Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Hesychios the Priest, Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἡσυχίου Πρεσβυτέρου λόγος, πρὸς Θεόδουλον…
ΗΣΥΧΙΟΥ
ΠΡΕΣΒΥΤΕΡΟΥ
ΠΡΟΣ ΘΕΟΔΟΥΛΟΝ
ΛΟΓΟΣ ΨΥΧΩΦΕΛΗΣ, ΚΑΙ ΣΩΤΗΡΙΟΣ, ΠΕΡΙ ΝΗΨΕΩΣ, ΚΑΙ ΑΡΕΤΗΣ,
ΚΕΦΑΛΑΙΩΔΗΣ.
Ἀρχὴ φωτισμοῦ ψυχῆς, καὶ ἀληθὴς ὑποθήκη. Τὰ λεγόμενα Ἀντιρρητικά, καὶ Εὐκτικά.
Νῆψις ἐστί, μέθοδος πνευματική, ἐμπαθῶν νοημάτων, καὶ λόγων, καὶ πονηρῶν ἔργων, πάμπαν τὸν ἄνθρωπον, σὺν Θεῷ, ἀπαλλάττουσα, χρονίζουσα, καὶ προθύμως ὁδευομένη· γνῶσίν τε ἀσφαλῆ Θεοῦ τοῦ ἀκαταλήπτου ὁδευομένη χαρίζεται, καθ᾽ ὅσον ἐφικτόν, καὶ μυστηρίων θείων, καὶ ἀποκρύφων λύσιν· ὑπάρχει τε πάσης ἐντολῆς Θεοῦ παλαιᾶς τε καὶ νέας Διαθήκης ποιητική, καὶ παντὸς ἀγαθοῦ τοῦ μέλλοντος αἰῶνος παρεκτική. Αὕτη δὲ κυρίως ἐστὶν ἡ τῆς καρδίας καθαρότης· ἥτις διὰ τὸ μέγεθος καὶ τὴν καλλονὴν αὐτῆς, ἢ κυριώτερον εἰπεῖν, διὰ τὴν ἀμέλειαν ἡμῶν, σπανίζει σήμερον πάνυ ἐν Μοναχοῖς· ἣν ὁ Χριστὸς μακαρίζει λέγων· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τοιαύτη οὖν οὖσα, πολλοῦ ἀγοράζεται. νῆψις ἐν ἀνθρώπῳ χρονίζουσα, ὀρθοῦ καὶ θεαρέστου βίου ὁδηγὸς γίνεται· τοῦτο καὶ ἐπίβασις θεωρίας, καὶ τὸ τριμερὲς τῆς ψυχῆς δικαίως κινεῖν ἡμᾶς ἐκδιδάσκει, τὰς αἰσθήσεις τε ἀσφαλῶς τηρεῖν· καὶ τὰς γενικὰς τέσσαρας ἀρετὰς ἐν τῷ μετόχῳ αὐτῆς καθ᾽ ἡμέραν αὔξει.
Ὁ μέγας νομοθέτης Μωσῆς, μᾶλλον δὲ, τὸ Πνεῦμα τὸ Ἅγιον, ὑποδεικνύων τὸ ἄμεμπτον, καὶ καθαρόν, καὶ περιεκτικόν, καὶ ὑψοποιὸν τῆς τοιαύτης ἀρετῆς· καὶ διδάσκων ἡμᾶς ὅπως ταύτης ἄρχεσθαι, καὶ ἐκτελεῖν δεῖ πρόσεχε σεαυτῷ, φησί· μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα. ῥῆμα κρυπτὸν τὴν μονολόγιστον ἔμφασιν ὀνομάζων πράγματός τινος πονηροῦ μισουμένου ὑπὸ τοῦ Θεοῦ· ἣν δὴ καὶ προσβολὴν λέγουσιν οἱ Πατέρες, προσαγομένην τῇ καρδίᾳ παρὰ τοῦ διαβόλου· ᾗ ἐπακολουθοῦσιν οἱ ἡμῶν λογισμοί, εὐθὺς παραφανείσῃ τῷ νῷ, ἐμπαθῶς τε αὐτῇ προσδιαλέγονται.
Νῆψίς ἐστιν, ὁδὸς πάσης ἀρετῆς, καὶ ἐντολῆς Θεοῦ· ἥτις καὶ καρδιακὴ ἡσυχία λέγεται· καὶ ἀφαντάστως τελειωθεῖσα, φυλακὴ νοὸς ἡ αὐτή.
Οὐχ ὁρᾷ φῶς ἡλίου ὁ γεννηθεὶς τυφλός, οὕτως ὁ μὴ ὁδεύων ἐν νήψει, οὐχ ὁρᾷ πλουσίως τὰς μαρμαρυγὰς τῆς ἄνωθεν χάριτος· οὔτε ἐλευθερωθήσεται ἐκ πονηρῶν καὶ μισητῶν τῷ Θεῷ ἔργων τε, καὶ λόγων, καὶ ἐννοιῶν· οἱ οὐκ ἐλευθερίῳ τρόπῳ ἐν τῇ ἐξόδῳ τοὺς ταρταρέους παρελεύσονται ἄρχοντας.
