Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Mark the Ascetic, Τοῦ Ὁσίου, καὶ Θεοφόρου Πατρὸς ἡμῶν Μάρκου τοῦ Ἀσκητοῦ Λόγος περὶ…

ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΜΑΡΚΟΥ ΤΟΥ ΑΣΚΗΤΟΥ
ΠΕΡΙ ΝΟΜΟΥ ΠΝΕΥΜΑΤΙΚΟΥ. ΚΕΦΑΛΑΙΑ Σ΄.

Ἐπειδὴ πολλάκις ἠβουλήθητε γνῶναι, πῶς ὁ νόμος πνευματικός ἐστι κατὰ τὸν Ἀπόστολον, καὶ τίς ἡ γνῶσις, καὶ ἡ ἐργασία τῶν φυλάττειν αὐτὸν βουλομένων, τούτου χάριν κατὰ δύναμιν ἐροῦμεν.

Πρῶτον ὅτι τὸν Θεὸν οἴδαμεν παντὸς ἀγαθοῦ ἀρχὴν εἶναι, καὶ μεσότητα καὶ τέλος. τὸ δὲ ἀγαθόν, ἀμήχανον ἐνεργεῖσθαι, ἢ πιστεύεσθαι, εἰμὴ ἐν Χριστῷ Ἰησοῦ καὶ Ἁγίῳ Πνεύματι.

Πᾶν ἀγαθόν, οἰκονομικῶς παρὰ Κυρίου δεδώρηται, καὶ ὁ οὕτως πιστεύων οὐκ ἀπολέσει αὐτό.

Ἡ βεβαία πίστις πύργος ἐστὶν ἰσχυρός. Χριστὸς δὲ τὰ πάντα τῷ πιστεύοντι γίνεται.

Καταρχέτω σου πάσης προθέσεως, ὁ κατάρχων παντὸς ἀγαθοῦ, ὅπως κατὰ Θεὸν γένηται τὸ προκείμενον.

Ὁ ταπεινόφρων, καὶ ἔργον ἔχων πνευματικὸν, ἀναγινώσκων τὰς θείας γραφάς, πάντα εἰς ἑαυτὸν νοήσει καὶ οὐκ εἰς ἕτερον.

Ἐπικαλοῦ τὸν Θεόν, ἵνα ἀνοίξῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου, καὶ ἴδῃς τὴν ὠφέλειαν τῆς προσευχῆς, καὶ τῆς ἀναγνώσεως τῆς ἐμπείρως νοουμένης.

Ὁ ἔχων τὶ χάρισμα πνευματικὸν, καὶ συμπάσχων τοῖς μὴ ἔχουσι, διὰ τῆς συμπαθείας φυλάττει τὸ δώρημα. ὁ δὲ ἀλαζὼν ἀπολέσει αὐτό, τοῖς τῆς ἀλαζονείας 1λογισμοῖς περικρουόμενος.

Στόμα ταπεινόφρονος, λαλεῖ ἀλήθειαν· ὁ δὲ ἀντιλέγων αὐτῇ, ὅμοιός ἐστι τῷ ὑπηρέτῃ ἐκείνῳ τῷ ἐπὶ σιαγόνα τὸν Κύριον ραπίσαντι.

Μὴ γίνου μαθητὴς τοῦ ἐπαινοῦντος ἑαυτόν, ἵνα μὴ ἀντὶ ταπεινοφροσύνης, ὑπερηφανίαν μάθῃς.

Μὴ ἐπαρθῇς τῇ καρδίᾳ σου ἐπὶ νοήμασι γραφικοῖς, ἵνα μὴ τῷ πνεύματι τῆς βλασφημίας κατὰ νοῦν περιπέσῃς.

Μὴ πειρῶ πρᾶγμα σκολιὸν ἐπιλύσαι διὰ φιλονεικίας, ἀλλὰ δι᾽ ὧν ὁ πνευματικὸς νόμος 2ἐπαγγέλλεται, δι᾽ ὑπομονῆς, καὶ προσευχῆς, καὶ μονολογίστου ἐλπίδος.

Τυφλός ἐστι κράζων, καὶ λέγων· Υἱὲ Δαβὶδ ἐλέησόν με, ὁ προσευχόμενος σωματικῶς, καὶ μήπω ἔχων γνῶσιν πνευματικήν.

Ὁ ποτὲ τυφλὸς ἀναβλέψας καὶ ἰδὼν τὸν Κύριον, οὐκ ἔτι Υἱὸν Δαβίδ, ἀλλὰ Υἱὸν Θεοῦ ὁμολογήσας προσεκύνησε.

Μὴ ἐπαρθῇς ἐκχέων δάκρυα ἐν προσευχῇ σου. Χριστὸς γὰρ ἦψατο τῶν ὀφθαλμῶν σου, καὶ νοερῶς ἀνέβλεψας.

Ὁ κατὰ μίμησιν τοῦ τυφλοῦ ἀποβαλὼν τὸ ἱμάτιον, καὶ ἐγγίσας τῷ Κυρίῳ, ἀκόλουθος αὐτῷ, καὶ κήρυξ γίνεται τῶν τελεωτέρων δογμάτων.

Κακία ἐν λογισμοῖς μελετωμένη, θρασύνει καρδίαν· ἀναιρουμένη δὲ δι᾽ ἐγκρατείας καὶ ἐλπίδος, συντρίβει αὐτήν.

Ἔστι συντριμμὸς καρδίας ὁμαλὸς καὶ ἐπωφελὴς εἰς κατάνυξιν αὐτῆς, καὶ ἔστιν ἕτερος ἀνώμαλος καὶ ἐπιβλαβὴς εἰς 3ἐπίπληξιν αὐτῆς.

Ἀγρυπνία, καὶ προσευχή, καὶ τῶν ἐπερχομένων ὑπομονή, συντριμμός ἐστιν ἀνεπηρέαστος, καὶ ἐπωφελὴς τῇ καρδίᾳ· μόνον εἰμὴ διὰ πλεονεξίας ἐκκόψομεν αὐτῶν τὴν σύγκρασιν. ὁ γὰρ ἐν τούτοις ὑπομένων, καὶ ἐν τοῖς λοιποῖς βοηθηθήσεται. ὁ δὲ ἀμελῶν καὶ διαχεόμενος, ἐν ἐξόδῳ ἀφορήτως ὀδυνηθήσεται.

Φιλήδονος καρδία, εἰρκτὴ καὶ ἅλυσις τῇ ψυχῇ ἐν καιρῷ ἐξόδου γίνεται· ἡ δὲ φιλόπονος, θύρα ἐστὶν ἀνεῳγμένη.

Σιδηρᾶ πύλη ἐπὶ τὴν πόλιν 4εἰσάγουσα ἐστί, σκληρὰ καρδία· τῷ δὲ κακοπαθοῦντι καὶ τεθλιμμένῳ, αὐτομάτη ἀνοιγήσεται καθὼς καὶ τῷ Πέτρῳ.

Πολλοὶ μὲν εἰσὶ προσευχῆς τρόποι, ἕτερος ἑτέρου διαφορώτερος· ὅμως οὔτε εἷς τρόπος προσευχῆς ἐπιβλαβὴς τυγχάνει· εἰμή τι ἂν οὐκ ἔστιν εὐχή, ἀλλ᾽ ἐργασία σατανική.

