Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Mark the Ascetic, 16. Τοῦ αὐτοῦ Ἐπιστολὴ πρὸς Νικόλαον μονάζοντα.

ΤΟΥ ΑΥΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΜΑΡΚΟΥ ΤΟΥ ΑΣΚΗΤΟΥ
ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΝΙΚΟΛΑΟΝ ΜΟΝΑΖΟΝΤΑ

Τῷ περιποθήτῳ τέκνῳ Νικολάῳ.

Ἐπειδή περ πρώην πολὺς ἧς φροντίζων περὶ τῆς σεαυτοῦ σωτηρίας, καὶ πολλὴν ἔχων μέριμναν περὶ τῆς κατὰ Θεὸν ζωῆς, ἀντέβαλλες ἡμῖν τὰ καθ᾽ ἑαυτὸν διηγούμενος, δι᾽ οἵων πόνων καὶ ὁρμὴ ζεούσῃ προσκολλᾶσθαι ἔμελλες τῷ Κυρίῳ δι᾽ ἀκριβοῦς πολιτείας, καὶ ἐγκρατείας, καὶ πάσης κακοπαθείας· ἀγρυπνίᾳ τε πολλῇ, καὶ συντόνῳ προσευχῇ ἀγωνιζόμενος· οἷοί τε πόλεμοι καὶ ἐσμοὶ σαρκικῶν παθῶν ἐν τῇ σωματικῇ ἀναρριπίζονται φύσει, καὶ κατὰ τῆς ψυχῆς ἐπεγείρονται ἐκ τοῦ ἀντιστρατευομένου νόμου τῆς ἁμαρτίας, τῷ νόμῳ τοῦ νοὸς ἡμῶν· περισσοτέρως δὲ παρενοχλεῖσθαι ἀποδύρου ὑπὸ τοῦ τῆς ὀργῆς, καὶ ἐπιθυμίας πάθους· καὶ μέθοδόν τινα, καὶ λόγου παραίνεσιν ἐπεζήτεις οἵοις πόνοις καὶ ἀγῶσι χρησάμενος, ἀνώτερος τῶν προειρημένων ὀλεθρίων παθῶν καταστῆναι δυνήσῃ. καὶ ἐν μὲν τῷ καιρῷ ἐκείνῳ, ὅσον ἦν δυνατόν, κατὰ πρόσωπον τῇ ἀγάπῃ σου παρῃνέσαμεν, τὰ ψυχωφελῆ νοήματα, καὶ φρονήματα ὑποτιθέμενοι· καὶ ἀποδεικνῦντες, οἵοις πόνοις, καὶ τόνοις ἀσκητικοῖς συνέσεως, καὶ πεφωτισμένης γνώσεως λογικῆς, κατὰ τὸ Εὐαγγέλιον, πολιτευσαμένη ψυχὴ διὰ πίστεως χάριτι βοηθουμένη, δύναται περιγενέσθαι τῶν ἔνδον τῆς κακίας βρυόντων κακῶν· ἐξαιρέτως δέ, τῶν προειρημένων παθῶν. πρὸς ἃ γὰρ πάθη διὰ προλήψεως, καὶ συνηθείας μᾶλλον πεποίωται ἡ ψυχή, περισσοτέρως ὑπ᾽ αὐτῶν ὑποσυρομένη, κατὰ τούτων σπουδαιότερον, καὶ ἀδιάλειπτον τὸν ἀγῶνα ἀναλαβεῖν ὀφείλει· ἕως οὖ ὑποτάξῃ τὰ σαρκικά, καὶ ἄλογα 1τῆς καρδίας ἐνεργήματα, οἷς πρότερον ὑπετάσσετο, καὶ ὑπεσύρετο, καὶ τῇ συνεχεῖ τῶν λογισμῶν ὑπομνήσει, καὶ μελέτῃ κακῇ διὰ τῆς ἔνδον τῶν ἐννοιῶν συγκαταθέσεως αἰχμάλωτος ἀπεφέρετο. ἐπεὶ οὖν σωματικῶς πρὸς ὀλίγον διέστημέν σου προσώπῳ, οὐ καρδίᾳ, ἐν τῇ ἐρήμῳ ἐληλυθότες πρὸς τοὺς ἀληθινοὺς ἐργάτας, καὶ ἀθλητὰς τοῦ Χριστοῦ, ὅπως καὶ ἡμεῖς κἂν μικρῶς πως ἀγωνισάμενοι, καὶ συναθλοῦντες τοῖς ἀδελφοῖς τοῖς ἀθλοῦσι πρὸς τὰς ἀντικειμένας ἐνεργείας, καὶ τοῖς πάθεσι γενναίως ἀντικαθισταμένους, τὸν ὄκνον ἀποθώμεθα, τὴν ἀμέλειαν ἀφ᾽ ἡμῶν ἀπορρίψωμεν, καὶ πᾶσαν σπουδήν, καὶ ἐπιμέλειαν ἀναλάβωμεν, πρὸς εὐαρέστησιν Θεοῦ ἐπειγόμενοι· διόπερ ὀλίγην παραίνεσιν καὶ νουθεσίαν ψυχωφελῆ προεθυμήθημεν διὰ γραμμάτων χαράξαι τῇ γνησιότητί σου· ἵνα περὶ ὧν κατὰ πρόσωπόν σοι ἐλάλουν, ταῦτα δι᾽ ὀλίγων ἐν τῷ μετρίῳ τῆς παραινέσεως ἡμῶν γράμματι ἐντυγχάνων, ἐπιμελῶς, ὡς παρόντων ἡμῶν, πνευματικὴν ὠφέλειαν καρπώσῃ.

Τὴν μὲν οὖν ἀρχὴν τῆς κατὰ Θεόν σου ὠφελείας, ὦ τέκνον, ἐντεῦθεν ποιεῖσθαι ὀφείλεις, ἀνεπίληστον, καὶ ἀειμνημόνευτον ἐν ἀδιαλείπτῳ μελέτῃ ἀναλογίζεσθαί σε χρὴ πάσας τὰς τοῦ φιλανθρώπου Θεοῦ τὰς εἰς σὲ γενομένας, καὶ γινομένας οἰκονομίας, καὶ εὐεργεσίας εἰς σωτηρίαν τῆς ψυχῆς σου· καὶ μὴ λήθῃ κακίας καλυπτόμενον, ἢ ῥαθυμίας αἰτίᾳ ἀμνημονεῖν τῶν πολλῶν, καὶ μεγάλων αὐτοῦ εὐεργεσιῶν· καὶ διὰ τοῦτο ἀνωφελῶς, καὶ ἀχαρίστως παρέρχεσθαι τὸν ὑπόλοιπον χρόνον. Αἱ γὰρ τοιαῦται ἀδιάλειπτοι μνῆμαι, ὥς πέρ τι κέντρον νύττουσαι τὴν καρδίαν, κινοῦσιν αὐτὴν πάντοτε πρὸς ἐξομολόγησιν, πρὸς ταπείνωσιν, πρὸς εὐχαριστίαν μετὰ συντετριμμένης ψυχῆς, πρὸς πᾶσαν σπουδὴν ἀγαθήν, καὶ ἀνταπόδοσιν τρόπων, καὶ ἠθῶν χρηστῶν, καὶ πάσης τῆς κατὰ Θεὸν ἀρετῆς· ἀεὶ μελετῶσαν εὐσυνειδήτῳ γνώμῃ τὸ προφητικὸν λόγιον· τό, τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Ὅταν γὰρ ἀναλογίσῃ ψυχὴ τὰς ἀπὸ γενέσεως εὐεργεσίας τοῦ φιλανθρώπου Θεοῦ, ἢ πόσων κινδύνων πολλάκις ἐρρύσθη, ἢ πόσοις κακοῖς ὑποπεσοῦσα, καὶ ἐν πλημμελείαις πολλάκις ἑκουσίως ὀλισθήσασα, οὐ παρεδόθη κατὰ τὸ δίκαιον τοῖς ἀπατήσασι πνεύμασιν, εἰς ἀπώλειαν, καὶ θάνατον· ἀλλὰ μακροθύμως ὁ φιλάνθρωπος Δεσπότης παρορῶν τὰ πλημμελήματα, διεφύλαξεν, ἐκδεχόμενος τὴν ἐπιστροφὴν αὐτῆς· καὶ τοῖς ἐχθροῖς καὶ πονηροῖς πνεύμασιν ἑκουσίως διὰ τῶν παθῶν δουλεύσασαν, αὐτὸς διέτρεφε σκέπων, καὶ παντοίως προνοῶν· καὶ τέλος, ἀγαθῷ νεύματι, εἰς ὁδὸν σωτηρίας ὡδήγησε· καὶ φίλτρον ἀσκητικοῦ βίου τῇ καρδίᾳ ἐνέθηκε, καὶ μετὰ χαρᾶς τὸν κόσμον, καὶ πᾶσαν αὐτοῦ τὴν ἀπάτην τῶν σαρκικῶν ἡδονῶν καταλιπεῖν ἐνεδυνάμωσε, καὶ ἀγγελικῷ σχήματι τῆς ἀσκητικῆς τάξεως κατεκόσμησε· καὶ εὐχερῶς προσληφθῆναι παρὰ Ἁγίων ἀνδρῶν ἐν συστήματι ἀδελφότητος παρεσκεύασε· τίς δὲ εὐσυνείδητον ἔχων γνώμην, καὶ ταῦτα ἀναλογιζόμενος, οὐχὶ πάντοτε ἐν συντριμμῷ καρδίας διατελέσει; ἔχων τοσαῦτα ἐνέχυρα προλαβουσῶν εὐεργεσιῶν, μηδὲν ἀγαθὸν πρότερον αὐτὸς ποιήσας οὐχὶ πάντοτε βεβαίαν ἐλπίδα ἀναλάβῃ; τοῦτο βουλευσάμενος, ὅτι εἰ μηδὲν ἀγαθόν μου ποιήσαντος, ἀλλὰ καὶ πολλὰ ἐνώπιον αὐτοῦ ἁμαρτήσαντος, ἐν ἀκαθαρσίαις σαρκός, καὶ ἐν ἄλλαις πολλαῖς κακίαις ἀναστραφέντος, οὐ κατὰ τὰς ἁμαρτίας μου ἐποίησεν, οὐδὲ κατὰ τὰς ἀνομίας μου ἀνταπέδωκεν, ἀλλὰ τοσαύτας δωρεάς, καὶ χάριτας εἰς σωτηρίαν ᾠκονόμησεν· ἐὰν ὁλοτελῶς δῶ ἐμαυτὸν τοῦ λοιποῦ δουλεύειν αὐτῷ ἐν πάσῃ ἁγνῇ ἀναστροφῇ, καὶ ἀρετῶν κατορθώσει· πόσων ἀγαθῶν, καὶ πνευματικῶν χαρισμάτων καταξιώσει, εἰς πᾶν ἔργον ἀγαθὸν δυναμῶν, καὶ κατευθύνων, καὶ κατευοδῶν;