Προσοχὴ ἐστί, καρδιακὴ ἀδιάλειπτος ἡσυχία ἀπὸ παντὸς λογισμοῦ· Χριστὸν Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν ἀεί, καὶ ἀεννάως, καὶ ἀδιαλείπτως, μόνον αὐτὸν ἀναπνέουσα, καὶ ἐπικαλουμένη· καὶ ἀνδρείως πρὸς τοὺς ἐχθροὺς σὺν αὐτῷ παρατασσομένη· αὐτῷ τε ἐξομολογουμένη τῷ ἐξουσίαν ἔχοντι μόνῳ, συγχωρεῖν ἁμαρτήματα· περιπτυσσομένη συνεχῶς Χριστῷ δι᾽ ἐπικλήσεως, κρυπτῶς μόνῳ τῷ τὰς καρδίας ἐπισταμένῳ, τοὺς ἀνθρώπους τε παντοίως λαθεῖν πειρωμένη ἡ ψυχή, τὴν γλυκύτητα αὐτῆς, καὶ τὸν ἔνδον ἀγῶνα, μήποτε ὁ πονηρὸς λαθὼν εὐοδώσῃ κακίαν, καὶ ἀφανίσῃ καλλίστην ἐργασίαν.
Νῆψίς ἐστιν, ἔμμονος λογισμοῦ πῆξις, καὶ στάσις αὐτοῦ ἐν πύλῃ καρδίας· ὃς τοὺς ἐρχομένους λογισμοὺς κλέπτας, ὁρᾷ καὶ ἀκούει τί μὲν λέγουσι, τί δὲ ποιοῦσιν οἱ φόνιοι· καὶ τίς ἐστιν ἡ ἐγγλυφεῖσα καὶ στηλωθεῖσα μορφὴ παρὰ τῶν δαιμόνων, καὶ πειρωμένη δι᾽ ἑαυτῆς φανταστικῶς ἀπατῆσαι τὸν νοῦν. ταῦτα γὰρ φιλοπονούμενα, τὴν πεῖραν τοῦ νοητοῦ πολέμου ἐπιστημόνως ἄγαν ἡμῖν, ἐὰν θέλωμεν, δεικνύουσι.
Ἣν οἶδε γεννᾷν φόβος ὁ διττός, καὶ αἱ ὑπὸ Θεοῦ ἐγκαταλείψεις, καὶ αἱ παιδευτικαὶ τῶν πειρασμῶν συμβάσεις· συνέχειαν ἐπιστατικὴν προσοχῆς, ἐν τῷ ἡγεμονικῷ τοῦ ἀνθρώπου, πειρωμένου τὴν πηγὴν φράξαι τῶν κακῶν λογισμῶν, καὶ ἔργων· δι᾽ ἣν καὶ αἱ ἐγκαταλείψεις, καὶ οἱ ἀδόκητοι ἀπὸ Θεοῦ πειρασμοί, πρὸς τὴν ἡμῶν τοῦ βίου διόρθωσιν· καὶ μάλιστα τοῖς γευσαμένοις τὴν ἀνάπαυσιν τοῦ καλοῦ τούτου, καὶ ἀμελοῦσιν· ἡ δὲ συνέχεια γεννᾷ ἕξιν· ἡ δέ, φυσικήν τινα πυκνότητα νήψεως· ἡ δέ, θεωρίαν τέως τοῦ πολέμου, ἠρέμα κατὰ ποιότητα γεννᾷ· ἣν διαδέχεται ἐπίμονος Ἰησοῦ εὐχή, καὶ ἀφάνταστος νοὸς γλυκεῖα ἠρεμία, καὶ ἡ κατάστασις ἐξ Ἰησοῦ συνεστῶσα.
Ἰσταμένη καὶ ἐπικαλουμένη διάνοια Χριστὸν κατὰ τῶν πολεμίων, καὶ καταφεύγουσα πρὸς αὐτόν, οἷον θήρ τις κυκλωθεὶς ὑπὸ κυνῶν πολλῶν, καὶ ἀντιστήσας ἑαυτὸν ἐν ὀχυρώματι, πόρρωθεν δὲ νοητῶς τοὺς νοητοὺς λόχους τῶν ἀοράτων ἐχθρῶν προβλέπουσα· καὶ διὰ τὸ συνεχῶς ἐντυγχάνειν τῷ εἰρηνοποιῷ Ἰησοῦ κατ᾽ αὐτῶν, ἄτρωτος ἐξ αὐτῶν διαμένουσα.
Εἰ ἐπίστασαι, καὶ ἐδόθη σοι εἰς τὰς πρωίας παρεστάναι καὶ ἐποπτεύεσθαι, ἀλλὰ καὶ ἐποπτεύειν, οἶδας ὃ λέγω· εἰ δὲ οὔ, νῆφε, καὶ λάβῃς.
Συστήματα θαλασσῶν, ὕδωρ πολύ. σύστημα δὲ, καὶ κραταίωμα νήψεως καὶ νηφαλιότητος, καὶ ψυχικῆς κατὰ βάθος ἡσυχίας, καὶ ἄβυσσος θεωριῶν ἐξαισίων τε καὶ ἀπορρήτων, καὶ ἐπιγνωμονικῆς ταπεινώσεως, καὶ εὐθύτητος, καὶ ἀγάπης, νῆψις ἄκρα, καὶ Ἰησοῦ Χριστοῦ, χωρὶς λογισμῶν, εὐχή· καὶ τοῦτο 1στενῶς καὶ πυκνῶς, καὶ μὴ περιεκκακεῖν.
Οὐ πᾶς ὁ λέγων μοι, Κύριε Κύριε, εἰσελεύσεται, φησίν, εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν· ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου. θέλημα δὲ τοῦ πατρὸς αὐτοῦ τὸ, οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά. οὐκοῦν σὺν τῇ εὐχῇ Ἰησοῦ Χριστοῦ, μισήσωμεν καὶ πονηροὺς λογισμούς· καὶ ἰδοὺ πεποιήκαμεν τὸ θέλημα τοῦ Θεοῦ.