Ἄνθρωπος κακοποιῆσαι θέλων, πρότερον προσηύξατο διανοίᾳ κατὰ συνήθειαν, καὶ οἰκονομικῶς ἐμποδισθείς, ὕστερον πολλὰ ηὐχαρίστησεν.

Ὁ Δαβὶδ φονεῦσαι θελήσας Νάβαλ τὸν καρμήλιον, ὑπόμνησιν λαβὼν θείας ἀνταποδόσεως, ἐκκοπεὶς τῆς προθέσεως πολλὰ ηὐχαρίστησεν. οἴδαμεν δὲ πάλιν οἷα πεποίηκεν ἐπιλαθόμενος τοῦ Θεοῦ, καὶ οὐκ ἐπαύετο, ἕως οὗ Νάθαν ὁ Προφήτης εἰς μνήμην αὐτὸν ἤγαγε τοῦ Θεοῦ.

Ἐν καιρῷ μνήμης Θεοῦ πολυπλασίασον δέησιν, ἵν᾽ ὅταν ἐπιλάθῃ, ὁ Κύριος ὑπομνήσῃ σε.

Ἀναγινώσκων τὰς θείας Γραφάς, νόει τὰ ἐν αὐταῖς κεκρυμμένα. ὅσα γὰρ προεγράφη, φησί, πάντα εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη.

Τὴν πίστιν, ἡ Γραφὴ λέγει, ἐλπιζομένων ὑπόστασιν· καὶ τοὺς μὴ ἐπιγινώσκοντας τὴν ἐνοίκησιν τοῦ Χριστοῦ, ἀδοκίμως εἴρηκεν.

Ὥσπερ δι᾽ ἔργων, καὶ λόγων φανεροῦται ἔννοια, οὕτως καὶ διὰ τῶν καρδιακῶν εὐεργημάτων ἡ μέλλουσα ἀνταπόδοσις.

Οἰκτίρμων καρδία, δηλονότι οἰκτειρηθήσεται τὰ δὲ ἐναντία. ἡ ἀκολουθία ἀντιπεφώνηκεν.

Ὁ νόμος τῆς ἐλευθερίας διδάσκει πᾶσαν ἀλήθειαν· καὶ οἱ μὲν πολλοὶ τοῦτον κατὰ γνῶσιν ἀναγινώσκουσιν, ὀλίγοι δὲ νοοῦσιν αὐτόν, κατὰ ἀναλογίαν τῆς τῶν ἐντολῶν ἐργασίας.

Μὴ ζήτει αὐτοῦ τὴν τελειότητα ἐν ἀρεταῖς ἀνθρωπίναις· τέλειος γὰρ ἐν αὐταῖς οὐχ εὑρίσκεται· ἡ γὰρ τελειότης αὐτοῦ ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ ἐγκέκρυπται.

Ὁ νόμος τῆς ἐλευθερίας, διὰ μὲν γνώσεως ἀληθοῦς ἀναγινώσκεται, διὰ δὲ ἐργασίας τῶν ἐντολῶν νοεῖται, πληροῦται δὲ διὰ τῶν οἰκτιρμῶν τοῦ Χριστοῦ.

Ὅταν 5πρὸς πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ διὰ συνειδήσεως κατορθοῦσθαι βιασώμεθα, τότε νοήσωμεν τὸν νόμον Κυρίου ἄμωμον· ἐν τοῖς ἡμετέροις μὲν καλοῖς ἐπιτηδευόμενον· χωρὶς δὲ οἰκτιρμῶν Θεοῦ τελειωθῆναι ἐν ἀνθρώποις μὴ δυνάμενον.

Ὅσοι πάσης ἐντολῆς Χριστοῦ ἑαυτοὺς ὀφειλέτας οὐκ ἐλογίσαντο, οὗτοι τὸν τοῦ Θεοῦ νόμον σωματικῶς ἀναγινώσκουσι· μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. διὸ καὶ πληροῦν αὐτὸν ἐξ ἔργων νομίζουσιν.

Ἔστι πρᾶγμα προφανῶς καλὸν ἐπιτελούμενον, καὶ ὁ σκοπὸς τοῦ ἐπιτελοῦντος αὐτό, οὐκ εἰς ἀγαθόν· καὶ ἔστιν ἕτερον ὡς πονηρόν, καὶ ὁ σκοπὸς τοῦ ἐπιτελοῦντος αὐτὸ εἰς ἀγαθόν· οὐ μόνον δὲ ἔργα ποιοῦσι τινές, ἀλλὰ καὶ λόγους λαλοῦσι τῷ τρόπῳ ᾧ προειρήκαμεν. οἱ μὲν γὰρ ἐναλλάσσουσι πρᾶγμα κατὰ ἀπειρίαν, ἢ ἄγνοιαν· οἱ δέ, κατὰ πρόθεσιν πονηρίας· ἕτεροι δέ, κατὰ σκοπὸν εὐσεβείας.

Ὁ ἐν προβολῇ ἐπαίνων ἐγκρύπτων διαβολὴν καὶ μῶμον, δυσεύρετός ἐστι τοῖς ἁπλουστέροις. ὅμοιος δὲ τούτου ἐστὶ καὶ ὁ κενοδοξῶν ἐν ταπεινῷ σχήματι. οἵτινες ἐπὶ πολὺ κατασοφιζόμενοι τὴν ἀλήθειαν ἐν τῷ ψεύδει, παραχωρηθέντες ὕστερον διὰ τῶν πραγμάτων ἐλέγχονται.

Ἔστι τίς ποιῶν τί πρᾶγμα προφανὲς ὡς καλόν, τῷ πλησίον ἀμυνόμενος· καὶ ἔστιν ὁ ἐν τῷ μὴ ποιῆσαι αὐτό, ὠφεληθεὶς κατὰ διάνοιαν.

Ἔστιν ἔλεγχος κατὰ κακίαν καὶ ἄμυναν· καὶ ἔστιν ἕτερος κατὰ φόβον Θεοῦ, καὶ ἀλήθειαν.

Τὸν παυσάμενον ἀπὸ ἁμαρτίας καὶ λοιπὸν μετανοοῦντα, μηκέτι ἔλεγχε. εἰ δὲ λέγεις κατὰ Θεὸν ἐλέγχειν αὐτόν, πρῶτον τὰ σαυτοῦ κακὰ φανεροποίησον.

Πάσης ἀρετῆς κατάρχει ὁ Θεός, ὡς καὶ τοῦ μεθημερινοῦ φωτὸς ὁ ἥλιος.

Ποιήσας ἀρετήν, μνήσθητι τοῦ εἰρηκότος, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.

Διὰ θλίψεως τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ἡτοίμασται, ὁμοίως δὲ καὶ τὰ κακὰ διὰ κενοδοξίας, καὶ ἡδονῆς.

Ἐκφεύγει ἁμαρτίας, ὁ παρὰ ἀνθρώπων ἀδικούμενος, καὶ ὁμοίαν τῆς θλίψεως εὑρίσκει ἀντίληψιν.

Ὁ πιστεύων τῷ Χριστῷ περὶ ἀνταποδόσεως, πᾶσαν ἀδικίαν προθύμως ὑπομένει κατ᾽ ἀναλογίαν τῆς πίστεως.