Διόπερ ὁ πάντοτε τοιοῦτον λογισμὸν ἔχων, καὶ μὴ ἐπιλανθανόμενος τῶν τοῦ Θεοῦ εὐεργεσιῶν, δυσωπεῖ ἑαυτόν, καὶ εὐθύνει, καὶ ἐπείγει πρὸς πᾶσαν ἄσκησιν ἀρετῆς ἀγαθήν, καὶ πρὸς πᾶσαν ἐργασίαν δικαιοσύνης, πάντοτε πρόθυμος, πάντοτε ἕτοιμος εἰς τὸ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ. Τοιγαροῦν, ὦ τέκνον ἀγαπητόν, ἔχων, χάριτι Χριστοῦ, φυσικὴν σύνεσιν, ταύτην τὴν ἀδολεσχίαν, καὶ μελέτην ἀγαθήν, πάντοτε ἐν ἑαυτῷ φύλασσε· μὴ ὑπὸ λήθης τῆς ὀλεθρίου καλυπτόμενος, μηδὲ ὑπὸ ραθυμίας τῆς ματαιούσης καὶ ἐκκλινούσης ἀπὸ τῆς ζωῆς τὸν νοῦν ἐμποδιζόμενος· ἢ ὑπὸ ἀγνοίας τῆς πάντων τῶν κακῶν αἰτίας τὸν λογισμὸν σκοτιζόμενος· ἢ ὑπὸ ἀμελείας τῆς παγκάκου δελεαζόμενος· μὴ ὑπὸ ἡδονῆς σαρκὸς ὑποσυρόμενος· μὴ ὑπὸ γαστριμαργίας ἡττώμενος· μὴ ὑπὸ ἐπιθυμίας τὸν νοῦν αἰχμαλωτιζόμενος, καὶ συγκαταθέσει λογισμῶν πορνικῶν, μιασμὸν ἐν ἑαυτῷ ἐργαζόμενος· μὴ ὑπὸ ὀργῆς μισαδελφίαν γεννώσης νικώμενος· καὶ οἰκτρᾶς ἕνεκεν καὶ ταλαιπώρου προφάσεως, λυπῶν καὶ λυπούμενος, καὶ συνάγων μνήμας κατὰ τοῦ πλησίον λογισμῶν πονηρῶν, τῆς πρὸς Θεὸν καθαρᾶς προσευχῆς ἐκκλινόμενος, καὶ τὸν νοῦν ἐξανδραποδιζόμενος, καὶ θηριώδει λογισμῷ τὸν ὁμόψυχον ἀδελφὸν ὑποβλεπόμενος· καὶ τῷ ἀλόγῳ τοῦ σαρκικοῦ φρονήματος τρόπῳ τὴν συνείδησιν δεσμούμενος, καὶ τοῖς πονηροῖς πνεύμασιν, οἷς ὑπείξας, εἰς παιδείαν παραδιδόμενος ἄχρι καιροῦ· ἕως οὖ πάντοθεν ἐξαπορηθεὶς ὁ νοῦς, καὶ ὑπὸ λύπης καὶ ραθυμίας καταποθείς, καὶ τὴν κατὰ Θεὸν προκοπὴν διὰ τὰς προλαβούσας αἰτίας ἀπολέσας, πάλιν ἄρξηται ἐπιλαμβάνεσθαι διὰ πολλῆς ταπεινώσεως, ἀρχῆς ὁδοῦ σωτηρίας· καὶ πολλὰ καμὼν ἐν εὐχαῖς, καὶ ὁλονύκτοις ἀγρυπνίαις, λύσας τὰ αἴτια διὰ τῆς ταπεινώσεως, καὶ ἐξομολογήσεως τῆς πρὸς τὸν Θεόν, καὶ τῆς πρὸς τὸν πλησίον· οὕτως ἄρχεται πάλιν ἀνανήφειν, καὶ διὰ φωτισμῶν γνώσεως εὐαγγελικῆς, θείᾳ χάριτι, ἐλλαμπόμενος, γινώσκει· ὅτι ὁ μὴ ἑαυτὸν τελείως τῷ Σταυρῷ ἐπιδιδοὺς ἐν φρονήματι ταπεινώσεως, καὶ ἐξουδενώσεως, καὶ ῥίψας ἑαυτὸν ὑπὸ κάτω πάντων, καταπατεῖσθαι, καὶ ἐξουθενεῖσθαι, καὶ καταφρονεῖσθαι, καὶ ἀδικεῖσθαι, καὶ καταγελᾶσθαι, καὶ χλευάζεσθαι, καὶ ταῦτα πάντα μετὰ χαρᾶς διὰ τὸν Κύριον ὑπομένειν, καὶ μὴ ἐκδικῶν ὅλως τὰ ἀνθρώπινα, δόξαν ἢ τιμὴν ἢ ἔπαινον, ἢ ἡδονὴν βρώσεως, ἢ πόσεως, ἢ ἐνδύσεως, χριστιανὸς ἀληθινὸς γενέσθαι οὐ δύναται.