Ἀρετῆς πάσης ὑπογραμμόν, καὶ ὑπόδειγμα γένους ἀνθρώπων, καὶ ἀνάκλησιν τοῦ παλαιοῦ πτώματος, ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς σαρκωθεὶς προέθηκεν ἡμῖν, ζωγραφήσας τὸν ἐν σαρκὶ αὐτοῦ πανάρετον βίον· σὺν πᾶσι δὲ τοῖς καλοῖς αὐτοῦ, οἷς ἡμῖν ὑπέδειξε, μετὰ τὸ βάπτισμα ἀνελθὼν εἰς τὴν ἔρημον, μετὰ νηστείας ἄρχεται πάλης νοητῆς, τοῦ διαβόλου ὡς ἀνθρώπῳ ψιλῷ αὐτῷ προσελθόντος· καὶ διὰ τοῦ τοιούτου τῆς νίκης τρόπου ἐδίδαξε καὶ ἡμᾶς τοὺς ἀχρείους ὁ δεσπότης, πρὸς τὰ πνεύματα τῆς πονηρίας ὅπως χρὴ τὴν πάλην ἐνεργεῖν, τουτέστιν ἐν ταπεινώσει, καὶ νηστείᾳ, καὶ εὐχῇ, καὶ νήψει· ὁ μὴ χρήζων τῶν τοιούτων καθὸ Θεός, καὶ Θεὸς τῶν Θεῶν.
Τὸ δὲ πόσοι τρόποι εἰσὶ κατ᾽ ἐμὲ τέως νήψεως, καθαρίζειν ἀπὸ λογισμῶν ἐμπαθῶν τὸν νοῦν κατ᾽ ὀλίγον δυνάμενοι, ἰδοὺ σημάναι σοι αὐτοὺς ἀκομψεύτῳ γλώσσῃ, καὶ ἀποικίλῳ οὐκ ὀκνήσω. οὐ γὰρ ἔκρινα ἐν τοῖς τοῦ πολέμου καιροῖς ἐν τῷδε τῷ λόγῳ κρύψαι τὴν ὠφέλειαν διὰ τῶν λέξεων, καὶ μάλιστα τοῖς ἁπλουστέροις. σὺ δὲ τέκνον Τιμόθεε, φησί, πρόσεχε οἷς ἀναγινώσκεις.
Εἷς οὖν τρόπος νήψεως, τὸ τὴν φαντασίαν πυκνὰ σκοπεῖν, ἤγουν τὴν προσβολήν, διὰ τὸ μὴ δύνασθαι τὸν σατανᾶν χωρὶς φαντασίας λογισμοὺς δημιουργεῖν, καὶ παραδεικνύειν τῷ νῷ πρὸς ἀπάτην ψευδῆ.
Ἔτερος δέ, τὸ ἔχειν καρδίαν βαθέως σιωπῶσαν διὰ παντός, καὶ ἡσυχάζουσαν ἀπὸ παντὸς λογισμοῦ, καὶ εὔχεσθαι.
Ἄλλος, τὸ παρακαλεῖν τὸν Κύριον Ἰησοῦν Χριστὸν εἰς βοήθειαν συνεχῶς ἐν ταπεινώσει.
Ἔτερος δὲ τρόπος, τὸ μνήμην ἔχειν θανάτου ἀδιάλειπτον τῇ ψυχῇ.
Αὖται πᾶσαι αἱ ἐργασίαι, ἀγαπητέ, τὰς πονηρὰς ἐννοίας δίκην πυλωρῶν κωλύουσι· τὸ δὲ ὁρᾶν πρὸς οὐρανόν, καὶ γῆν μηδὲν ἡγεῖσθαι, ὅπερ ἐνεργές ἐστι σὺν τοῖς ἄλλοις, Θεοῦ διδόντος ῥῆμα, ἐν ἄλλῳ τόπῳ ἐκτενέστερον ἐκθήσομαι.
Ἐὰν πρὸς ὀλίγον τὰς αἰτίας τῶν παθῶν ἐκκόψαντες, τοῖς πνευματικοῖς ἐνασχοληθῶμεν θεωρήμασι· μὴ ἐν αὐτοῖς δὲ διατρίψωμεν, αὐτὸ τοῦτο ἔχοντες ἔργον, εὐχερῶς πάλιν ἐπὶ τὰ τῆς σαρκὸς πάθη περιτρεπόμεθα· μηδὲν ἄλλο ἐκεῖθεν καρπωσάμενοι, ἢ σκότωσιν παντελῆ τοῦ νοῦ, καὶ ἐπὶ τὰ ὑλικὰ ἐκτροπήν.
Δεῖ τὸν ἀγωνιζόμενον ἔνδον, κατὰ στιγμὴν χρόνου ἔχειν τὰ τέσσαρα ταῦτα· ταπείνωσιν, προσοχήν τε ἄκραν, ἀντίρρησιν, καὶ προσευχήν· καὶ ταπείνωσιν μέν, ὅτι πρὸς ὑπερηφάνους δαίμονας ἀντιθέτους ἐστὶν αὐτῷ ἡ πάλη· ἵνα τὴν τοῦ Χριστοῦ βοήθειαν ἐν χειρὶ καρδίας ἔχῃ διὰ τὸ, τὸν Κύριον ὑπερηφάνους μισεῖν. προσοχὴν δέ, ἵνα ἀεὶ τὴν ἑαυτοῦ καρδίαν ποιῇ μηδένα λογισμὸν ἔχειν, κἂν δῆθεν ἀγαθὸς φαίνηται. ἀντίρρησιν δέ, ἵνα ὁπηνίκα ὀξέως γνῷ τὸν ἐλθόντα, εὐθὺς μετ᾽ ὀργῆς ἀντιλογηθείη τῷ πονηρῷ. καὶ ἀποκριθήσομαί φησι τοῖς ὀνειδίζουσί μοι κακά· οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; εὐχὴν δέ, ἵνα κραυγάσῃ πρὸς Χριστὸν στεναγμῷ ἀλαλήτῳ εὐθὺς μετὰ τὴν ἀντίρρησιν· καὶ τότε αὐτὸς ὁ ἀγωνιζόμενος βλέψεται τὸν ἐχθρὸν λυόμενον, ἢ διωκόμενον τῷ προσκυνητῷ ὀνόματι τοῦ Ἰησοῦ, ὡς χοῦν ὑπὸ ἀνέμου, ἢ ὡς καπνὸν ἐκλείποντα μετὰ τῆς φαντασίας αὐτοῦ.
