Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St John Cassian, Τοῦ αὐτοῦ Λόγος πρὸς Λεόντιον, περὶ διακρίσεως ὠφελείας πολλῆς ἀνάμεστος.
ΤΟΥ ΑΥΤΟΥ ΟΣΙΟΥ
ΠΡΟΣ ΛΕΟΝΤΙΟΝ ΗΓΟΥΜΕΝΟΝ
ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΣΚΗΤΗΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΑΚΡΙΣΕΩΣ,
ΛΟΓΟΣ ΩΦΕΛΕΙΑΣ ΠΟΛΛΗΣ ΑΝΑΜΕΣΤΟΣ.
Τὸ χρέος ὅπερ ἐπηγγειλάμην τῷ μακαριωτάτῳ Πάπᾳ Κάστορι, περὶ τῆς διηγήσεως τοῦτε βίου τῶν Ἁγίων Πατέρων, καὶ τῆς τούτων διδασκαλίας, μερικῶς ἀποδεδωκὼς ἐν τοῖς παρ᾽ ἐμοῦ πρὸς αὐτὸν πάλαι γραφεῖσιν, ἁγιώτατε Λεόντιε· περί τε διατυπώσεως κοινοβίων, καὶ περὶ τῶν ὀκτὼ τῆς κακίας λογισμῶν· νῦν προεθέμην ἀποποπληρῶσαι. Ἐπειδὴ δὲ μεμάθηκα, ὅτι ἀπολιπὼν ἡμᾶς ὁ προειρημένος ἀρχιερεὺς μετῷκησε πρὸς τὸν Χριστόν, ἀναγκαῖον ἡγησάμην, σοὶ τῷ διαδεξαμένῳ τὴν ἐκείνου ἀρετήν, καὶ τὴν τοῦ μοναστηρίου, σὺν Θεῷ, φροντίδα, τὰ λείποντα τῷ διηγήματι ἀναπληρώσας ἀποστεῖλαι. Ὅτε τοίνυν ἐν τῇ ἐρήμῳ τῆς σκήτεως, ὅπου τῶν μοναχῶν οἱ δοκιμώτατοι πατέρες, παραγεγόναμεν ἐγώ τε, καὶ ὁ ἅγιος Γερμανός· ὃς ἐκ πρώτης ἡλικίας φίλος μου πνευματικὸς ἐγεγόνει, ἐν τοῖς παιδευτηρίοις, καὶ ἐν τῇ στρατείᾳ, καὶ ἐν τῷ μονήρει βίῳ· ἐθεασάμεθα τον ἀββᾶν Μωϋσῆν, ἄνδρα ἅγιον, οὐ μόνον πρακτικαῖς ἀρεταῖς, ἀλλὰ καὶ θεωρίᾳ πνευματικῇ διαλάμποντα. τοῦτον οὖν παρεκαλοῦμεν μετὰ δακρύων, εἰπεῖν ἡμῖν λόγον οἰκοδομῆς, δι᾽ οὖ δυνησόμεθα ἐπιβῆναι τῆς τελειότητος. Ὅστις πολλὰ παρακληθεὶς ἔλεγε· τέκνα, πᾶσαι, φησίν, αἱ ἀρεταί, καὶ τὰ ἐπιτηδεύματα, σκοπόν τινα ἔχουσι· πρὸς ὅνπερ οἱ ἀφορῶντες, ἑαυτοὺς ῥυθμίζοντες, τοῦ ποθουμένου τέλους ἐπιτυγχάνουσι. καὶ γὰρ ὁ γεωργός, ποτὲ μὲν ἡλίου τὴν φλόγα, ποτὲ δὲ τοῦ ψύχους τὸ κρύος ὑπομένων, προθύμως τὴν γῆν ἐργάζεται· σκοπὸν ἔχων, καθαρὰν ταύτην ἀκανθῶν καὶ βοτανῶν ἀποδεῖξαι· τέλος δέ, τὴν ἐκ τῶν καρπῶν ἀπόλαυσιν. καὶ ὁ πραγματευόμενος, οὔτε τοὺς ἐκ θαλάττης, οὔτε τοὺς ἐκ γῆς κινδύνους ὑφορώμενος, προθύμως ἑαυτὸν ἐπιδίδωσι τῇ πραγματείᾳ· σκοπὸν ἔχων, τὸ ἐξ αὐτῆς κέρδος· τέλος δέ, τὴν ἐκ τοῦ κέρδους ἀπολαυσιν. καὶ ὁ στρατευόμενος, οὔτε τοὺς ἐκ τῶν πολέμων κινδύνους, οὔτε τὰς ἐκ τῆς ξενιτείας ταλαιπωρίας ὑφορᾶται· σκοπὸν ἔχων, τὴν ἐκ τῆς ἀνδραγαθίας προκοπὴν ἐν ἀξιώματι· τέλος δὲ, τὸ ἐκ τοῦ ἀξιώματος κέρδος. ἔχει τοίνυν καὶ ἡ ἡμετέρα ἐπαγγελία σκοπόν, καὶ τέλος ἴδιον, ὑπὲρ οὖ πάντα πόνον καὶ κάματον ὑπομένομεν προθύμως. διὰ γὰρ τοῦτο ἡ τῶν νηστειῶν ἀσιτία, οὐ καταπονεῖ ἡμᾶς· ὁ τῶν ἀγρυπνιῶν πόνος, τέρπει· ἡ ἀνάγνωσις καὶ ἡ μελέτη τῶν Γραφῶν, προθύμως γίνεται· καὶ κάματος ἔργου, καὶ ὑπακοή, καὶ γύμνωσις πάντων τῶν γηίνων πραγμάτων, καὶ ἡ ἐν ταύτῃ τῇ ἐρήμῳ διατριβή, ἡδέως ἐπιτελοῦνται. ὑμεῖς δὲ καταφρονήσαντες πατρίδος, καὶ γένους, καὶ ὅλου τοῦ κόσμου, καὶ τὴν ξενιτείαν καταδεξάμενοι, καὶ πρὸς ἡμᾶς ἀνθρώπους ἀγροίκους καὶ ἰδιώτας παραγενόμενοι, εἴπατέ μοι ποῖός ἐστιν ὁ ὑμέτερος σκοπός; καὶ εἰς ὁποῖον τέλος ἀφορῶντες, τοῦτο πεποιήκατε;
Ἀποκριθέντες δέ, εἴπομεν· διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Πρὸς ὅπερ ὁ ἀββᾶς Μωϋσῆς, καλῶς, μέν φησι, περὶ τοῦ τέλους εἰρήκατε· τίς δέ ἐστιν ὁ σκοπός, πρὸς ὃν ἀποβλέποντες, καὶ μὴ ἐκκλίνοντες τῆς εὐθείας ὁδοῦ, δυνάμεθα τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν; οὐκ εἰρήκατε. Καὶ ὅτε ἀγνοεῖν ὡμολογήσαμεν, ὁ γέρων ἀπεκρίνατο· τέλος μὲν οὖν τῆς ἡμετέρας ἐπαγγελίας, ὡς εἴρηται, ἡ βασιλεία ἐστὶ τοῦ Θεοῦ· σκοπὸς δέ, ἡ τῆς καρδίας καθαρότης· ἧς χωρίς, ἀδύνατόν ἐστιν εἰς ἐκεῖνο τὸ τέλος ἐλθεῖν. Ἐν τούτῳ τοίνυν τῷ σκοπῷ, πάντοτε ὁ ἡμέτερος νοῦς ἔστω· κἂν ποτε συμβῇ πρός ὀλίγον τὴν καρδίαν τῆς εὐθείας ἐκκλῖναι ὁδοῦ, παραυτίκα ταύτην ἐπανάξωμεν, ὥσπερ τεκτονικῷ κανόνι, τῷ σκοπῷ ἀπευθύνοντες. τοῦτο καὶ ὁ μακάριος Παῦλος ὁ Ἀπόστολος ἐπιστάμενος, φησί· τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ. ὑπὲρ τούτου τοίνυν τοῦ σκοποῦ, καὶ ἡμεῖς πάντα διαπραττόμεθα· ὑπὲρ τούτου, πάντων καταφρονοῦμεν, καὶ πατρίδος, καὶ γένους, καὶ χρημάτων, καὶ ὅλου τοῦ κόσμου· ἵνα τὴν καθαρότητα τῆς καρδίας κτησώμεθα. εἰ δὲ τοῦ σκοποῦ τούτου λήθην ποιησόμεθα, ἐπάναγκές ἐστιν, ὡς ἐν σκοτίᾳ περιπατοῦντας, καὶ ἔξω τῆς εὐθείας βαδίζοντας, πολλὰ προσκόπτειν, καὶ πολλὰ πλανᾶσθαι. τοῦτο γὰρ πολλοῖς συνέβη· οἵτινες ἐν ἀρχῇ τῆς ἀποταγῆς καταφρονήσαντες πλούτου, καὶ χρημάτων, καὶ ὅλου τοῦ κόσμου, ὕστερον ὑπὲρ δικέλλης, καὶ ῥαφίδος, καὶ καλάμου, καὶ βιβλίου, συγκινοῦσι τὸν θυμὸν καὶ τὴν ὀργήν· οὐκ ἂν τοῦτο παθόντες, εἰ ἐμνημόνευον τοῦ σκοποῦ, δι᾽ ὅν, πάντων τῶν πραγμάτων κατεφρόνησαν. διὰ γὰρ τὴν τῶν πλησίον ἀγάπην, πλούτου καταφρονοῦμεν· ἵνα μὴ ὑπὲρ τούτου μαχόμενοι, καὶ τὴν τῆς ὀργῆς διάθεσιν αὐξάνοντες, ἐκπέσωμεν τῆς ἀγάπης. ὅταν οὖν ἐν ταῖς μικραῖς ὕλαις, τὴν αὐτὴν τῆς ὀργῆς διάθεσιν πρὸς τὸν ἀδελφὸν ἐπιδεικνύμεθα, ἐκπεπτώκαμεν τοῦ σκοποῦ, καὶ ὄφελος οὐδὲν ἡμῖν τῆς ἀποταγῆς. ὅπερ καὶ ὁ μακάριος Ἀπόστολος ἐπιστάμενος, ἔλεγε· κἂν δῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ὅθεν μανθάνομεν τὴν τελείωσιν, οὐ παραχρῆμα τῇ γυμνότητι, καὶ τῇ ἀποταγῇ τῶν πραγμάτων ἐπισυμβαίνειν, ἀλλὰ μετὰ τὴν τὴς ἀγάπης κατόρθωσιν· ἧς τινος τὰ ἰδιώματα, ὁ αὐτὸς Ἀπόστολος διαγράφει· ἡ ἀγάπη, λέγων, οὐ ζηλοῖ, οὐ φυσιοῦται, οὐκ ὀργίζεται, οὐ φθονεῖ, οὐ περπερεύεται, οὐ λογίζεται τὸ κακόν. ταῦτα δὲ πάντα, καθαρότητα συνίστησι καρδίας. διὰ ταύτην δεῖ πάντα πράττειν· καὶ χρημάτων καταφρονεῖν· καὶ νηστείας καὶ ἀγρυπνίας ἡδέως ἀνέχεσθαι· καὶ ἀναγνώσμασι καὶ ψαλμοῖς προσομιλεῖν· οὐ μέντοι διὰ τὰ προειρημένα, ἐκείνης ἀμελεῖν, εἴποτε συμβῇ κατά τινα ἀναγκαίαν, καὶ κατὰ Θεὸν ἀσχολίαν, ἀπὸ τῆς συνήθους νηστείας καὶ ἀναγνώσεως ἐμποδισθῆναι. οὔτε γὰρ τοσοῦτον ἐστὶ κέρδος νηστείας, ὅσον ὀργῆς ζημία· οὐδὲ τοσαύτη ἐκ τῆς ἀναγνώσεως ὠφέλεια, ὅση βλάβη ἐκ τοῦ περιφονῆσαι τοῦ ἀδελφοῦ, καὶ λυπῆσαι τοῦτον.