Τοιγαροῦν τοιούτων ἡμῖν προκειμένων ἀγώνων, καὶ ἄθλων, καὶ στεφάνων, μέχρι πότε ἡμεῖς ὑπὸ τῆς ἐσχηματισμένης εὐσεβοῦς μορφώσεως διαχλευαζόμεθα, μετὰ ἐπιθέσεως τῷ Κυρίῳ δουλεύοντες, ἄλλο τοῖς ἀνθρώποις νομιζόμενοι, καὶ ἄλλο τῷ τὰ κρυπτὰ γινώσκοντι καταφαινόμενοι. ἅγιοι γὰρ παρὰ πολλῶν νομιζόμενοι, ἄγριοι τὸ ἦθος ἀκμὴν ὑπάρχομεν· ἀληθῶς μόρφωσιν εὐσεβείας ἔχοντες, τὴν δὲ δύναμιν αὐτῆς ἐνώπιον τοῦ Θεοῦ μὴ κεκτημένοι· παρθένοι, καὶ ἁγνοὶ παρὰ πολλῶν νομιζόμενοι, καὶ παρὰ τῷ τὰ κρυπτὰ κατανοοῦντι, ἐν ἀκαθαρσίαις συγκαταθέσεων λογισμῶν πορνικῶν ἔνδοθεν μολυνόμενοι, καὶ ταῖς ἐνεργείαις τῶν παθῶν βορβορούμενοι· καὶ διὰ τὴν ἀκμὴν ἐσχηματισμένην ἡμῶν ἄσκησιν, ἔτι καὶ τοῖς ἐπαίνοις τῶν ἀνθρώπων ὑπτιούμενοι, καὶ τὸν νοῦν ἐκτυφλούμενοι. Ἔως πότε οὖν ἐν ματαιότητι τοῦ νοὸς πορευόμεθα, τοῦ εὐαγγελικοῦ φρονήματος μὴ ἐπιλαμβανόμενοι, καὶ τὴν κατὰ συνείδησιν πολιτείαν οὐκ ἐπιγινώσκομεν, ἵνα ταύτην σπουδαίως μεταδιώξωμεν; ὅπως καὶ τὴν κατὰ συνείδησιν παρρησίαν εὑρήσωμεν; ἀλλ᾽ ἔτι ἐν τῇ νομιζομένῃ τοῦ ἔξωθεν ἀνθρώπου δικαιοσύνῃ μόνῃ στηριζόμεθα, δι᾽ ὑστέρησιν ἀληθοῦς γνώσεως, καὶ διὰ τῶν ἔξωθεν μόνον ἐπιτηδευμάτων ἑαυτοὺς πλανῶμεν, τοῖς ἀνθρώποις ἀρέσκειν βουλόμενοι, καὶ τὰς παρ᾽ αὐτῶν δόξας, καὶ τιμάς, καὶ ἐπαίνους θηρώμενοι; Ἥξει πάντως ὁ τὰ κρυπτὰ τοῦ σκότους ἀποκαλύπτων, καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν, ὁ ἀπαραλόγιστος δικαστής· ὁ μήτε πλούσιον ἐντρεπόμενος, μήτε πτωχὸν ἐλεῶν· ὁ τὸ σχῆμα τὸ ἔξωθεν περιαίρων, καὶ τὴν ἀλήθειαν τὴν ἔνδοθεν κεκρυμμένην φανερῶν· ὁ τοὺς κατὰ συνείδησιν πολιτευομένους ἀληθινοὺς ἀγωνιστὰς καὶ ἀθλητάς, ἐν παρουσίᾳ Ἀγγέλων ἐπὶ τοῦ ἰδίου Πατρὸς στεφανῶν· καὶ τοὺς ἐσχηματισμένους καὶ μόρφωσιν εὐσεβείας περιβεβλημένους, καὶ φαινομένην μόνην πολιτείαν τοῖς ἀνθρώποις ἐπιδεικνυμένους, καὶ ἐπὶ ταύτῃ ματαίως στηριζομένους, καὶ ἑαυτοὺς φρεναπατῶντας, ἐπὶ τῆς ἄνω ἐκκλησίας τῶν Ἁγίων, καὶ πάσης τῆς ἐπουρανίου στρατιᾶς θριαμβεύων· καὶ οὕτω δεινῶς αἰσχυνομένους, εἰς τὸ ἐξώτερον σκότος ἀποστέλλων, κατὰ τὰς μωρὰς παρθένους· αἵτινες, τὴν μὲν ἔξωθεν παρθενίαν ἐφύλαξαν· οὐδὲν γὰρ περὶ τούτου ἐνεκλήθησαν, ἀλλὰ καὶ ἔλαιον μερικῶς ἐν τοῖς ἀγγείοις εἶχον, τουτέστιν ἀρετῶν τινῶν καὶ κατορθωμάτων ἐξωτέρων, καί τινων χαρισμάτων μέτοχοι ἐτύγχανον, διὸ καὶ αἱ λαμπάδες αὐτῶν μέχρι τινὸς ἦπτον· διὰ δὲ ἀμέλειαν, καὶ ἄγνοιαν, καὶ ραθυμίαν, πρόνοιαν οὐκ ἐποιήσαντο, καὶ τὸν κρυπτόμενον ἔσωθεν τῶν παθῶν ἐσμὸν τὸν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐνεργούμενον, ἀκριβῶς οὐκ ἐπέγνωσαν· ἀλλ᾽ ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν τὰ νοήματα αὐτῶν ἐφθείροντο, ἐν τῇ τῶν λογισμῶν συγκαταθέσει κοινωνοῦσαι αὐτοῖς, καὶ δελεαζόμεναι κρυπτῶς. καὶ ἡττώμεναι· φθόνῳ τῷ κακίστῳ, ζήλῳ τῷ μισοκάλῳ, ἕριδι, φιλονεικία, μίσει, ὀργῇ, πικρίᾳ, μνησικακίᾳ, ὑποκρίσει, θυμῷ, ὑπερηφανίᾳ, κενοδοξίᾳ, ἀνθρωπαρεσκείᾳ, αὐταρεσκείᾳ, φιλαργυρίᾳ, ἀκηδίᾳ, ἐπιθυμίᾳ σαρκικῇ, ἐν λογισμοῖς τὴν ἡδυπάθειαν ἐργαζομένῃ, ἀπιστίᾳ, ἀφοβίᾳ, δειλίᾳ, λύπῃ, ἀντιλογίᾳ, χαυνώσει, ὕπνῳ, οἰήσει, δικαιώσει, ἐπάρσει, ἀλαζονείᾳ, ἀπληστίᾳ, ἀσωτίᾳ, πλεονεξία, ἀνελπιστίᾳ τῇ πάντων χαλεπωτέρᾳ, καὶ τοῖς λεπτοῖς τῆς κακίας ἐνεργήμασιν· αἵ τινες καὶ τῶν καλῶν τὴν ἐργασίαν, ἢ πολιτείαν σεμνήν, καὶ αὐτὴν ἣν ἐδόκουν ἐπὶ τῶν ἀνθρώπων ποιοῦσαι, καὶ τοὺς παρ᾽ αὐτῶν ἐπαίνους καρπούμεναι· εἰ καί τινων ἦσαν χαρισμάτων μετέχουσαι, τοῖς τῆς κενοδοξίας καὶ ἀνθρωπαρεσκείας πνεύμασιν ἀπεμπώλουν αὐτά· καὶ τοῖς λοιποῖς πάθεσι κοινωνοῦσαι, ἐμίγνυον τὰ καλὰ ἐπιτηδεύματα, τοῖς πονηροῖς, καὶ σαρκικοῖς φρονήμασι· διὸ ἀπρόσδεκτα, καὶ ἀκάθαρτα αὐτὰ ἀπειργάζοντο, κατὰ τὴν τοῦ Καῖν θυσίαν· νυμφίου χαρᾶς στερηθεῖσαι, καὶ νυμφῶνος ἐπουρανίου ἀποκλεισθεῖσαι.

Ταῦτα οὖν λογιζόμενοι, καὶ διακρίνοντες, καὶ δοκιμάζοντες, γνῶμεν, καὶ συνῶμεν ἐν τίσιν ἐσμέν, ἵνα, ὡς ἔτι καιρὸν μετανοίας καὶ ἐπιστροφῆς ἔχωμεν, ἑαυτοὺς διορθωσώμεθα· ὅπως τὰ καλὰ ἡμῶν ἔργα καθαρῶς ἐπιτελούμενα, ἀληθινὰ καὶ καθαρὰ εἴη, σαρκικῷ φρονήματι μὴ μιγνύμενα, ἵνα μὴ ἀπόβλητα γένηται, ὡς θυσία ἐπίμωμος δι᾽ ἀφοβίαν καὶ ἀμέλειαν, καὶ ἀληθινῆς γνώσεως ἔλλειψιν· μήπως καὶ τὸν κόπον τῆς παρθενίας, καὶ ἐγκρατείας, καὶ ἀγρυπνίας, καὶ νηστείας, καὶ φιλοξενίας, ὑπομείνωμεν. καὶ τὰς ἡμέρας ἀναλώσωμεν, καὶ διὰ τὰς προειρημένας τῶν παθῶν αἰτίας, τὰ δοκοῦντα ἡμῖν δικαιώματα, ὡς θυσία ἐπίμωμος εὑρεθέντα εὐπρόσδεκτα τῷ ἐπουρανίῳ Ἱερεῖ Χριστῷ γένηται. Γνώσεως οὖν, ὦ τέκνον, καὶ συνέσεως προηγουμένως ἐπιμελητέον τῷ βουλομένῳ τὸν Σταυρὸν ἆραι, καὶ ἐπακολουθῆσαι διὰ τῆς ἀδιαλείπτου ἐν ἑαυτῷ τῶν λογισμῶν ἐρεύνης, καὶ πολλῆς μερίμνης περὶ σωτηρίας, καὶ συνέσεως, καὶ πολλῆς τῆς πρὸς Θεὸν σπουδῆς, καὶ ἐρωτήσεως τῶν ὁμοψύχων, καὶ ὁμοφρόνων δούλων τοῦ Θεοῦ, καὶ τὸν αὐτὸν ἀγῶνα ἀγωνιζομένων, ἵνα μὴ ἀγνοῶν ποῦ καὶ πῶς περιπατεῖ, ἐν σκότει ἄνευ φωτὸς λύχνου ὁδεύῃ. ὁ γὰρ ἰδιόρρυθμος ἄνευ εὐαγγελικῆς γνώσεως, καὶ ὁδηγίας τινὸς ὁδεύων, πολλὰ προσκόπτει, καὶ εἰς πολλοὺς βόθρους, καὶ παγίδας τοῦ πονηροῦ ἐμπίπτει, καὶ πολλὰ πλανᾶται, καὶ πολλοῖς περιπίπτει κινδύνοις, καὶ οὐκ οἶδε ποίου τέλους τυγχάνει. πολλοὶ γὰρ διὰ πολλῶν κόπων, καὶ ἀσκήσεως διῆλθον, καὶ κακοπαθείας, καὶ μόχθους πολλοὺς διὰ Θεὸν ὑπέμειναν· καὶ ἡ ἰδιορρυθμία, καὶ ἡ ἀδιακρισία, καὶ τὸ ἀνεπιδεὲς τῆς παρὰ τοῦ πλησίον ὠφελείας, ἀκύρους αὐτῶν τοὺς τοσούτους πόνους, καὶ ματαίους εἰργάσαντο.