Ὁ μὴ ἔχων εὐχήν, καθαρὰν λογισμῶν, ὅπλον οὐκ ἔχει εἰς πόλεμον· εὐχὴν δὲ λέγω ἀεννάως ἐνεργουμένην ἐν ἀδύτοις τῆς ψυχῆς, ἵνα τῇ τοῦ Χριστοῦ ἐπικλήσει, ὁ κρυφίως πολεμῶν πολέμιος μαστίζηται, καὶ φλέγηται.
Σὺ μὲν γὰρ ὀφείλεις ὀξεῖ καὶ συντόνῳ νοῦ βλέμματι βλέπειν, ὥστε νοεῖν τοὺς εἰσερχομένους· γνοὺς δέ, παρ᾽ αὐτὰ δι᾽ ἀντιρρήσεως θλᾶν τὴν τοῦ ὄφεως κεφαλήν· καὶ ἅμα τούτῳ σὺν στεναγμῷ βόησον πρὸς Χριστόν· καὶ λήψῃ πεῖραν τότε θείας ἀοράτου ἀντιλήψεως· καὶ τότε ὁρᾶς τηλαυγῶς εὐθύτητα καρδίας.
Ὥσπερ ὁ κρατῶν ἔσοπτρον ἐν χειρί, μέσον δὲ πολλῶν ἱστάμενος, καὶ ἀτενίζων τῷ ἐσόπτρῳ, βλέπει μὲν τὸ ἴδιον πρόσωπον ὁποῖον, βλέπει δὲ καὶ τῶν ἄλλων τῶν ἐγκυπτόντων ἐν τῷ ἑνὶ ἐκείνῳ ἐσόπτρῳ· οὕτως ὁ δι᾽ ὅλου ἐγκύπτων εἰς τὴν καρδίαν αὐτοῦ, βλέπει μὲν τὴν ἑαυτοῦ κατάστασιν ἐν αὐτῇ, βλέπει δὲ καὶ τὰ μέλανα πρόσωπα τῶν νοητῶν αἰθιόπων.
Ἀλλ᾽ οὐ δύναται ὁ νοῦς νικῆσαι φαντασίαν δαιμονίαν δι᾽ ἑαυτοῦ μόνον· μήποτε τοῦτο θαρρείτω· πανοῦργοι γὰρ ὄντες, καὶ ἡττᾶσθαι ὑποκρίνονται, ἄλλοθεν διὰ κενοδοξίας ὑποσκελίζοντες· τῇ δὲ Ἰησοῦ Χριστοῦ ἐπικλήσει, στῆναι καὶ δολιεύσασθαί σε, οὐδὲ κἂν πρὸς ὥραν ὑπομένουσιν.
Ὅρα μὴ οἰηθῇς κατὰ τὸν πάλαι Ἰσραήλ, καὶ παραδοθήσῃ καὶ αὐτὸς τοῖς νοητοῖς ἐχθροῖς. ἐκεῖνος γὰρ παρὰ τοῦ Θεοῦ τῶν ὅλων, τῶν Αἰγυπτίων ἀπαλλαγείς, βοηθὸν εἰς ἑαυτὸν ἐπενόησεν εἴδωλον χωνευτόν.
Εἴδωλον δὲ χωνευτὸν νοήσεις, τὸν ἀσθενῆ ἡμῶν νοῦν· ὅς γε ἕως μὲν Ἰησοῦν Χριστὸν παρακαλεῖ κατὰ τῶν τῆς πονηρίας πνευμάτων, εὐκόλως αὐτοὺς καταδιώκει· καὶ μετ᾽ ἐπιστήμης ἐντέχνου τροποῦται τὰς ἀοράτους καὶ πολεμίους τοῦ ἐχθροῦ δυνάμεις. ἐπὰν δὲ αὐτὸς εἰς ἑαυτὸν ἀφρόνως θαρρήσῃ ὅλως, ὡς ὁ λεγόμενος ὀξύπτερος καταράσσεται. ἐπὶ τῷ Θεῷ, φησίν, ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου. καὶ τίς πάρεξ τοῦ Κυρίου ἀναστήσεταί με, καὶ συμπαρατάξεταί μοι ἐπὶ πονηρευομένοις ἀπείροις λογισμοῖς; ὁ δ᾽ εἰς ἑαυτὸν θαρρῶν, καὶ μὴ εἰς Θεόν, πεσεῖται πτῶμα ἐξαισιώτατον.
Καρδιακῆς ἡσυχίας, ὦ οὗτος, τύπος καὶ τάξις (εἰ βούλει ἀθλεῖν) τὸ μικρὸν ζωύφιον ὁ ἀράχνης ἔστω σοι ἀεὶ τὸ ὑπόδειγμα· εἰ δὲ μὴ, οὕπω ὡς δεῖ ἡσύχασας ἐν νῷ. κακεῖνος μὲν μυίας μικρὰς θηρεύει· σὺ δὲ, εἰ οὕτως, καὶ ὡς αὐτῇ ἐν ψυχῇ πονῶν ἡσυχάζεις, οὐ παύσῃ κτείνων ἀεὶ νήπια Βαβυλώνια· καθ᾽ ὃν φόνον μακαρίζῃ ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου διὰ Δαβίδ.