καὶ γὰρ αἱ νηστεῖαι, καὶ ἀγρυπνίαι, καὶ ἡ μελέτη τῶν Γραφῶν, καὶ ἡ γύμνωσις τοῦ πλούτου, καὶ ἡ ἀποταγὴ ὅλου τοῦ κόσμου, οὐκ ἔστι τελειότης, καθὰ εἶρηται, ἀλλὰ τελειότητος ἐργαλεῖα. ἐπειδὴ οὐκ ἐν τούτοις εὑρίσκεται ἡ τελειότης, ἀλλὰ διὰ τούτων προσγίνεται. εἰς μάτην τοίνυν ἐπὶ νηστείᾳ, καὶ ἀγρυπνίᾳ, καὶ ἀκτημοσύνῃ, καὶ ἀναγνώσει Γραφῶν ἐγκαυχώμεθα, ὅτάν μὴ τὴν πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον ἀγάπην κατορθώσωμεν. ὁ γὰρ κατορθώσας τὴν ἀγάπην, ἐν ἑαυτῷ ἔχει τὸν Θεόν· καὶ ὁ νοῦς αὐτοῦ ἀεὶ μετὰ τοῦ Θεοῦ ἐστι. Πρὸς ταῦτα ὁ Γερμανός· καὶ τίς δύναται τῇ σαρκὶ ταύτῃ συνδεδεμένος, ἔχειν τὸν νοῦν ἀεὶ μετὰ τοῦ Θεοῦ, ὡς μηδὲν ἄλλο ἐνθυμεῖσθαι; μὴ περὶ ἐπισκέψεως ἀσθενούντων· μὴ περὶ ὑποδοχῆς ξένων· μὴ περὶ ἐργοχείρου, ἢ τῶν λοιπῶν χρειῶν τοῦ σώματος, ἀναγκαίων οὐσῶν καὶ ἀπαραιτήτων; τὸ τελευταῖον, πῶς δυνήσεται διάνοια ἀνθρώπου, τὸν ἀόρατον καὶ ἀκατάληπτον Θεὸν ἀεὶ βλέπειν, καὶ ἀχώριστος αὐτοῦ εἰναι. Ὁ Μωϋσῆς εἶπεν· ὁρᾶν μὲν ἀεὶ Θεόν, καὶ ἀχώριστον εἶναι αὐτοῦ, τῷ τρόπῳ ᾧ νομίζετε, ἀδύνατον ἀνθρώπῳ σάρκα φοροῦντι, καὶ ἀσθενείᾳ συνεζευγμένῳ. ἑτέρῳ δὲ τρόπῳ, δυνατὸν ὁρᾶν Θεόν. ἡ γὰρ τοῦ Θεοῦ θεωρία, πολλαχῶς λαμβάνεται καὶ θεωρεῖται. καὶ γὰρ ὁ Θεός, οὐκ ἐν μόνῃ τῇ μακαρίᾳ, καὶ ἀκαταλήπτῳ αὐτοῦ οὐσίᾳ γνωρίζεται· τοῦτο γὰρ ἐν τῷ μέλλοντι αἰῶνι, τοῖς Ἁγίοις αὐτοῦ μόνοις τετήρηται· ἀλλὰ καὶ ἐκ τῆς μεγαλειότητος, καὶ καλλονῆς τῶν αὐτοῦ κτισμάτων· καὶ ἐκ τῆς καθ᾽ ἡμέραν γινομένης διοικήσεως αὐτοῦ καὶ προνοίας, γνωρίζεται· καὶ ἐκ τῆς δικαιοσύνης αὐτοῦ· καὶ ἐκ τῶν θαυμασίων, ὧν καθ᾽ ἐκάστην γενεὰν εἰς τοὺς Ἁγίους αὐτοῦ ἐπιδείκνυται. ὅταν γὰρ ἐννοήσωμεν τὸ ἀμέτρητον τῆς αὐτοῦ δυνάμεως· καὶ τὸν ἀκοίμητον αὐτοῦ ὀφθαλμόν, τὸν τὰ κρυπτὰ τῶν καρδιῶν ἐφορῶντα, καὶ ὃν λαθεῖν οὐδὲν δύναται· φόβῳ καρδίας συσχεθέντες, τοῦτον θαυμάζομέν τε καὶ προσκυνοῦμεν. ὅταν ἐννοήσωμεν ὅτι ἀριθμηταὶ αὐτῷ εἰσι σταγόνες ὑετοῦ, καὶ ψάμμος θαλάσσης, καὶ ἀστέρες οὐρανοῦ, ἐκπληττόμεθα ἐπὶ τῷ μεγαλείῳ τῆς φύσεως καὶ τῆς σοφίας. ὅταν ἐννοήσωμεν τὴν ἄρρητον καὶ ἀδιήγητον αὐτοῦ σοφίαν, καὶ φιλανθρωπίαν, καὶ τὴν ἀκατάληπτον μακροθυμίαν, βαστάζουσαν τὰ ἀναρίθμητα πταίσματα τῶν ἁμαρτανόντων, δοξάζομεν τοῦτον. ὅταν ἐννοήσωμεν τὴν μεγάλην αὐτοῦ εἰς ἡμᾶς ἀγάπην, ὅτι μηδὲν ἀγαθὸν ἡμῶν ἐργασαμένων, κατηξίωσεν ἄνθρωπος γενέσθαι, Θεὸς ὤν, ἵνα σώσῃ ἡμᾶς ἐκ τῆς πλάνης, διεγειρόμεθα πρὸς τὸν πόθον αὐτοῦ. ὅταν ἐννοήσωμεν, ὅτι τὸν ἀντίδικον ἡμῶν διάβολον αὐτὸς ἐν ἡμῖν νικῶν, ὑπὲρ μόνης τῆς προαιρέσεως, καὶ τῆς ἐπὶ τὸ ἀγαθὸν νεύσεως, αἰωνίαν ἡμῖν δωρεῖται ζωήν, προσκυνοῦμεν αὐτόν.