Ὁ ἀδικούντων ἀνθρώπων ὑπερευχόμενος, καταράσσει δαίμονας· ὁ δὲ τοῖς πρώτοις ἀντιτασσόμενος, ὑπὸ τῶν δευτέρων τιτρώσκεται.

Κρεῖσσον πλημμέλεια ἀνθρώπων, καὶ μὴ δαιμόνων· ὁ δὲ εὐαρεστῶν τῷ Κυρίῳ, τοὺς ἀμφοτέρους ἐνίκησε.

Πᾶν ἀγαθὸν παρὰ Κυρίου, οἰκονομικῶς παραγίνεται· διαφεύγει δὲ μυστικῶς τοὺς ἀχαρίστους, καὶ ἀγνώμονας, καὶ ἀέργους.

Πᾶσα κακία, εἰς τὴν ἀπηγορευμένην καταλήγει ἡδονήν· καὶ πᾶσα ἀρετή, εἰς παράκλησιν πνευματικήν. καὶ ἡ μὲν προτέρα κρατοῦσα, προσερεθίζει τὰ οἰκεῖα· ἡ δὲ δευτέρα, ὁμοίως τὰ συγγενῆ.

Ὀνειδισμὸς ἀνθρώπων, θλίψιν παρέχει τῇ καρδίᾳ, ἁγνείας δὲ γίνεται αἴτιος τῷ ὑπομένοντι.

Ἄγνοια, ἀντιλέγειν πρὸς τὰ ὠφέλιμα παρασκευάζει· καὶ θρασυνομένη, αὔξει τῆς κακίας τὰ 6προκείμενα.

Μηδὲν ζημιούμενος, τὰ θλιβερὰ προσδέχου· καὶ ὡς λόγιον ἀποδώσων, τὴν πλεονεξίαν ἀπόβαλε.

Ἁμαρτήσας λαθραίως, μὴ πειρῶ λαθεῖν. πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς Κυρίου, πρὸς ὃν ἡμῖν ὁ λόγος.

Κατὰ διάνοιαν ἑαυτὸν ἐπιδείκνυε τῷ Δεσπότῃ. ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν.

Μηδὲν λογίζου, ἢ πράττε ἄνευ τοῦ κατὰ Θεὸν σκοποῦ. ὁ γὰρ ἀσκόπως ὁδοιπορῶν ματαιοπονήσει.

Τῷ ἐκτὸς ἀνάγκης ἁμαρτάνοντι, δυσμετανόητα γίνεται, διότι ἀλάθητός ἐστιν ἡ τοῦ Θεοῦ δικαιοσύνη.

Σύμβασις ὀδυνηρὰ μνήμην Θεοῦ παρέχει τῷ συνετῷ· θλίβουσα κατ᾽ ἀναλογίαν τὸν ἐπιλανθανόμενον τοῦ Θεοῦ.

Πᾶς ἀκούσιος πόνος γινέσθω σοι μνήμης διδάσκαλος, καὶ οὐκ ἐπιλείψει σοι ἀφορμὴ πρὸς μετάνοιαν.

Λήθη καθ᾽ ἑαυτὴν οὐδεμίαν ἔχει δύναμιν, ἀλλ᾽ ἐκ τῶν ἡμετέρων ἀμελειῶν κατὰ ἀναλογίαν κρατύνεται.

Μὴ λέγε, τί ποιήσω; ὅτι οὐ θέλω καὶ ἔρχεται· διότι μνημονεύων, παρελογίσω, τὸ ὀφειλόμενον.

Ὃ μνημονεύεις ἀγαθόν, ποίησον· καὶ ὃ ἀμνημονεῖς, ἀποκαλύπτεταί σοι· καὶ οὐ μὴ παραδῷς ἀκρίτῳ λήθῃ τὴν ἔννοιαν.

Ἡ Γραφὴ φησίν, ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ Κυρίῳ. ταῦτα δέ, περὶ καρδιακῆς ἀγνοίας, καὶ λήθης λέγει.

Ἅδης γὰρ ἐστὶν ἄγνοια· ἀμφότερα γὰρ εἰσὶν ἀφάνερα. ἀπώλεια δὲ ἐστὶ λήθη, διότι ἐξ ὑπαρχόντων ἀπώλοντο.

Τὰ σὰ περιεργάζου κακά, καὶ μὴ τὰ τοῦ πλησίον· καὶ οὐ μὴ συληθῇ σου τὸ νοερὸν ἐργαστήριον.

Πάντων τῶν κατὰ δύναμιν καλῶν δυσσυγχώρητος ἡ ἀμέλεια· ἐλεημοσύνη δέ, καὶ προσευχή, ἀνακαλεῖται τοὺς ἀμελήσαντας.

Πᾶσα θλίψις κατὰ Θεόν, ἔργον ἐστὶν εὐσεβείας ἐνυπόστατον. ἡ γὰρ ἀληθινὴ ἀγάπη, δι᾽ ἐναντίων δοκιμάζεται.

Μὴ λέγε κεκτῆσθαι ἀρετὴν ἐκτὸς θλίψεως. ἀδόκιμος γὰρ ἐστὶ διὰ τὴν ἄνεσιν.

Πάσης ἀκουσίου θλίψεως ἀναλογίζου τὴν ἔκβασιν, καὶ εὑρήσεις ἐν αὐτῇ ἁμαρτίας ἀναίρεσιν.

Πολλαὶ συμβουλίαι τοῦ πέλας πρὸς τὸ συμφέρον· ἑκάστῳ δὲ τῆς ἰδίας γνώμης, οὐδὲν ἁρμοδιώτερον.

Ζητῶν θεραπείαν, ἐπιμέλησαι τῆς συνειδήσεως· καὶ ὅσα σοι λέγει, ποίησον, καὶ εὑρήσεις τὴν ὠφέλειαν.

Τὰ κρυπτὰ ἑκάστου ὁ Θεὸς οἶδε, καὶ ἡ συνείδησις, καὶ διὰ τούτων αὐτῶν λαμβανέτω διόρθωσιν.

Ἄνθρωπος ὅσα δύναται, ἐπιτηδεύει κατὰ τὸ ἴδιον θέλημα· Θεὸς δὲ τὰς τούτων ἐκβάσεις ποιεῖ κατὰ τὸ δίκαιον.

Ἐὰν θέλῃς ἀκατακρίτως ἔπαινον παρὰ ἀνθρώπων λαμβάνειν, πρότερον ὑπὲρ τῶν ἁμαρτιῶν σου ἀγάπησον ἔλεγχον.

Ὅσην ἄν τις ὑπὲρ ἀληθείας Χριστοῦ καταδέξηται ἐντροπήν, ἑκατονταπλασίως ὑπὸ πλήθους δοξασθήσεται. κρεῖσσον δὲ πᾶν ἀγαθὸν ἐργάζεσθαι διὰ τὰ μέλλοντα.

Ὅταν ἄνθρωπος ἄνθρωπον ὠφελήσῃ ἐν λόγοις, ἢ ἐν πράγμασι, Θεοῦ εἶναι τὴν χάριν νοείτωσαν ἀμφότεροι. ὁ δὲ μὴ συνιῶν τοῦτο ὑπὸ τοῦ συνιόντος ἐξουσιασθήσεται.