Σὺ οὖν, ὦ τέκνον ἀγαπητόν, κατὰ τὴν ἀρχὴν τῆς τοῦ λόγου παραινέσεως, τὰς εἰς σὲ γεγενημένας τοῦ προσκυνητοῦ, καὶ φιλανθρώπου Θεοῦ εὐεργεσίας μὴ ἐπιλανθάνου, κλοπῇ κακίας, καὶ ῥαθυμίας ὑποσυρόμενος· ἀλλὰ τὰς ἐξ ἀρχῆς γενέσεώς σου μέχρι τοῦ νῦν, ἐάντε σωματικάς, ἐάν τε πνευματικὰς εὐεργεσίας πρὸ ὀφθαλμῶν τιθέμενος, μελέτα ἐν αὐταῖς, καὶ ἀδολέσχει, κατὰ τὸ εἰρημένον· μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· ἵνα εὐκόλως πρὸς φόβον Θεοῦ καὶ ἀγάπην ἡ καρδία κινῆται, ὥστε ἀνταποδοῦναι, κατὰ δύναμιν, βίον ἀκριβῆ, πολιτείαν ἐνάρετον, συνείδησιν εὐσεβῆ, λόγον εὐάρμοστον, πίστιν ὀρθήν, φρόνημα ταπεινόν, καὶ ἁπλῶς εἰπεῖν, ὅλον ἑαυτὸν τῷ Θεῷ ἀναθεῖναι· δυσωπούμενος ὑπὸ τῆς μνήμης τῶν τούτου καλῶν ὧν πέπονθας ὑπὸ τοῦ ἀγαθοῦ, καὶ φιλανθρώπου Δεσπότου, ὅπως αὐτομάτῳ τινὶ τρόπῳ διὰ τῆς τοιαύτης τῶν εὐεργεσιῶν μνήμης, μᾶλλον δέ, συνεργούσης σοι καὶ τῆς ἄνωθεν ῥοπῆς, εἰς ἀγάπην, καὶ πόθον τιτρώσκεται ἡ καρδία σου· ὅτι ἄπερ ἄλλοις οὐκ ἐποίησε πολὺ κρείττοσί σου θαυμάσια, τῇ ἰδίᾳ αὐτοῦ, καὶ ἀρρήτῳ φιλανθρωπίᾳ, σοὶ ἐποίησε. Πάντων μὲν οὖν τῶν εἰς σὲ γεγενημένων παρὰ Θεοῦ καλῶν, ἐν μνήμῃ ἀδιαλείπτῳ εἶναι σπούδασον· ἐξαιρέτως δὲ ἐκείνης τῆς μεγάλης, καὶ θαυμαστῆς χάριτος, καὶ εὐεργεσίας ἀδιαλείπτως μέμνησο, ἧς ἐκπλέοντί σοι ἅμα τῇ μητρί σου ἐκ τῶν Ἁγίων Τόπων ἐπὶ τὴν Κωνσταντινούπολιν, παρέσχε σοι, καθὼς ἡμῖν διηγήσω· ὅτε ἡ φοβερὰ ἐκείνη καὶ ἀκατάσχετος ζάλη, καὶ κλύδων μέγας ἐν τῇ νυκτὶ ἐκινήθη, καὶ πάντες οἱ ἐν τῷ πλοίῳ ἅμα τοῖς ναύταις καὶ αὐτῇ τῇ μητρί σου ἀπώλοντο ἐν τῷ βυθῷ· καὶ ἐκ παραδόξου καὶ θείας δυνάμεως, μόνος σὺ μετὰ δύο ἄλλων ἀπορριφθέντες ἐσώθητε· καὶ πῶς ᾠκονομήθη ἐλθεῖν σε ἐν Ἀγκύρᾳ, καὶ πατρικοῖς σπλάγχνοις παρά τινος 2ἐλευθέρου προσληφθέντα σε, καὶ διαθέσει ζευχθέντα τῷ εὐλαβεστάτῳ τέκνῳ Ἐπιφανίῳ· ἵνα ἀμφότεροι ὁδηγηθέντες διὰ ὁσίου ἀνδρός, ἔλθητε εἰς σωτηρίας ὁδόν, καὶ παρὰ ἁγίων δούλων τοῦ Θεοῦ ὡς γνήσια τέκνα προσληφθείητε.

Ὑπὲρ τούτων οὖν πάντων τῶν παρὰ Θεοῦ σοι γεγενημένων καλῶν, τί ἄξιον ἔχεις ἀνταποδοῦναι τῷ καλέσαντι τὴν ψυχήν σου εἰς ζωὴν αἰώνιον; ἑαυτῷ γὰρ λοιπόν, κατὰ τὸ δίκαιον, οὐκ ἔτι ζῆν ὀφείλεις, ἀλλὰ τῷ ὑπὲρ σοῦ ἀποθανόντι, καὶ ἐγερθέντι Χριστῷ· εἰς πᾶσαν ἀρετὴν δικαιοσύνης, εἰς πᾶσαν κατόρθωσιν ἐντολῶν, ζητῶν ἀεὶ τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν, καὶ τέλειον, καὶ εὐάρεστον, καὶ τοῦτο παντὶ σθένει σπουδάζειν μεταδιώκειν. πλὴν τὴν νεότητά σου, τέκνον, οὕτως ὑπόταξον τῷ λόγῳ τοῦ Θεοῦ, ὡς αὐτὸς ὁ λόγος ἀπαιτεῖ· παραστῆναι τὸ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν. πᾶσαν τε νοτίδα ἐπιθυμίας σαρκικῆς δι᾽ ὀλιγοδείας, καὶ ὀλιγοποσίας, καὶ ὁλονύκτων ἀγρυπνιῶν, ψύξον καὶ ξήρανον, ἵνα καὶ αὐτὸς ἐκ διαθέσεως εἴπῃς ἐγεννήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματα σου οὐκ ἐπελαθόμην. καὶ ἐπιγνοὺς ὅτι Χριστοῦ εἰ, τὴν ἑαυτοῦ σάρκα σταύρωσον, κατὰ τὴν Ἀποστολικὴν φωνήν, σὺν τοῖς παθήμασι, καὶ ταῖς ἐπιθυμίαις· καὶ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νέκρωσον· οὐ μόνον τὴν πρᾶξιν τῆς πορνείας, ἀλλὰ καὶ τὴν ἐνεργουμένην ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐν τῇ σαρκὶ ἀκαθαρσίαν. καὶ οὐ μόνον ἕως τούτου ἵστησι τὸν ἀγῶνα, ὁ ἀληθινῆς, καὶ ἀμολύντου, καὶ ὁλοτελοῦς παρθενίας στέφανον ἐκδεχόμενος, ἀλλ᾽ ἐπακολουθῶν τῇ Ἀποστολικῇ διδασκαλίᾳ, καὶ αὐτοῦ τοῦ πάθους τὴν σημασίαν, καὶ κίνησιν νεκροῦν ἀγωνίζεται. καὶ οὐδ᾽ οὕτως ἔτι πληροφορεῖται, σφοδρῷ ἔρωτι τὴν ἀγγελικήν, καὶ ἄχραντον παρθενίαν ἐν τῷ ἰδίῳ σώματι κατασκηνῶσαι ἐκδεχόμενος, ἀλλὰ καὶ αὐτὴν τὴν ἐν μόνῳ τῷ λογισμῷ ψιλῆς ἐπιθυμίας ἐνθύμησιν, ἄνευ κινήσεως καὶ ἐνεργείας σωματικοῦ πάθους, ὡς ἐν παραρριπισμῷ νοὸς ἀνερχομένην, ἐξαφανισθῆναι εὔχεται. τοῦτο δὲ διὰ τῆς ἄνωθεν βοηθείας, καὶ δυνάμεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος μόνης κατορθοῦσθαι δυνατόν, εἰ ἄρα τινὲς εἰσὶν οἱ τῆς χάριτος ταύτης καταξιούμενοι.