Ὡς οὐ δυνατὸν τὴν ἐρυθρὰν θάλασσαν ἐν τῷ στερεώματι ὀφθῆναι μέσον ἀστέρων· καὶ ὡς οὐκ ἔνι ἄνθρωπον ἐν γῇ περιπατοῦντα μὴ τὸν ἀέρα τοῦτον ἀναπνέειν· οὕτως ἀδύνατον καθαρίσαι τὴν ἡμῶν καρδίαν ἐξ ἐμπαθῶν νοημάτων, καὶ ἀποδιῶξαι νοητοὺς ἐχθροὺς ἐξ αὐτῆς, ἄνευ συχνῆς ἐπικλήσεως Ἰησοῦ Χριστοῦ.
Ἐὰν μετὰ ταπεινοῦ φρονήματος, καὶ μνήμης θανάτου, καὶ αὐτομεμψίας, καὶ ἀντιρρήσεως, καὶ ἐπικλήσεως Ἰησοῦ Χριστοῦ τὰς διατριβὰς πάντοτε ποιῇς ἐν σῇ καρδίᾳ· καὶ τὴν στενὴν μὲν, ἀλλὰ χαροποιόν, καὶ τερπνὴν ὁδὸν τῆς διανοίας καθ᾽ ἡμέραν μετὰ τούτων τῶν ὅπλων ὁδεύῃς νηφόντως, εἰς θεωρίας ἁγίας Ἁγίων ἐλεύσῃ· καὶ φωτισθήσῃ μυστήρια βαθέα παρὰ Χριστοῦ, παρ᾽ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι· ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς. αἰσθανθήσῃ γὰρ πρὸς Ἰησοῦ, ὅτι Πνεῦμα Ἅγιον ἐφήλατο τῇ ψυχῇ σου· παρ᾽ οὗ νοῦς ἀνθρώπου δαδουχεῖται ὁρᾶν ἀνακεκαλυμμένῳ προσώπῳ. οὐδείς, φησί, λέγει Κύριον Ἰησοῦν, εἰμὴ ἐν Πνεύματι Ἁγίῳ· δηλαδὴ βεβαιῶν μυστικῶς τὸν ζητούμενον.
Πλὴν οὖν καὶ τοῦτο ἰστέον τοὺς φιλομαθεῖς· ὅτι περ οἱ φθονεροὶ δαίμονες ἐνίοτε πολλάκις καὶ κρύπτουσι, καὶ συστέλλουσιν ἐξ ἡμῶν τὸν νοητὸν πόλεμον· βασκαίνοντες ἡμῖν οἱ δεινοὶ τῆς ἐκ τοῦ πολέμου ὠφελείας τε, καὶ γνώσεως, καὶ πρὸς Θεὸν ἀναβάσεως· καὶ ἵνα ἀμεριμνήσαντας ἡμᾶς ἐξαίφνης τὸν νοῦν ἡμῶν ἁρπάσωσι, καὶ ἀπροσεχεῖς τινας τῇ διανοίᾳ πάλιν ἀπεργάσωνται. σκοπὸς γὰρ αὐτοῖς ἄληκτος καὶ ἀγὼν φροντίζεται, μηδόλως ἐὰν τὴν καρδίαν ἡμῶν προσεχῶς ἀγειν, εἰδόσι τὸν συναγόμενον πλοῦτον τῇ ψυχῇ. ἀλλ᾽ ἡμεῖς τότε γε μετὰ τῆς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπεκτεινώμεθα εἰς πνευματικὰς θεωρίας· καὶ ὁ πόλεμος πάλιν εἰς τὸν νοῦν ἐπανέρχεται. μόνον μετὰ βουλῆς, ἵνα οὕτως εἴπω, αὐτοῦ τοῦ Κυρίου, καὶ μετὰ ταπεινώσεως πολλῆς πάντα ποιῶμεν.
Δεῖ γὰρ ἐν κοινοβίῳ διατρίβοντας, μεθ᾽ ἑκουσίου προαιρέσεως, καὶ προθύμῳ καρδίᾳ πᾶν θέλημα ἡμῶν ἐγκόπτειν τῷ προεστῶτι. καὶ τοῦ Θεοῦ συγγινομένου, εὐήνιοι καὶ αὐτοί πως γινόμεθα καὶ ἀθέλητοι. τέχνην δὲ τοῦτο ἔχειν προσήκει, ἵνα μὴ τῷ χόλῳ ταρασσώμεθα, καὶ τὸ θυμικὸν ἡμῶν ἀλόγως καὶ παρὰ φύσιν κινῶμεν· καὶ ἀπαρρησίαστοι τὸ λοιπὸν εἰς τὸν ἀόρατον πόλεμον εὑρίσκωμεθα. Εἴωθε γὰρ τὸ θέλημα ἡμῶν μὴ κοπτόμενον παρ᾽ ἡμῶν ἑκουσίως, ὀργίζεσθαι πρὸς τοὺς ἀκουσίως αὐτὸ κόπτειν ἐπιχειροῦντας· καὶ ἐκ τούτου οὖν ὁ θυμὸς κακῶς ὑλακτῶν κινηθείς, ἀπόλλυσι τὴν γνῶσιν τῆς πάλης· ἣν μόλις μετὰ καμάτου πολλοῦ κτήσασθαι ἠδυνήθη. φθαρτικὸς γὰρ ὁ θυμὸς εἶναι πέφυκε. εἰ μὲν πρὸς λογισμοὺς κινηθείη δαιμονιώδεις, φθείρει καὶ ἀπολλύει αὐτούς· εἰ δ᾽ αὖ πάλιν κατὰ ἀνθρώπων κυκᾶ, φθείρει καὶ οὕτω τοὺς ἀγαθοὺς λογισμοὺς ἐν ἡμῖν. Πλὴν ὁ θυμός, ὁρῶ, ὅτι φθαρτικὸς τυγχάνει λογισμῶν παντοίων, εἴτε πονηρῶν, εἴτε καὶ δεξιῶν εἰ τύχοι· ὅπλον γὰρ παρὰ Θεοῦ, καὶ τόξον ἡμῖν παρασχεθείς, εἰμὴ ἐπέχεται ἐν ἀμφοτέροις· εἰ δὲ καὶ διαφόρως ἐνεργεῖ, ὀλέσκων ἐστί. ἐγὼ γὰρ οἶδα καὶ κύνα θρασὺν 2ἴσως τοῖς λύκοις τὰ πρόβατα διαφθείραντα.