Εἰσὶ δὲ καὶ ἄλλαι τοιουτότροποι ἀναρίθμητοι θεωρίαι, αἴτινες κατὰ τὴν ἀναλογίαν τῆς ἐργασίας ἡμῶν, καὶ κατὰ τὸ μέτρον τῆς καθάρσεως ἐν ἡμῖν ἀναφύονται, δι᾽ ὧν ὁρᾶται Θεὸς καὶ νοεῖται. Πάλιν οὖν ἠρώτησεν ὁ Γερμανός· πόθεν οὖν συμβαίνει τοῦτο; ὅτι πολλάκις μὴ θελόντων ἡμῶν, πολλαὶ ἐνθυμήσεις, καὶ πονηροὶ λογισμοὶ παρενοχλοῦσι, καὶ σχεδὸν ἀγνοούντων ἡμῶν, κλέπτουσιν ἡμᾶς, λανθανόντως καὶ λεπτῶς ἐπεισερχόμενοι· ὡς μὴ μόνον μὴ δύνασθαι κωλύειν ἔρχεσθαι αὐτούς, ἀλλὰ καὶ δυσχέρειαν πολλὴν εἶναι ἐπιγινώσκειν αὐτούς; καὶ εἰ δυνατόν ἐστι τὴν διάνοιαν παντελῶς σχολάζειν ἀπὸ τούτων, καὶ μηδαμῶς παρενοχλεῖσθαι, μαθεῖν ἀξιοῦμεν. Ὁ Μωϋσῆς εἶπεν· διάνοιαν μὲν μὴ παρενοχλεῖσθαι ταῖς ἐνθυμήσεσι ταύταις, ἀδύνατον· δέχεσθαι δὲ ταύτας, καὶ ἐμμελετᾶν αὐταῖς, ἢ ἀπορρίπτειν αὐτάς, παντὶ τῷ σπουδάζοντι δυνατόν. ὥσπερ γὰρ τὸ ἔρχεσθαι αὐτάς, οὐκ ἔστιν ἐν ἡμῖν· οὕτως ἡ ἀποδίωξις αὐτῶν, ἐν ἐξουσίᾳ κεῖται ἡμῶν· καὶ ἡ ἐπανόρθωσις δὲ τῆς ἡμετέρας διανοίας, ἐν τῇ ἡμῶν ἔστι προαιρέσει, καὶ σπουδῇ. ὅταν γὰρ συνετῶς, καὶ συνεχῶς μελετῶμεν τὸν νόμον τοῦ Θεοῦ, εἰς ψαλμούς τε καὶ ᾠδὰς ἀδολεσχῶμεν, νηστείαις τε καὶ ἀγρυπνίαις προσασχολώμεθα, καὶ μνημονεύωμεν συνεχῶς τῶν μελλόντων, τῆς τε βασιλείας τῶν οὐρανῶν, καὶ τῆς γεέννης τοῦ πυρός, καὶ πάντων τῶν ἔργων τοῦ Θεοῦ, οἱ πονηροὶ λογισμοὶ ἐλαττοῦνται, καὶ τόπον οὐχ εὑρίσκουσιν. ὅταν δὲ κοσμικαῖς φροντίσι καὶ σαρκικοῖς πράγμασιν ἐνασχολώμεθα, καὶ ὁμιλίαις ματαίαις, ἢ ἀργαῖς ἑαυτοὺς ἐκδιδόαμεν, πλεονάζουσιν ἐν ἡμῖν οἱ φαῦλοι λογισμοί. ὥς περ γὰρ μύλον ἐξ ὑδάτων κινούμενον, ἀδύνατον ἀργῆσαι τῆς κινήσεως· ἐν ἐξουσίᾳ δέ ἐστι τοῦ ἐφεστῶτος τῷ μύλῳ σῖτον ἀλέσαι, ἢ ζιζάνιον· οὕτως ἡ διάνοια ἡμῶν ἀεικίνητος οὖσα, οὐ δύναται ἀργεῖν ἀπὸ λογισμῶν· ἐν ἡμῖν δέ ἐστι, δοῦναι αὐτῇ, ἢ πνευματικὴν μελέτην, ἢ σαρκικὴν ἐργασίαν.
Πρὸς ταῦτα θαυμάζοντας ἡμᾶς ὁ γέρων βλέπων, καὶ ἐκπληττομένους, καὶ πρὸς τοὺς λόγους αὐτοῦ ἀκορέστῳ πόθῳ διακειμένους, πρὸς ὀλίγον σιωπήσας, πάλιν εἶπεν· Ἐπειδὴ εἰς μῆκος τοσοῦτον τὸν λόγον ἐξέτεινεν ὁ ὑμέτερος πόθος, καὶ ἔτι πρόθυμοι ἐστέ· ὡς ἐκ τούτου στοχάζεσθαί με, διψᾶν ὑμᾶς ἐν ἀληθείᾳ τῆς τελειότητος τὴν διδαχήν· βούλομαι ὑμῖν περὶ τοῦ ἐξαιρέτου ἀγαθοῦ τῆς διακρίσεως, διαλεχθῆναι· ἥτις μεταξὺ τῶν λοιπῶν ἀρετῶν, ἀκρόπολίς τις, καὶ βασιλὶς τυγχάνει. καὶ δεῖξαι τὴν ὑπεροχὴν αὐτῆς, καὶ τὸ ὕψος, καὶ τὴν ὠφέλειαν, οὐ μόνον ἐκ τῶν ἡμετέρων λόγων, ἀλλὰ καὶ ἀρχαίαις τῶν Πατέρων γνώμαις, τοῦ Κυρίου τὴν χάριν κατὰ τὴν ἀξίαν καὶ τὸν πόθον τῶν ἀκροωμένων, τοῖς ἐξηγουμένοις παρέχοντος. Ἔστι γὰρ οὐ μικρὰ ἀρετή, ἀλλὰ καὶ τῶν ἐπισημοτάτων τοῦ Ἁγίου Πνεύματος χαρισμάτων τυγχάνουσα· ἐν οἷς φησιν ὁ Ἀπόστολος· ἄλλῳ δίδοται διὰ τοῦ Πνεύματος, λόγος σοφίας· ἄλλῳ, λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα· ἄλλῳ, πίστις, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ, χαρίσματα ἰαμάτων· ἄλλῳ, διακρίσεις πνευμάτων. Εἶτα συμπληρωθέντος τοῦ καταλόγου τῶν πνευματικῶν χαρισμάτων, ἐπιφέρει· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Ὁρᾶτε τοίνυν οὐ γήϊνον, οὐδὲ μικρὸν εἶναι τῆς διακρίσεως τὸ δῶρον, ἀλλὰ τῆς θείας χάριτος μέγιστον δῶρον· ἢ τινι εἰ μὴ ὁ μοναχὸς πάσῃ δυνάμει καὶ σπουδῇ ἐπακολουθήσει, καὶ τῶν ἀνερχομένων εἰς αὐτὸν πνευμάτων τὴν διάκρισιν βεβαίῳ λογισμῷ κτήσηται, ἐπάναγκές ἐστιν αὐτόν, ὡς ἐν νυκτὶ πλανώμενον, οὐ μόνον τοῖς χαλεπωτάτοις τῆς κακίας βόθροις περιπίπτειν, ἀλλὰ καὶ ἐν τοῖς ὁμαλοῖς καὶ ὀρθοῖς προσκόπτειν. μέμνημαι γοῦν ποτε ἐν τοῖς χρόνοις τῆς νεότητός μου, γενόμενος ἐν τοῖς μέρεσι Θηβαῖδος, ὅπου ὁ μακάριος Ἀντώνιος διέτριβε, Γέροντας συναχθῆναι πρὸς αὐτόν, καὶ ζήτησιν μετ᾽ αὐτοῦ ποιεῖσθαι περὶ τελειότητος ἀρετῆς· ποία ἄρα πασῶν ἂν εἴη μείζων τῶν ἀρετῶν, καὶ δυναμένη τὸν μοναχὸν ἐκ τῶν δικτύων τοῦ διαβόλου καὶ τῆς ἀπάτης αὐτοῦ, ἀβλαβῆ διαφυλάττειν;
Ἔκαστος τοίνυν, κατὰ τὴν κατάληψιν τῆς αὐτοῦ διανοίας, ἐδίδου γνώμην. Καὶ οἱ μέν, ἔλεγον νηστείαν καὶ ἀγρυπνίαν· ὡς διὰ τούτων τῆς διανοίας λεπτυνομένης, καὶ ἁγνείας προσγινομένης, εὐχερέστερον τῷ Θεῷ δύνασθαι προσεγγίζειν. Ἄλλοι δέ, τὴν ἀκτημοσύνην, καὶ καταφρόνησιν τῶν οἰκείων πραγμάτων· ὡς ἐκ τούτου τῆς διανοίας ἐκλυτρουμένης τῶν πολυπλόκων σχοινίων τῆς κοσμικῆς μερίμνης, δύνασθαι εὐχερέστερον τῷ Θεῷ προσεγγίζειν. Ἄλλοι τῆς ἐλεημοσύνης τὴν ἀρετὴν προέκριναν· ὡς τοῦ Κυρίου ἐν Εὐαγγελίοις λέγοντος· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς. Καὶ ὅτε τοῦτον τὸν τρόπον, διαφόροις ἀρεταῖς ἕκαστος, κατὰ τὴν δοκοῦσαν αὐτῷ γνώμην, ἔλεγε Θεῷ μᾶλλον δύνασθαι τὸν ἄνθρωπον προσεγγίζειν, καὶ παρεληλύθει τὸ πολὺ μέρος τῆς νυκτός, τῇ ζητήσει ταύτῃ προσαναλωθέν· ἐσχατος πάντων ὁ μακάριος Ἀντώνιος ἀπεκρίνατο. ταῦτα μὲν πάντα ἃ εἰρήκατε, καὶ ἀναγκαῖα τυγχάνει, καὶ συμφέροντα τοῖς ζητοῦσι τὸν Θεόν, καὶ πρὸς αὐτὸν ἐπιθυμοῦσιν ἐλθεῖν· ἀλλὰ ταύταις ταῖς ἀρεταῖς τὰ πρωτεῖα παρασχεῖν οὐ συγχωρεῖ ἡμῖν, τὸ εὑρηκέναι ἡμᾶς πολλοὺς καὶ νηστείαις καὶ ἀγρυπνίαις κατατριβέντας, καὶ ἐν ἐρήμῳ ἑαυτοὺς ἀποχωρήσαντας· καὶ ἀκτημοσύνην εἰς ἄκρον ἀσκήσαντας οὕτως, ὡς μηδὲ τὴν καθημερινὴν τροφὴν ἑαυτοῖς καταλιμπάνειν· καὶ τὴν ἐλεημοσύνην κατορθώσαντας ἐπιτοσοῦτον, ὡς μὴ ἐπαρκεῖν αὐτοῖς τὰ ὄντα πρὸς διάδοσιν· καὶ μετὰ ταῦτα, ἐλεεινῶς ἐκπεπτωκότας τῆς ἀρετῆς καὶ πρὸς κακίαν ὀλισθήσαντας, τί τοίνυν τὸ ποιῆσαν αὐτοὺς ἀποσφαλῆναι τῆς εὐθείας ὁδοῦ; οὐκ ἄλλό τι, κατὰ τὸν ἐμὸν ὅρον, καὶ τὴν ἐμὴν γνώμην, ἢ τὸ μὴ ἐσχηκέναι αὐτοὺς τὸ τῆς διακρίσεως χάρισμα. αὕτη γὰρ διδάσκει τὸν ἄνθρωπον, καταλιμπάνοντα τὴν ἐφ᾽ ἑκάτερα μέρη ὑπερβολήν, ὁδῷ βασιλικῇ βαδίζειν· καὶ οὔτε δι᾽ ἐγκρατείας ἀμέτρου συγχωρεῖ ἐκ τῶν δεξιῶν κλέπτεσθαι, οὔτε πρὸς ἀδιαφορίαν καὶ χαύνωσιν ἐκ τῶν ἀριστερῶν κατασύρεσθαι. καὶ γὰρ ὀφθαλμὸς τις τῆς ψυχῆς καὶ λύχνος, ἡ διάκρισις ὑπάρχει, κατ᾽ ἐκείνην τὴν εὐαγγελικὴν φωνὴν τὴν λέγουσαν· ὁ λύχνος τοῦ σώματος ἐστὶν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς γένηται, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· εἰ δὲ ὁ ὀφθαλμός σου 1σκοτεινὸς γένηται, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. καὶ γὰρ οὕτως ἔχει· διότι πάσας τὰς ἐνθυμήσεις, καὶ τὰς πράξεις τοῦ ἀνθρώπου ἡ διάκρισις διερευνῶσα, διαστέλλει καὶ διαχωρίζει πᾶν φαῦλον καὶ ἀπαρέσκον Θεῷ πρᾶγμα, καὶ μακρὰν ἀπ᾽ αὐτοῦ ποιεῖ τὴν πλάνην.