Οὕτως ὁ τῆς καθαρᾶς, καὶ ἀΰλου, καὶ ἀχράντου παρθενίας τὸν στέφανον ἐκδεχόμενος, σταυροῖ δι᾽ ἀσκητικῶν πόνων τὴν σάρκα· νεκροῖ τὰ ἐπὶ τῆς γῆς μέλη τῇ ἐπιτάσει, καὶ ἐπιμονῇ τῆς ἐγκρατείας· διαφθείρων τὸν ἔξω ἄνθρωπον, καὶ λεπτύνων αὐτόν, καὶ ρυσσὸν καὶ κατεσκληκότα ἀπεργαζόμενος· ἵνα διὰ πίστεως καὶ ἀγώνων, καὶ τῇ τῆς χάριτος ἐνεργείᾳ, ὁ ἔσω ἄνθρωπος ἀνακαινίζηται, ἡμέραν ἐξ ἡμέρας ἐπὶ τὸ κρεῖττον προκόπτων· ἀγάπῃ αὐξανόμενος· πραότητι κοσμούμενος· ἀγαλλιάσει πνεύματος εὐφραινόμενος· εἰρήνῃ Χριστοῦ βραβευόμενος· χρηστότητι ἀγόμενος· ἀγαθότητι φρουρούμενος· φόβῳ Θεοῦ περιεχόμενος· συνέσει, καὶ γνώσει φωτιζόμενος· σοφίᾳ λαμπρυνόμενος· ταπεινοφροσύνῃ ὁδηγούμενος. Ταύταις καὶ ταῖς ὁμοίαις ἀρεταῖς ἀνακαινιζόμενος ὁ νοῦς ὑπὸ τοῦ Πνεύματος, τῆς θεοειδοῦς εἰκόνος τὸν χαρακτῆρα ἐν ἑαυτῷ γνωρίζει· καὶ τῆς δεσποτικῆς ὁμοιώσεως τὸ νοητὸν καὶ ἄρρητον κάλλος κατανοεῖ· καὶ τῆς αὐτοδιδάκτου, καὶ αὐτομαθοῦς σοφίας τοῦ ἐνδιαθέτου νόμου τὸν πλοῦτον καταλαμβάνει. Ἀέπτυνον οὖν, ὦ τέκνον, τὴν νεωτερικὴν σάρκα, καὶ τοῖς προειρημένοις πίανον τὴν ἀθάνατον ψυχήν, καὶ ταῖς προειρημέναις ἀρεταῖς ἀνακαίνισον τὸν νοῦν τῇ συνεργείᾳ τοῦ Πνεύματος. νεότητος γὰρ σάρκες πεπιασμέναι διαφόροις βρώμασι καὶ οἴνου πόσει, ὡς χοῖρος ἕτοιμος πρὸς σφαγήν· οὗ τῇ πυρώσει τῶν τοῦ σώματος ἡδονῶν, ἡ ψυχὴ κατασφάζεται· καὶ ζέσει τῆς κακῆς ἐπιθυμίας, ὁ νοῦς αἰχμαλωτίζεται, ἀντέχειν πρὸς τὰς ἡδονὰς τῆς σαρκὸς μὴ δυνάμενος. εἰσροὴ γὰρ αἵματος, ἐκροὴν πνεύματος ἀπεργάζεται. ἐξαιρέτως δὲ οἴνου μετάληψιν μηδὲ ὀσφραινέσθω νεότης· ἵνα μὴ διπλῇ πυρκαῖᾳ ἐμφανιζομένῃ τῇ ἔσωθεν τοῦ πάθους ἐνεργείᾳ, καὶ τῇ ἔξωθεν ἐπιχεομένῃ οἰνοποσίᾳ, καὶ διὰ τούτων ἡ ἡδονὴ τῆς σαρκὸς ὑπερζέσασα, τὴν πνευματικὴν ἡδονὴν τοῦ πόνου τῆς κατανύξεως ἐξ ἑαυτῆς ἀποδιώξῃ· καὶ σύγχυσιν καὶ πώρωσιν ἐν τῇ καρδίᾳ ἐμποιήσῃ· ἀλλὰ δι᾽ ἐπιθυμίαν πνευματικήν, καὶ ὕδατος κόρον ἡ νεότης μὴ προσιέσθω. πάνυ γὰρ πρὸς συνεργίαν σωφροσύνης συμβάλλεται ἡ τοῦ ὕδατος ἔνδεια. καὶ τοῦτο ἔργῳ δοκιμάσας, αὐτῇ τῇ πείρᾳ τὴν πληροφορίαν λήψῃ. οὐ γὰρ ὡς ζυγὸν ἀνάγκης σοι ἐπιθεῖναι βουλόμενοι, τοῦτο νομοθετοῦμεν ἢ ὁρίζομεν, ἀλλ᾽ ὡς ἐπίνοιαν, καὶ μέθοδον ἀγαθὴν πρὸς συνεργίαν ἀληθοῦς παρθενίας, καὶ ἀκριβοῦς σωφροσύνης παραινοῦμεν ἀγαπητικῶς καὶ συμβολεύομεν· τῇ αὐτεξουσίῳ σου προαιρέσει καταλιμπάνοντες, ποιεῖν ὃ βούλεται.

Δεῦρο δὴ λοιπὸν καὶ περὶ τοῦ ἀλόγου τῆς ὀργῆς πάθους ὀλίγα διαλάβωμεν, τοῦ πᾶσαν ψυχὴν ἐρημοῦντος, καὶ συγχέοντος, καὶ σκοτίζοντος, καὶ θηρίοις ὅμοιον τὸν ἄνθρωπον ἀποδεικνύοντος, ἐν καιρῷ τῆς κινήσεως, καὶ ἐνεργείας αὐτοῦ, τὸν μάλιστα εὐολίσθως καὶ ὀξυρρεπῶς πρὸς αὐτὸ ἔχοντα. τὸ πάθος τοῦτο, ἐξαιρέτως ὑπερηφανία στηρίζεται, καὶ κραταιοῦται, καὶ ἀκατάλυτον γίνεται. ἕως ἂν ὑπονοτίζηται τὸ τῆς πικρίας, καὶ ὀργῆς, καὶ θυμοῦ διαβολικὸν δένδρον τῷ φαύλῳ τῆς ὑπερηφανίας ὕδατι, εὐανθοῦν καὶ εὐθαλοῦν, πολὺν τὸν τῆς ἀνομίας καρπὸν φέρει· καὶ οὕτως ἀκατάλυτος ἡ τοῦ πονηροῦ οἰκοδομὴ ἐν τῇ ψυχῇ γίνεται, ἔχουσα στήριγμα καὶ κραταίωμα τοὺς τῆς ὑπερηφανίας θεμελίους. Εἰ οὖν βούλει τὸ δένδρον τῆς ἀνομίας, τὸ τῆς πικρίας, καὶ ὀργῆς, καὶ θυμοῦ λέγω πάθος, ἐν σοὶ ξηρανθῆναι, καὶ ἄκαρπον γενέσθαι, ἵνα ἡ ἀξίνη τοῦ πνεύματος ἐλθοῦσα ἐκκόψῃ αὐτό, καὶ εἰς τὸ πῦρ βάλῃ, κατὰ τὴν εὐαγγελικὴν φωνήν, καὶ ἐξάρῃ σὺν πάσῃ κακίᾳ· καὶ εἰ βούλει τὸν τῆς ἀνομίας οἶκον, ὃν ὁ πονηρὸς οἰκοδομεῖ κακῶς ἐν τῇ ψυχῇ, ἑκάστοτε ὡς λίθους, προφάσεις διαφόρους εὐλόγους, ἢ ἀλόγους συνάγων, διὰ τῶν τῆς ὕλης πραγμάτων ἢ ρημάτων ἐν τοῖς λογισμοῖς, καὶ οἰκοδομὴν κακίας ἐν τῇ ψυχῇ κατασκευάζων, στήριγμα καὶ κραταίωμα τοὺς τῆς ὑπερηφανίας λογισμοὺς ὑποτιθείς· εἰ οὖν βούλει τοῦτον καταλυθῆναι, καὶ κατασκαφῆναι τὸν οἶκον, ἔχε τὴν ταπείνωσιν τοῦ Κυρίου ἀνεπίληστον ἐν τῇ καρδίᾳ· Τίς ὤν, τί γέγονε δι᾽ ἡμᾶς· καὶ ἐξ οἵου ὕψους φωτὸς Θεότητος ἀποκεκαλυμμένης, κατὰ δύναμιν τῶν ἄνω οὐσιῶν, καὶ ἐν Οὐρανοῖς δοξαζομένης ἀπὸ πάσης λογικῆς φύσεως, Ἀγγέλων, Ἀρχαγγέλων, Θρόνων, Κυριοτήτων, Ἀρχῶν, Ἐξουσιῶν, Χερουβίμ, καὶ Σεραφίμ, καὶ τῶν ἀκατονομάστων νοερῶν Δυνάμεων, ὧν οὐκ ἔφθασαν εἰς ἡμᾶς τὰ ὀνόματα, κατὰ τὸ Ἀποστόλου αἴνιγμα· εἰς οἷον βάθος ταπεινώσεως ἀνθρώπων δι᾽ ἄφατον ἀγαθότητα κατῆλθε, κατὰ πάντα ὁμοιωθεὶς ἡμῖν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, καὶ διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως αἰχμαλώτοις γεγενημένοις, καὶ διὰ τῆς ἐνεργείας τῶν παθῶν ὑπὸ τοῦ ἐχθροῦ κυριευομένοις.

