Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Mark the Ascetic, Τοῦ αὐτοῦ ἕτερος λόγος περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι, ἐν…

ΤΟΥ ΑΥΤΟΥ
ΠΕΡΙ ΤΩΝ ΟΙΟΜΕΝΩΝ ΕΞ ΕΡΓΩΝ ΔΙΚΑΙΟΥΣΘΑΙ. ΚΕΦΑΛΑΙΑ κσϛ΄.

Ἡ τῶν ἔξωθεν κακοπιστία, ἐν τοῖς ὑπογεγραμμένοις ἐλεγχθήσεται ὑπὸ τῶν βεβαιοπίστων καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν.

Ὁ Κύριος πᾶσαν ἐντολὴν ὀφειλομένην δεῖξαι θέλων, τὴν δὲ υἱοθεσίαν ἰδίῳ Αἵματι τοῖς ἀνθρώποις δεδωρημένην, φησίν· ὅταν πάντα ποιήσητε τὰ προστεταγμένα ὑμῖν, τότε εἴπατε, ὅτι δοῦλοι ἀχρεῖοι ἐσμέν, καὶ ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. διὰ τοῦτο οὐκ ἔστι μισθὸς ἔργων ἡ Βασιλεία τῶν Οὐρανῶν, ἀλλὰ χάρις Δεσπότου πιστοῖς δούλοις ἡτοιμασμένη.

Οὐκ ἀπαιτεῖ δοῦλος ὡς μισθὸν τὴν ἐλευθερίαν, ἀλλ᾽ εὐαρεστεῖ ὡς ὀφειλέτης. καὶ κατὰ χάριν ἐκδέχεται.

Χριστὸς ἀπέθανε κατὰ τὰς γραφὰς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καὶ τοῖς εὖ δουλεύουσιν αὐτῷ, ἐλευθερίαν χαρίζεται. φησὶ γάρ· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ. ἐπὶ ὀλίγα ἧς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Οὔπω δοῦλος ἐστὶ πιστός, ὁ ψιλῇ τῇ γνώσει ἐπερειδόμενος· ἀλλ᾽ ὁ δι᾽ ὑπακοῆς τῷ ἐντειλαμένῳ Χριστῷ πιστεύων.

Ὁ τὸν δεσπότην τιμῶν, ποιεῖ τὰ κελευόμενα. σφαλεὶς δέ, ἢ παρακούσας, ὑπομένει ὡς ἴδια τὰ ἐπερχόμενα.

Φιλομαθὴς ὢν, γίνου καὶ φιλόπονος. ἡ γὰρ ψιλὴ γνῶσις φυσιοῖ τὸν ἄνθρωπον.

Οἱ ἀπροσδοκήτως συμβαίνοντες ἡμῖν πειρασμοί, οἰκονομικῶς ἡμᾶς φιλοπόνους διδάσκουσιν εἶναι, καὶ μὴ βουλομένους εἰς μετάνοιαν ἕλκουσιν.

Αἱ ἐπερχόμεναι θλίψεις τοῖς ἀνθρώποις, τῶν ἰδίων κακῶν εἰσὶν ἔγγονα. ἐὰν δὲ αὐτὰς διὰ προσευχῆς ὑπομένωμεν, εὑρίσκομεν πάλιν ἀγαθῶν πραγμάτων ἐπιφοράν.

Τινὲς ἐπ᾽ ἀρετῇ ἐπαινεθέντες, ἡδύνθησαν, καὶ τὴν τῆς κενοδοξίας αὐτῶν ἡδονήν, ἔδοξαν εἶναι παράκλησιν. ἕτεροι ἐφ᾽ ἁμαρτίᾳ ἐλεγχθέντες, ἐπόνησαν, καὶ τὸν ἐπωφελῆ πόνον, ἐλογίσαντο εἶναι κακίας ἐνέργειαν.

Ὅσοι προφάσει ἀγώνων, τῶν ἀμελεστέρων κατεπαίρονται, οὗτοι ἐξ ἔργων σωματικῶν δικαιοῦσθαι νομίζουσιν. ὅσοι δὲ ἐπερειδόμενοι ψιλῇ τῇ γνώσει, τοὺς ἀγνοοῦντας εὐτελίζομεν, ἐκείνων πολὺ ἀφρονέστεροι τυγχάνομεν.

Ἐκτὸς τῶν κατ᾽ αὐτὴν ἔργων, οὔπω βεβαία ἡ γνῶσις, κἂν ἀληθὴς τυγχάνῃ. διότι παντὶ πράγματι, τὸ ἔργον ἐστὶν ἡ βεβαίωσις.

Πολλάκις ἐκ τῆς περὶ τὴν πρᾶξιν ἀμελείας, καὶ ἡ γνῶσις σκοτίζεται. ὧν γὰρ αἱ ἐργασίαι καθόλου παρελογίσθησαν, τούτων καὶ αἱ μνῆμαι κατὰ μέρος οἰχήσονται.

Ἡ Γραφὴ διὰ τοῦτο κατὰ γνῶσιν εἰδέναι τὸν Θεὸν ὑποτίθεται, ἵνα ὀρθῶς αὐτῷ διὰ τῶν ἔργων δουλεύωμεν.

Ὅταν προφανῶς ἐπιτελῶμεν ἐντολάς, τὰ μὲν ἰδικὰ παρὰ Κυρίου ἀναλόγως λαμβάνομεν, ὠφελούμεθα δέ, κατὰ τὸν σκοπὸν τῆς προαιρέσεως.

Ὁ θέλων τὶ πρᾶξαι καὶ μὴ δυνάμενος, ὡς ποιήσας ἐστὶ παρὰ τῷ καρδιογνώστῃ Θεῷ. τοῦτο δὲ καὶ ἐπ᾽ ἀγαθοῖς, καὶ ἐπὶ κακοῖς νοητέον.

Ὁ νοῦς ἐκτὸς τοῦ σώματος, ἀγαθὰ καὶ κακὰ ἐπιτελεῖ πολλά· τὸ δὲ σῶμα ἐκτὸς τοῦ νοός, οὐδὲν τούτων ἐκτελέσαι δύναται. διότι ὁ νόμος τῆς ἐλευθερίας, πρὸ τῆς πράξεως ἀναγινώσκεται.

Τινὲς μὴ ποιοῦντες τὰς ἐντολάς, πιστεύειν ὀρθῶς νομίζουσι· τινὲς δὲ ποιοῦντες, ὡς μισθὸν ὀφειλόμενον τὴν Βασιλείαν ἐκδέχονται. ἀμφότεροι δὲ τῆς ἀληθείας ἀπεσφάλησαν.

Παρὰ δεσπότου μισθὸς δούλοις οὐ κεχρεώστηται· οὐδ᾽ αὖ πάλιν οἱ μὴ δουλεύοντες ὀρθῶς, ἐλευθερίας τυγχάνουσιν.

Εἰ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, κατὰ τὰς Γραφάς, καὶ οὐ ζῶμεν ἑαυτοῖς ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι· δῆλον ὅτι δουλεύειν αὐτῷ ἕως θανάτου κεχρεωστήκαμεν. πῶς οὖν ὀφειλομένην τὴν υἱοθεσίαν λογισόμεθα;

Χριστὸς δεσπότης κατ᾽ οὐσίαν καὶ δεσπότης κατ᾽ οἰκονομίαν· ὅτι καὶ μὴ ὄντας ἐποίησε καὶ τῇ ἁμαρτίᾳ θανόντας, διὰ τοῦ ἰδίου Αἴματος ἐξηγόρασε καὶ τοῖς οὕτω πιστεύουσι τὴν χάριν ἐδωρήσατο.

Ὅταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, ὅτι ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὐκ ἔργα νοήσεις γεέννης, ἢ βασιλείας ἀντάξια, ἀλλ᾽ ἔργα τῆς εἰς αὐτὸν ἀπιστίας, ἢ πίστεως, ὁ Χριστὸς ἀποδίδωσιν ἑκάστῳ· οὐχ ὡς συναλλάκτης πραγμάτων, ἀλλ᾽ ὡς Θεὸς κτίστης καὶ ἀγοραστὴς ἡμῶν.

Ὅσοι τοῦ λουτροῦ τῆς παλλιγγενεσίας ἠξιώθημεν, τὰ ἀγαθὰ ἔργα οὐ δι᾽ ἀνταπόδοσιν προσφέρομεν, ἀλλὰ διὰ φυλακὴν τῆς δοθείσης ἡμῖν καθαρότητος.

Πᾶν ἔργον ἀγαθόν, ὃ διὰ τῆς ἡμετέρας ἐργαζόμεθα φύσεως, ἀπέχεσθαι μὲν ποιεῖ τοῦ ἐναντίου, προσθήκην δὲ ἁγιασμοῦ, ἐκτὸς χάριτος ποιῆσαι οὐ δύναται.

Ὁ ἐγκρατής, ἀπέχεται γαστριμαργίας. ὁ ἀκτήμων, πλεονεξίας. ὁ ἥσυχος πολυλογίας. ὁ ἁγνὸς φιληδονίας. ὁ σεμνός, πορνείας. ὁ αὐτάρκης φιλαργυρίας. ὁ πρᾶος ταραχῆς. ὁ ταπεινόφρων, κενοδοξίας. ὁ ὑποτακτικός, φιλονεικίας· ὁ ἐλεγκτικός, ὑποκρίσεως. ὁμοίως καὶ ὁ εὐχόμενος, ἀπέχεται ἀνελπιστίας. ὁ πτωχός, πολυχρηματίας. ὁ ὁμολογητής, ἀρνήσεως. ὁ μάρτυς εἰδωλολατρείας. βλέπεις πῶς πᾶσα ἡ ἕως θανάτου ἐπιτελουμένη ἀρετή, οὐδὲν ἕτερον, ἢ ἁμαρτίας ἐστὶν ἀποχή; ἁμαρτίας δὲ ἀποχή, φύσεως ἐστὶν ἔργον, οὐ Βασιλείας ἀντάλλαγμα.

Ἄνθρωπος μόλις φυλάσσει τὰ τῆς ἑαυτοῦ φύσεως, Χριστὸς δὲ διὰ σταυροῦ τὴν υἱοθεσίαν χαρίζεται.

Ἔστιν ἐντολὴ μερική, καὶ ἔστιν ἑτέρα περιεκτική. τῇ μὲν γὰρ μερικῶς κελεύει μεταδιδόναι τῷ μὴ ἔχοντι, τῇ δὲ ἐντέλλεται, πᾶσιν ἀποτάξασθαι τοῖς ὑπάρχουσιν.

