Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Mark the Ascetic, 13. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΜΑΡΚΟΥ ΤΟΥ ΑΣΚΗΤΟΥ
Ὅσιος Πατὴρ ἡμῶν Μάρκος ὁ Ἀσκητὴς ἤκμασε μὲν κατὰ τὸ τετρακοσιοστὸν τριακοστὸν ἔτος, ἐχρημάτισε δὲ μαθητὴς τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου κατὰ τὸν Νικηφόρον Κάλλιστον Τόμῳ β΄. Βιβλίῳ ιδ΄. Κεφ. νγ΄. σύγχρονος γεγονὼς τῷ Ἁγίῳ Νείλῳ, καὶ Ἰσιδώρῳ τῷ Πηλουσιώτῃ, ταῖς περιβοήτοις Ἀσκηταῖς· φιλόπονος δ᾽ ὢν, καὶ τῇ μελέτῃ τῶν θείων Γραφῶν ἑαυτὸν ἐπιδεδωκώς, πολλοὺς συνέγραψε λόγους παντοίας παιδεύσεως καὶ ᾠφελείας μεστούς· ἐξ ὧν τριάκοντα μὲν δύο μνημονεύονται παρὰ Νικηφόρῳ τῷ Καλλίστῳ, πᾶσαν ἀσκητικῆς πολιτείας ὁδὸν ἐκδιδάσκοντες, οἵ τινες τανῦν οὐχ εὑρίσκονται. σώζονται δὲ μόνοι ὀκτὼ λόγοι αὐτοῦ τῶν εἰρημένων ἕτεροι· ὧν καὶ αὐτὸς ὁ Κάλλιστος μνημονεύει, καὶ ὁ κριτικὸς Φώτιος Ἀναγνώσει σ΄. σελίδ. 268.
Τούτων, ὅ,τε περὶ Πνευματικοῦ Νόμου πρῶτος καὶ ὁ περὶ τῶν ἐξ ἔργων οἰομένων δικαιοῦσθαι φάσκων, τρίτος· ἐν κεφαλαίοις εὐσυνόπτοις διῃρημένοι· καὶ ὁ πρὸς Μοναχὸν Νικόλαον ὄγδοος, ἐνταῦθα ἐτάχθησαν, ὡς τῶν ἄλλων χρησιμώτεροι, καὶ εἰς τὸν πνευματικὸν συνανήκοντες νόμον. Μνημονεύει δὲ τῶν συγγραμμάτων αὐτοῦ καὶ ὁ Δαμασκηνὸς Ὁσιομάρτυς Πέτρος, καὶ ὁ ἐν Ἁγίοις Γρηγόριος ὁ Θεσσαλονίκης, καὶ Γρηγόριος ὁ Σιναΐτης, καὶ Κάλλιστος ὁ ἁγιώτατος Πατριάρχης, καὶ Παῦλος ὁ Εὐεργετινός, καὶ ἄλλοι τῶν Πατέρων πολλοί· οἱ καὶ ἀναγνόντες ταῦτα, καὶ ἡμᾶς εἰς τὴν ἀνάγνωσιν αὐτῶν προτρεπόμενοι. Τοῦτον καὶ ἡ ἁγία τοῦ Χριστοῦ Ἐκκλησία τιμῶσα, τῇ ε΄. τοῦ Μαρτίου τὴν μνήμην ποιεῖται, τοὺς ἀσκητικοὺς αὐτοῦ ἀγῶνας, τὸ ἐν λόγοις σοφόν, καὶ τὴν ἄνωθεν αὐτῷ δοθεῖσαν χάριν τῶν θαυμάτων ἀνακηρύττουσα.