Ὁ ἐπαινῶν τὸν πλησίον κατά τινα ὑπόκρισιν, ὀνειδίσει αὐτὸν ἐν καιρῷ, καὶ αὐτὸς ἐντραπήσεται.

Ὁ ἀγνοῶν ἔνεδραν πολεμίων, σφάζεται εὐχερῶς, καὶ ὁ μὴ εἰδὼς τὰς αἰτίας τῶν παθῶν, καταπίπτει ῥᾳδίως.

Ἀπὸ φιληδονίας ἀμέλεια, καὶ ἀπὸ ἀμελείας λήθη προσγίνεται. τῶν συμφερόντων γὰρ τὴν γνῶσιν ὁ Θεὸς πᾶσι δεδώρηται.

Ἄνθρωπος ὑποτίθεται τῷ πλησίον, καθὰ ἐπίσταται· Θεὸς δὲ ἐνεργεῖ τῷ ἀκούοντι, καθὰ ἐπίστευσεν.

Εἶδον ἰδιώτας ἔργῳ ταπεινοφρονήσαντας, καὶ ἐγένοντο τῶν σοφῶν σοφώτεροι.

Ἔτερος ἰδιώτης ἀκούσας ἐκείνους ἐπαινουμένους, τὴν ταπεινοφροσύνην οὐκ ἐμιμήσατο, ἀλλ᾽ ἐπὶ τῇ ἰδιωτείᾳ κενοδοξῶν, ὑπερηφανίαν προσελάβετο.

Ὁ σύνεσιν ἐξουθενῶν, καὶ εἰς ἀμάθειαν καυχώμενος, οὐκ ἔστι μόνον ἰδιώτης τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει.

Ὥσπερ γὰρ ἄλλο ἐστὶ σοφία λόγου, καὶ ἄλλο φρόνησις, οὕτως ἰδιωτεία λόγου ἕτερον, καὶ ἕτερον ἀφροσύνη.

Οὐδὲν βλάψει ἀμάθεια λέξεων τὸν εὐλαβέστατον, ὡς οὐδὲ σοφία λόγων τὸν ταπεινόφρονα.

Μὴ λέγε, ὅτι οὐκ ἐπίσταμαι τὸ δέον, καὶ ἀναίτιος εἰμὶ μὴ ποιῶν αὐτό. εἰ γὰρ ἐποίεις ὅσα ἐπίστασαι καλά, καὶ τὰ λοιπά σοι ἀκολούθως ἀπεκαλύπτετο, οἰκίσκων τρόπον ἓν δι᾽ ἑνὸς κατανοούμενα. οὐ συμφέρει σοι πρὸ τῆς ἐργασίας τῶν προτέρων εἰδέναι τὰ δεύτερα. ἡ γὰρ γνῶσις φυσιοῖ διὰ τὴν ἀργίαν, ἡ δὲ ἀγάπη οἰκοδομεῖ διὰ τὸ τὰ πάντα ὑπομένειν.

Τῆς θείας Γραφῆς τὰ ῥήματα, διὰ πράξεων ἀναγίνωσκε, καὶ μὴ πλατυλόγει ἐπὶ ψιλοῖς τοῖς νοήμασι φυσιούμενος.

Ὁ ἀφεὶς τὴν πρᾶξιν, καὶ ψιλῇ τῇ γνώσει ἐπερειδόμενος, ἀντὶ διστόμου μαχαίρας καλαμίνην ῥάβδον κατέχει· ἥτις ἐν καιρῷ πολέμου, κατὰ τὴν Γραφὴν, τρήσει τὴν χεῖρα αὐτοῦ, καὶ εἰσελεύσεται εἰς αὐτὴν, τὸν ἰὸν τῆς φύσεως πρὸ τῶν πολεμίων ἐμβαλοῦσα.

Μέτρον ἔχει καὶ σταθμὸν παρὰ Θεῷ πᾶσα ἔννοια. ἔστι γὰρ τὸ αὐτὸ ἢ ἐμπαθῶς, ἢ μονοτρόπως λογίσασθαι.

Ὁ ποιήσας ἐντολήν, ἐκδεχέσθω τὸν ὑπὲρ ταύτης πειρασμόν. ἡ γὰρ εἰς Χριστὸν ἀγάπη, δι᾽ ἐναντίων δοκιμάζεται.

Μὴ καταφρονήσῃς ποτὲ ἐν λογισμῶν ἀμελείᾳ. ἀλάθητος γάρ ἐστιν ὁ Θεὸς ἐπὶ πάσης ἐννοίας.

Ὅταν ἴδῃς λογισμόν, ἀνθρωπίνην σοι δόξαν ὑπαγορεύοντα, γίνωσκε σαφῶς, ὅτι αἰσχύνην σοι κατασκευάζει.

Ἐπίσταται ὁ ἐχθρὸς τοῦ πνευματικοῦ νόμου τὸ δίκαιον, καὶ ζητεῖ μόνον τὴν νοερὰν συγκατάθεσιν. οὕτω γὰρ ἄν, ἢ τοῖς τῆς μετανοίας πόνοις ὑπεύθυνον ποιήσει τὸν ὑποχείριον, ἢ μὴ μετανοοῦντα, ἀκουσίοις ἐπιφοραῖς ὀδυνήσει αὐτόν. ἐστι δ᾽ ὅτε καὶ πρὸς τὰς ἐπιφορὰς ἀντιμάχεσθαι παρασκευάζει, ὅπως καὶ ὧδε τὰς ὀδύνας πολυπλασιάσῃ, καὶ ἐν ἐξόδῳ διὰ τὴν ἀνυπομονησίαν ἀποδείξῃ ἄπιστον.

Πρὸς τὰ ἐπερχόμενα, πολλοὶ πολλὰ ἀντετάξαντο· ἀλλ᾽ ἐκτὸς προσευχῆς καὶ μετανοίας, οὐδεὶς δεινὸν διέφυγεν.

Ἓν δι᾽ ἑνὸς τὰ κακὰ λαμβάνει τὴν δύναμιν· ὁμοίως καὶ τὰ ἀγαθά, δι᾽ ἀλλήλων αὐξάνονται· καὶ τὸν ἑαυτῶν μέτοχον, ἐπὶ τὰ πρόσω μειζόνως προτρέπονται.

Τὰ μικρὰ ἁμαρτήματα εὐτελίζει ὁ διάβολος. ἄλλως γὰρ ἐπὶ μείζονα κακὰ ἀγαγεῖν οὐ δύναται.

Ῥίζα αἰσχρᾶς ἐπιθυμίας ἀνθρώπινος ἔπαινος, ὥς περ καὶ σωφροσύνης, ὁ περὶ κακίας ἔλεγχος· οὐχ ὅταν ἀκούωμεν μόνον, ἀλλ᾽ ὅταν αὐτὸν καὶ καταδεχώμεθα.

Οὐδὲν ὠφελήθη ὁ ἀποταξάμενος, καὶ ἡδυπαθῶν. ὃ γὰρ ἐποίει διὰ τῶν χρημάτων, τοῦτο καὶ μηδὲν ἔχων ἐργάζεται.