Καὶ τοῦτο μάθοι τις ἂν καὶ ἀπὸ τῶν ἐν ταῖς θείαις Γραφαῖς ἱστορουμένων. ὁ γὰρ Σαοὺλ ἐκεῖνος, ὁ πρῶτος πιστευθεὶς τὴν βασιλείαν τοῦ Ἰσραήλ, ἐπειδὴ τοῦτον τὸν τῆς διακρίσεως ὀφθαλμὸν οὐκ ἔσχε, σκοτωθεὶς τὴν διάνοιαν, οὐκ ἔγνω διακρῖναι, ὅτι μᾶλλον τοῦ προσενεγκεῖν θυσίαν, ἀρεστὸν ὑπῆρχε Θεῷ, τὸ ὑπακοῦσαι αὐτὸν τῷ τοῦ Ἁγίου Σαμουὴλ παραγγέλματι· καὶ ἐξ ὧν ἐνόμιζε θεραπεύειν τὸν Θεόν, ἐξ ἐκείνων προσκρούει, καὶ ἀπόβλητος γίνεται τῆς βασιλείας· οὐκ ἂν τοῦτο παθών, εἰ τὸ φῶς τῆς διακρίσεως ἐν ἑαυτῷ ἐτύγχανε κεκτημένος. ταύτην καὶ ὁ Ἀπόστολος ἥλιον ὀνομάζει, κατὰ τὸ εἰρημένον ὑπ᾽ αὐτοῦ ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. αὕτη καὶ τῆς ἡμετέρας ζωῆς λέγεται κυβέρνησις, κατὰ τὸ γεγράμμένον· οἷς οὐκ ἔστι κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα. αὕτη, βούλευμα ὑπὸ τῆς Γραφῆς λέγεται, οὖτινος χωρίς, οὐδὲν πράττειν ὑπὸ τῆς Γραφῆς παιδευόμεθα· οὕτως, ὡς μηδὲ αὐτὸν τὸν πνευματικὸν οἶνον, ὃς εὐφραίνει καρδίαν ἀνθρώπου, χωρὶς αὐτῆς συγχωρεῖσθαι πίνειν, κατὰ τὸ φάσκον λόγιον· μετὰ βουλῆς οἰνοπότει· καὶ πάλιν, ὡς πέρ φησι πόλις κατεσκαμμένη καὶ ἀτείχιστος, οὕτως ἐστὶν ἄνθρωπος, ὃς οὐ μετὰ βουλῆς πάντα πράττει. ἐν ταύτῃ σοφία, ἐν ταύτῃ νόησίς τε καὶ αἴσθησις συνίσταται· ὧν χωρίς, οὔτε ὁ ἐνδότερος ἡμῶν οἶκος δύναται κτισθῆναι, οὔτε ὁ πνευματικὸς πλοῦτος συναθροισθῆναι, κατὰ τὸ εἰρημένον· μετὰ σοφίας κτίζεται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται, καὶ μετὰ φρονήσεως πληροῦνται τὰ ταμεῖα πλούτου. αὕτη εἴρηται καὶ στερεὰ τροφή, τῶν διὰ τὴν ἔξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων, πρὸς διάκρισιν ἀγαθοῦ τε, καὶ κακοῦ. διὰ τούτων τοίνυν προφανῶς ἀποδείκνυται, μηδεμίαν, ἄνευ τοῦ χαρίσματος τῆς διακρίσεως, ἀρετὴν συνίστασθαι, ἢ βεβαίαν διαμένειν ἕως τέλους· πᾶσῶν γὰρ τῶν ἀρετῶν γεννήτρια καὶ φύλαξ ὑπάρχει.
Οὗτος μὲν ὁ ὅρος καὶ ἡ γνώμη Ἀντωνίου, ᾧ καὶ σύμψηφοι οἱ λοιποὶ Πατέρες ἐγένοντο. Ἵνα δὲ καὶ ἀπὸ νεαρῶν παραδειγμάτων, καὶ τῶν ἐν τοῖς χρόνοις ἡμῶν, βεβαιώσωμεν τὸν ὅρον τοῦ Ἁγίου Ἀντωνίου, ἀναμνήσθητε καὶ ὑμεῖς τοῦ γέροντος Ἥρωνος, καὶ τοῦ ἐλεεινοῦ πτώματος, οὖ ὑπέστη πρὸ ὀλίγων τούτων ἡμερῶν ἐπ᾽ ὄψιν ἡμῶν· ποίῳ τρόπῳ τῇ χλεύῃ τοῦ διαβόλου, ἀπὸ τοῦ ὕψους ἐκείνου τῆς πολιτείας, εἰς τὸ βάθος τοῦ θανάτου κατηνέχθη. τοῦτον γὰρ μεμνήμεθα, πεντήκοντα ἔτη ἐν τῇ ἀγχερήμῳ διατρίψαντα· μεγάλῃ σκληραγωγίᾳ, καὶ συντόνῳ ἐγκρατείᾳ κεχρημένον· καὶ τὴν ἀκροτάτην ἔρημον καὶ μόνωσιν ὑπὲρ πάντας τοὺς ἐνταῦθα διᾳτρίψαντα, καὶ μεταδιώξαντα· ὃς μετὰ τοσούτους πόνους καὶ ἀγῶνας ἐμπαιχθεὶς ὑπὸ τοῦ διαβόλου, καὶ εἰς βαρύτατον πτῶμα ὀλισθήσας, πάντας τοὺς ἐν ἀγχερήμῳ πατέρας καὶ ἀδελφούς, εἰς ἀπαραμύθητον πένθος ἐνέβαλεν· οὐκ ἂν τοῦτο παθών, εἰ ἔτυχεν ἠσφαλισμένος τῇ τῆς διακρίσεως ἀρετῇ, ἥτις ἐδίδαξεν ἂν αὐτόν, μὴ τῷ ἰδίῳ λογισμῷ, ἀλλὰ τῇ συμβουλίᾳ τῶν πατέρων καὶ ἀδελφῶν πείθεσθαι. ἐπιτοσοῦτον γὰρ τῷ ἰδίῳ λογισμῷ ἀκολουθῶν, τὴν νηστείαν, καὶ τὸ ἀφιδιάζειν ἀπὸ τῶν ἀνθρώπων μετεδίωξεν, ὡς μηδὲ κατὰ τὴν ἑορτὴν τοῦ Ἁγίου Πάσχα παραγίνεσθαι ἐν τῇ Ἐκκλησίᾳ, ἵνα μὴ συνερχόμενος τοῖς πατρᾶσι καὶ ἀδελφοῖς, καὶ συνεσθίων αὐτοῖς, ἀναγκασθῇ μεταλαβεῖν ὀσπρίου, ἢ ἄλλου τινὸς τῶν προσφερομένων ἐν τῇ τραπέζῃ, καὶ δόξῃ ἐκπεπτωκέναι τοῦ ἰδίου σκοποῦ καὶ ὅρου, οὖτος οὖν ἐπιπολὺ τῷ ἰδίῳ θελήματι ἐξαπατηθείς, ἄγγελον τοῦ Σατανᾶ ὑποδεξάμενος, τοῦτον ὡς ἄγγελον φωτὸς προσκυνήσας, προστάττεται ὑπ᾽ αὐτοῦ κατὰ τὸ μεσονύκτιον εἰς φρέαρ βαθύτατον ρίψαι ἑαυτόν· ὥστε αὐτὸν γνῶναι, διὰ πείρας, ὡς οὐδαμῶς κινδύνῳ λοιπόν τινι ὑποκείσεται, διὰ τὴν προσοῦσαν αὐτῷ μεγάλην ἀρετήν, καὶ τοὺς κατὰ Θεὸν καμάτους. ὁ δὲ μὴ διακρίνας τῷ λογισμῷ τὸν ταῦτα συμβουλεύοντα, ἀλλὰ σκοτωθεὶς τὴν διάνοιαν, ἐνέβαλεν ἑαυτόν, κατὰ τὸ μεσονύκτιον, ἐν τῷ φρέατι. καὶ μετ᾽ οὐ πολύ, ἐπιγνόντες οἱ ἀδελφοὶ τὸ συμβάν, μόλις αὐτὸν μετὰ καμάτου πολλοῦ ἠδυνήθησαν ἡμιθανῆ ἀνασπᾶσαι. μετὰ οὖν τὸ ἀνασπασθῆναι αὐτόν, ἐπιζήσας δύο ἡμέρας, τῇ τρίτῃ ἀπέθανε, καταλιπὼν τοῖς ἀδελφοῖς καὶ τῷ πρεσβυτέρῳ Παφνουτίῳ, πένθος ἀπαραμύθητον· ὅς τις φιλανθρωπίᾳ κινούμενος πολλῇ, καὶ μεμνημένος τῶν πολλῶν αὐτοῦ καμάτων καὶ τῶν πολυαριθμήτων ἐτῶν, ὧν ἐν τῇ ἐρήμῳ διεκαρτέρησεν, οὐκ ἐχώρισεν αὐτὸν τῆς μνήμης καὶ τῆς προσφορᾶς τῶν ἀναπεπαυμένων, ἵνα μὴ συναριθμηθῇ τοῖς βιαιοθανίτοις.