Ἔστιν ἐνέργεια χάριτος, τῷ νηπίῳ ἀγνοουμένη· καὶ ἔστι τῆς κακίας 1ἑτέρα τῇ ἀληθείᾳ ἐξομοιουμένη. καλὸν δὲ τὰ τοιαῦτα μὴ ἐνοπτρίζεσθαι διὰ τὴν πλάνην· μήτε ἀναθεματίζειν διὰ τὴν ἀλήθειαν· ἀλλὰ πάντα δι᾽ ἐλπίδος προσφέρειν τῷ Θεῷ· αὐτὸς γάρ οἶδε τῶν ἀμφοτέρων τὸ χρήσιμον.

Ὁ διαπεράσαι θέλων τὴν νοητὴν θάλασσαν, μακροθυμεῖ, ταπεινοφρονεῖ, ἀγρυπνεῖ, ἐγκρατεύεται. ἐκτὸς δὲ τῶν τεσσάρων τούτων, ἐὰν εἰσελθεῖν βιάσηται, θορυβεῖ μετὰ τὴν καρδίαν, περάσαι δὲ οὐ δύναται.

Ἡσυχία, τῶν κακῶν ἀποκοπή. ἐὰν δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἐπὶ προσευχὴν προσλαμβάνηται, βοήθημα συντομώτερον οὐδὲν αὐτῆς πρὸς ἀπάθειαν.

Οὐκ ἔστιν ἡσυχάσαι τὸν νοῦν, ἄνευ τοῦ σώματος· οὐδὲ λῦσαι τὸ τούτων μεσότειχον, ἄνευ ἡσυχίας καὶ προσευχῆς.

Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός. οἱ δὲ πνεύματι περιπατοῦντες, ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσωσιν.

Οὐκ ἔστι τελεία προσευχὴ χωρὶς νοητῆς ἐπικλήσεως. ἀπερισπάστως δὲ βοώσης ἐννοίας, ἐπακούσεται Κύριος.

Ὁ νοῦς ἀπερισπάστως εὐχόμενος, θλίβει καρδίαν. καρδίαν δὲ συντετριμμένην καὶ τεταπεινωμένην, ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Καὶ ἡ προσευχὴ ἀρετὴ λέγεται, κἂν μήτηρ αὐτῶν τυγχάνει. ἀπογεννᾷ γὰρ αὐτὰς διὰ τῆς εἰς Χριστὸν συναφείας.

Ὃ ἐὰν πράξωμεν χωρὶς προσευχῆς, καὶ ἀγαθῆς ἐλπίδος, ὕστερον ἐπιβλαβές, καὶ ἀτελὲς τυγχάνει.

Ὅταν ἀκούσῃς, ὅτι ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι, μετόχους ἀρετῶν, καὶ μετόχους ἀγάπης νόει. ἀγάπη γὰρ ἐσχάτῃ μὲν ἀρετῶν τυγχάνει κατὰ τάξιν, πρώτη δὲ εὑρίσκεται πασῶν κατ᾽ ἀξίαν· τὰς προγεγενημένας ἑαυτῆς, ἐσχάτας ἀποδεικνύουσα.

Ἐὰν ἀκηδιάσῃς προσευχόμενος, ἢ ἀπὸ κακίας πολυτρόπως θλιβόμενος, μνημόνευσον τῆς ἐξόδου καὶ τῶν χαλεπῶν κολάσεων. κρεῖσσον δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ διὰ προσευχῆς, καὶ ἐλπίδος, ἢ μνήμας ἔχειν ἐξωτέρας, κἂν ἐπωφελεῖς τυγχάνωσιν.

Οὐδεμία τῶν ἀρετῶν μόνη καθ᾽ ἑαυτὴν ἀνοίγει τὴν φυσικὴν ἡμῶν θύραν, ἐὰν μὴ πᾶσαι ἀλλήλων ἀκολούθως ἐξήρτηνται.

Οὐκ ἔστιν ἐγκρατὴς ὁ λογισμοῖς τρεφόμενος. κἂν γὰρ ὠφέλιμοι ὦσιν, οὐκ εἰσὶ τῆς ἐλπίδος ὠφελιμώτεροι.

Ἔστιν ἁμαρτία πᾶσα εἰς θάνατον, ἡ ἀμετανόητος· περὶ ἧς κἂν Ἅγιος ὑπὲρ ἑτέρου προσεύξηται, οὐκ εἰσακούεται.

Ὁ ὀρθῶς μετανοῶν, οὐκ ἀντελλογεῖ τὸν κόπον ταῖς παλαιαῖς ἁμαρτίαις, ἀλλὰ δι᾽ αὐτοῦ τὸν Θεὸν ἐξευμενίζεται.

Εἰ ὅσα ἔχει ἡ φύσις ἡμῶν καλά, καθ᾽ ἡμέραν ποιεῖν αὐτὰ κεχρεωστήκαμεν, τί λοιπὸν περὶ τῶν προγεγενημένων κακῶν τῷ Θεῷ ἀνταποδώσομεν;

Ὅσην ἂν ὑπερβολὴν ἀρετῆς σήμερον ποιήσωμεν, παρελθούσης ἀμελείας, ἔλεγχος ἐστὶν, οὐκ ἀνταπόδοσις.

Ὁ θλιβόμενος νοερῶς, καὶ ἀναπαυόμενος σαρκικῶς, ὅμοιός ἐστι τῷ σωματικῶς θλιβομένῳ, καὶ νοερῶς διαχεομένῳ.

Ἡ ἐξ ἀμφοῖν θλίψις ἑκούσιος, συνεργεῖ πρὸς θάτερον, ἡ τῆς διανοίας τῇ σαρκικῇ, καὶ ἡ τῆς σαρκὸς τῇ κατὰ διάνοιαν· τὸ γὰρ σύνθετον αὐτῶν, μοχθηρότερον γίνεται.

Μεγάλη ἀρετὴ τὸ ὑπομένειν τὰ ἐπερχόμενα, καὶ ἀγαπᾶν τὸν πλησίον μισοῦντα, κατὰ τὸν λόγον τοῦ Κυρίου.

Ἀγάπης ἀνυποκρίτου τεκμήριον, ἀδικημάτων συγχώρησις. οὕτω γὰρ καὶ ὁ Κύριος τὸν κόσμον ἠγάπησε.

Οὐκ ἔστιν ἀπὸ καρδίας συγχωρῆσαι τινὰ παραπτώματα, ἐκτὸς γνώσεως ἀληθινῆς. αὕτη γὰρ ἴδια ἑκάστῳ τὰ ἐπερχόμενα δείκνυσιν.

Οὐδὲν ἀπολέσεις, ὧν ἂν ἀφῇς διὰ τὸν Κύριον. τῷ γὰρ ἰδίῳ καιρῷ, πολυπλασίως ἐλεύσεται.

Ὅταν ὁ νοῦς τοῦ τῆς εὐσεβείας σκοποῦ ἐπιλάθηται, τότε τὸ προφανὲς ἔργον τῆς ἀρετῆς ἀνόνητον γίνεται.

Εἰ παντὶ ἀνθρώπῳ βλαβερὰ ἡ κακοβουλία, πολλῷ μᾶλλον τοῖς τὴν ἀκρίβειαν ἐπανῃρημένοις.

Ἔργῳ φιλοσόφει περὶ βουλῆς ἀνθρώπου, καὶ ἀνταποδόσεως Θεοῦ. οὐκ ἔστι γὰρ ὁ λόγος τῆς ἐργασίας σοφώτερος, ἢ ὠφελιμώτερος.

Τοῖς ὑπὲρ εὐσεβείας πόνοις, ἐπακολουθεῖ ἀντίληψις. τοῦτο δὲ γνωστέον διὰ νόμου θείου καὶ συνειδήσεως.

Εἷς παρέλαβε φρόνημα, καὶ ἀνεπισκέπτως ἐκράτησεν. ἕτερος δὲ παρέλαβε, καὶ τῇ ἀληθείᾳ συνέκρινε. ζητητέον, τίς αὐτῶν εὐσεβεστέρως ἐποίησε;

Γνῶσις ἀληθὴς ὑπάρχει ἡ τῶν θλιβερῶν ὑπομονή· καὶ τὸ μὴ αἰτιᾶσθαι τοὺς ἀνθρώπους ἐπὶ ταῖς ἑαυτοῦ συμφοραῖς.

Ὁ ποιῶν ἀγαθόν, καὶ ζητῶν ἀνταπόδοσιν, οὐ δουλεύει Θεῷ, ἀλλὰ τῷ ἰδίῳ θελήματι.

Οὐκ ἔστιν ἁμαρτήσαντα τὴν ἀνταπόδοσιν διαδρᾶσαι, εἰμὴ διὰ μετανοίας προσηκούσης τῷ σφάλματι.

Τινὲς λέγουσιν, οὐ δυνάμεθα ποιῆσαι τὸ ἀγαθόν, ἐὰν μὴ ἐνεργῶς δεξώμεθα τὴν χάριν τοῦ Πνεύματος.

Ἀεὶ οἱ προαιρέσει ταῖς ἡδοναῖς ἐγκείμενοι, ὡς ἀβοήθητον παραιτοῦνται τὸ κατὰ δύναμιν.

Ἡ μὲν χάρις τοῖς ἐν Χριστῷ βαπτισθεῖσι, μυστικῶς δεδώρηται· ἐνεργεῖ δὲ κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν. καὶ κρυφίως μὲν ἡ χάρις βοηθεῖν ἡμῖν οὐ παύεται, ἐφ᾽ ἡμῖν δέ ἐστι ποιεῖν, ἢ μὴ ποιεῖν τὸ ἀγαθὸν κατὰ δύναμιν.

Πρῶτον μὲν θεοπρεπῶς ἐγείρει τὴν συνείδησιν. ὅθεν καὶ κακοποιοὶ μετανοήσαντες, τῷ Θεῷ εὐηρέστησαν.

Πάλιν ἐν διδασκαλίᾳ τοῦ πλησίον ἐγκέκρυπται. ἔστι δὲ ὅτε καὶ ἐν ἀναγνώσει τῇ διανοίᾳ παρέπεται, καὶ διὰ φυσικῆς ἀκολουθίας διδάσκει τὸν νοῦν τὴν ἑαυτῆς ἀλήθειαν. εἰ οὖν τῆς μερικῆς ταύτης ἀκολουθίας μὴ κρύψωμεν τὸ τάλαντον, εἰς τὴν χαρὰν τοῦ Κυρίου ἐνεργῶς εἰσελευσόμεθα.

Ὁ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν τὰς ἐνεργείας τοῦ Πνεύματος ἐπιζητῶν, ὅμοιός ἐστι δούλῳ ἀργυρωνήτῳ, ὃς ἅμα τῷ ἀγορασθῆναι, σὺν ταῖς ὠναῖς καὶ τὴν ἐλευθερίαν γραφῆναι ζητεῖ.