Οὕτως ἐχρῆν φεύγειν τὴν παρρησίαν, ὡς ἰὸν ἀσπίδος· καὶ ἐκτρέπεσθαι τὰς πολλὰς συντυχίας ὡς ὄφεις καὶ γεννήματα ἐχιδνῶν· δυνάμενα ταῦτα σφόδρα εἰς λήθην τάχιον τοῦ ἔνδον πολέμου καταστῆσαι τελείαν· καὶ καταγαγεῖν τὴν ψυχὴν ἀπὸ τῆς ὑψηλῆς χαρᾶς τῆς ἀπὸ τῆς καθαρότητος τῆς καρδίας. ἀντίκειται γὰρ ἡ ἐπάρατος λήθη τῇ προσοχῇ, ὡς πυρὶ ὕδωρ· καὶ πολέμιος αὐτῇ καθ᾽ ὥραν κραταιὸς τυγχάνει. ἀπὸ γὰρ λήθης εἰς ἀμέλειαν καταντῶμεν, ἐκ δ᾽ ἀμελείας εἰς καταφρόνησιν καὶ ραθυμίαν, καὶ ἀτόπους ἐπιθυμίας. καὶ οὕτω πάλιν ἐπιστρέφομεν εἰς τὰ ὀπίσω, ὃν τρόπον κύων ἐπὶ τὸν ἴδιον ἐμετόν. φύγωμεν τοίνυν τὴν παρρησίαν ὡς ἰὸν θανάτου· τὸ δὲ κακὸν κτῆμα τῆς λήθης καὶ τὰ ἐξ αὐτῆς, ἰᾶται ἀκριβὴς λίαν νοὸς φυλακή, καὶ συνεχὴς ἐπίκλησις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. χωρὶς γὰρ αὐτοῦ, οὐ δυνάμεθα ποιεῖν οὐδέν.
Οὐκ ἐνδέχεται, οὔτε μὴν δυνατόν, ὄφει συμφιλιάσαι, καὶ εἰς κόλπον βαστάσαι, οὐδὲ τὸ σῶμα παντοίως κολακεύειν, καὶ θεραπεύειν, καὶ ἀγαπᾶν, ἐκτὸς τῶν χρειωδῶν τε καὶ ἀναγκαίων, καὶ ἐπιμελεῖσθαι καὶ ἀρετῆς οὐρανίου. πέφυκε γὰρ ὁ μὲν τριτρώσκειν τὸν θάλποντα· τὸ δὲ μολύνειν ἐν ἡδονῇ τὸν θεραπεύοντα. ἐν οἷς πταίει, μάστιξιν αἰκιζέσθω πὺξ ἀφειδῶς, ὡς δοῦλος δραπέτης γλεύκους μεμεστωμένος, γνώτω μαστιγίαν τὸν Κύριον. μὴ καπηλοτριβείτω, μὴ ἀγνοείτω τὴν κυρίαν καὶ ἄφθαρτον ἡ φθαρτὴ πηλός, καὶ δούλη, καὶ νυκτερινή. ἕως ἐξόδου μὴ θαρρήσῃς σου τῇ σαρκί. τὸ θέλημα, φησί, τῆς σαρκός, ἔχθρα εἰς Θεόν. τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. καὶ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος. οἱ δὲ ἐν σαρκὶ ζῶντες, Θεῷ ἀρέσαι οὐ δύνανται. ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκί, ἀλλ᾽ ἐν πνεύματι.
Τῆς μὲν φρονήσεως ἔργον, τὸ ἀεὶ κινεῖν τὸ θυμικὸν πρὸς συμπλοκὴν τῆς ἔνδον μάχης, καὶ πρὸς αὐτομεμψίαν· τῆς σοφίας δέ, κινεῖν τὸ λογιστικὸν πρὸς νῆψιν ἀκριβῆ καὶ ἐνδελεχῆ, καὶ θεωρίαν πνευματικήν· τῆς δὲ δικαιοσύνης, τὸ ἰθύνειν τὸ ἐπιθυμητικὸν πρός τε ἀρετήν, καὶ Θεόν· τῆς δὲ ἀνδρείας, τὰς πέντε αἰσθήσεις κυβερνᾶν καὶ διακατέχειν, ἵνα μὴ ὁ ἐντὸς ἡμῶν ἄνθρωπος μολύνηται δι᾽ αὐτῶν, ἤγουν ἡ καρδία, καὶ ὁ ἐκτός, ἤγουν τὸ σῶμα.
Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ· ἐπὶ νοῦν ὁρῶντα τὸ κάλλος, ὡς δυνατόν, τῆς δόξης αὐτοῦ τοῦ Θεοῦ. καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις· ἐν ψυχαῖς φεγγοειδέσιν, ἀτενιζούσαις εἰς τὰς πρωΐας, τὸν ἐν δεξιᾷ τῇ Πατρικῇ ἐφεζόμενον, φεγγοβολοῦντα αὐταῖς, ὡς ἥλιος νεφέλαις καθαραῖς ἀκτινοβολῶν, ἐράσμιον ἀποδεικνύει.
