Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
Evagrius the Monk, 9. Τοῦ αὐτοῦ, ἐκ τῶν Νηπτικῶν, Κεφάλαια πέντε.
ΤΟΥ ΑΥΤΟΥ
ΕΚ ΤΩΝ ΝΗΠΤΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ
Οὕτω δεῖ ἀεὶ ἔχειν τὸν μοναχόν, ὡς αὔριον τεθνηξόμενον· καὶ οὕτω. πάλιν τῷ σώματι κεχρῆσθαι, ὡς ἐν πολλοῖς ἔτεσι ζησόμενον. τὸ μὲν γάρ, τοὺς τῆς ἀκηδίας περικόπτει λογισμούς, καὶ σπουδαιότερον εἶναι παρασκευάζει τὸν μοναχόν· τὸ δέ, σῶον διαφυλάττει τὸ σῶμα, καὶ ἴσην συντηρεῖ τὴν ἐγκράτειαν.
Ὁ γνώσεως ἐφαψάμενος, καὶ τὴν ἐκ ταύτης καρπούμενος ἡδονήν, οὐκ ἔτι τῷ τῆς κενοδοξίας πεισθήσεται δαίμονι, πάσας αὐτῷ τὰς ἡδονὰς τοῦ κόσμου προσάγοντι· τί γὰρ ἂν καὶ ὑπόσχοιτο μεῖζον πνευματικῆς θεωρίας; ἐν ὅσῳ δὲ ἐσμέν γνώσεως ἄγευστοι, τὴν πρακτικὴν προθύμως κατεργαζώμεθα, τὸν σκοπὸν ἡμῶν δεικνῦντες τῷ Θεῷ, ὅτι πάντα πράττομεν, τῆς αὐτοῦ γνώσεως ἕνεκα.
Ἀναγκαῖον καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων μοναχῶν ἐκθέσθαι, καὶ πρὸς αὐτὰς κατορθοῦσθαι. πολλὰ γάρ ἐστιν ὑπ᾽ αὐτῶν πραχθέντα τε, καὶ ῥηθέντα καλῶς· ἐν οἷς καὶ τοῦτό φησί τις αὐτῶν, ὅτι τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν, ἀγάπῃ συζευχθεῖσαν, θᾶττον εἰσάγειν τὸν μοναχόν, εἰς τὸν τῆς ἀπαθείας λιμένα.
Παρέβαλλον κατὰ σταθηρὰν μεσημβρίαν τῷ Ἁγίῳ Μακαρίῳ, καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος, ἥτουν ὕδωρ πιεῖν. ὁ δέ, φησίν· ἀρκέσθητι τῇ σκιᾶ· πολλοὶ γὰρ ὁδοιποροῦντες νυνί. καὶ πλέοντες, καὶ ταύτης ἐστέρηνται. εἶτα λογισμοῖς πρὸς αὐτὸν περὶ ἐγκρατείας ἐγγυμνάζοντος, θάρσει, φησίν, ὦ τέκνον· ἐγὼ γὰρ ἐν ὅλοις εἴκοσι ἔτεσιν, οὔτε ἄρτου, οὔτε ὕδατος, οὔτε ὕπνου κόρον εἴληφα. ἀλλὰ τὸν μὲν ἄρτον μου ἤσθιον ἐν σταθμῷ, καὶ τὸ ὕδωρ ἔπινον μέτρῳ, τοῖς δὲ τοίχοις μικρὸν παρακλίνας, ὀλίγον τι μέρος ἀφήρπαζον ὕπνου.
Νοῦν μὲν πλανώμενον ἵστησιν, ἀνάγνωσις, καὶ ἀγρυπνία, καὶ προσευχή. ἐπιθυμίαν δὲ φλεγομένην μαραίνει, πεῖνα, καὶ κόπος, καὶ ἀναχώρησις. θυμὸν δὲ καταπαύει κυκώμενον, ψαλμῳδία, καὶ μακροθυμία, καὶ ἔλεος, τὰ γὰρ ἄμετρα, καὶ ἄκαιρα, ὀλιγοχρόνια· βλαβερὰ μᾶλλον καὶ οὐκ ὠφέλιμα.