Ὁ τὰς ἔξωθεν ἐπιφορὰς δικαιοσύνῃ Θεοῦ παραγινομένας εὑρηκώς, οὗτος ζητῶν τὸν Κύριον, εὗρε γνῶσιν μετὰ δικαιοσύνης.

Ἐὰν νοήσῃς κατὰ τὴν Γραφήν, ὅτι ἐν πάσῃ τῇ γῇ τὰ κρίματα τοῦ Κυρίου, γενήσεταί σοι πᾶσα σύμβασις, θεογνωσίας διδάσκαλος.

Κατὰ τὴν ἑκάστου ἔννοιαν, ἀπαντᾷ τὸ ὀφειλόμενον. τὴν δὲ ποικιλίαν τῆς ἁρμοδίου ἐπιφορᾶς, μόνος ὁ Θεὸς ἐπίσταται.

Ὅταν ἀτιμίαν τινὰ παρὰ τῶν ἀνθρώπων πάθῃς, εὐθὺς τὴν ἐπιφορὰν τῆς παρὰ Θεοῦ δόξης ἐννόησον· καὶ ἐπὶ μὲν τῇ ἀτιμίᾳ, ἄλυπος καὶ ἀτάραχος ἔσῃ· ἐπὶ δὲ τῇ δόξῃ, πιστὸς καὶ ἀκατάκριτος ἔσῃ, ὅταν ἐλεύσεται.

Ἐπαινούμενος ὑπὸ πλήθους κατ᾽ εὐδοκίαν Θεοῦ, μηδὲν ἐπιδεικτικὸν ἐπιμίξῃς τῇ κυριακῇ οἰκονομίᾳ· ἵνα μὴ πάλιν ἐκ μεταβολῆς, εἰς τὸ ἐναντίον ἐμπέσῃς.

Σπόρος οὐκ αὐξηθήσεται, δίχα γῆς καὶ ὕδατος· καὶ οὐκ ὠφεληθήσεται ἄνθρωπος ἐκτὸς ἑκουσίων πόνων, καὶ θείας ἀντιλήψεως.

Οὐκ ἔστι χωρὶς νέφους ἐπιχεθῆναι βροχήν, οὐδὲ χωρὶς συνειδήσεως ἀγαθῆς, εὐαρεστῆσαι Θεῷ.

Μὴ ἀπαναίνου μανθάνειν, κἂν λίαν φρόνιμος τυγχάνῃς. ἡ γὰρ οἰκονομία τοῦ Θεοῦ ὠφελιμωτέρα ἐστὶ τῆς ἡμετέρας φρονήσεως.

Ὅταν ὑφ᾽ ἡδονῆς τινὸς ἡ καρδία παρακινηθῇ τοῦ τῆς φιλοπονίας τόπου, τότε λίθου βαρυτάτου δίκην ἐπὶ κατάβασιν ὀλισθήσαντος, δυσεπικράτητος γίνεται.

Ὥσπερ μόσχος ἄπειρος, βοτάναις ἐπιτρέχων, κατήντησεν εἰς ἀμφίκρυμνον τόπον· οὕτως εὑρίσκεται ψυχὴ κατὰ μικρὸν ὑπὸ λογισμῶν ἀποβουκολουμένη.

Ὅταν ὁ νοῦς ἀνδρισάμενος ἐν Κυρίῳ, ἀποσπᾶ τὴν ψυχὴν ἀπὸ χρονίας προλήψεως, τότε ἡ καρδία ὡς ὑπὸ δημίων κολάζεται, τεινόντων αὐτὴν ἔνθα, καὶ ἔνθα, τοῦ νοός, καὶ τοῦ πάθους.

Ὥσπερ οἱ ἐν θαλάσση πλέοντες, ἐλπίδι κέρδους, ἡδέως ὑπομένουσι τὸν ἡλιακὸν καύσωνα· οὕτως οἱ μισοῦντες τὴν κακίαν, ἀγαπῶσιν ἔλεγχον. διότι ἐναντιοῦται, ὁ μέν, τοῖς ἀνέμοις, ὁ δέ, τοῖς πάθεσιν.

Ὥσπερ φυγὴ ἐν χειμῶνι ἢ ἐν σαββάτῳ, ὀδύνη γίνεται τῇ σαρκί, καὶ βεβήλωσις τῇ ψυχῇ· οὕτως ἐπανάστασις παθῶν ἐν γηραλέῳ σώματι καὶ ψυχῇ καθιερωμένῃ.

Οὐδεὶς οὕτως ἀγαθὸς καὶ οἰκτίρμων, ὡς ὁ Κύριος. τῷ δὲ μὴ μετανοοῦντι, οὐδὲ αὐτὸς ἀφίησι.

Πολλοὶ λυπούμεθα ἐπὶ ταῖς ἁμαρτίαις, τὰς δὲ αἰτίας αὐτῶν ἡδέως καταδεχόμεθα.

Ἀσπάλαξ ὑπὸ γῆν ἕρπων, τυφλὸς ὤν, ἀστέρας ἰδεῖν οὐ δύναται, καὶ ὁ μὴ πιστεύων περὶ προσκαίρων, οὔτε περὶ τῶν αἰωνίων πιστεύειν δύναται.

Χάρις πρὸ χάριτος ἡ ἀληθὴς γνῶσις δεδώρηται τοῖς ἀνθρώποις παρὰ Θεοῦ· πρὸ πάντων τῷ δωρησαμένῳ πιστεύειν τοὺς μετόχους αὐτῆς ἐκδιδάσκουσα.

Ὅταν ἐφάμαρτος ψυχὴ τὰς ἐπερχομένας θλίψεις οὐ καταδέχεται, τότε οἱ Ἄγγελοι περὶ αὐτῆς λέγουσιν· ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη.

Νοῦς ἐπιλανθανόμενος τῆς ἀληθοῦς γνώσεως, ὑπὲρ τῶν ἐναντίων, ὡς συμφερόντων τοῖς ἀνθρώποις διαμάχεται.

Ὥσπερ ἐν ὕδατι πῦρ χρονίσαι οὐ δύναται, οὕτως οὔτε λογισμὸς αἰσχρὸς ἐν φιλοθέῳ καρδίᾳ. διότι πᾶς φιλόθεος, ἔστι καὶ φιλόπονος. ἑκούσιος δὲ πόνος, ἐχθρὸς ἡδονῆς κατὰ φύσιν ὑπάρχει.

Πάθος ἔργῳ νομὴν κρατῆσαν διὰ τοῦ θελήματος, ὕστερον καὶ μὴ θέλοντι τῷ μετόχῳ, βιαίως κατεπαίρεται.

Τῶν ἀκουσίων λογισμῶν τὰς αἰτίας ἀγαπῶμεν, καὶ διὰ τοῦτο ἐπέρχονται· τῶν δὲ ἑκουσίων, δηλονότι καὶ τὰ πράγματα.

Οἴησις καὶ ἀλαζονεία, βλασφημίας εἰσὶν αἴτια. φιλαργυρία δὲ καὶ κενοδοξία, ἀσπλαγχνίας, καὶ ὑποκρίσεως.

Ὅταν ἴδῃ ὁ διάβολος, ὅτι ὁ νοῦς ἐκ καρδίας προσηύξατο, τότε μεγάλους, καὶ κακοτέχνους πειρασμοὺς ἐπιφέρει. μικρὰς γὰρ ἀρετάς, μεγάλαις ἐπιφοραῖς ἀναιρεῖν οὐ βούλεται.

Λογισμὸς ἐγχρονίζων, δηλοῖ τὴν τοῦ ἀνθρώπου προσπάθειαν. ταχέως δὲ ἀναιρούμενος, σημαίνει πόλεμον, καὶ ἐναντιότητα.

Τρεῖς εἰσὶ νοητοὶ τόποι, εἰς οὓς ὁ νοῦς ἐκ μεταβολῆς εἰσέρχεται· κατὰ φύσιν, ὑπὲρ φύσιν, καὶ παρὰ φύσιν. καὶ ὅταν μὲν εἰς τὸν κατὰ φύσιν εἰσέλθῃ, εὑρίσκει ἑαυτὸν αἴτιον τῶν πονηρῶν λογισμῶν· καὶ ἐξομολογεῖται τῷ Θεῷ τὰς ἁμαρτίας, ἐπιγινώσκων τὰς αἰτίας τῶν παθῶν. ὅταν δὲ εἰς τὸν παρὰ φύσιν γένηται, ἐπιλανθάνεται τῆς δικαιοσύνης τοῦ Θεοῦ, καὶ τοῖς ἀνθρώποις διαμάχεται ὡς ἀδικοῦσιν αὐτόν. ὅταν δὲ εἰς τὸν ὑπὲρ φύσιν ἀχθῇ, εὑρίσκει τοὺς καρποὺς τοῦ Ἁγίου Πνεύματος, οὓς εἶπεν ὁ Ἀπόστολος, ἀγάπην, χαράν, εἰρήνην, καὶ τὰ ἑξῆς. καὶ οἶδεν, ὅτι ἐὰν προκρίνῃ τὰς σωματικὰς φροντίδας, ἐμμένειν ἐκεῖ οὐ δύναται. καὶ ὁ ἀναχωρῶν τοῦ τόπου ἐκείνου ἐμπίπτει εἰς τὴν ἁμαρτίαν, καὶ εἰς τὰς ἐπακολουθούσας αὐτῇ δεινὰς συμβάσεις, κἂν μὴ προσφάτως, ἀλλὰ τῷ ἰδίῳ καιρῷ, καθὼς οἶδεν ἡ τοῦ Θεοῦ δικαιοσύνη.

Τοσοῦτον ἡ ἑκάστου γνῶσις ἀληθὴς τυγχάνει, ὅσον αὐτὴν πραότης, καὶ ταπείνωσις, καὶ ἀγάπη βεβαιοῦσι.

Πᾶς ὁ βαπτισθεὶς ὀρθοδόξως, ἔλαβε μυστικῶς πᾶσαν τὴν χάριν. πληροφορεῖται δὲ λοιπόν, κατὰ τὴν ἐργασίαν τῶν ἐντολῶν.

Ἐντολὴ Χριστοῦ κατὰ συνείδησιν ἐπιτελουμένη, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῆς καρδίας, δωρεῖται παράκλησιν· πλὴν ἕκαστον αὐτῶν ἐν ἰδίῳ καιρῷ παραγίνεται.

Ἔχε παράμονον δέησιν, ἐν παντὶ πράγματι, ὡς μηδὲν ἐπιτελεῖν ἐκτὸς βοηθείας Θεοῦ.

Οὐδὲν προσευχῆς εἰς ἐνέργειαν δυνατώτερον· καὶ πρὸς εὐδοκίαν Θεοῦ, οὐδὲν αὐτῆς ὠφελιμώτερον.

