ὧν καὶ ἡ τελεία ἀγάπη κατορθοῦται. χάριτι, καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Notes

  1. ἐν ἄλλ. προστρέχειν
  2. ἐν ἄλλ. τῆς καθάρσεως
  3. ἐν ἄλλ. προσευχὰς

· Contents ·