Τί εἴπω περὶ ἐκείνων τῶν δύο ἀδελφῶν, οἱ τινες ἕμενον πέραν τῆς ἐρήμου Θηβαίδος, ὅπου ποτὲ ὁ μακάριος Ἀντώνιος ἔμενεν; οὗτοι γὰρ ἀδιακρίτῳ λογισμῷ κινηθέντες, ἔδωκαν ἑαυτοῖς γνώμην πορευθῆναι εἰς τὴν ἐνδοτέραν ἔρημον, μεγάλην οὖσαν καὶ ἀγεώργητον· κρίναντες παρ᾽ ἑαυτοῖς, μὴ λαβεῖν τροφὴν παρὰ ἀνθρώπου, εἰμὴ ἣν ἑαυτοῖς ὁ Κύριος θαυματοποιῶν παράσχῃ. καὶ ὅτε πλανωμένους αὐτοὺς κατὰ τὴν ἔρημον, καὶ ἐξατονοῦντας τῇ πείνῃ πόρρωθεν οἱ Μάζικες ἐθεάσαντο, ὅπερ ἔθνος πάντων σχεδὸν τῶν ἀπηγριωμένων ἐθνῶν ἀγριώτερον καὶ ᾠμότερον καθέστηκεν, μεταβαλόντες, ἐκ θείας προνοίας, τὴν σύντροφον ἀγριότητα εἰς φιλανθρωπίαν, μετὰ ἄρτων αὐτοῖς ὑπήντησαν· ὁ μὲν εἷς τῶν προειρημένων δύο ἀδελφῶν, διακρίσεως αὐτῷ ὑπεισελθούσης, μετὰ χαρᾶς καὶ εὐχαριστίας ὑπεδέξατο τοὺς ἄρτους· λογισάμενος, ὡς οὐκ ἂν οἱ οὕτως ᾠμοί, καὶ ἄγριοι, καὶ ἀεὶ χαίροντες τῷ αἵματι τῶν ἀνθρώπων; συνεπάθουν αὐτοῖς ἐξητονηκόσιν ἤδη καὶ τροφὴν προσήνεγκαν, εἰ μὴ ὁ Θεὸς τούτους ἐκίνησεν· ὁ δὲ ἄλλος τὴν τροφὴν παραιτησάμενος ὡσανεὶ ὑπὸ ἀνθρώπων αὐτῷ προσενεχθεῖσαν, καὶ ἐμμείνας τῇ ἀδιακρίτῳ βουλῇ, τῇ ἀτονίᾳ τῆς ἀσιτίας ἐξέλιπεν. εἰ καὶ τὰ μάλιστα τοίνυν τὴν ἀρχὴν ἀμφότεροι κακῶς βσυλευσάμενοι, ἀλόγιστον καὶ ὀλεθρίαν γνώμην ἑαυτοῖς παρέσχον, ὅμως ὁ εἶς, ὑπεισελθούσης αὐτῷ τῆς διακρίσεως, τοῦτο ὃ προπετῶς καὶ ἀπαραφυλάκτως ὥρισε, καλῶς ἐπανωρθώσατο· ὁ δὲ ἄλλος, ἐν τῇ ἄφρονι προλήψει διακαρτερήσας, καὶ διακρίσεως ἐκτὸς εὐρεθείς, θάνατον, ὃν ὁ Κύριος ἀποστρέφειν ἠβουλήθη, αὐτὸς ἑαυτῷ ἐπεσπάσατο.
Τί δὲ εἴπω καὶ περὶ ἐκείνου, οὖτινος τὸ ὄνομα οὐ βούλομαι εἰπεῖν, διότι περίεστιν; ὅς τις δαίμονα πολλάκις ὡς ἄγγελον ὑποδεχόμενος καὶ ἀποκαλύψεις δι᾽ αὐτοῦ λαμβάνων. καὶ φῶς συνεχῶς λυχνιαῖον ἐν τῇ κέλλῃ αὐτοῦ βλέπων, ὕστερον προστάσσεται ὑπ᾽ αὐτοῦ, τὸν ἴδιον υἱὸν συμμένοντα αὐτῷ ἐν τῷ μοναστηρίῳ, θυσίαν προσενεγκεῖν τῷ Θεῷ, ὡς ἐκ τούτου τῆς τοῦ πατριάρχου Ἀβραὰμ τιμῆς ἀξιωθησόμενος· οὖτινος τῇ συμβουλίᾳ τοσοῦτον ὑπήχθη, ὥστε ἔργῳ τὴν τοῦ υἱοῦ σφαγὴν ἂν ἐξετέλεσεν, εἰ μὴ τοῦτον ὁ υἱὸς θεασάμενος παρὰ συνήθειαν μάχαιραν ἀκονοῦντα καὶ δεσμὰ ἑτοιμάζοντα, οἷς τοῦτον ὥσπερ ὁλοκαύτωμα συσφίγγειν ἔμελλε, φυγῇ τὴν σωτηρίαν ἐκομίσατο; Μακρὸν ἂν εἴη, τὴν ἀπάτην ἐκείνην τοῦ μεσοποταμηνοῦ διηγήσασθαι, ὃς τοσαύτην ἐγκράτειαν ἐπιδειξάμενος, καὶ ἐν κελλίῳ ἀποκεκλεισμένος ἔτη πολλά, οὕτως ὕστερον διαβολικαῖς ἀποκαλύψεσι καὶ ἐνυπνίοις ἐνεπαίχθη, ὡς μετὰ τοσούτους καμάτους καὶ ἀρετάς, αἷς πάντας ὑπερέβαλλε τοὺς ἐκεῖ καθημένους μοναχούς, πρὸς ἰουδαϊσμὸν καὶ περιτομὴν καταπεσεῖν. καὶ γὰρ βουλόμενος αὐτὸν ὁ διάβολος ἀπατῆσαι, πολλάκις αὐτῷ ἐδείκνυεν ἀληθῆ ἐνύπνια· ἵνα διὰ τούτων, εὐπαράδεκτον ποιήσῃ, ἣν ἔμελλεν αὐτῷ ἐπ᾽ ἐσχάτων ὑποτίθεσθαι πλάνην. δείκνυσι τοίνυν αὐτῷ ἐν μιᾷ νυκτί, τὸν δῆμον τῶν Χριστιανῶν μετὰ τῶν Ἀποστόλων καὶ Μαρτύρων, σκοτεινόν τε καὶ πάσης αἰσχύνης πεπληρωμένον, καὶ ἐν λύπῃ καὶ πένθει κατατετηγμένον· καὶ ἐκ τοῦ ἐναντίου, τῶν Ἰουδαίων τὸν δῆμον, μετὰ Μωῦσέως καὶ τῶν Προφητῶν, λαμπρῷ φωτὶ περιαυγαζόμενον, καὶ ἐν χαρᾷ καὶ ἱλαρότητι διάγοντα· καὶ συνεβούλευεν ὁ ἀπατεών, ὡς εἰ βούλοιτο τῆς μακαριότητος καὶ χαρᾶς τοῦ δήμου τῶν Ἰουδαίων μετασχεῖν, περιτομὴν αὐτὸν λαμβάνειν· ὃ δὴ καὶ ἀπατηθεὶς ἐποίησε.