Πάλιν ὁ ἐγκρατής, ἐὰν 7κτᾶται χρήματα, ἀδελφός ἐστι τοῦ προτέρου κατὰ διάνοιαν· μητρὸς μὲν τῆς αὐτῆς διὰ τὴν νοερὰν ἡδονήν, πατρὸς δὲ ἑτέρου διὰ τὴν τοῦ πάθους ἐναλλαγήν.

Ἔστιν ὁ περικόπτων πάθος διὰ μείζονα ἡδυπάθειαν, καὶ ὑπὸ τῶν ἀγνοούντων αὐτοῦ τὸν σκοπὸν δοξάζεται. τάχα δὲ καὶ ἑαυτὸν ἀγνοεῖ ποιῶν ἀνόνητα.

Αἰτία πάσης κακίας, κενοδοξία καὶ ἡδονή· ὁ δὲ μισήσας ταῦτα οὐ περιαίρει πάθος.

Ῥίζα πάντων τῶν κακῶν εἴρηται ἡ φιλαργυρία, ἀλλ᾽ αὐτὴ σαφῶς δι᾽ ἐκείνων συνίσταται.

Ἐκτυφλοῦται ὁ νοῦς διὰ τούτων τῶν τριῶν παθῶν, φιλαργυρίας λέγω, καὶ κενοδοξίας, καὶ ἡδονῆς.

Τρεῖς θυγατέρες τῆς βδέλλης αὗται κατὰ τὴν Γραφήν, ὑπὸ μητρὸς ἀφροσύνης ἀγαπήσει ἀγαπώμεναι.

Γνῶσις, καὶ πίστις αἱ τῆς φύσεως ἡμῶν σύντροφοι, δι᾽ οὐδὲν ἕτερον, ἢ δι᾽ ἐκείνας ἠμβλύνθησαν.

Θυμός, καὶ ὀργή, καὶ πόλεμοι, καὶ φόνοι, καὶ πᾶς ὁ λοιπὸς τῶν κακῶν κατάλογος, δι᾽ ἐκείνας ἐν ἀνθρώποις σφόδρα ἐκραταιώθησαν.

Οὕτω δεῖ μισῆσαι φιλαργυρίαν, καὶ κενοδοξίαν, καὶ ἡδονήν, ὡς μητέρας τῶν κακῶν καὶ μητρυιὰς τῶν ἀρετῶν.

Διὰ ταύτας μὴ ἀγαπᾶν τὸν κόσμον, καὶ τὰ ἐν τῷ κόσμῳ προσετάχθημεν· οὐχ ἵνα τὰ κτίσματα τοῦ Θεοῦ ἀκρίτως μισήσωμεν, ἀλλ᾽ ὅπως τῶν τριῶν ἐκείνων παθῶν τὰς ἀφορμὰς περικόψωμεν.

Οὐδείς, φησί, στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις. ὁ γὰρ μετὰ τῆς ἐμπλοκῆς τὰ πάθη νικῆσαι θέλων, ὅμοιός ἐστι τῷ μετὰ ἀχύρων σβεννύοντι ἐμπρησμόν.

Ὁ διὰ χρήματα, ἢ δόξαν, ἢ ἡδονὴν ὀργιζόμενος τῷ πλησίον, οὔπω ἔγνωκεν ὅτι ἐν δικαιοσύνῃ διοικεῖ ὁ Θεὸς τὰ πράγματα.

Ὅταν ἀκούσῃς τοῦ Κυρίου λέγοντος, ὅτι εἴτις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐκ ἔστι μου ἄξιος, μὴ μόνον περὶ χρημάτων νόει τὸ εἰρημένον. ἀλλὰ καὶ περὶ πάντων τῶν τῆς κακίας ἐνεργημάτων.

Ὁ μὴ γινώσκων τὴν ἀλήθειαν, οὐδὲ ἀληθῶς πιστεύειν δύναται. ἡ γὰρ γνῶσις, κατὰ φύσιν προηγεῖται τῆς πίστεως.

Ὥσπερ ἑκάστῳ τῶν ὁρωμένων ὁ Θεὸς ἀπένειμε τὸ προσφυές, οὕτω καὶ τοῖς ἀνθρωπίνοις λογισμοῖς, κἂν θέλωμεν, κἂν μὴ θέλωμεν.

Εἴ τις προφανῶς ἁμαρτάνων καὶ μὴ μετανοῶν, οὐδὲν ἔπαθεν ἕως ἐξόδου αὐτοῦ, τούτου νόμιζε ἀνίλεων εἶναι τὴν κρίσιν.

Ὁ ἐμφρόνως προσευχόμενος, ὑπομένει τὰ ἐπερχόμενα· ὁ δὲ μνησικακῶν, οὔπω καθαρῶς προσηύξατο.

Ζημιωθείς, ἢ ὀνειδισθείς, ἢ ἐκδιωχθεὶς παρά τινος, μὴ λογίζου τὸ παρόν, ἀλλὰ τὸ μέλλον ἐκδέχου· καὶ εὑρήσεις ὅτι πολλῶν σοι ἀγαθῶν γέγονε πρόξενος, οὐ μόνον ἐν τῷ παρόντι, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι.

Ὥσπερ τοὺς κακοσίτους ἀψίνθιον ὠφελεῖ τὸ πικρόν, οὕτω τοῖς κακοτρόποις κακὰ πάσχειν συμφέρει. τοὺς μὲν γὰρ εὐεκτεῖν, τοὺς δέ, μετανοεῖν παρασκευάζει τὰ φάρμακα.

Εἰ μὴ θέλεις κακοπαθεῖν, μηδὲ κακοποιεῖν θέλε. διότι τοῦτο ἐκείνῳ 8ἀπαραβάτως ἀκολουθεῖ. ὃ γὰρ ἂν σπείρῃ ἕκαστος, τοῦτο καὶ θερίσει.

Ἑκουσίως τὰ φαῦλα σπείροντες, καὶ ἀκουσίως ταῦτα θερίζοντες, τὴν δικαιοσύνην τοῦ Θεοῦ θαυμάζειν ὀφείλομεν.

Ἐπειδὴ καιρός τις ἀναμέσον σπόρου καὶ θέρους διώρισται, τούτου χάριν 9ἀπιστοῦμεν περὶ τὴν ἀνταπόδοσιν.

Ἁμαρτήσας, μὴ αἰτιῶ τὴν πρᾶξιν, ἀλλὰ τὴν ἔννοιαν. εἰμὴ γὰρ ὁ νοῦς προέδραμεν, οὐκ ἂν τὸ σῶμα ἐπηκολούθησε.

Τῶν προφανῶς ἀδικούντων, πονηρότερός ἐστιν ὁ λαθροκακοῦργος. διόπερ ἐκεῖνος καὶ πονηροτέρως κολάζεται.

Ὁ δόλους συμπλέκων, καὶ κεκρυμμένως κακοποιῶν, ὄφις ἐστί, κατὰ τὴν Γραφήν, ἐγκαθήμενος ἐν ὁδῷ καὶ δάκνων πτέρναν ἵππου.