Ἐν τῇ τοιαύτῃ τοίνυν αἰχμαλωσίᾳ χαλεπῶς ὄντας ἡμᾶς, καὶ βασιλευομένους ὑπὸ τοῦ ἀοράτου, καὶ πικροῦ θανάτου, οὐκ ἐπῃσχύνθη ὁ πάσης κτίσεως ὁρατῆς καὶ ἀοράτου Δεσπότης, ἀλλὰ ταπεινώσας ἑαυτόν, καὶ ἀναλαβὼν τὸν ὑπὸ τὰ πάθη 3τῆς ἀτιμίας, καὶ ἐπιθυμίας, καὶ δεσποτικῆς ἀποφάσεως καταδικασθέντα ἄνθρωπον, κατὰ πάντα ὅμοιος ἡμῖν γέγονε χωρὶς ἁμαρτίας, τουτέστι χωρὶς παθῶν ἀτιμίας. τὰ γὰρ διὰ τὴν ἁμαρτίαν τῆς παραβάσεως ὑπὸ τῆς δεσποτικῆς ἀποφάσεως ἐπενεχθέντα τῷ ἀνθρώπῳ ἐπιτίμια, θανάτου, κόπου, πείνης, δίψης, καὶ τῶν τοιούτων, πάντα ἀνέλαβε, γενόμενος ὃ ἐσμέν, ἵνα γενώμεθα ὅπερ ἐστίν· ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα ἡ σὰρξ γένηται Λόγος· πλούσιος ὤν, ἐπτώχευσε δι᾽ ἡμᾶς, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· ὡμοιώθη διὰ πολλὴν φιλανθρωπίαν ἡμῖν, ἵνα διὰ πάσης ἀρετῆς ὁμοιωθῶμεν αὐτῷ. ἐξ οὖ γὰρ ἐπεδήμησεν ὁ Χριστός, ἀληθῶς ὁ κατ᾽ εἰκόνα, καὶ ὁμοίωσιν γεγονὼς ἄνθρωπος, διὰ τῆς τοῦ Πνεύματος χάριτος καὶ δυνάμεως ἀνακαινίζεται· εἰς μέτρον τῆς τελείας ἀγάπης φθάνων, τῆς ἔξω βαλλούσης τὸν φόβον, τῆς μηκέτι ὑπὸ πτῶσιν γενέσθαι δυναμένης· ἡ γὰρ ἀγάπη οὐδέποτε πίπτει. ἡ ἀγάπη, γάρ φησιν ὁ Ἰωάννης, ὁ Θεὸς ἐστί· καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει. τούτῳ τῷ μέτρῳ κατηξιώθησαν οἱ Ἀπόστολοι, καὶ οἱ ὁμοίως αὐτοῖς τὴν ἀρετὴν ἐξασκήσαντες, καὶ τελείους ἑαυτοὺς τῷ Κυρίῳ παραστήσαντες, καὶ τελείῳ πόθῳ, ἐν ὅλῃ τῇ ζωῇ αὐτῶν τῷ Χριστῷ ἐξακολουθήσαντες.

Τὴν τοσαύτην τοίνυν ταπείνωσιν, ἥνπερ διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀρρήτῳ φιλανθρωπίᾳ ἀνέλαβεν ὁ Κύριος, ἐὰν πάντοτε ἀνεπιλήστως ἀναλογίζῃ· τουτέστι τὴν ἐν μήτρᾳ τοῦ Θεοῦ Λόγου κατασκήνωσιν· τὴν τοῦ ἀνθρώπου ἀνάληψιν· τὴν ἀπὸ γυναικὸς γέννησιν· τὴν κατὰ μέρος τῆς σωματικῆς ἡλικίας αὕξησιν· τὰς ἀτιμίας, τὰς ὕβρεις, τοὺς ὀνειδισμούς, τοὺς χλευασμούς, τὰς λοιδορίας, τὰς μάστιγας, τὰ ἐμπτύσματα, τὸν καταγέλωτα, τὸν ἐμπαιγμόν, τὴν κοκκίνην χλαμύδα, τὸν ἀκάνθινον στέφανον, τὴν τῶν ἀρχόντων κατ᾽ αὐτοῦ ἀπόφασιν, τὴν τῶν ἀνόμων Ἰουδαίων ὁμοφύλων ὄντων κατ᾽ αὐτοῦ βόησιν· αἶρε, αἴρε, σταύρωσον αὐτόν· τὸν Σταυρόν, τοὺς ἥλους, τὴν λόγχην, τὸν ποτισμὸν τοῦ ὄξους καὶ τῆς χολῆς, τὸν θρίαμβον τῶν ἐθνῶν, τὸν καταγέλωτα τῶν παραπορευομένων, καὶ λεγόντων· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ Σταυροῦ, καὶ πιστεύομέν σοι· καὶ τὰ λοιπὰ τῶν παθημάτων, ἅπερ δι᾽ ἡμᾶς ὑπέμεινε· τὴν σταύρωσιν, τὸν θάνατον, τὴν ἐν μνημείῳ τριήμερον ταφήν, τὴν εἰς τὸν ἅδην κάθοδον· ἔπειτα τὰς τῶν παθημάτων ἐπικαρπίας, οἷαι καὶ τίνες· τουτέστι τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν τοῦ ἅδου καὶ θανάτου σκύλευσιν τῶν συνελθουσῶν τῷ Κυρίῳ ψυχῶν, τὴν ἐν Οὐρανοῖς ἀνάληψιν, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, τὴν ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου τιμὴν καὶ δόξαν, τὴν πάντων τῶν Ἀγγέλων προσκύνησιν εἰς τὸν Πρωτότοκον τῶν νεκρῶν, διὰ τὴν τῶν παθημάτων αἰτίαν, κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν τὴν λέγουσαν· τοῦτο φρονείσθω ἐν ἡμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ τὰ ἑξῆς.