Πᾶσα ἐργασία ἐντολῶν, ἐν αὐτῇ περιέχεται. τῆς γὰρ εἰς Θεὸν ἀγάπης, οὐδέν ἐστιν ἀνώτερον.

Προσευχὴ ἀρρέμβαστος, σημεῖον φιλοθείας τῷ παραμένοντι. ἀμέλεια δὲ αὐτῆς καὶ ῥεμβασμός, φιληδονίας τεκμήριον.

Ὁ ἀθλίπτως ἀγρυπνῶν, καὶ μακροθυμῶν, καὶ προσευχόμενος, Πνεύματος Ἁγίου ἐναργῶς μέτοχος τυγχάνει. ὁ δὲ θλιβόμενος ἐν τούτοις, καὶ θελήματι ὑπομένων, καὶ οὗτος ταχέως τυγχάνει ἀντιλήψεως.

Ἐντολὴ ἐντολῆς ἀποδέδεικται διαφορωτέρα. διὸ καὶ πίστις πίστεως βεβαιοτέρα εὑρίσκεται.

Ἔστι πίστις ἐξ ἀκοῆς. κατὰ τὸν Ἀπόστολον, καὶ ἔστι πίστις ἐλπιζομένων ὑπόστασις.

Καλὸν διὰ λόγων ὠφελεῖν τοὺς πυνθανομένους· κρεῖσσον δὲ τὸ διὰ προσευχῆς, καὶ ἀρετῆς συνεργεῖν αὐτοῖς. ὁ γὰρ διὰ τούτων ἑαυτὸν προσφέρων Θεῷ, βοηθεῖ καὶ τῷ πέλας διὰ τοῦ οἰκείου βοηθήματος.

Εἰ θέλεις συντόμῳ λόγῳ ὠφελῆσαι τὸν φιλομαθῆ, ὑπόδειξον αὐτῷ προσευχήν, καὶ πίστιν ὀρθήν, καὶ τῶν ἐπερχομένων ὑπομονήν. πάντα γὰρ λοιπὸν τὰ καλὰ διὰ τούτων εὑρίσκεται.

Περὶ ὧν τις ἤλπισεν εἰς Θεόν, οὐκ ἔτι περὶ ἐκείνων τῷ πλησίον διαμάχεται.

Εἰ πᾶν ἀκούσιον ἐκ τῶν ἑκουσίων ἔχει τὴν αἰτίαν, κατὰ τὴν Γραφήν, οὐδεὶς οὕτως ἐχθρὸς ἀνθρώπου, ὡς αὐτὸς ἑαυτοῦ τυγχάνει.

Πάντων τῶν κακῶν προηγεῖται ἄγνοια· δευτέρα δὲ ταύτης ἐστὶν ἡ ἀπιστία.

Φεῦγε πειρασμὸν δι᾽ ὑπομονῆς, καὶ δεήσεως. εἰ δὲ ἐκτὸς τούτων ἀντιτάσσῃ, περισσοτέρως ἐπέρχεται.

Ὁ πρᾶος κατὰ Θεόν, τῶν σοφῶν ἐστὶ σοφώτερος· καὶ ὁ ταπεινὸς τῇ καρδίᾳ, τῶν δυνατῶν δυνατώτερος. ἐπειδὴ τὸν ζυγὸν τοῦ Χριστοῦ κατὰ γνῶσιν βαστάζουσιν.

Ὅσα ἐκτὸς προσευχῆς ἢ λαλοῦμεν, ἢ πράττομεν, ὕστερον ἢ σφαλερά, ἢ ἐπιβλαβῆ τυγχάνουσι· καὶ ἡμᾶς ἀγνώστως διὰ τῶν πραγμάτων ἐλέγχουσιν.

Ἐξ ἔργων, καὶ λόγων, καὶ ἐννοίας, δίκαιος εἷς. ἐκ δὲ πίστεως, καὶ χάριτος, καὶ μετανοίας, πολλοὶ δίκαιοι.

Ὥς περ μετανοοῦντι ὑψηλοφρονεῖν ἀλλότριον, οὕτως ἑκουσίως ἁμαρτάνοντι, ταπεινοφρονεῖν ἀδύνατον.

Οὐκ ἔστι συνειδήσεως κατάγνωσις ἡ ταπεινοφροσύνη· ἀλλὰ 2χάρις Θεοῦ, καὶ συμπαθείας ἐπίγνωσις.

Ὅπερ ἐστὶν οἶκος αἰσθητὸς τῷ κοινῷ ἀέρι, τοῦτο νοῦς λογικὸς τῇ θείᾳ χάριτι· καὶ ὅσον ἂν ἐκβάλῃς τὴν ὕλην, τοσοῦτον αὐτομολήσει· καὶ ὅσον ἂν ἐμβάλῃς, τοσοῦτον ὑποχωρήσει.

Ὕλη οἴκου, σκεύη, καὶ βρώματα. ὕλη δὲ νοός, κενοδοξία, καὶ ἡδονή.

Χώρημα καρδίας, ἐλπὶς εἰς Θεόν. στενοχωρία δὲ αὐτῆς, φροντὶς σωματική.

Μία μέν ἐστι καὶ ἀναλλοίωτος ἡ χάρις τοῦ Πνεύματος, ἐνεργεῖ δὲ ἑκάστῳ, καθὼς βούλεται.

Ὥς περ ὑετὸς ἐπιχεθεὶς τῇ γῇ, τοῖς φυτοῖς προσφυᾶ παρέχει ποιότητα, γλυκεῖαν μὲν τοῖς γλυκέσι, στυφὴν δὲ τοῖς στυφοτέροις· οὕτως ἡ χάρις ταῖς καρδίαις τῶν πιστῶν, ἀτρέπτως ἐπιβάλλουσα, ἁρμοζούσας ταῖς ἀρεταῖς τὰς ἐνεργείας χαρίζεται.

Τῷ διὰ Χριστὸν πεινῶντι, γίνεται τροφή· καὶ τῷ διψῶντι, πόμα ἡδύτατον· τῷ ῥιγοῦντι, ἔνδυμα· καὶ τῷ κοπιῶντι, ἀνάπαυσις· τῷ προσευχομένῳ, πληροφορία· καὶ τῷ πενθοῦντι, παράκλησις.

Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης 3παρὰ τοῦ Ἁγίου Πνεύματος, ὅτι ἐκάθησεν ἐφ᾽ ἕνα ἕκαστον τῶν Ἀποστόλων. ἢ ὅτι ἐφήλατο ἐπὶ τὸν Προφήτην, ἢ ἐνεργεῖ, ἢ λυπεῖται, ἢ σβέννυται, ἢ παροξύνεται· καὶ πάλιν· τοὺς μὲν ἀπαρχὴν ἔχοντας· τοὺς δὲ πλήρεις Πνεύματος Ἁγίου· μὴ τομήν, ἢ τροπήν, ἢ ἀλλοίωσίν τινα ἐννοήσεις περὶ τοῦ Πνεύματος, ἀλλὰ πίστευε καθ᾽ ὃν προειρήκαμεν τρόπον, ἄτρεπτον, καὶ ἀναλλοίωτον, καὶ παντοδύναμον. διὸ καὶ ἐν ταῖς ἐνεργείαις, καὶ μένει ὅ ἐστι, καὶ ἑκάστῳ τὸ δέον ἀποσώζει θεοπρεπῶς. αὐτὸ μὲν γὰρ ἡλίου δίκην ἐπὶ τοὺς βαπτισθέντας τελείως ἐκκέχυται, ἕκαστος δὲ ἡμῶν καθὸ ἂν τὰ ἐπισκοτοῦντα πάθη μισήσας περιαίρῃ, ἀναλόγως φωτίζεται. καθὸ δὲ ἀγαπῶν αὐτὰ 4διαλογίζεται, ὁμοίως σκοτίζεται.

Ὁ μισῶν τὰ πάθη, περιαίρει τὰς τούτων αἰτίας. ὁ δὲ ταῖς αἰτίαις ἐγκείμενος, ὑπὸ τῶν παθῶν καὶ μὴ βουλόμενος πολεμεῖται.

Ὅταν ὑπὸ τῶν πονηρῶν λογισμῶν ἐνεργούμεθα, ἑαυτούς, καὶ μὴ πατρῷαν ἁμαρτίαν αἰτιώμεθα.

Ῥίζαι τῶν λογισμῶν εἰσὶν αἱ προφανεῖς κακίαι· ἃς χερσὶ καὶ ποσὶ καὶ στόματι, ἐκδικοῦμεν ἑκάστοτε.

Οὐκ ἔστι προσομιλεῖν πάθει κατὰ διάνοιαν, μὴ ἀγαπῶντα τὰς τούτου αἰτίας.

Τίς γὰρ αἰσχύνης καταφρονῶν, κενοδοξίᾳ προσομιλεῖ; ἢ τίς ἐξουδένωσιν ἀγαπῶν, ἐπὶ ἀτιμίᾳ ταράσσεται; τίς δὲ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ἔχων, ἡδονὴν σαρκὸς παραδέχεται; ἢ τίς Χριστῷ πιστεύων, μεριμνᾷ περὶ προσκαίρων, ἢ διαμάχεται;

Ὁ ἀθετούμενος ὑπό τινος, καὶ μήτε λόγῳ, μή τε ἐννοίᾳ τῷ ἀθετοῦντι φιλονεικῶν, γνῶσιν ἀληθῆ κέκτηται, καὶ πίστιν βεβαίαν ἐπιδείκνυται τῷ Δεσπότῃ.

Ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι, ἑκάστῳ τὸ δίκαιον τοῦ Θεοῦ ἀποσώζοντος.

Εἰ οὔτε τῷ ἀδικοῦντι ἔστι περίσσεια, οὔτε τῷ ἀδικουμένῳ ὑστέρημα, ἐν εἰκόνι μὲν διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται.

Ὅταν ἴδῃς τινὰ ἐν πολλαῖς ἀτιμίαις ὀδυνώμενον, γίνωσκε, ὅτι λογισμοῖς κενοδοξίας ἐμφορηθείς, ἀηδῶς τῶν καρδιακῶν σπερμάτων θερίζει τὰ δράγματα.

Ὁ σωματικαῖς ἡδοναῖς πέρα τοῦ δέοντος ἐναπολαύσας, ἑκατονταπλασίοις πόνοις ἀποτίσει τὴν περίσσειαν.

Ὁ ἀρχικός, ὑποτακτικῷ χρεωστεῖ λέγειν τὸ ὀφειλόμενον· παρακουόμενος δέ, τὴν ἐπιφορὰν τῶν κακῶν προαγγέλλειν.

Ὁ ἀδικούμενος παρά τινος. καὶ μὴ παραζητῶν τῷ ἀδικοῦντι τὸ δέον, ἐκείνῳ τῷ μέρει πιστεύει τῷ Χριστῷ, καὶ ἑκατονταπλασίονα λαμβάνει ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομεῖ.