Ὁ ἐν τῷ αὐτῷ εἴς τινα μὲν ἐπαινῶν, τινὰ δὲ ψέγων τὸν πέλας, οὗτος κενοδοξίᾳ καὶ φθόνῳ κεκράτηται· καὶ διὰ μὲν τῶν ἐπαίνων, κρύπτειν πειρᾶται τὸν φθόνον. διὰ δὲ τῶν ψόγων, ἑαυτὸν εὐδοκιμώτερον ἐκείνου συνίστησιν.

Ὥσπερ οὐκ ἔστιν ἐπὶ τὸ αὐτὸ καὶ πρόβατα βόσκειν, καὶ λύκους· οὕτως ἀδύνατον ἐλέους τυχεῖν δολοποιοῦντα τὸν πλησίον.

Ὁ τῇ ἐπιταγῇ σμίγων λάθρα τὸ ἑαυτοῦ θέλημα, μοιχός ἐστί, καθὼς ἐν τῇ Σοφίᾳ δεδήλωται, καὶ δι᾽ ἔνδειαν φρενῶν, ὀδύνας καὶ 10ἀτιμίας ὑποφέρει.

Ὥσπερ ὕδατος καὶ πυρὸς ἐναντία ἡ σύνοδος, οὕτως ἐναντιοῦνται ἀλλήλοις δικαιολογία καὶ ταπείνωσις.

Ὁ ζητῶν ἄφεσιν ἁμαρτιῶν, ἀγαπᾷ τὴν ταπεινοφροσύνην. ὁ δὲ κατακρίνων τὸν ἕτερον, σφραγίζει τὰ ἑαυτοῦ κακά.

Μὴ ἀφῇς ἀνεξάλειπτον ἁμαρτίαν, κἂν βραχυτάτη τυγχάνῃ, ἵνα μὴ ὕστερον ἐπὶ μείζω κακὰ παρασύρῃ σε.

Ἐὰν θέλῃς σωθῆναι, ἀληθῆ λόγον ἀγάπησον· καὶ μηδέποτε ἀκρίτως ἔλεγχον ἀποστραφῇς.

Λόγος ἀληθείας μετέβαλε γεννήματα ἐχιδνῶν, καὶ ἀπέδειξεν αὐτοῖς φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς.

Ὁ δεχόμενος λόγους ἀληθείας, ὑποδέχεται τὸν Θεὸν Λόγον· φησὶ γὰρ, ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται.

Παραλυτικός ἐστι χαλασθεὶς διὰ τοῦ τοῦ δώματος, ἁμαρτωλὸς παρὰ πιστῶν κατὰ Θεὸν ἐλεγχόμενος, καὶ διὰ τὴν ἐκείνων πίστιν λαμβάνων τὴν ἄφεσιν.

Κρεῖσσον μετ᾽ εὐλαβείας ὑπερεύχεσθαι τῷ πλησίον, ἢ ἐλέγχειν αὐτὸν ἐπὶ παντὶ ἁμαρτήματι.

Ὁ ὀρθῶς μετανοῶν, ὑπὸ ἀφρόνων χλευάζεται. τοῦτο δὲ αὐτῷ ἐστὶ τεκμήριον εὐαρεστήσεως.

Ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται· καὶ οὐ παύεται, ἕως ἂν ἐξολοθρεύσῃ Κύριος σπέρμα ἐκ Βαβυλῶνος.

Λόγισαί μοι δώδεκα εἶναι τὰ πάθη τῆς ἀτιμίας· ἐὰν ἓν ἐξ αὐτῶν ἀγαπήσῃς θελήματι, ἐκεῖνο ἀναπληρώσει τὸν τόπον τῶν ἕνδεκα.

Πῦρ ἐστι καιόμενον ἡ ἁμαρτία. ὅσον ἂν περικόψῃς τὴν ὕλην, τοσοῦτον σβεσθήσεται· καὶ καθὸ ἂν ἐπιθῇς, ἀναλόγως ἐκκαυθήσεται.

Ἐπαρθεὶς ἐν ἐπαίνοις, ἐκδέχου ἀτιμίαν. φησὶ γὰρ, ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται.

Ὅταν πᾶσαν ἑκούσιον κακίαν τῆς διανοίας ἀποβάλωμεν, τότε 11ἂν πολεμήσωμεν τοῖς κατὰ πρόληψιν πάθεσι.

Πρόληψις ἐστί, τῶν προτέρων κακῶν μνήμη ἀκούσιος· παρὰ μὲν τῷ ἀγωνιστῇ, προβῆναι εἰς πάθος κωλυομένη· παρὰ δὲ τῷ νικητῇ, ἕως προσβολῆς ἀνατρεπομένη.

Προσβολή ἐστιν, ἀνείδωλος κίνησις καρδίας, κλεισούρας δίκην ὑπὸ τῶν ἐμπείρων προκατεχομένη.

Ὅπου εἰκόνες λογισμοῦ, ἐκεῖ συγκατάθεσις γέγονε. κίνημα γάρ ἐστιν ἀνείδωλον, ἀναίτιος προσβολή. ἔστι δὲ καὶ ὁ ἐκ τούτων ἐκφεύγων ὡς δαλὸς ἐκ πυρός, καὶ ἔστιν ὁ μὴ ἀναστρέφων ἕως ἂν ἐκκαύσῃ φλόγα.

Μὴ λέγε, ὅτι οὐ θέλω καὶ ἔρχεται. πάντως γὰρ κἂν μὴ αὐτό, τὰς δὲ αἰτίας ἀγαπᾶς τοῦ πράγματος.

Ὁ ζητῶν ἔπαινον, ἔγκειται πάθει. καὶ θλίψιν ἐπελθοῦσαν ὁ ἀποδυρόμενος, ἀγαπᾷ τὴν ἡδονήν.

Ὡς ἐπὶ ζυγοῦ ἀστατεῖ τοῦ ἡδυπαθοῦντος ὁ λογισμός· ποτὲ μὲν κλαίει καὶ ἀποδύρεται διὰ τὰς ἁμαρτίας, ποτὲ δὲ πολεμεῖ καὶ ἀντιλέγει τῷ πλησίον 12ἐκδιώκων τὰς ἡδονάς.

Ὁ πάντα δοκιμάζων, καὶ τὸ καλὸν κατέχων, ἀκολούθως ἀπὸ παντὸς πονηροῦ 13ἀφέξεται.

Μακρόθυμος ἀνήρ, πολὺς ἐν φρονήσει· ὁμοίως καὶ ὁ λόγοις σοφίας παραβαλὼν τὸ οὖς αὐτοῦ.

Χωρὶς μνήμης Θεοῦ, γνῶσις ἀληθὴς εἶναι οὐ δύναται. ἐκτὸς γὰρ τῆς προτέρας, ἡ δευτέρα νόθος τυγχάνει.

Τὸν σκληροκάρδιον, ὠφελεῖ λεπτοτέρας γνώσεως λόγος· διότι ἐκτὸς φόβου, μετανοίας πόνους οὐ καταδέχεται.

Τῷ πραεῖ ἀνθρώπῳ, πιστολογία συμβάλλεται· καθότι οὐ πειράζει Θεοῦ μακροθυμίαν, καὶ οὐ τύπτεται ἐν πυκνῇ παραβάσει.

Ἄνδρα δυνατόν, μὴ ἐλέγξῃς ἐπὶ κενοδοξίᾳ, ἀλλὰ τὴν ἐπιφορὰν τῆς μελλούσης ἀτιμίας ὑπόδειξον. τούτῳ γὰρ τῷ τρόπῳ ὁ συνετὸς ἡδέως ἐλέγχεται.