Πρόδηλον οὖν ἐκ πάντων τῶν εἰρημένων, ὅτι οὐκ ἂν ἐνεπαίχθησαν οἱ εἰρημένοι πάντες οὕτως ἐλεεινῶς καὶ ἀθλίως, εἰ τὸ χάρισμα τῆς διακρίσεως ἔτυχον κεκτημένοι. Πρὸς ταῦτα ὁ Γερμανὸς εἶπε· καὶ νέοις παραδείγμασι, καὶ ὅροις τῶν ἀρχαίων πατέρων, ἱκανῶς ἀπεδείχθη τὴν διάκρισιν, πηγὴν καὶ ῥίζαν καὶ κεφαλὴν καὶ σύνδεσμον εἶναι πασῶν τῶν ἀρετῶν· ποίῳ δὲ τρόπῳ δυνάμεθα ταύτην κτήσασθαι, ἐπιθυμοῦμεν μαθεῖν; καὶ πῶς ἐπιγνῶναι τὴν ἀληθῆ καὶ ἐκ Θεοῦ διάκρισιν, καὶ τὴν ψευδώνυμον καὶ ἐπίπλαστον καὶ διαβολικήν; Τότε ὁ ἀββᾶς Μωϋσῆς εἶπεν· ἀληθὴς διάκρισις οὐ προσγίνεται, εἰ μὴ ἐξ ἀληθινῆς ταπεινώσεως, τῷ μὴ μόνον ἅπερ πράττομεν, ἀλλὰ καὶ ἅπερ ἐνθυμούμεθα, ἀποκαλύπτειν τοῖς πατράσι· καὶ ἐν μηδενὶ τῷ ἰδίῳ λογισμῷ πιστεύειν, ἀλλὰ καὶ κατὰ πάντα τοῖς λόγοις τῶν γερόντων ἀκολουθεῖν, καὶ ἐκεῖνο καλὸν εἶναι πιστεύειν, ὅπερ ἂν αὐτοὶ δοκιμάσωσιν. αὕτη δὲ ἡ ἐργασία, οὐ μόνον διὰ τῆς ἀληθοῦς διακρίσεως, καὶ ὀρθῆς ὁδοῦ τὸν μοναχὸν ἀβλαβῆ διαμένειν παρασκευάζει, ἀλλὰ μὴν καὶ ἀπὸ πασῶν τῶν παγίδων τοῦ διαβόλου ἀβλαβῆ τοῦτον διαφυλάττει. ἀδύνατον γὰρ τὸν κρίσει καὶ γνώμῃ τῶν προβεβηκότων ἑαυτοῦ ῥυθμίζοντα βίον, ἀπάτῃ δαιμόνων περιπεσεῖν. καὶ γὰρ καὶ πρὶν ἀξιωθῆναι τινὰ τοῦ χαρίσματος τῆς διακρίσεως, αὐτὸ τὸ φανεροῦν καὶ ἀποκαλύπτειν τὰς φαύλας ἐνθυμήσεις τοῖς πατράσι, μαραίνει ταύτας καὶ ἀσθενεστέρας ποιεῖ. ὥσπερ γὰρ ὄφις ἀπὸ σκοτεινῆς τρυμαλιᾶς ἐξενεχθεὶς εἰς φῶς, σπουδάζει φυγῇ χρήσασθαι καὶ ἀφανισμῷ· οὕτω καὶ οἱ πονηροὶ λογισμοί, διὰ τῆς ἀρίστης ὁμολογίας καὶ ἐξαγορεύσεως φανερωθέντες, σπουδάζουσι φεύγειν ἀπὸ τοῦ ἀνθρώπου. καὶ ὅπως τὴν ἀρετὴν ταύτην ἀκριβέστερον καὶ ἀπὸ παραδείγματος μάθητε, τοῦ ἀββᾶ Σεραπίωνος τὸ ἔργον, ὅπερ αὐτὸς τοῖς παραβάλλουσι, φυλακῆς χάριν, προσέφερε συνεχῶς, διηγήσομαι. ἔλεγε γὰρ οὕτως· ὅταν ὑπῆρχον νεώτερος, συνέμενον τῷ ἀββᾶ μου· καὶ ὡς ἠσθίομεν, ἀνιστάμενος τῆς τραπέζης, κατ᾽ ἐνέργειαν τοῦ δαίμονος, ἔκλεπτον παξαμᾶν, καὶ τοῦτον ἔτρωγον λάθρα τοῦ ἀββᾶ μου. ὡς οὖ ἔμεινα τοῦτο ποιῶν ἐπὶ χρόνον, κατακυριευθεὶς οὐκ ἠδυνάμην αὐτοῦ περιγενέσθαι· μόνον δὲ ἐκρινόμην ὑπὸ τῆς ἰδίας συνειδήσεως, τῷ δὲ γέροντι ἠσχυνόμην εἰπεῖν· συνέβη δὲ κατ᾽ οἰκονομίαν τοῦ φιλανθρώπου Θεοῦ, ἀδελφούς τινας ἐλθεῖν πρὸς τὸν γέροντα, ὠφελείας χάριν· καὶ ἠρώτων αὐτὸν περὶ τῶν ἰδίων λογισμῶν.
Ἀπεκρίθη δὲ ὁ γέρων· ὅτι οὐδὲν οὕτω βλάπτει τοὺς μοναχούς, καὶ χαροποιεῖ τοὺς δαίμονας, ὡς τὸ κρύπτειν τοὺς ἰδίους λογισμοὺς ἀπὸ τῶν πνευματικῶν πατέρων· ἐλάλησε δὲ αὐτοῖς καὶ περὶ ἐγκρατείας. τούτων δὲ λεγομένων, εἰς ἐμαυτὸν ἐλθὼν καὶ λογισάμενος, ὅτι ὁ Θεὸς ἀπεκάλυψε τῷ γέροντι τὰ πταίσματά μου, καὶ κατανυγείς, ἠρξάμην κλαίειν· καὶ ἐξέβαλον τὸν παξαμᾶν ἐκ τοῦ κόλπου μου, ὃν κακῶς εἰώθειν κλέπτειν· ῥίψας δὲ ἐμαυτὸν εἰς τὸ ἔδαφος, ἥτουν συγγνώμην περὶ τῶν παρελθόντων· καὶ εὐχὴν ὑπὲρ ἀσφαλείας τῶν μελλόντων. τότε λέγει ὁ γέρων· ὦ τέκνον, ἠλευθέρωσέ σε, καὶ ἐμοῦ σιωπῶντος, ἡ σὴ ἐξομολόγησις· καὶ τὸν τιτρώσκοντά σε δαίμονα, διὰ τῆς σιωπῆς, ἐξειπὼν τὰ κατὰ σεαυτόν, κατέσφαξας· ὃν καὶ μέχρι τοῦ νῦν κατακυριεῦσαί σου ἐποίησας, μήτε ἀντιλέγων, μήτε ἐλέγχων αὐτόν· οὐκ ἔτι δὲ ἀπὸ τοῦ νῦν τόπον ἕξει ἐν σοί, ἐκ τῆς καρδίας σου εἰς τὸ φανερὸν ἐξενεχθείς. οὕπω δὲ συνετέλεσεν ὁ γέρων λαλῶν, καὶ ἰδοὺ ἡ ἐνέργεια ὥφθη ὡς λαμπὰς πυρὸς ἐξελκομένη ἐκ τοῦ κόλπου μου· καὶ ἐπλήρωσε τὸν οἶκον δυσωδίας, ὥστε νομίζειν τοὺς παρόντας, ὅτι πλῆθος τεαφίου ἐστὶ τὸ καιόμενον. τότε οὖν εἶπεν ὁ γέρων· ἰδοὺ τῶν ἐμῶν λόγων, καὶ τῆς σῆς ἐλευθερώσεως, παρέσχε Κύριος τὴν ἀπόδειξιν, διὰ τοῦ γενομένου σημείου. οὕτως οὖν ἀπέστη ἀπ᾽ ἐμοῦ διὰ τῆς ἐξομολογήσεως, τὸ πάθος τῆς γαστριμαργίας, καὶ ἡ διαβολικὴ ἐνέργεια ἐκείνη· ὡς μηκέτι μηδὲ εἰς εὔνοιάν με ἐλθεῖν τῆς τοιαύτης ἐπιθυμίας.
Ἰδοὺ τοίνυν καὶ ἐκ τῶν εἰρημένων ὑπὸ τοῦ ἀββᾶ Σεραπίωνος μανθάνομεν, ὅτι τότε ἀξιούμεθα τοῦ χαρίσματος τῆς ἀληθινῆς διακρίσεως, ὅταν μὴ τῷ κριτηρίῳ τῆς ἑαυτῶν διανοίας καταπιστεύσωμεν, ἀλλὰ τῇ διδαχῇ καὶ διατυπώσει τῶν πατέρων. καὶ γὰρ οὐ δι᾽ ἄλλου τινὸς ἐλαττώματος οὕτως ὁ διάβολος κατὰ κρημνῶν φέρει τὸν μοναχόν, ὡς διὰ τοῦ πεῖσαι αὐτόν, ἀθετεῖν μὲν τὰς τῶν πατέρων νουθεσίας, ἀκολουθεῖν δὲ τῇ ἰδίᾳ κρίσει, καὶ τῷ ἑαυτοῦ θελήματι. Ἐχρῆν δὲ ἡμᾶς καὶ ἐκ τῶν ἀνθρωπίνων τεχνῶν, καὶ ἐπιστημῶν τὰ παραδείγματα λαμβάνοντας, παιδεύεσθαι, εἰ γὰρ ταῦτα, καὶ χερσὶ ψηλαφῶντες, καὶ ὀφθαλμοῖς ὁρῶντες, καὶ ᾠσὶν ἀκούοντες, ἀφ᾽ ἑαυτῶν κατορθῶσαι ἀδυνατοῦμεν· δεόμεθα δὲ τοῦ καλῶς διδάσκοντος, καὶ κανονίζοντος· πῶς οὖν μωρόν, τὴν πνευματικὴν τέχνην, τὴν πασῶν τεχνῶν δυσχερεστέραν, νομίζειν μὴ δεῖσθαι διδασκάλου; ἥτις καὶ ἀόρατος καὶ κεκρυμμένη ὑπάρχει, καὶ μόνῃ καθαρότητι καρδίας θεωρουμένη· ἧς τινος τέχνης ἡ ἀποτυχία, οὐ πρόσκαιρον ζημίαν, ἀλλὰ ψυχῆς ἀπώλειαν τίκτει, καὶ θάνατον αἰώνιον. Ὁ Γερμὰνὸς εἶπε· πρόφασιν ἡμῖν αἰσχύνης καὶ προκάλυμμα ἐπιβλαβοῦς εὐλαβείας τίκτειν εἴωθε, τό, πολλάκις τινὰς τῶν πατέρων ἀκούσαντας παρὰ ἀδελφῶν λογισμούς, μὴ μόνον τούτους μὴ θεραπεῦσαι, ἀλλὰ καὶ καταγνῶναι αὐτῶν, καὶ εἰς ἀπόγνωσιν ἐμβαλεῖν· ὥσπερ γὰρ καὶ ἡμεῖς αὐτοὶ τοῦτο ἔγνωμεν συμβάν, ἐν τοῖς μέρεσι τῆς Συρίας. Ἀδελφὸς γάρ τις τινὶ τῶν ἐκεῖσε γερόντων ἐξεῖπε τοὺς ἰδίους λογισμούς, μετὰ πάσης ἁπλότητος καὶ ἀληθείας, ἀναισχύντως ἀπογυμνώσας τὰ κρυπτὰ τῆς ἑαυτοῦ καρδίας· ὁ δὲ παραυτὰ τῷ ἀκοῦσαι, ἤρξατο ἀγανακτεῖν καὶ κινεῖσθαι κατὰ τοῦ ἀδελφοῦ, μεμφόμενος αὐτὸν ἐπὶ ταῖς τοιαύταις φαύλαις ἐνθυμήσεσιν· ὡς ἐκ τούτου πολλοὺς ἀκούσαντας, ἐρυθριᾶν ἐξαγγέλλειν τοὺς ἰδίους λογισμοὺς τοῖς γέρουσιν.