Μνήμη Θεοῦ ἐστί, πόνος καρδίας ὑπὲρ εὐσεβείας γινόμενος. πᾶς δὲ ὁ ἐπιλανθανόμενος τοῦ Θεοῦ, ἡδυπαθεῖ, καὶ ἀνάλγητος γίνεται.

Μὴ λέγε, ὅτι ὁ ἀπαθής, θλίβεσθαι οὐ δύναται. κἂν γὰρ μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ᾽ ὑπὲρ τοῦ πλησίον τοῦτο κεχρεώστηκεν.

Ὅταν ὁ ἐχθρὸς τῶν ἐν τῇ λήθῃ ἁμαρτημάτων πολλὰ κρατήσῃ χειρόγραφα, τότε καὶ ἐν τῇ μνήμῃ τὰ αὐτὰ ποιεῖν τὸν χρεωφειλέτην ἀναγκάζει, τῷ τῆς ἁμαρτίας νόμῳ εὐλόγως ἀποχρώμενος.

Εἰ βούλει διηνεκῶς μνημονεύειν Θεοῦ, μὴ ἀπώθει ὡς ἀδίκους τὰς ἐπιφοράς, ἀλλ᾽ ὡς δικαίως ἐρχομένας ὑπόμενε. ἡ μὲν γὰρ ὑπομονή, δι᾽ ἑκάστης συμβάσεως, τὴν μνήμην ἀνακινεῖ. ἡ δὲ 5παραίτησις μειοῖ τὸ νοερὸν τῆς καρδίας φρόνημα, καὶ διὰ τῆς ἀνέσεως τὴν λήθην ἐργάζεται.

Ἐὰν θέλῃς παρὰ Κυρίου ἐπικαλυφθῆναι τὰς ἁμαρτίας σου, μὴ φανεροποιήσῃς ἀνθρώποις, ἐὰν ἔχῃς ἀρετήν. ὃ γὰρ ἂν πράττωμεν ἐπὶ ταύταις, τοῦτο καὶ ἐπ᾽ ἐκείναις ὁ Θεὸς ἐργάζεται.

Κρύψας ἀρετήν, μὴ ἐπαίρου ὡς δικαιοσύνην ἐκτελῶν. δικαιοσύνη γάρ ἐστιν οὐ μόνον τὸ κρύπτειν τὰ καλά, ἀλλὰ καὶ τὸ μηδὲν ἐννοεῖν τῶν ἀπηγορευμένων.

Μὴ χαῖρε, ὅταν εὖ ποιήσῃς τινί, ἀλλ᾽ ὅταν ἀμνησικάκως ὑπομείνῃς τὴν παρεπομένην ἐναντιότητα. ὃν τρόπον γὰρ αἱ νύκτες τὰς ἡμέρας, οὕτως αἱ κακίαι τὰς εὐποιίας διαδέχονται.

Κενοδοξία, καὶ φιλαργυρία, καὶ ἡδονή, ἄσπιλον εὐποιίαν διαμεῖναι οὐκ ἀφίουσι, εἰμὴ πρότερον αὖται φόβῳ Θεοῦ καταπέσωσι.

Εἰς τὰς ἀκουσίους ὀδύνας, τὸ ἔλεος τοῦ Θεοῦ ἐγκέκρυπται· τὸν ὑπομένοντα, εἰς μετάνοιαν ἕλκον, καὶ ἀπαλλάττον τῆς αἰωνίου κολάσεως.

Τινὲς ἐργαζόμενοι τὰς ἐντολάς, ἐν ζυγῷ ἀντιρρέψαι αὐτὰς ταῖς ἁμαρτίαις ἐκδέχονται· τινὲς δὲ δι᾽ αὐτῶν, τὸν ἀποθανόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἐξευμενίζονται. ζητητέον, τίς αὐτῶν ἔχει ὀρθὸν τὸ φρόνημα;

Γεέννης φόβος, καὶ βασιλείας ἔρως, παρέχουσι τὴν τῶν θλιβερῶν ὑπομονήν. καὶ τοῦτο, οὐκ ἐξ ἑαυτῶν, ἀλλ᾽ ἐκ τοῦ γινώσκοντος τοὺς διαλογισμοὺς ἡμῶν.

Ὁ πιστεύων περὶ τῶν μελλόντων, τῶν ὧδε ἡδέων ἀδογματίστως ἀπέχεται. ὁ δὲ ἀπιστῶν, ἡδὺς καὶ ἀνάλγητος γίνεται.

Μὴ εἴπῃς, πῶς ἡδυπαθήσει ὁ πένης, μὴ ἔχων τὰ αἴτια; δύναται γάρ τις καὶ διὰ τῶν λογισμῶν ἀθλιωτέρως ἡδυπαθεῖν.

Ἕτερον ἐστι γνῶσις πραγμάτων, καὶ ἔτερον ἀληθείας ἐπίγνωσις. καθόσον διαφέρει τῆς σελήνης ὁ ἥλιος, κατὰ τοσοῦτον τῆς προτέρας ἡ δευτέρα ὠφελιμωτέρα τυγχάνει.

Ἡ τῶν πραγμάτων γνῶσις, κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν προσγίνεται· ἡ δὲ τῆς ἀληθείας ἐπίγνωσις, κατὰ τὸ μέτρον τῆς εἰς Χριστὸν ἐλπίδος.

Εἰ θέλεις σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πειρῶ πάντοτε ὑπερβαίνειν τὰ αἰσθητά, καὶ διὰ μόνης ἐλπίδος κολλᾶσθαι τῷ Θεῷ. οὕτως γὰρ ἀκοντὶ μὲν παρατρεπόμενος, εὑρήσεις ἀρχάς καὶ ἐξουσίας διὰ τῶν προσβολῶν πολεμούσας σοι· ταύτας δὲ διὰ προσευχῆς νικῶν, καὶ μένων εὔελπις, ἕξεις τὴν τοῦ Θεοῦ χάριν, τῆς μελλούσης ὀργῆς ρυομένην σε.

Ὁ συνιὼν τὸ ὑπὸ τοῦ Ἁγίου Παύλου μυστικῶς εἰρημένον, τὴν πάλην πρὸς τὰ πνευματικὰ τῆς πονηρίας εἶναι φήσαντος, γνώσεται καὶ τὴν παραβολὴν τοῦ Κυρίου, ἣν ἔλεγε πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν.

Ὁ νόμος τυπικῶς ἐξ ἡμέρας ἐργάζεσθαι, τῇ δὲ ἑβδόμῃ σχολάζειν παρακελεύεται. διότι ψυχῆς ἔργον ἐστὶν ἡ διὰ χρημάτων, ἦτοι πραγμάτων εὐποιία. σχολὴ δὲ αὐτῆς καὶ κατάπαυσις, τὸ πωλῆσαι πάντα καὶ δοῦναι πτωχοῖς, κατὰ τὸν λόγον τοῦ Κυρίου, καὶ διὰ τῆς ἀκτημοσύνης καταπαύσαντα, τῇ νοερᾷ σχολάζειν ἐλπίδι. εἰς ταύτην οὖν τὴν κατάπαυσιν, καὶ ὁ Παῦλος, μετὰ σπουδῆς ἡμᾶς εἰσελθεῖν προτρέπεται λέγων· σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν.

Ταῦτα δὲ εἰρήκαμεν. οὐκ ἀποκλείοντες τὰ μέλλοντα· οὔτε ὧδε τὴν καθολικὴν ἀνταπόδοσιν εἶναι ὁρίζοντες· ἀλλ᾽ ὅτι χρὴ πρῶτον ἐν τῇ καρδίᾳ, ἐνεργοῦσαν ἔχειν τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, καὶ οὕτω κατὰ ἀναλογίαν εἰσελθεῖν εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν. τοῦτο φανεροποιῶν καὶ ὁ Κύριος ἔλεγεν· ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστίν. τοῦτο καὶ ὁ Ἀπόστολος ἔλεγεν· ἔστι πίστις ἐλπιζομένων ὑπόστασις· καὶ πάλιν· οὕτω τρέχετε, ἵνα καταλάβητε· καὶ πάλιν· δοκιμάζετε ἑαυτούς, εἰ ἐστὲ ἐν τῇ πίστει· ἢ οὐκ ἐπιγινώσκετε, ὅτι Ἰησοῦς Χριστὸς οἰκεῖ ἐν ὑμῖν; εἰμήτοι ἄρα ἀδόκιμοι ἐστέ.

Ὁ ἀλήθειαν ἐπεγνωκώς, ταῖς θλιβεραῖς ἐπιφοραῖς οὐκ ἀντιτάσσεται. οἶδε γὰρ ὅτι εἰς φόβον Θεοῦ ὁδηγοῦσι τὸν ἄνθρωπον.

Αἱ πάλαι ἁμαρτίαι κατ᾽ εἶδος μνημονευθεῖσαι, βλάπτουσι τὸν εὔελπιν. μετὰ λύπης μὲν γὰρ ἀναδοθεῖσαι, τῆς ἐλπίδος ἀφιστῶσιν· ἀλύπως δὲ ἐξεικονισθεῖσαι, τὸν παλαιὸν μολυσμὸν ἐναποτίθενται.

Ὅταν ὁ νοῦς δι᾽ ἀπαρνήσεως ἑαυτοῦ κρατήσῃ τὴν μονολόγιστον ἐλπίδα, τότε ὁ ἐχθρὸς προφάσει ἐξομολογήσεως, τὰ προγεγενημένα κακὰ ἐξεικονίζει· ἵνα τὰ χάριτι Θεοῦ ἐπιλησθέντα πάθη, ἀναζωπυρήσῃ, καὶ λεληθότως ἀδικήσῃ τὸν ἄνθρωπον. τότε γὰρ καὶ 6σφοδρός, καὶ μισοπαθὴς ὑπάρχων, ἐξ ἀνάγκης σκοτισθήσεται, συγχυσθεὶς ἐπὶ τοῖς πεπραγμένοις· κἂν ὁμιχλώδης ἔτι καὶ φιλήδονος εἴη, συγχρονίσει πάντως, καὶ ἐμπαθῶς προσομιλήσει ταῖς προσβολαῖς, ὡς πρόληψιν εὑρεθῆναι τὴν τοιαύτην μνήμην, καὶ οὐκ ἐξομολόγησιν.

Ἐὰν θέλῃς Θεῷ προσφέρειν ἐξομολόγησιν ἀκατάκριτον, μὴ μνημόνευε κατ᾽ εἶδος τὰς παρατροπάς, ἀλλ᾽ ὑπόμενε γενναίως τὰς τούτων ἐπαγωγάς.