Ὁ μισῶν ἔλεγχον, κατὰ πρόθεσιν ἔγκειται τῷ πάθει. ὁ δὲ ἀγαπῶν, δηλονότι κατὰ πρόληψιν παραφέρεται.

Μὴ θέλε ἀκούειν ἀλλότρια πονηρεύματα. τῷ γὰρ τοιούτῳ θελήματι, καὶ οἱ χαρακτῆρες τῶν πονηρευμάτων ἐνδιαγράφονται.

Κακοῖς λόγοις εὐηχηθείς, ἑαυτῷ ὀργίζου, καὶ μὴ τῷ λαλήσαντι. πονηρᾶς γὰρ ἀκοῆς, πονηρὸς καὶ ὁ ἀποκρισάριος.

Εἴ τις ματαιολόγοις ἀνθρώποις περιτύχῃ, ὑπεύθυνον ἑαυτὸν ἡγείσθω τῶν τοιούτων ῥημάτων· κἂν μὴ προσφάτως, ἀλλ᾽ ἐκ παλαιοῦ χρεωστήματος.

Ἐὰν ἴδῃς τινὰ καθ᾽ ὑπόκρισιν ἐπαινοῦντά σε, ἐν ἰδίῳ καιρῷ παρ᾽ ἐκείνου ψόγον ἐκδέχου.

Τὰ παρόντα θλιβερά, προσυνάλλασσε τοῖς μέλλουσιν ἀγαθοῖς· καὶ οὐδέποτέ σου τὸν ἀγῶνα χαυνώσει 14πλημμέλεια.

Ὅταν διὰ σωματικὴν παροχήν, ἄνθρωπον ὡς ἀγαθὸν ἐκτὸς τοῦ Θεοῦ ἐπαινέσῃς, ὕστερον ὁ αὐτὸς πονηρός σοι φανήσεται.

Πᾶν ἀγαθόν, παρὰ Κυρίου οἰκονομικῶς ἐπέρχεται. καὶ οἱ φέροντες αὐτά, εἰσὶν ἀγαθῶν διάκονοι.

Ἀγαθῶν καὶ κακῶν τὰς μετεμπλοκὰς ὁμαλῷ λογισμῷ ὑποδέχου· καὶ οὕτως ἀνατρέπει ὁ Θεὸς τὰς ἀνωμαλίας τῶν πραγμάτων.

Ἡ ἀνισότης τῶν λογισμῶν, τὰς τῶν ἰδικῶν μεταβολὰς ἐπιφέρει. Θεὸς γὰρ τὰ ἀκούσια τοῖς ἑκουσίοις προσφυῶς ἀπένειμε.

Τὰ αἰσθητά, τῶν νοερῶν εἰσὶν ἔγγονα, τὸ δέον φέροντα ψήφῳ Θεοῦ.

Καρδίας ἡδυπαθούσης, λογισμοί, καὶ λόγοι λοιμοὶ ἀναφύονται· καὶ ἐκ τοῦ καπνοῦ, τὴν ἐγκειμένην ὕλην ἐπιγινώσκομεν.

Παράμενε τῇ διανοίᾳ, καὶ οὐ κοπιάσεις ἐν πειρασμοῖς. ἐκεῖθεν δὲ ἀναχωρῶν, ὑπόμενε τὰ ἐπερχόμενα.

Εὔχου μὴ ἐλθεῖν σοι πειρασμόν. ἐλθόντα δέ, κατάδεξαι ὡς σόν, καὶ οὐκ ἀλλότριον.

Ἆρον τὴν ἔννοιαν ἀπὸ πάσης πλεονεξίας, καὶ τότε δυνήσῃ ἰδεῖν τὰς μεθοδείας τοῦ διαβόλου.

Ὁ λέγων, πάσας εἰδέναι τὰς μεθοδείας τοῦ διαβόλου, ὡς οὐκ οἶδεν ἑαυτὸν τέλειον εἰσφέρει.

Ὅταν ἐξέλθῃ ὁ νοῦς τῶν σωματικῶν φροντίδων, βλέπει κατὰ ἀναλογίαν τὰς τῶν ἐχθρῶν πανουργίας.

Ὁ λογισμοῖς συναπαγόμενος, ἐκτυφλοῦται ὑπ᾽ αὐτῶν· καὶ τὰς μὲν ἐνεργείας τῆς ἁμαρτίας βλέπει, τὰς δὲ αἰτίας αὐτῶν ἰδεῖν οὐ δύναται.

Ἔστιν ὁ ποιῶν προφανῶς ἐντολὴν δουλεύων πάθει, καὶ διὰ πονηρῶν λογισμῶν ἀγαθὴν πρᾶξιν ἀφανίζων.

Ἐμφερόμενος ἐν ἀρχῇ τοῦ κακοῦ, μὴ λέγε, οὐ μὴ νικήσει με. καθὸ γὰρ ἂν ἐμφέρῃ, κατὰ τοσοῦτον ἤδη νενίκησαι.

Ἔκαστον τῶν γινομένων ἀπὸ μικροῦ ἄρχεται, καὶ κατὰ μέρος τρεφόμενον, λαμβάνει τὴν αὔξησιν.

Δίκτυον ἐστι πολύπλοκον ἡ τῆς κακίας μέθοδος· καὶ ὁ μερικῶς ἐμπλακείς, ἐὰν ἀμελήσῃ, περιεκτικῶς σφίγγεται.

Μὴ θέλε ἀκούειν δυστυχίαν ἐχθρῶν ἀνθρώπων. οἱ γὰρ ἀκούοντες τῶν τοιούτων ρημάτων, καρποὺς τρυγῶσι τῆς ἰδίας προθέσεως.

Μὴ πᾶσαν θλίψιν ἐπέρχεσθαι τοῖς ἀνθρώποις δι᾽ ἁμαρτίας νόμιζε. εἰσὶ γὰρ τινὲς εὐαρεστοῦντες καὶ πειραζόμενοι. γέγραπται γάρ, ἀσεβεῖς καὶ ἄνομοι ἐκδιωχθήσονται. ὁμοίως, καὶ οἱ εὐσεβῶς θέλοντες ζῆν ἐν Χριστῷ, διωχθήσονται.

Ἐν καιρῷ θλίψεως, βλέπε τὴν προσβολὴν τῆς ἡδονῆς· ἐπειδὴ γὰρ παραμυθεῖται τὴν θλίψιν, εὐπαράδεκτος γίνεται.

Τινὲς φρονίμους λέγουσι, τοὺς διακριτικοὺς τῶν αἰσθητῶν πραγμάτων· φρόνιμοι δὲ εἰσίν, οἱ ἐπικρατοῦντες τῶν ἰδίων θελημάτων.

Πρὸ ἀναιρέσεως τῶν κακῶν, μὴ ὑπακούσῃς τῇ καρδίᾳ σου. οἵας γὰρ ἐνθήκας ἔχει, τοιαύτας καὶ προσθήκας ἐπιζητεῖ.