Ὁ ἀββᾶς Μωϋσῆς εἶπε· καλὸν μέν ἐστι, καθὰ προεῖπον, μὴ ἀποκρύπτειν τοὺς ἰδίους λογισμοὺς ἀπὸ τῶν πατέρων· οὐ μέντοι τοῖς τυχοῦσι λέγειν· ἀλλὰ καὶ γέρουσι πνευματικοῖς καὶ διάκρισιν ἔχουσιν ἐξαγγέλλειν, οὐχὶ τοῖς διὰ χρόνον πεπολιωμένοις. ἐπειδὴ πολλοὶ πρὸς τὴν ἡλικίαν ἀποβλέποντες, καὶ τοὺς ἑαυτῶν λογισμοὺς ἐξειπόντες, ἀντὶ θεραπείας εἰς ἀπόγνωσιν διὰ τῆς ἀπειρίας τῶν ἀκουόντων ἐνέπεσον. Ἡν γάρ τις τῶν ἀδελφῶν πάνυ σπουδαῖος, καὶ σφοδρῶς ὀχληθεὶς ὑπὸ τοῦ δαίμονος τῆς πορνείας, ἦλθε πρός τινα γέροντα, καὶ ἀνήγγειλεν αὐτῷ τοὺς ἰδίους λογισμούς. Ἐκεῖνος δὲ ἀκούσας ἄπειρος ὢν, ἀγανακτῶν, ἄθλιον ἔλεγε τὸν ἀδελφὸν καὶ ἀνάξιον τοῦ μοναχικοῦ σχήματος, ὡς τοιούτους δεξάμενον λογισμούς. Ταῦτα ἀκούσας ὁ ἀδελφὸς, ἀπογνοὺς ἑαυτοῦ καὶ καταλείψας τὸν ἴδιον τόπον, ἐπὶ τὸν κόσμον ἐπανήρχετο. κατὰ δὲ Θεοῦ οἰκονομίαν, ὑπαντᾷ αὐτῷ ὁ ἀββᾶς Ἀπολλώς, τῶν γερόντων ὁ δοκιμώτατος· καὶ βλέπων αὐτὸν τεταραγμένον, καὶ πάνυ σκυθρωπόν, ἠρώτα αὐτὸν λέγων· τέκνον, τίς ἡ αἰτία τῆς τοσαύτης στυγνότητος; ὁ δέ, τὴν μὲν ἀρχὴν ἐκ τῆς πολλῆς ἀθυμίας οὐδὲν ἀπεκρίθη· ὕστερον δὲ πολλὰ παρακληθεὶς ὑπὸ τοῦ γέροντος, τὰ καθ᾽ ἑαυτὸν ἐξεῖπε, λέγων· ὅτι λογισμοὶ πολλάκις ὀχλοῦσί μοι, καὶ ἀπελθὼν ἀνήγγειλα τῷδε τῷ γέροντι· καὶ κατὰ τὸν λόγον αὐτοῦ, οὐκ ἔστι μοι σωτηρίας ἐλπίς· ἀπογνοὺς οὖν ἐμαυτοῦ, ἀπέρχομαι εἰς τὸν κόσμον. ταῦτα ὁ πατὴρ Ἀπολλὼς ἀκούσας, πολλὰ παρεκάλει καὶ ἐνουθέτει τὸν ἀδελφόν, λέγων· μὴ ξενίζου, τέκνον, μηδὲ ἀπελπίσῃς σεαυτόν. ἐγὼ γὰρ ἐν τοιαύτῃ ἡλικίᾳ καὶ πολιᾷ ὑπάρχων, σφόδρα ὑπὸ τούτων τῶν λογισμῶν ὀχλοῦμαι. μὴ οὖν ἀθυμήσῃς ἐπὶ τῇ τοιαύτῃ πυρώσει, ἥτις, οὐ τοσοῦτον ἀνθρωπίνῃ σπουδῇ θεραπεύεται, ὅσον τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ. μόνον δὲ τὴν σήμερον χάρισαί μοι, καὶ ὑπόστρεψον εἰς τὸ κελλίον σου. ἐποίησε δὲ ὁ ἀδελφὸς οὕτω. καὶ ἀπελθὼν ἀπ᾽ αὐτοῦ ὁ ἀββᾶς Ἀπολλώς, ἀπῆλθεν εἰς τὸ κελλίον τοῦ ἀπαγορεύσαντος τὸν ἀδελφὸν Γέροντος. καὶ στὰς ἔξω, ἐδεήθη τοῦ Θεοῦ μετὰ δακρύων, λέγων.
Κύριε, ὁ τοὺς πειρασμοὺς ὑπὲρ τοῦ συμφέροντος ἐπάγων, μετάστρεψον τὸν πόλεμον τοῦ ἀδελφοῦ, εἰς τοῦτον τὸν γέροντα· ἵνα διὰ πείρας εἰς τὸ γῆρας αὐτοῦ μάθῃ, ἅπερ ἐν τῷ μακρῷ χρόνῳ οὐκ ἐδιδάχθη· ὅπως συμπάσχῃ τοῖς πολεμουμένοις· ὡς δὲ τὴν εὐχὴν ἐτέλεσεν, ὁρᾷ αἰθίοπα στήκοντα πλησίον τοῦ κελλίου, καὶ βέλη ἀφιέντα κατὰ τοῦ γέροντος· ἀφ᾽ ὧν τρωθείς, εὐθέως ὡς ἐκ μέθης, ᾧδε κἀκεῖσε περιεφέρετο. μὴ δυνάμενος δὲ καρτερῆσαι, ἐξελθὼν τοῦ κελλίου, τῇ αὐτῇ ὁδῷ ᾗ καὶ ὁ νεώτερος, ἐπὶ τὸν κόσμον ἐχώρει. Ὁ δὲ ἀββᾶς Ἀπολλὼς νοήσας τὸ γεγονός, ὑπήντησεν αὐτῷ, λέγων· ποῦ πορεύῃ; τίς δὲ ἡ αἰτία τῆς κατεχούσης σε ταύτης ταραχῆς; αἰσθανθεὶς δὲ ὅτι ἐγνώσθη τὰ κατ᾽ αὐτὸν τῷ Ἁγίῳ, ἀπὸ τῆς αἰσχύνης οὐδὲν ἔλεγεν· εἶπε δὲ αὐτῷ ὁ ἀββᾶς Ἀπολλώς· ὑπόστρεψον εἰς τὸ κελλίον σου, καὶ τοῦ λοιποῦ ἐπίγνωθι τὴν ἀσθένειάν σου· καὶ ἔχε σεαυτόν, ἢ ἀγνοηθέντα ὑπὸ τοῦ διαβόλου, ἢ καταφρονηθέντα· διὸ οὐκ ἠξιώθης τῆς πρὸς αὐτὸν πάλης· τί δὲ λέγω πάλης; προσβολῆς γὰρ αὐτοῦ ἕως μιᾶς ἡμέρας ὑπενεγκεῖν οὐκ ἠδυνήθης. τοῦτο δέ σοι συνέβη, ὅτι νεώτερον ὑπὸ τοῦ κοινοῦ ἐχθροῦ πολεμούμενον δεξάμενος ἀντὶ τοῦ πρὸς τὸν ἀγῶνα ἀλεῖψαι, εἰς ἀπόγνωσιν ἐνέβαλες, μὴ λογισάμενος τὸ σοφὸν ἐκεῖνο παράγγελμα, λέγον· ῥῦσαι ἀπαγομένους εἰς θάνατον· καὶ ἐκπριᾶν κτεινομένους, μὴ φείσῃ. ἀλλ᾽ οὐδὲ τὴν παραβολὴν τοῦ Σωτῆρος ἡμῶν, τὴν λέγουσαν· κάλαμον συντεθλασμένον μὴ συντρίβειν, καὶ λῖνον καπνιζόμενον μὴ σβεννύειν. οὐδεὶς γὰρ τοῦ ἐχθροῦ φέρειν ἠδύνατο τὰς ἐπιβουλάς, ἀλλ᾽ οὐδὲ τὸν ἔμπυρον τῆς φύσεως βρασμὸν σβέσαι, εἰμὴ ἡ τοῦ Θεοῦ χάρις ἐφρούρει τὴν ἀνθρωπίνην ἀσθένειαν. τοιγαροῦν συμπληρωθείσης τῆς περὶ ἡμᾶς σωτηριώδους ταύτης οἰκονομίας, κοιναῖς εὐχαῖς τὸν Θεὸν ἱκετεύσωμεν, ὅπως καὶ τὴν κατὰ σοῦ ἀφεθεῖσαν μάστιγα παραγάγῃ αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο· ταπεινοῖ, καὶ ἀνυψοῖ· θανατοῖ, καὶ ζωογονεῖ· κατάγει, εἰς ἅδου, καὶ ἀνάγει.
