Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Hesychios the Priest, 17. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΗΣΥΧΙΟΥ
ΠΡΕΣΒΥΤΕΡΟΥ
Ὅσιος Πατὴρ ἡμῶν Ἡσύχιος, ὁ τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας Πρεσβύτερος γεγονώς, ἥκμασε μὲν ἐπὶ Θεοδοσίου τοῦ νέου, ἀνθῶν τῷ τῆς διδασκαλίας λόγῳ, ἐτελεύτησε δὲ περὶ τὸ τετρακοσιοστὸν τριακοστὸν τρίτον ἔτος. Τῶν δὲ συγγραμμάτων αὐτοῦ πολλῶν ὄντων, μόνος ὁ εἰς διακόσια τρία κεφάλαια διαιρούμενος λόγος, ὧδε ἐτάχθη· ὡς χρησιμώτατος, καὶ τοῖς ἀρχαρίοις περὶ νῆψιν, καὶ προσοχὴν νοός, καὶ φυλακὴν καρδίας εἴπερ τις ἄλλος λυσιτελέστατος. Περὶ οὖ καὶ ὁ κριτικὸς Φώτιος τάδε φησὶν ἐπὶ λέξεως, Ἀναγνώσει ρϟή. σελ. 267. «Καὶ τὸ ἐπὶ πᾶσι δεύτερον καὶ εἰκοστὸν (Κεφάλαιον δηλ.) Ἡσυχίου Πρεσβυτέρου Ἱεροσολύμων περιέχει, ἐν οἷς καὶ ὁ σύμπας τοῦ βιβλίου ἀπαρτίζεται λόγος, χρειωδέστατος καθεστὼς εἴπερ τι ἄλλο τοῖς ἐπὶ τῷ κλήρῳ τῶν Οὐρανῶν τὸν βίον ἀσκουμένοις· ἔχει δὲ κατὰ τὴν ἀπαγγελίαν καὶ τὸ σαφές· καὶ τ᾽ ἄλλα τοιοῦτος, οἷος ἂν γένοιτο ἀνδράσιν ἁρμόζων, πρὸς μὲν τὸν κατὰ λόγους ἀγῶνα μηδ᾽ ἐπεστραμμένοις, πάντα δὲ τὸν πόνον, καὶ τὴν σπουδὴν εἰς τὴν ἐπὶ τοῖς ἔργοις ἄσκησιν ἀναδεδεγμένοις.