Τὰ ἀνιαρά, διὰ τὰς προγεγενημένας ἁμαρτίας ἐπέρχονται, πάσης πλημμελείας τὸ προσφυὲς ἐπικομίζοντα.

Ὁ γνωστικὸς καὶ ὁ εἰδὼς τὴν ἀλήθειαν. οὐ διὰ μνήμης τῶν πραχθέντων, ἀλλὰ δι᾽ ὑπομονῆς τῶν ἐπερχομένων, ἐξομολογεῖται τῷ Θεῷ.

Ἀποβαλὼν πόνον, καὶ ἀτιμίαν, μὴ ἐπαγγέλλου δι᾽ ἄλλων ἀρετῶν μετανοεῖν. κενοδοξία γὰρ καὶ ἀναλγησία δουλεύειν τῇ ἁμαρτίᾳ καὶ διὰ τῶν δεξιῶν πεφύκασιν.

Ὥσπερ γὰρ τὰς ἀρετὰς πόνοι καὶ ἀτιμίαι, οὕτω καὶ τὰς κακίας ἡδοναὶ καὶ κενοδοξίαι τίκτειν εἰώθασι.

Πᾶσα σωματικὴ ἡδονή, ἐκ προλαβούσης ἐστὶν ἀνέσεως. ἄνεσιν δὲ γεννᾷ ἀπιστία.

Ὁ ὢν ὑπὸ ἁμαρτίαν, οὐ δύναται μόνος περιγενέσθαι τοῦ σαρκικοῦ φρονήματος. διότι τὸν ἐρεθισμὸν ἄπαυστον καὶ ἐγκείμενον ἔχει τοῖς μέλεσιν.

Ἐμπαθεῖς ὄντας, προσεύχεσθαι δεῖ, καὶ ὑποτάσσεσθαι. μόλις γάρ ἐστι μετὰ βοηθείας πολεμῆσαι ταῖς προλήψεσιν.

Ὁ μετὰ ὑποταγῆς, καὶ προσευχῆς πυκτεύων τῷ θελήματι, ἀθλητής ἐστιν εὐμέθοδος· τὴν νοητὴν πάλην διὰ τῆς τῶν αἰσθητῶν ἀποχῆς προφανῶς ἐπιδεικνύμενος.

Ὁ μὴ συναλλάσσων τῷ Θεῷ τὸ ἑαυτοῦ θέλημα, ὑποσκελίζεται ἐν τοῖς ἰδίοις ἐπιτηδεύμασι, καὶ ὑποχείριος τῶν ἀντιπάλων γίνεται.

Ὅταν ἴδῃς δύω κακούς, ἔχοντας πρὸς ἀλλήλους ἀγάπην, γίνωσκε ὅτι ἕτερος τῷ ἑτέρῳ συνεργεῖ πρὸς τὸ θέλημα.

Ὑψηλόφρων καὶ κενόδοξος, ἡδέως ἀλλήλοις συναλλάσσουσιν· ὁ μὲν γὰρ δουλικῶς ὑποπίπτοντα, ἐπαινεῖ τὸν κενόδοξον· ὁ δὲ συνεχῶς ἐπαινοῦντα, μεγαλύνει τὸν ὑψηλόφρονα.

Φιλόθεος ἀκροατὴς ἀμφοτέρων πορίζεται τὴν ὠφέλειαν ἐπὶ μὲν τοῖς ἀγαθοῖς μαρτυρούμενος, προθυμότερος γίνεται· ἐπὶ δὲ τοῖς κακοῖς ἐλεγχόμενος, μετανοεῖν ἀναγκάζεται. δεῖ δὲ ἡμᾶς κατὰ τὴν προκοπήν, καὶ τὸν βίον ἔχειν· καὶ κατὰ τὸν βίον, ὀφείλομεν τῷ Θεῷ τὰς προσευχὰς ἀναφέρειν.

Καλὸν μὲν τὴν κεφαλαιωδεστέραν κρατεῖν ἐντολήν, καὶ μηδὲν κατ᾽ εἶδος μεριμνᾶν, μηδὲ κατ᾽ εἶδος προσεύχεσθαι, ἀλλὰ μόνον ζητεῖν τὴν βασιλείαν, καὶ τὸν λόγον τοῦ Θεοῦ. εἰ δὲ περὶ ἑκάστης χρείας ἔτι φροντίζομεν, ὀφείλομεν καὶ περὶ ἑκάστης προσεύχεσθαι. ὁ γὰρ ἐκτὸς προσευχῆς τὶ ποιῶν, ἢ φροντίζων, οὐκ εὐοδοῦται ἐπὶ τῷ τέλει τοῦ πράγματος. καὶ τοῦτό ἐστιν ὃ εἶπεν ὁ Κύριος· οὐ δύνασθε χωρὶς ἐμοῦ ποιεῖν οὐδέν.

Τὸν παραλογιζόμενον τὴν περὶ προσευχῆς ἐντολήν, ἀτοπώτεραι παρακοαὶ διαδέχονται, ἑτέρα τῇ ἑτέρᾳ καθάπερ δέσμιον παραπέμπουσαι.

Ὁ τὰ ἐνεστῶτα θλιβερὰ προσδοκίᾳ τῶν μελλόντων ἀγαθῶν προσδεχόμενος, γνῶσιν ἀληθείας εὕρηκε· καὶ ὀργῆς καὶ λύπης ῥαδίως ἀπαλλαγήσεται.

Ὁ κακουχίαν καὶ ἀτιμίαν ὑπὲρ ἀληθείας αἱρούμενος, ἀποστολικὴν ὁδὸν πορεύεται, τὸν σταυρὸν ἄρας, καὶ τὴν ἅλυσιν περικείμενος. ὁ δὲ ἐκτὸς τούτων τῇ καρδίᾳ προσέχειν πειρώμενος, πλανᾶται κατὰ νοῦν, καὶ ἐμπίπτει εἰς πειρασμοὺς καὶ παγίδας τοῦ διαβόλου.

Οὔτε τοὺς κακοὺς λογισμοὺς ἐκτὸς τῶν αἰτιῶν, οὔτε τὰς αἰτίας ἐκτὸς τῶν λογισμῶν, ἐστὶ πολεμοῦντα νικῆσαί ποτε. ὅταν γὰρ τὸ ἓν μονομερῶς ἀποβάλωμεν, μετ᾽ οὐ πολὺ διὰ τοῦ ἑτέρου τοῖς ἀμφοτέροις ἐμφερόμεθα.

Ὁ φόβῳ κακοπαθείας, καὶ ὀνειδισμοῦ τοῖς ἀνθρώποις μαχόμενος, ἢ ὧδε δι᾽ ἐπιφορῶν περισσοτέρως κακοπαθεῖ, ἢ ἐν τῷ μέλλοντι αἰῶνι, ἀνηλεῶς κολάζεται.

Ὁ πᾶσαν κακὴν ἐπιφορὰν ἀποκλεῖσαι βουλόμενος, ὀφείλει διὰ προσευχῆς συναλλάσσειν τῷ Θεῷ τὰ πράγματα· καὶ κρατεῖν μὲν νοερῶς τὴν εἰς αὐτὸν ἐλπίδα, τὴν δὲ φροντίδα τῶν αἰσθητῶν, κατὰ δύναμιν παραλογίζεσθαι.

Ὅταν εὕρῃ ὁ διάβολος ἐκτὸς ἀνάγκης ἄνθρωπον τοῖς σωματικοῖς ἐνασχολούμενον, πρότερον ἁρπάζει τὰ τῆς γνώσεως λάφυρα. εἰθ᾽ οὕτω, τὴν εἰς Θεὸν ἐλπίδα, ὡς κεφαλήν, ἀποτέμνει.

Εἴ ποτε λάβῃς καθαρᾶς προσευχῆς 7ὀχυρὸν τόπον, τὴν γνῶσιν τῶν πραγμάτων ἀναδιδομένων ὑπὸ τοῦ ἐχθροῦ ἐν τῷ καιρῷ μὴ καταδέχου, ἵνα μὴ τὸ μεῖζον ἀπολέσῃς. κρεῖσσον γὰρ τοῖς τῆς προσευχῆς βέλεσι κατατοξεύειν αὐτὸν κάτω που συγκεκλεισμένον, ἢ προσομιλεῖν αὐτῷ τὰ φαῦλα προσφέροντι, καὶ ἀποσπᾶν ἡμᾶς τῆς κατ᾽ αὐτοῦ δεήσεως μηχανωμένῳ.

Ἡ τῶν πραγμάτων γνῶσις, ἐν καιρῷ πειρασμοῦ καὶ ἀκηδίας, ὠφελεῖ τὸν ἄνθρωπον· ἐν καιρῷ δὲ προσευχῆς, καταβλάπτειν εἴωθε.

Διδάσκειν ἐν Κυρίῳ λαχῶν, καὶ παρακουόμενος, θλίβου νοερῶς, καὶ μὴ ταράσσου προφανῶς. θλιβόμενος γὰρ, οὐ συγκατακριθήσῃ τῷ παρακούοντι· ταρασσόμενος δὲ, ἐν τῷ αὐτῷ πράγματι πειρασθήσῃ.

Ἐν καιρῷ ἐξηγήσεως, μὴ κρύψῃς τὰ τοῖς παροῦσι προσήκοντα· τὰ μὲν εὐπρεπῆ σαφεστέρως, τὰ δὲ σκληρὰ αἰνιγματωδῶς διηγούμενος.

Τοῦ ἐν ὑποταγῇ σου μὴ ὄντος, σφάλμα μὴ προσενέγκῃς εἰς πρόσωπον. τοῦτο γὰρ ἐξουσίας μᾶλλον, ἢ συμβουλίας ἐστί.

Τὰ πληθυντικῶς λεγόμενα γίνεται πᾶσιν ὠφέλιμα, ἑκάστῳ τὰ ἴδια κατὰ συνείδησιν 8ἐμφανιζόμενα.

Ὁ λαλῶν ὀρθῶς, ὀφείλει καὶ αὐτὸς ὡς παρὰ Θεοῦ λαμβάνειν τὰ ῥήματα. ἡ γὰρ ἀλήθεια, οὐ τοῦ λαλοῦντος ἐστίν, ἀλλὰ τοῦ ἐνεργοῦντος Θεοῦ.

Παρ᾽ ὧν οὐκ ἔχεις ὁμολογίαν ὑποταγῆς μὴ φιλονείκει ἀνθισταμένων τῇ ἀληθείᾳ· ἵνα μὴ μῖσος ἐγείρῃς, κατὰ τὴν Γραφήν.

Ὁ ὑποτακτικῷ ὅπου οὐ δεῖ ἀντιλέγοντι παραχωρῶν, πλανᾷ αὐτὸν ἐν ἐκείνῳ τῷ πράγματι, καὶ τὰς συνθήκας τῆς ὑποταγῆς, ἀθετεῖν παρασκευάζει.