Ταῦτα εἰπών, καὶ ἐπευξάμενος, παραχρῆμα τοῦ ἐπενεχθέντος αὐτῷ πολέμου ἀπήλλαξε, παραινέσας αὐτῷ αἰτεῖν παρὰ Θεοῦ, δοθεῖναι αὐτῷ γλῶσσαν παιδείας, τοῦ γνῶναι ἓν καιρῷ, ἡνίκα δεῖ εἰπεῖν λόγον. Ἐκ πάντων οὖν τῶν εἰρημένων μανθάνομεν, ὅτι οὐκ ἄλλη εὑρεθήσεται ὁδὸς σωτηρίας ἀσφαλής, ὡς τὸ ἐξαγγέλλειν τοὺς ἰδίους λογισμοὺς τοῖς διακριτικωτάτοις τῶν πατέρων· καὶ ἀπὸ τούτων πρὸς ἀρετὴν κανονίζεσθαι, καὶ μὴ τῷ ἰδίῳ λογισμῷ καὶ κριτηρίῳ ἀκολουθεῖν. οὐδὲ γὰρ κατὰ τὸ συμβαῖνον εἰ περιτύχῃ τίς ἑνὶ γέροντι ἁπλουστέρῳ, ἢ ὀλίγοις ἀπείροις, ἐκ τούτου δεῖ φεύγειν ἐξαγγέλλειν τοὺς ἰδίους λογισμοὺς τοῖς δοκιμωτάτοις τῶν Πατέρων, καὶ καταφρονεῖν τῆς παραδόσεως τῶν προγόνων. ὅτι γὰρ καὶ αὐτοὶ οὐκ ἀφ᾽ ἑαυτῶν κινούμενοι, ἀλλ᾽ ἐκ Θεοῦ, καὶ τῶν Θεοπνεύστων Γραφῶν, παραδεδώκασι τοῖς μεταγενεστέροις, τὸ ἐπερωτᾶν τοὺς προοδευκότας, ἔξεστι μὲν καὶ ἀπὸ ἄλλων πολλῶν, τῶν ἐν τῇ θεοπνεύστῳ Γραφῇ κειμένων, μαθεῖν· ἐξαιρέτως δὲ καὶ ἐκ τῆς κατὰ τὸν Ἅγιον Σαμουὴλ ἱστορίας· ὃς ἐκ νηπίου ἀνατεθεὶς τῷ Θεῷ ὑπὸ τῆς μητρός, καὶ ἀξιωθεὶς θείας ὁμιλίας, οὐκ ἐπίστευσε, τῷ ἰδίῳ λογισμῷ· ἀλλ᾽ ἅπαξ καὶ δὶς κληθεὶς ὑπὸ τοῦ Θεοῦ, ἀνατρέχει πρὸς τὸν γέροντα Ἡλεὶ, καὶ τῇ τούτου διδαχῇ τυποῦται καὶ κανονίζεται, πῶς δεῖ ὑποκρίνεσθαι τῷ Θεῷ· καὶ ὃν τῇ ἰδίᾳ κλήσει ἄξιον ἑαυτοῦ ὁ Θεὸς ἐψηφίσατο, τοῦτον βούλεται τῇ διατυπώσει καὶ διαταγῇ τοῦ γέροντος παιδαγωγεῖσθαι· ὡς ἐκ τούτου δηλαδὴ, πρὸς ταπείνωσιν ὁδηγηθησόμενον.
Καὶ τὸν Παῦλον δὲ δι᾽ ἑαυτοῦ καλῶν, καὶ προδιαλεγόμενος ὁ Χριστός, δυνάμενος εὐθὺς ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμούς, καὶ τῆς τελειότητος τὴν ὁδὸν γνωρίσαι, πρὸς Ἀνανίαν παραπέμπει, καὶ παρ᾽ αὐτοῦ κελεύει μαθεῖν τὴν ὁδὸν τῆς ἀληθείας, λέγων· Ἐγείρου εἰσελθε εἰς τὴν πόλιν, κἀκεῖ σοι λεγθήσεται τί σε δεῖ ποιεῖν. διδάσκων ἡμᾶς διὰ τούτων, τῇ ὁδηγίᾳ τῶν προοδευκότων ἀκολουθεῖν· ἵνα μή ποτε τὸ ἐπὶ Παύλου καλῶς λεγόμενον, κακῶς νοηθέν, παράδειγμα πρὸς αὐθάδειαν γένηται τοῖς μεταγενεστέροις· ἑκάστου βουλομένου παραπλησίως τῷ Παύλῳ ἐκ Θεοῦ, καὶ μὴ διὰ τῶν Πατέρων, ἐπὶ τὴν ἀλήθειαν ὁδηγεῖσθαι. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἔξεστιν οὐκ ἀπὸ τῶν εἰρημένων μόνον μαθεῖν, ἀλλὰ καὶ ἀφ᾽ ὧν ἔργοις αὐτοῖς ἔδειξεν ὁ Ἀπόστολος, ἐν οἷς γράφει. λέγων· ὅτι ἀνῆλθον εἰς Ἱεροσόλυμα ἰδεῖν Πέτρον καὶ Ἰάκωβον, καὶ ἀνεθέμην· τὸ Εὐαγγέλιον αὐτοῖς, ὃ κηρύσσω· μήποτε εἰς κενὸν τρέχω, ἢ ἔδραμον· καίτοι συγοδευούσης αὐτῷ τῆς χάριτος τοῦ Ἁγίου Πνεύματος. διὰ τῆς δυνάμεως τῶν σημείων, ὧν ἐποίει. Τίς τοίνυν οὕτως ὑπερήφανος καὶ ἀλαζὼν ὑπάρχει, ὥστε τῇ ἰδίᾳ γνώμῃ καὶ κρίσει στοιχεῖν; ὅταν τὸ σκεῦος τῆς ἐκλογῆς δεῖσθαι τῆς συμβουλίας τῶν πρὸ αὐτοῦ Ἀποστόλων ὁμολογῇ; Προφανῶς οὖν καὶ διὰ τούτων ἀποδέδεικται, ὅτι οὐδενὶ ὁδὸν τελειώσεως ὁ Κύριος ἀποκαλύπτει, εἰμὴ τοῖς διὰ πνευματικῶν Πατέρων ἐπὶ ταύτην ὁδηγουμένοις. καθὼς καὶ διὰ τοῦ Προφήτου λέγει· ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.
Πάσῃ τοίνυν δυνάμει καὶ πάσῃ σπουδῇ, τὸ ἀγαθὸν τῆς διακρίσεως χάρισμα ἐν ἑαυτοῖς ὀφείλομεν κτήσασθαι· ὅπερ δυνήσεται ἡμᾶς ἐξ ἑκατέρας ὑπερβολῆς, ἀβλαβεῖς διαφυλάττειν. καὶ γάρ, καθὼς λέγουσιν, οἱ Πατέρες, αἱ ἀκρότητες ἑκατέρων τῶν μερῶν, ἐπίσης βλάπτουσι· καὶ ἡ τῆς νηστείας ὑπερβολή, καὶ ἡ τῆς γαστρὸς χορτασία· καὶ ἡ τῆς ἀγρυπνίας ἀμετρία, καὶ ὁ τοῦ ὕπνου κόρος· καὶ αἱ λοιπαὶ ὑπερβολαί. καὶ γὰρ ἔγνωμέν τινας, διὰ γαστριμαργίας μὲν μὴ ἡττηθέντας, δι᾽ ἀμέτρου δὲ νηστείας καταβληθέντας, καὶ πρὸς τὸ αὐτὸ πάθος τῆς γαστριμαργίας ὀλισθήσαντας, διὰ τὴν προσγινομένην ἐκ τῆς ἀμέτρου νηστείας ἀσθένειαν. κἀγὼ δὲ μέμνημαι ποτέ, τοιοῦτόν τι πεπονθώς. καὶ ἐπὶ τοσοῦτον ἐγκρατευσάμενος, ὥστε μὲ ἐπιλαθέσθαι τῆς ὀρέξεως τῆς τροφῆς· καὶ ἐπὶ δύο καὶ τρεῖς ἡμέρας μένοντα ἄσιτον, καὶ μηδὲ ὅλως τροφῆς ἐπιθυμοῦντα, εἰμὴ ἄλλοι ἐπὶ ταύτην διήγειραν· καὶ πάλιν ἀπὸ τῶν ἐμῶν ὀφθαλμῶν, ἐξ ἐπιβουλῆς τοῦ διαβόλου, οὕτως ὁ ὕπνος ἀπέστη, ὡς ἐπὶ πλείστας νύκτας ἄῦπνον διατελοῦντα, ἱκετεύειν τὸν Κύριον, μικροῦ ὕπνου μεταλαβεῖν με. καὶ βαρύτερον ἐκινδύνευσα ἐπὶ τῇ ἀμέτρῳ ἀσιτίᾳ, καὶ ἀϋπνίᾳ, ἢ περ ἐπὶ γαστριμαργίᾳ, καὶ τῇ πληρώσει τοῦ ὕπνου. Ταῖς τοιαύταις καὶ τοσαύταις διδασκαλίαις ἡμᾶς ὁ Ἅγιος Μωῦσῆς ηὔφρανεν· ὥστε ἡμᾶς ὠφεληθέντας δοξάζειν τὸν Κύριον, τὸν τοσαύτην σοφίαν παρέχοντα τοῖς φοβουμένοις αὐτόν. ᾧ πρέπει τιμή, καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Notes
- πονηρὸς