Ὥς περ εἰσὶν ὄφεις συναντῶντες ἐν νάπαις, καὶ εἰσὶν ἕτεροι φωλεύοντες ἐν οἰκίαις· οὕτως εἰσὶ πάθη λογιστικῶς μορφούμενα, καὶ εἰσὶν ἕτερα πρακτικῶς ἐνεργούμενα· εἰ καὶ ἐξ ἄλλων εἰς ἄλλας εἰκόνας μετεμορφώθησαν.

Ὅταν ἴδῃς τὰ ἐγκείμενα ὑποστατικῶς κινούμενα, καὶ εἰς πάθος προσκαλούμενα τὸν νοῦν ἡσυχάζοντα, γίνωσκε, ὅτι ὁ νοῦς ποτὲ καὶ τούτων προηγήσατο, καὶ εἰς πρᾶξιν ἤγαγε, καὶ τῇ καρδίᾳ ἐνέθηκεν.

Οὐ συνίσταται νέφος, ἐκτὸς αὕρας ἀνέμου· καὶ οὐ γεννᾶται πάθος, ἐκτὸς ἐννοίας.

Ἐὰν μηκέτι ποιῶμεν τὰ θελήματα τῆς σαρκὸς κατὰ τὴν Γραφήν, ῥᾳδίως ἐν Κυρίῳ ὑπολήξει τὰ προεγκείμενα.

Τὰ μὲν ὑποστατικὰ τοῦ νοὸς εἴδωλα, πονηρότερα εἰσὶ καὶ 15ἐγκρατέστερα. τὰ δὲ λογιστικά, τούτων αἴτια καὶ προηγητικὰ τυγχάνει.

Ἔστι κακία καρδιακῶς κατέχουσα, διὰ τὴν χρονίαν πρόληψιν· καὶ ἔστι κακία λογιστικῶς πολεμοῦσα, διὰ τῶν καθημερινῶν πραγμάτων.

Ὁ Θεὸς τὰς πράξεις 16καὶ τὰς προθέσεις λογίζεται. δώη σοι, γὰρ φησίν, ὁ Κύριος κατὰ τὴν καρδίαν σου.

Ὁ ἐν θεωρίᾳ συνειδήσεως μὴ ἐγκαρτερῶν, οὐδὲ τοὺς σωματικοὺς πόνους ὑπὲρ εὐσεβείας καταδέχεται.

Φυσικὴ βίβλος ἐστὶν ἡ συνείδησις. ὁ ἐμπράκτως ἀναγινώσκων αὐτήν, λαμβάνει πεῖραν θείας ἀντιλήψεως.

Ὁ μὴ αἱρούμενος τοὺς ὑπὲρ ἀληθείας πόνους ἑκουσίως, ὑπὸ τῶν ἀκουσίων χαλεπωτέρως παιδεύεται.

Ὁ γνοὺς τὸ θέλημα τοῦ Θεοῦ, καὶ κατὰ δύναμιν ποιῶν αὐτό, διὰ μικρῶν πόνων, τοὺς μεγάλους ἐκφεύξεται.

Ὁ ἐκτὸς προσευχῆς, καὶ ὑπομονῆς πειρασμοὺς νικῆσαι θέλων, οὐκ ἀπώσεται αὐτούς, ἀλλὰ πλέον ἐμπλακήσεται.

Ὁ Κύριος εἰς τὰς ἰδίας ἐγκέκρυπται ἐντολάς, καὶ τοῖς ζητοῦσιν αὐτόν, κατὰ ἀναλογίαν εὑρίσκεται.

Μὴ εἴπῃς, ἐποίησα ἐντολάς, καὶ οὐχ εὖρον τὸν Κύριον. γνῶσιν γὰρ μετὰ δικαιοσύνης, κατὰ τὴν Γραφήν, πολλάκις εὕρηκας. οἱ δὲ ὀρθῶς αὐτὸν ζητοῦντες, εὑρήσουσιν εἰρήνην.

Εἰρήνη ἐστὶ τῶν παθῶν ἀπαλλαγή, ἥτις ἐκτὸς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος οὐχ εὑρίσκεται.

Ἄλλο πρᾶξις ἐντολῆς, καὶ ἄλλο ἀρετή, κἂν ἐξ ἀλλήλων τὰς τῶν ἀγαθῶν ἀφορμὰς λαμβάνουσι.

Πρᾶξις ἐντολῆς λέγεται, ἐν τῷ πρᾶξαι τὸ προστεταγμένον· ἀρετὴ δέ, ἐν τῷ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γεγενημένον.

Ὥς περ εἷς μέν ἐστιν ὁ αἰσθητὸς πλοῦτος, κατὰ δὲ τὴν κτῆσιν πολυμερής· οὕτως μία ἐστὶν ἀρετή, πολυτρόπους ἔχουσα τὰς ἐργασίας.

Ὁ ἐκτὸς ἔργου σοφιζόμενος, καὶ λαλῶν λόγους, πλουτεῖ ἐξ ἀδικίας, καὶ οἱ πόνοι αὐτοῦ, κατὰ τὴν Γραφήν, εἰς οἴκους ἀλλοτρίους εἰσέρχονται.

Πάντα ὑπακούσεται τῷ χρυσίῳ, φησίν· καὶ τῇ χάριτι τοῦ Θεοῦ, 17τὰ νοητὰ διοικηθήσεται.

Συνείδησις ἀγαθή, διὰ προσευχῆς εὑρίσκεται· καὶ προσευχὴ καθαρά, διὰ συνειδήσεως. θάτερον γὰρ θατέρου κατὰ φύσιν 18προσδέχεται.

Ὁ Ἰακὼβ τῷ Ἰωσήφ, χιτῶνα ποικίλον ἐποίησε. καὶ ὁ Κύριος τῷ πραεῖ, γνῶσιν ἀληθείας χαρίζεται· καθὰ γέγραπται· ὅτι διδάξει Κύριος πραεῖς ὁδοὺς αὐτοῦ.

Πάντοτε ἐργάζου τὸ ἀγαθὸν κατὰ δύναμιν, καὶ ἐν καιρῷ τοῦ μείζονος, μὴ στρέφου ἐπὶ τὸ ἔλαττον. ὁ γὰρ στραφεὶς εἰς τὰ ὀπίσω, φησίν, οὐκ ἔστιν εὔθετος εἰς τὴν βασιλείαν τῶν Οὐρανῶν.

Notes

  1. ἐν ἄλλ. πειρασμοῖς.
  2. ἐν ἄλλ. παρακελεύεται.
  3. ἐν ἄλλ. πλῆξιν
  4. ἀπάγουσα.
  5. ἐν ἄλλ. πάσας τὰς ἐντολὰς κατορθῶσαι.
  6. ἐν ἄλλ. προεγκείμενα.
  7. ἐν ἄλλ. κατέχη.
  8. ἀναμφιβόλως.
  9. ἐν ἄλλ. ἀπιστεῖν οὐκ ὀφείλομεν.
  10. λύπας.
  11. ἴσ. αὖ.
  12. ἐν ἄλλ. ἐκδικῶν.
  13. ἐκφεύξεται.
  14. ἀμέλεια
  15. ἐν ἄλλ. ἐπικρατέστερα
  16. κρεῖττον. κατά.
  17. ἐν ἄλλ. τὰ νοήματα
  18. προσδέεται

· Contents ·