Ὁ φόβῳ Θεοῦ νουθετῶν, ἢ παιδεύων τὸν ἁμαρτάνοντα, τὴν ἐναντιουμένην τῷ σφάλματι ἀρετὴν ἑαυτῷ περιποιεῖται. ὁ δὲ μνησικακῶν, καὶ κακοθελῶς ὀνειδίζων, τῷ ὁμοίῳ πάθει κατὰ τὸν πνευματικὸν περιπίπτει νόμον.

Ὁ καλῶς μαθὼν τὸν νόμον, φοβεῖται τὸν νομοθέτην. καὶ φοβούμενος αὐτόν, ἐκκλίνει ἀπὸ παντὸς κακοῦ.

Μὴ γίνου δίγλωσσος, ἑτέρως μὲν τῷ λόγῳ, ἑτέρως δὲ τῇ συνειδήσει διακείμενος. τὸν γὰρ τοιοῦτον ἡ Γραφὴ ὑπὸ κατάραν ἵστησιν.

Ἔστιν ὁ ἀλήθειαν λέγων, καὶ ὑπὸ ἀφρόνων μισούμενος, κατὰ τὸν Ἀπόστολον. καὶ ἔστιν ὁ ὑποκρινόμενος, καὶ διὰ τοῦτο ἀγαπώμενος. ὅμως οὐδέτερον τῶν ἀνταποδόσεων τούτων, πολυχρόνιον γίνεται, διότι ὁ Κύριος ἐν ἰδίῳ καιρῷ ἑκάστῳ τὸ δέον ἀποδίδωσιν.

Ὁ τὰ μέλλοντα μοχθηρὰ ἀναιρεῖν βουλόμενος, τὰ ἐνεστῶτα ἡδέως ὀφείλει ὑποφέρειν. οὕτω γὰρ νοερῶς συναλλάσσων πρᾶγμα πράγματι, διὰ μικρῶν ὀδυνῶν, μεγάλας ἐκφεύξεται τιμωρίας.

Ἀσφάλισαι λόγον ἀπὸ καυχήσεως, καὶ λογισμὸν ἀπὸ οἰήσεως, ἵνα μὴ παραχωρηθῇς καὶ πράξῃς τὰ ἐναντία. οὐ γὰρ ἐξ ἀνθρώπου μόνου τελεσιουργεῖται τὸ ἀγαθόν, ἀλλ᾽ ἐκ τοῦ παντεπόπτου Θεοῦ.

Ὁ παντεπόπτης Θεός, ὥς περ τοῖς ἔργοις ἡμῶν ἀξίας ἐπιφορὰς ἀπονέμει, οὕτω καὶ τοῖς λογισμοῖς, καὶ τοῖς ἑκουσίοις νοήμασιν.

Οἱ ἀκούσιοι λογισμοί, ἐκ προλαβούσης ἁμαρτίας ἀναφύονται, οἱ δὲ ἑκούσιοι, ἐκ τοῦ αὐτεξουσίου θελήματος. ὅθεν αἴτιοι εὑρίσκονται τῶν προτέρων, οἱ δεύτεροι.

Ταῖς μὲν παρὰ πρόθεσιν κακαῖς ἐννοίαις, λύπη παρέπεται· διὸ καὶ συντόμως ἐξαφανίζονται. ταῖς δὲ κατὰ πρόθεσιν, χαρά· ὅθεν καὶ δυσαπάλλακτοι γίνονται.

Ὁ φιλήδονος λυπεῖται ἐν ψόγοις καὶ κακοπαθείαις, ὁ δὲ φιλόθεος, ἐν ἐπαίνοις καὶ πλεονεξίαις.

Ὁ μὴ γινώσκων τὰ κρίματα τοῦ Θεοῦ, ἀμφίκρημνον ὁδὸν κατὰ νοῦν διαβαίνει, καὶ ὑπὸ παντὸς ἀνέμου ῥᾳδίως ἀνατρέπεται. ἐπαινούμενος, γαυριᾷ· καὶ ψεγόμενος, πικραίνεται. εὐωχούμενος, ἀσελγαίνει· καὶ κακοπαθῶν, ἀποδύρεται. συνιῶν, φανητιᾶ· καὶ μὴ νοῶν σχηματίζεται. πλουτῶν, ἀλαζονεύεται· καὶ πτωχεύων, ὑποκρίνεται. κορεσθείς, θρασύνεται· καὶ νηστεύων, κενοδοξεῖ. τοῖς ἐλέγχουσι φιλονεικεῖ, καὶ τοῖς συγγνώμην αὐτῷ ἀπονέμουσιν, ὡς ἀνοήτοις προσέχει.

Ἐὰν μή τις οὖν, κατὰ χάριν Χριστοῦ, γνῶσιν ἀληθείας καὶ φόβον Θεοῦ κτήσηται, οὐ μόνον ἐκ τῶν παθῶν, ἀλλὰ καὶ ἐκ τῶν συμβάσεων δεινῶς τραυματίζεται.

Ὅταν λῦσαι θέλῃς πρᾶγμα ἐμπεπλεγμένον, ζήτει περὶ αὐτοῦ τί τῷ Θεῷ ἀρέσκει, καὶ εὑρήσεις αὐτοῦ τὴν λύσιν ἐπωφελῆ.

Ἐν οἷς ἂν πράγμασιν εὐδοκεῖ ὁ Θεός, ἐν τούτοις καὶ πᾶσα ἡ κτίσις ὑπηρετεῖ. ἐν οἷς δὲ αὐτὸς ἀποστρέφεται, ὁμοίως καὶ ἡ κτίσις ἀντιτάσσεται.

Ὁ ἀντιτασσόμενος ταῖς σκυθρωπαῖς ἐπιφοραῖς, ὡς οὐκ οἶδεν, ἀντιμάχεται τῇ κελεύσει τοῦ Θεοῦ. ὁ δὲ καταδεχόμενος αὐτὰς μετὰ γνώσεως ἀληθοῦς, οὗτος, κατὰ τὴν Γραφήν, ὑπομένει τὸν Κύριον.

Πειρασμοῦ ἐπελθόντος, μὴ ζήτει διὰ τί, ἢ διὰ τίνος ἐλήλυθεν· ἀλλ᾽ ὅπως αὐτὸν εὐχαρίστως, καὶ ἀλύπως, καὶ ἀμνησικάκως ὑπομείνῃς.

Ἀλλότριον κακόν, οὐ προστίθησιν ἁμαρτίαν, ἐὰν μὴ ἡμεῖς αὐτὸ κακαῖς ἐννοίαις παραδεξώμεθα.

Εἰ οὐκ ἔστι ῥᾳδίως εὑρεῖν τὸν ἐκτὸς πειρασμῶν εὐαρεστήσαντα, εὐχαριστεῖν δεῖ τῷ Θεῷ ἐπὶ πάσῃ συμβάσει.

Εἰμὴ νυκτέρινῆς ἄγρας ἀπέτυχεν ὁ Πέτρος, οὐκ ἂν τῆς ἡμερινῆς ἐπέτυχε. καὶ εἰμὴ αἰσθητῶς ἐτυφλώθη ὁ Παῦλος, οὐκ ἂν νοητῶς ἀνέβλεψε. καὶ εἰμὴ ὡς βλάσφημος ἐσυκοφαντήθη ὁ Στέφανος, οὐκ ἂν τῶν Οὐρανῶν αὐτῷ ἀνεῳχθέντων τὸν Θεὸν ἐθεάσατο.

Ὥσπερ ἡ κατὰ Θεὸν ἐργασία, ἀρετὴ λέγεται, οὕτως καὶ ἡ παρὰ προσδοκίαν θλίψις, πειρασμὸς ὀνομάζεται.

Ὁ Θεὸς τὸν Ἀβραὰμ ἐπείραζε, τουτέστι πρὸς τὸ συμφέρον ἔθλιβεν, οὐχ ἵνα μάθῃ ὁποῖος ἐστίν· ἤδει γὰρ αὐτόν, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ᾽ ὅπως ἀφορμὰς αὐτῷ παράσχῃ τῆς τελείας πίστεως.

Πᾶσα θλῖψις, ἐλέγχει τὴν ῥοπὴν τοῦ θελήματος, εἴτε εἰς δεξιὰ ρέπει, εἴτε εἰς ἀριστερά. διὰ τοῦτο ἡ συμβατικὴ θλίψις, πειρασμὸς ὀνομάζεται· τῷ μετόχῳ, πεῖραν τῶν κεκρυμμένων θελημάτων παρέχουσα.

Ὁ φόβος τοῦ Θεοῦ, ἀναγκάζει ἡμᾶς πολεμεῖν τῇ κακίᾳ· ἡμῶν δὲ πολεμούντων, ἡ χάρις τοῦ Θεοῦ 9πολεμεῖ αὐτήν.

Σοφία ἐστίν, οὐ μόνον τὸ διὰ φυσικῆς ἀκολουθίας εἰδέναι τὴν ἀλήθειαν, ἀλλὰ καὶ τὸ ὑπομένειν ὡς ἰδίαν τὴν τῶν ἀδικούντων πονηρίαν. οἱ μὲν γὰρ τῇ προτέρᾳ ἐναπομείναντες, πρὸς ὑπερηφανίαν ἐπήρθησαν· οἱ δὲ ἐπὶ τὴν δευτέραν φθάσαντες, ταπεινοφροσύνην ἐκτήσαντο.

Εἰ βούλει μὴ ἐνεργεῖσθαι ὑπὸ τῶν πονηρῶν λογισμῶν, ἐξουδένωσιν ψυχῆς, καὶ θλίψιν σαρκὸς καταδέχου. καὶ τοῦτο οὐ μερικῶς, ἀλλ᾽ ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι.

Ὁ τοῖς θλιβεροῖς ἑκουσίως ἐμπαιδευόμενος, ὑπὸ τῶν ἀκουσίων λογισμῶν οὐ κατακυριευθήσεται· ὁ δὲ τὰ πρότερα μὴ καταδεχόμενος ὑπὸ τῶν δευτέρων, καὶ μὴ βουλόμενος, αἰχμαλωτίζεται.

Ὅταν ἀδικουμένου σου. σκληρυνθῇ τὰ σπλάγχνα καὶ ἡ καρδία, μὴ λυποῦ, ὅτι οἰκονομικῶς ἐκινήθη τὸ προεγκείμενον· ἀλλὰ χαίρων ἀνάτρεπε τοὺς ἐπανακύπτοντας λογισμούς· εἰδὼς ὅτι τούτων ἐκ προσβολῆς ἀναιρουμένων, καὶ τὸ κακὸν μετὰ τὴν κίνησιν, συναναιρεῖσθαι πέφυκε· τῶν δὲ λογισμῶν ἐνδελεχούντων. κἀκεῖνο προσθήκην λαμβάνειν εἴωθεν.