Ἰδοὺ αἱ τῶν προρρηθέντων αἰτίαι κατὰ τὸ δίκαιον τοῦ Θεοῦ, εἰς ποίαν δόξαν καὶ ὕψος τὸν Κυριακὸν ἄνθρωπον ἀνήγαγον. Τοιγαροῦν ἐὰν πόθῳ, καὶ διαθέσει ἀνεπιλήστως τὰς μνήμας ταύτας διασώζῃς ἐν ἐν τῇ καρδίᾳ σου, οὐ κυριεύσει σου τὸ τῆς πικρίας, καὶ ὀργῆς, καὶ θυμοῦ πάθος. τῶν γὰρ θεμελίων τοῦ πάθους τῆς ὑπερηφανίας διὰ τῆς ταπεινώσεως τοῦ Χριστοῦ, ἧς ἀναλογίζῃ, ὑπεξελθόντων, ὅλον τὸ οἰκοδόμημα τῆς ἀνομίας τοῦ θυμοῦ, καὶ τῆς ὀργῆς, καὶ λύπης, εὐχερῶς καὶ αὐτομάτως καταλύεται. ποία γὰρ σκληρὰ καὶ λιθίνη καρδίᾳ, ἐὰν ἔχῃ ἐν νῷ διηνεκῶς, τὴν τοσαύτην τοῦ Μονογενοῦς 4Θεότητα, δι᾽ ἡμᾶς ταπεινωθεῖσαν, καὶ τὴν ἀπαριθμηθεῖσαν τῶν προρρηθέντων παθημάτων μνήμην, οὐ συντρίβεται; οὐ κατανύσσεται; οὐ ταπεινοῦται; οὐ γῆ καὶ σποδὸς καὶ πάτημα παρὰ πάντων ἀνθρώπων ἑκουσίως κατὰ τὴν Γραφὴν γενήσεται; οὕτω δὲ ταπεινουμένης, καὶ συντριβομένης τῆς ψυχῆς, εἰς τὴν ταπείνωσιν τοῦ Χριστοῦ ἁποσκοπούσης, ποῖος θυμὸς ταύτης κατακρατῆσαι δυνήσεται; ποία ὀργή; ποία πικρία περιγενέσθαι; Ἀλλ᾽ ὡς ἔοικεν, ἡ λήθη τῶν συμφερόντων τούτων, καὶ ζωοποιούντων ἡμᾶς λογισμῶν, καὶ ἡ ταύτης ἀδελφὴ ῥαθυμία, καὶ ἡ τούτων συνεργὸς καὶ ὁμότροπος ἄγνοια, τὰ βαρύτερα καὶ ἐσώτερα τῆς ψυχῆς πάθη, τὰ δυσεξεύρητα καὶ δυσκατόρθωτα, περιεργίᾳ δεινῇ τὴν ψυχὴν καλύπτοντα καὶ σκοτίζοντα, τὰ λοιπὰ τῆς κακίας πάθη ἐνεργεῖν καὶ ἐμφωλεύειν ἐν αὐτῇ παρασκευάζει, ὡς ἀφοβίαν καὶ ἀμέλειαν τῶν καλῶν ἐμποιοῦντα, εἴσοδόν τε, καὶ ἐργασίαν ἑκάστῳ πάθει ἀδεῶς καὶ εὐκόλως παρέχοντα. κεκαλυμμένης γὰρ τῆς ψυχῆς ὑπὸ τῆς παγκάκου λήθης, καὶ τῆς ὀλεθρίου ῥαθυμίας, καὶ τῆς πάντων τῶν κακῶν μητρός, καὶ τροφοῦ ἀγνοίας, ὑφ᾽ ἑκάστου τῶν ὁρωμένων, ἢ νοουμένων, ἢ ἀκουομένων, εὐχερῶς προσδεσμεῖται ὁ ἄθλιος καὶ τυφλῶττων νοῦς. οἷον ἐὰν κάλλος ἴδῃ γυναικός, εὐθὺς ἐτρώθη τῇ σαρκικῇ ἐπιθυμίᾳ· καὶ οὕτω λοιπὸν διαδεξάμεναι αἱ μνῆμαι τὸ ἐμπαθῶς καὶ ἡδέως θεωρηθέν, ἢ ἀκουσθέν, ἢ ψηλαφηθέν, διὰ τῆς ἀνατυπώσεως τῶν ἐννοιῶν, καὶ κακῆς μελέτης ἔνδον τὰς εἰκόνας ἀναζωγραφοῦσι· καὶ οὕτως τὸν ἐμπαθῆ ἔτι, καὶ ἄθλιον μιαίνουσι νοῦν, διὰ τῆς ἐνεργείας τῶν πορνικῶν πνευμάτων. τὸ λοιπὸν γὰρ καὶ ἡ σὰρξ ἐὰν ᾖ πίων, ἢ νεάζουσα, ἢ ὑγροτέρα, ταῖς τοιαύταις μνήμαις ἑτοίμως διεγειρομένη τῷ πάθει, ἐνεργεῖ τὰ ἑαυτῆς, πρὸς ἐπιθυμίαν κινουμένη· ἢ ἐνίοτε καθ᾽ ὕπνους, ἦ καθ᾽ ὕπαρ ἀκαθαρσίαν ἐργαζομένη, εἰ καὶ τοῖς φαινομένοις γυναικὶ οὐκ ἐκοινώνησε· σώφρων μέν, καὶ παρθένος, καὶ ἁγνὸς παρὰ τοῖς πολλοῖς νομιζόμενος· ἢ καὶ Ἁγίου ἔχων ὑπολήψεις· παρὰ δὲ τῷ τὰ κρυπτὰ ἐποπτεύοντι, βέβηλος οὖτος, καὶ ἄσωτος, καὶ μοιχὸς κρίνεται· καὶ δικαίως ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κατακρίνεται, ἐὰν μὴ θρηνῇ, καὶ πενθῇ, καὶ νηστείαις καὶ ἀγρυπνίαις καὶ εὐχαῖς ἀδιαλείπτοις τὴν σάρκα τήξας, καὶ τὸν νοῦν ταῖς ἁγίαις μνείαις, καὶ μελέταις τοῦ λόγου τοῦ Θεοῦ θεραπεύσας, καὶ διορθωσάμενος, ἀξίαν μετάνοιαν τῷ Θεῷ προσενέγκῃ· οὖ ἐνώπιον τὰ κακὰ ἐνενόησεν, ἢ ἐποίησεν.

ἀψευδὴς γὰρ ἡ ζῶσα φωνὴ ἡ εἰποῦσα· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. διὰ τοῦτο συμβάλλεται τοῖς νέοις μάλιστα, τὸ μηδὲ ὅλως, εἰ δυνατόν, συντυγχάνειν γυναιξί, κἂν ἅγιαι εἶναι νομίζονται. εἰ δὲ δυνατὸν καὶ ἔξω τῶν ἀνθρώπων διάγειν, ἐλαφρότερον τὸν πόλεμον διατελεῖ, καὶ τρανώτερον αἰσθάνεται τὴν ἑαυτοῦ προκοπήν· μάλιστα, ἐὰν ἀκριβῶς προσέχῃ ἑαυτῷ, καὶ ὀλιγοδείᾳ, καὶ ὀλιγοποσίᾳ ὕδατος, καὶ ἀγρυπνίᾳ πολλῇ ἐν προσευχῇ τὴν διαγωγὴν ἔχῃ, ἀγωνιζόμενος· καὶ πνευματικοῖς ἐμπείροις πατράσι συναναστρέφεσθαι, καὶ συνεῖναι, καὶ ὁδηγεῖσθαι ὑπ᾽ αὐτῶν σπουδάζων. ἐπικίνδυνον γὰρ τὸ κατὰ μόνας, καὶ ἰδιόρρυθμον, καὶ ἀμάρτυρον, καὶ μετὰ ἀπείρων τοῦ πνευματικοῦ πολέμου συζῆν· ἄλλοις γὰρ τρόποις πολέμων οἱ τοιτοιοῦτοι ἁλίσκονται· ὅτι πολλά εἰσι τῆς κακίας τὰ μηχανήματα, καὶ ἔνεδρα κεκρυμμένα· καὶ διάφοροι παγίδες πανταχόθεν τοῦ ἐχθροῦ καταπεπήγασι. διὰ τοῦτο, εἰ δυνατόν, συνεῖναι ἤγουν συνεχῶς ἐντυγχάνειν γνωστικοῖς ἀνδράσι σπουδαστέον καὶ ἀγωνιστέον· ὅπως κἂν μὴ αὐτὸς ἔχῃ λύχνον ἀληθοῦς γνώσεως, διὰ τὸ ἔτι ἀτελὲς τῆς 5νοητῆς, ἡλικίας, καὶ νήπιον, τῷ ἔχοντι συνοδεύων, μή περιπατῇ ἐν σκότει, μὴ κινδυνεύῃ βρόχοις, καὶ παγίσι· καὶ τοῖς νοητοῖς μὴ περιπίπτῃ θηρίοις, τοῖς ἐν σκότει νεμομένοις, καὶ τοὺς ἐν αὐτῷ χωρὶς νοητοῦ λύχνου τοῦ θείου λόγου περιπατοῦντας ἁρπάζουσι, καὶ διαφθείρουσιν. Εἰ οὖν βούλει, τέκνον, οἰκεῖον λύχνον φωτὸς νοητοῦ, καὶ γνώσεως πνευματικῆς ἔνδοθεν κτήσασθαι, ἵνα ἀπροσκόπτως ἐν τῇ βαθυτάτῃ νυκτὶ τοῦ αἰῶνος τούτου περιπατεῖν δυνήσῃ, καὶ ἀπὸ Κυρίου τὰ διαβήματά σου κατευθυνθῇ, ὅπως τὴν ὁδὸν τοῦ Εὐαγγελίου θελήσας σφόδρα, κατὰ τὸ προφητικὸν λόγιον, τουτέστι πίστει διαπύρῳ τῶν τελεωτέρων εὐαγγελικῶν προσταγμάτων περιέχεσθαι, καὶ τῶν παθημάτων τοῦ Κυρίου δι᾽ ἐπιθυμίας καὶ εὐχῆς κοινωνὸς γενέσθαι, ὑποδείκνυμί σοι μέθοδον θαυμαστήν, καὶ ἐπίνοιαν τρόπου πνευματικοῦ· οὐ σωματικοῦ κόπου ἢ ἀγῶνος δεομένην ἀλλὰ ψυχικοῦ πόνου, καὶ νοὸς ἐπιστασίας, καὶ προσεχοῦς διανοίας χρήζουσαν, φόβῳ καὶ ἀγάπῃ Θεοῦ συνεργουμένην· δι᾽ ἧς ἐπινοίας, τὴν φάλαγγα τῶν ἐχθρῶν εὐχερῶς τροπώσασθαι δυνήσῃ κατὰ τὸν μακάριον Δαβίδ, ἕνα γίγαντα τῶν ἀλλοφύλλων ἀνελόντα διὰ πίστεως καὶ πεποιθήσεως τῆς εἰς Θεόν, καὶ οὕτω τὰς μυριάδας τῶν ἐχθρῶν εὐχερῶς μετὰ τοῦ ἰδίου λαοῦ τροπωσάμενον. ἡ δὲ ὑπόθεσις τοῦ ἡμετέρου λόγου, τρεῖς τοὺς δυνατούς, καὶ κραταιοὺς τῶν ἀλλοφύλων γίγαντας ὁρᾷ, εἰς οὓς ἐπεστήρικται πᾶσα ἡ τοῦ νοητοῦ Ὁλοφέρνου ἀντικειμένη δύναμις· ὧν καθαιρεθέντων, καὶ νεκρωθέντων, εὐχερῶς λοιπὸν εἰς ἀναίρεσιν πᾶσα ἡ τῶν πονηρῶν πνευμάτων ἀσθενήσει δύναμις. εἰσὶ δὲ οἱ νομιζόμενοι τοῦ πονηροῦ ἰσχυροὶ τρεῖς γίγαντες, οἱ ἤδη προειρημένοι· ἄγνοια ἡ τῶν κακῶν ἁπάντων μήτηρ· λήθη ἡ ταύτης ἀδελφή, καὶ συνεργός, καὶ συνέριθος· καὶ ἡ τὸ σκοτεινὸν τοῦ μελανοῦ νέφους ἔνδυμα, καὶ κάλυμμα τῆς ψυχῆς ἐξυφαίνουσα ῥαθυμία, ἡ ἀμφοτέρας στηρίζουσα, καὶ κραταιοῦσα, καὶ σύστασιν ταύταις παρεχομένη, καὶ τῇ ἀμελεστάτῃ ψυχῇ, τὸ ἔμφυτον καὶ ἔμμονον κακὸν κατεργαζομένη.