Ἁμαρτάνων εἷς, φησὶν ἡ θεία Γραφή, ἀπολέσει δικαιοσύνην μεγάλην, καὶ ἁμαρτάνων νοῦς, ἐξόλλυσι τὰ ἐν τῷ γεγραμμένῳ κεφαλαίῳ ποτὰ καὶ βρωτὰ ἀμβρόσια.
Οὐκ ἐσμὲν Σαμψὼν δυνατώτεροι, οὐ Σολομῶντος σοφώτεροι, οὐ Δαβὶδ τοῦ θείου γνωστικώτεροι· οὐ Πέτρου μᾶλλον τοῦ κορυφαίου Θεὸν ἀγαπῶντες. μὴ τοίνυν ἑαυτοῖς θαρρήσωμεν, φησὶ γὰρ ἡ Γραφή· ὁ εἰς ἑαυτὸν θαρρῶν, πεσεῖται πτῶμα ἐξαίσιον.
Μάθωμεν ἀπὸ Χριστοῦ ταπεινοφροσύνην, καὶ ἐκ Δαβὶδ ταπείνωσιν, καὶ ἐκ Πέτρου δακρύειν ἐπὶ τοῖς συμβαίνουσιν· ἀλλὰ μὴ ἀπογινώσκειν, κατὰ Σαμψών, καὶ Ἰούδαν, καὶ Σολομῶντα τὸν λίαν σοφώτατον.
Ὁ γὰρ διάβολος ὡς λέων ὠρυόμενος περιπατῶν, ζητεῖ τίνα καταπίῃ, σὺν ταῖς αὐταῖς αὐτοῦ δυνάμεσι· μήτε οὖν ἡ καρδιακὴ διόλου προσοχή, καὶ νῆψις, καὶ ἀντίρρησις, καὶ εὐχὴ πρὸς Χριστὸν Ἰησοῦν τὸν Θεὸν ἡμῶν, ἀργείτω ποτέ. κρεῖττον γὰρ βοήθημα, πάρεξ Ἰησοῦ, οὐχ εὑρήσεις ἐν ὅλῃ τῇ ζωῇ σου. αὐτὸς γὰρ μόνος ὁ Κύριος γινώσκει ὡς Θεὸς τὰς τῶν δαιμόνων πανουργίας, καὶ μεθοδίας, καὶ δόλους.
Ἡ ψυχὴ τοίνυν θαρρείτω εἰς Χριστόν, καὶ παρακαλείτω αὐτόν, καὶ μηδόλως δειλιάτω· οὐ γὰρ μόνη πολεμεῖ, ἀλλὰ μετὰ φοβεροῦ βασιλέως Ἰησοῦ Χριστοῦ, Κτίστου πάντων τῶν ὄντων, ἀσωμάτων τε, καὶ ἐνσωμάτων, ἤγουν ὁρατῶν, καὶ ἀοράτων.
Ὡς γὰρ ὁ ὑετὸς ὅσῳ πλεῖον ἐπὶ τῆς γῆς καταφέρεται, τοσοῦτον καὶ τὴν γῆν ἁπαλύνει· οὕτω καὶ τὴν γῆν τῆς καρδίας ἡμῶν χαροποιεῖ καὶ εὐφραίνει τὸ ἅγιον ὄνομα τοῦ Χριστοῦ, παρ᾽ ἡμῶν ἐπιβοώμενον, καὶ πυκνότερον αὐτὸ ἐπικαλούμενον.
Καλὸν δὲ καὶ τοῦτο τοὺς ἀπείρους εἰδέναι, ὅτι ἐχθροὺς ἀσωμάτους καὶ ἀοράτους, καὶ κακοθελεῖς καὶ φρονίμους εἰς τὸ κακῶσαι, καὶ ἐντρεχεῖς καὶ κούφους, καὶ ἐμπειροπολέμους ἔτεσι τοῖς ἀπὸ τοῦ Ἀδὰμ καὶ μέχρι τοῖς δεῦρο οἱ παχεῖς ἡμεῖς, καὶ πρὸς γῆν βρύθοντες καὶ τῷ σώματι καὶ τῷ φρονήματι ἔχομεν ἐν οὐδενὶ ἄλλῳ τρόπῳ δυνατὸν αὐτοὺς νικῆσαι, ἀλλ᾽ ἢ δι᾽ ἀεννάου νοὸς νήψεως, καὶ ἐπικλήσεως Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, καὶ Ποιητοῦ ἡμῶν. καὶ τοῖς μὲν ἀπείροις, Ἰησοῦ Χριστοῦ εὐχή, καὶ προτροπὴ τοῦ δοκιμάσαι, καὶ γνῶναι τὸ καλόν, ἔστω ταῦτα· τοῖς δὲ ἐμπείροις, ἡ πρᾶξις, καὶ ἡ δοκιμασία, καὶ ἡ ἀνάπαυσις τοῦ καλοῦ, ἄριστος τρόπος καὶ διδάσκαλος.