Ἐκτὸς συντριμμοῦ καρδίας, ἀδύνατον καθόλου ἀπαλλαγῆναι κακίας. συντρίβει δὲ καρδίαν, ἡ τριμερὴς ἐγκράτεια, ὕπνου λέγω, καὶ τροφῆς, καὶ σωματικῆς ἀνέσεως. ἡ γὰρ τούτῳν περίσσεια, ἡδυτάθειαν ἐντίθησιν· ἡ δὲ ἡδυπάθεια, τοὺς πονηροὺς λογισμοὺς παραδέχεται· ἀντίκειται δὲ καὶ τῇ προσευχῇ, καὶ τῇ προσηκούσῃ διακονίᾳ.

Κελεύειν ἀδελφοὺς λαχών, φύλαττε τὴν τάξιν σου, καὶ μὴ διὰ τοὺς ἀντιλέγοντας παρασιωπήσῃς τὰ δέοντα. ἐν οἷς μὲν ὑπακούουσι, μισθὸν ἕξεις ὑπὲρ τῆς ἐκείνων ἀρετῆς· ἐν οἷς δὲ παρακούσουσι, πάντως ἀφήσεις αὐτοῖς· καὶ λήψῃ τὰ ἴσα παρὰ τοῦ εἰρηκότος· ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν.

Πανηγύρει ἔοικε πᾶσα σύμβασις. ὁ εἰδὼς πραγματεύσασθαι, κερδανεῖ πολλά· ὁ δὲ μῆ εἰδώς, ζημίας ὑποφέρει.

Τὸν ἀπὸ ἑνὸς λόγου μὴ ὑπακούοντα, μὴ βιάζου μετὰ φιλονεικίας· ἀλλὰ τὸ κέρδος, ὃ ἀπέβαλεν ἐκεῖνος, σὺ περιποίησον σαυτῷ. πλέον γὰρ τῆς ἐκείνου· διορθώσεως, ὠφελήσει σε ἡ ἀνεξικακία.

Ὅταν ἡ τοῦ ἑνὸς βλάβη εἰς πολλοὺς ἀνατρέχῃ, τότε οὐ δεῖ μακροθυμεῖν, οὔτε ζητεῖν τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τῶν πολλῶν ἵνα σωθῶσι. διότι τῆς μονομεροῦς ἀρετῆς, ἡ πολυμερὴς ὠφελιμωτέρα τυγχάνει.

Ἐάν τις περιπέσῃ εἰς οἱανδήτινα ἁμαρτίαν, καὶ μὴ λυπηθῇ κατὰ ἀναλογίαν τοῦ σφάλματος, εὐχερῶς πάλιν τῷ αὐτῷ περιπίπτει δικτύῳ.

Ὥσπερ λέαινα δάμαλιν φιλικῶς οὐ προσίεται, οὕτως ἀναισχυντία τὴν κατὰ Θεὸν λύπην, οὐ προσδέχεται εὐμενῶς.

Ὥσπερ λύκῳ πρόβατον οὐ συνέρχεται εἰς τεκνογονίαν, οὕτως οὐδὲ κόρῳ, πόνος καρδιακὸς εἰς κύησιν ἀρετῶν.

Οὐδεὶς δύναται πόνον καὶ λύπην ἔχειν κατὰ Θεόν, ἐὰν μὴ πρότερον τὰς τούτων αἰτίας ἀγαπήσῃ.

Φόβος Θεοῦ καὶ ἔλεγχος, εἰσδέχονται λύπην. ἐγκράτεια δὲ καὶ ἀγρυπνία, προσομιλοῦσι πόνῳ.

Ὁ γραφικαῖς ἐντολαῖς, καὶ νουθεσίαις μὴ παιδευόμενος, τῇ μάστιγι τοῦ ἵππου καὶ τῷ κέντρῳ τοῦ ὄνου ἐλασθήσεται. εἰ δὲ καὶ ταῦτα ἀπώσεται, ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας ἀγχθήσεται.

Ὁ ὑπὸ τῶν μικρῶν εὐχερῶς νικώμενος, καὶ τοῖς μεγάλοις ἐξ ἀνάγκης δεδούλωται. ὁ δὲ τούτων καταφρονῶν, τοῖς μεγάλοις ἐν Κυρίῳ ἀντιστήσεται.

Μὴ πειρῶ ἐλέγχοις ὠφελεῖν τὸν ἐν ἀρεταῖς καυχώμενον. διότι ὁ αὐτὸς καὶ φιλενδείκτης καὶ φιλαλήθης εἶναι οὐ δύναται.

Πᾶν ρῆμα Χριστοῦ. ἔλεον, καὶ δικαιοσύνην, καὶ σοφίαν ἐμφαίνει Θεοῦ, καὶ τὴν τούτῶν δύναμιν, διὰ τῆς ἀκοῆς ἐμβάλλει, τοῖς ἡδέως ἀκούουσιν. ὄθεν καὶ οἱ ἀνελεήμονες, καὶ ἄδικοι, ἀηδῶς ἀκούοντες, τὴν τοῦ Θεοῦ σοφίαν γνῶναι οὐκ ἠδυνήθησαν, ἀλλὰ καὶ διδάσκοντα ἐσταύρωσαν. καὶ ἡμεῖς οὖν σκοπήσωμεν, εἰ ἡδέως αὐτοῦ ἀκούομεν. αὐτὸς γὰρ εἴρηκεν· ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. βλέπεις πῶς τὴν ἑαυτοῦ ἐμφάνειαν ἐν ταῖς ἐντολαῖς ἐνέκρυψε; πασῶν οὖν τῶν ἐντολῶν ἐστὶ περιεκτικωτάτη, ἡ εἰς τὸν Θεόν, καὶ τὸν πλησίον ἀγάπη· ἥτις ἐκ τῆς τῶν ὑλῶν ἀποχῆς, καὶ τῆς τῶν λογισμῶν ἡσυχίας, συνίσταται.

Τοῦτο εἰδὼς ὁ Κύριος παραγγέλλει ἡμῖν λέγων· μὴ μεριμνήσητε περὶ τῆς αὔριον· καὶ εἰκότως. ὁ γὰρ τῶν ὑλῶν καὶ τῆς μερίμνης αὐτῶν μὴ ἀπαλλαγείς, τῶν πονηρῶν λογισμῶν πῶς ἀπαλλαγήσεται; ὁ δὲ τοῖς λογισμοῖς περιεχόμενος, πῶς ἴδῃ τὴν ὑπὸ τούτων καλυπτομένην ἁμαρτίαν, ἐνυπόστατον; ἥτις ἐστὶ σκότος καὶ ὁμίχλη ψυχῆς, ἐξ ἐννοιῶν πονηρῶν, καὶ πράξεων λαβοῦσα τὴν ἀρχήν· τοῦ μὲν διαβόλου, διὰ προσβολῆς· ἀβιάστου πειράζοντος. καὶ τὴν ἀρχὴν ὑποδεικνύοντος· τοῦ δὲ ἀνθρώπου, διὰ φιληδονίας, καὶ κενοδοξίας, ἡδέως προσομιλήσαντος· εἰ γὰρ καὶ κατὰ διάκρισιν οὐκ ἐβούλετο, ἀλλὰ κατὰ ἐνέργειαν ἡδύνετο καὶ παρεδέχετο. ὁ δὲ ταύτην μὴ θεασάμενος τὴν περιεκτικὴν ἁμαρτίαν, πότε δεηθεὶς περὶ αὐτῆς καθαρισθήσεται; ὁ δὲ μὴ καθαρισθείς, πῶς εὕρῃ τὸν τόπον τῆς καθαρᾶς φύσεως; ὁ δὲ τοῦτον μὴ εὑρών, πῶς ἴδῃ τὸν ἐνδότερον οἶκον τοῦ Χριστοῦ; εἴπερ οἶκος ἐσμὲν τοῦ Θεοῦ, κατὰ τὸν προφητικόν, καὶ εὐαγγελικὸν λόγον, καὶ ἀποστολικόν.

Χρὴ οὖν διὰ τῆς τῶν προειρημένων ἀκολουθίας ζητῆσαι εὑρεῖν τὸν οἶκον, καὶ διὰ προσευχῆς παραμένοντας κρούειν· ὅπως ἢ ὧδε, ἢ ἐν τῇ ἐξόδῳ ἀνοίξῃ ἡμῖν ὁ Δεσπότης, καὶ μὴ ἀμελήσασιν εἴπῃ· οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. οὐ μόνον δὲ ὀφείλομεν αἰτεῖσθαι, καὶ λαβεῖν, ἀλλὰ καὶ τὸ δοθὲν φυλάξαι. εἰσὶ γάρ τινες, οἱ καὶ μετὰ τὸ λαβεῖν ἀπολέσαντες· διὸ τῶν προειρημένων πραγμάτων, ψιλὴν μὲν τὴν γνῶσιν, ἢ καὶ συμβατικὴν πεῖραν, ἴσως καὶ ὀψιμαθεῖς, καὶ νέοι κατέχουσι· τὴν δὲ μεθ᾽ ὑπομονῆς παράμονον ἐργασίαν, μόλις τῶν γερόντων οἱ εὐλαβεῖς καὶ πολύπειροι· οἱ πολλάκις αὐτὴν δι᾽ ἀπροσεξίαν ἀπολέσαντες, καὶ δι ἑκουσίων πόνων ἀναζητήσαντες καὶ εὑρόντες· τοῦτο οὖν καὶ ἡμεῖς ποιεῖν μὴ παυσώμεθα, ἕως αὐτὴν ἀναφαίρετον κτησώμεθα.

Ταῦτα τοῦ Πνευματικοῦ Νόμου, ἐκ πολλῶν ὀλίγα ἔγνωμεν τὰ δικαιώματα· ἃ καὶ ὁ μέγας Υαλμῳδὸς ἐνδελεχῶς ὑφηγεῖται τοῦ μαθεῖν αὐτά, καὶ ποιεῖν τοὺς συνεχῶς ψάλλοντας, ἐν Κυρίῳ Ἰησοῦ. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, καὶ ἡ προσκύνησις ὀφείλεται, νῦν τε καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Notes

  1. ἐνέργεια
  2. ἐν ἄλλ. χάριτος
  3. ἴσ. περί
  4. φαίνεται
  5. ἐν ἄλλ. πάρεσις.
  6. ἐν ἄλλ. φαιδρός.
  7. ἐν ἄλλ. καθαρὸν τρόπον
  8. ἐμφανίζοντα
  9. ἐν ἄλλ. ἀναιρεῖ

· Contents ·