ὑπὸ ῥαθυμίας, λήθης τε, καὶ ἀγνοίας, τὰ τῶν λοιπῶν παθῶν ὑποστηρίγματα κραταιοῦνται, καὶ μεγαλύνονται. βοηθοὶ γὰρ ἀλλήλων οὖσαι καὶ χωρὶς ἀλλήλων συστῆναι μὴ δυνάμεναι, ἰσχυραὶ τοῦ ἀντικειμένου δυνάμεις ἀποδείκνυνται, καὶ κραταιοὶ τοῦ πονηροῦ ἄρχοντες· δι᾽ ὧν πᾶσα ἡ στρατιὰ τῶν πνευμάτων τῆς πονηρίας ὑπονοστεῖται, καὶ ὑποστηρίζεται, καὶ τὰ διανοήματα ἐκτελεῖν ἰσχύει, ὧν ἄνευ συστῆναι τὰ προειρημένα οὐ δύνανται. Εἶ οὖν βούλει κατὰ τῶν παθῶν τῶν προειρημένων τὸ νῖκος ἆραι, καὶ τὴν φάλαγγα τῶν νοητῶν ἀλλοφύλλων εὐχερῶς τροπώσασθαι, δι᾽ εὐχῆς, καὶ συνεργίας Θεοῦ ἐν ἑαυτῷ γενόμενος, καὶ εἰς τὰ τῆς καρδίας βάθη 6δύνων, ἀνίχνευσον τοὺς τρεῖς τούτους δυνατοὺς τοῦ διαβόλου γίγαντας, λήθην λέγω, καὶ ῥαθυμίαν, καὶ ἄγνοιαν τὸ ὑποστήριγμα τῶν νοητῶν ἀλλοφύλων· δι᾽ ὧν τὰ λοιπὰ τῆς κακίας πάθη ὑπονοστούμενα ἐνεργεῖ, καὶ ζῇ, καὶ ἐνισχύει ἐν ταῖς τῶν φιληδόνων καρδίαις, καὶ ἀπαιδεύτων ψυχαῖς· καὶ διὰ πολλῆς προσεχείας, καὶ νοὸς ἐπιστασίας, μετὰ τῆς ἄνωθεν ροπῆς, εὑρὼν τὰ τοῖς λοιποῖς ἀγνοούμενα, καὶ μήτε εἶναι νομιζόμενα, ὀλεθριώτερα δὲ τῶν λοιπῶν ὄντα κακά, διὰ τῶν τῆς δικαιοσύνης ὅπλων τῶν ἀπ᾽ ἐναντίας ἐκείνων, μνήμης ἀγαθῆς λέγω τῆς πάντων τῶν καλῶν αἰτίας, καὶ γνώσεως πεφωτισμένης, δι᾽ ἧς ἀναγρηγοροῦσα ἡ ψυχή, τὸ τῆς ἀγνοίας σκότος ἐκδιώκει ἀφ᾽ ἑαυτῆς, καὶ προθυμίας ἀρίστης πρὸς σωτηρίαν εὐτρεπιζούσης, καὶ ἐπειγούσης τὴν ψυχήν.

Ταῦτα τῆς ἀρετῆς ἐνδυσάμενος τὰ ὅπλα, ἐν δυνάμει Πνεύματος Ἁγίου, διὰ πάσης προσευχῆς καὶ δεήσεως, γενναίως καὶ ἀνδρείως καταγωνίσῃ τῶν νοητῶν ἀλλοφύλων τοὺς προειρημένους τρεῖς γίγαντας· διὰ μὲν τῆς ἀρίστης κατὰ Θεὸν μνήμης, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα εὔφημα, εἴτις ἀρετή, καὶ εἴτις ἔπαινος, πάντοτε λογιζόμενος, τὴν παγκάκιστον λήθην ἀφ᾽ ἑαυτοῦ ἐκδιώκων· διὰ δὲ τῆς πεφωτισμένης, καὶ οὐρανίου γνώσεως, τὴν ὀλέθριον ἄγνοιαν τοῦ σκότους ἐξαφανίζων· διὰ δὲ τῆς παναρέτου, καὶ καλλίστης προθυμίας, τὴν ἄθεον καὶ τὴν τὸ ἔμφυτον κακὸν ἐν τῇ ψυχῇ κατεργαζομένην ῥαθυμίαν ἐξελαύνων. Ταύτας δὲ τὰς ἀρετάς, οὐ ψιλῆς ἐκ μόνης προαιρέσεως, ἀλλ᾽ ἐκ δυνάμεως Θεοῦ, καὶ συνεργίας Πνεύματος Ἁγίου. ἐν πολλῇ 7προσεχείᾳ, καὶ εὐχῇ κτησάμενος, οὕτω δυνήσῃ τῶν προειρημένων ἰσχυρῶν ῥυσθῆναι τοῦ πονηροῦ τριῶν γιγάντων. γνώσεως γὰρ ἀληθοῦς, καὶ μνήμης λόγων Θεοῦ, καὶ ἀγαθῆς προθυμίας συμφωνία, διὰ χάριτος ἐνεργοῦς, ἐν ψυχῇ συστῆναι βιαζομένη, καὶ ἐπιμελῶς φυλασσομένη, λήθης, καὶ ἀγνοίας, καὶ ῥαθυμίας ἴχνος ἐξ αὐτῆς ἀφανίζει, καὶ εἰς τὸ μὴ ὃν περιίστησι· τῆς χάριτος λοιπὸν βασιλευούσης ἐν αὐτῇ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Notes

  1. ἐν ἄλλ. κακίας
  2. ἐν ἄλλ. ἑτέρου
  3. τῆς ἐπιτιμίας, καὶ δεσποτικῆς ἀποφάσεως.
  4. Μεγαλειότητα
  5. πνευματικῆς
  6. δύσας
  7. προσοχῇ.

· Contents ·