Ὥσπερ παιδίον μικρόν, ἤγουν, καὶ ἀπόνηρον, φαντασιοποιόν τινα βλέπον ἥδεται καὶ ἀκολουθεῖ τῷ φαντασιοποιῷ ἐξ ἀκακίας· οὕτω καὶ ἡ ψυχὴ ἡμῶν ἁπλῆ τις οὖσα, καὶ ἀγαθή, οὕτως ὑπὸ τοῦ ἀγαθοῦ Δεσπότου αὐτῆς κτισθεῖσα, ἥδεται ταῖς προσβολαῖς τοῦ διαβόλου ταῖς φανταστικαῖς· καὶ ἀπατωμένη προστρέχει, ὡς καλῷ, τῷ χείρονι, ὡς ἡ περιστερὰ τῷ ἐπιβούλῳ τῶν ἑαυτῆς τέκνων· καὶ οὕτω μιγνύει τοὺς ἑαυτῆς λογισμοὺς τῇ φαντασίᾳ τῆς δαιμονιώδους προσβολῆς· εἰ τύχοι γυναικὸς εὐμόρφου πρόσωπον, ἢ ἄλλο τι παρὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ πάμπαν ἀπηγορευμένον· βούλεται ὥς περ μεθοδεῦσαι τοῦ εἰς ἔργον ἀγαγεῖν τὸ ὀφθὲν αὐτῇ ὡραῖον· καὶ τότε εἰς συγκατάθεσιν ἐλθοῦσα, εἰς ἔργον λοιπὸν ἄγει διὰ τοῦ σώματος τὸ ὀφθὲν αὐτῇ ἀνόμημα κατὰ διάνοιαν, εἰς ἑαυτῆς κατάκρισιν.
Αὕτη ἡ τέχνη τοῦ πονηροῦ· καὶ μετὰ τούτων τῶν βελῶν φαρμακεύει πᾶσαν ψυχήν. καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀσφαλὲς πρὸ πείρας πολεμικῆς τοῦ νοῦ πολλῆς, εἰσέρχεσθαι ἐᾶν τοὺς λογισμοὺς ἐν τῇ καρδίᾳ ἡμῶν, ἐν ἀρχῇ μάλιστα. ἐπειδὴ ἀκμὴν ἡ ψυχὴ ἡμῶν τέρπεται ταῖς δαιμονιώδεσι προσβολαῖς, καὶ ἥδεται, καὶ ἀκολουθεῖ αὐταῖς. ἀλλὰ χρὴ μόνον νοεῖν αὐτοὺς, καὶ εὐθὺς κόπτειν ἐξ ἀναδόσεως, καὶ προσβολῆς· ὅταν δὲ χρονίσας ὁ νοῦς εἰς τὸ θαυμαστὸν τοῦτο ἔργον, ἐξασκηθῇ, καὶ νοήσῃ, καὶ ἐν ἕξει ἀδιακόπῳ γένηται τοῦ πολέμου, τοῦ ἀληθῶς τε νοεῖν τούτους· καὶ ὡς ὁ Προφήτης φησί, τοῦ εὐχερῶς δύνασθαι αὐτὸν κρατεῖν τοὺς μικροὺς ἀλώπεκας· τότε μετ᾽ ἐπιστήμης ἐᾶν δεῖ καὶ ἐλέγχειν.
Ὡς ἀδύνατον ἐν ἑνὶ σωλῆνι πῦρ καὶ ὕδωρ ἅμα διέρχεσθαι, οὕτως ἀδύνατον ἐν καρδίᾳ ἁμαρτίαν εἰσελθεῖν, ἐὰν μὴ κρούτῃ πρότερον ἐν θύρᾳ καρδίας διὰ φαντασίας πονηρᾶς προσβολῆς.
Ἔστι πρῶτον προσβολή· δεύτερον συνδυασμός, ἤγουν ἀναμὶξ γινόμενοι οἱ ἡμῶν, καὶ τῶν πονηρῶν δαιμόνων λογισμοί· τρίτον συγκατάθεσις, πῶς δεῖ γενέσθαι μεταξὺ τῶν ἀμφοτέρων λογισμῶν βουλευομένων κακῶς· τέταρτον δὲ ἐστὶν ἡ αἰσθητὴ πρᾶξις, ἤγουν ἡ ἁμαρτία. ἐὰν οὖν προσέχῃ ὁ νοῦς νήφων, καὶ δι᾽ ἀντιρρήσεως, καὶ ἐπικλήσεως τοῦ Κυρίου Ἰησοῦ φυγαδεύῃ ἐξ ἀναδόσεως τὴν προσβολήν, τὰ ἑξῆς αὐτῶν ἀργὰ μένουσι· νοῦς γὰρ ἀσώματος ὁ πονηρός, οὐκ ἄλλως δύναται πλανῆσαι ψυχάς, εἰμὴ διὰ φαντασίας, καὶ λογισμῶν· καὶ περὶ μὲν τῆς προσβολῆς, ὁ Δαβὶδ φησί, εἰς τὰς πρωΐας ἀπέκτεινον, καὶ τὰ ἑξῆς. ὁ δὲ μέγας φησὶ Μωϋσῆς περὶ συγκαταθέσεως. καὶ οὐ συγκαταθήσῃ, φησίν, αὐτοῖς.
Νοῦς νοΐ ἀοράτως συμπλέκεται πρὸς μάχην, ὁ δαιμόνιος νοῦς τῷ ἡμετέρῳ. καὶ διὰ τοῦτο χρεία ἐκ βαθέων καταστιγμὴν βοᾶν πρὸς τὸν Χριστὸν, ἀπελάσαι μὲν τὸν δαιμόνιον νοῦν, τὰ νικητήρια δὲ δοῦναι ἡμῖν ὡς φιλάνθρωπος.
Τύπος σοι ἡσυχίας καρδιακῆς, ὁ κατέχων κάτοπτρον, καὶ πρὸς αὐτὸ ἀτενίζων, ἔστω, καὶ τότε ὄψει τὰ ἐν σῇ καρδίᾳ νοητῶς ἐγγραφόμενα πονηρά τε καὶ ἀγαθά.
Τήρει τε ἀεὶ μηδένα λογισμὸν ἔχειν ἐν σῇ καρδίᾳ, μὴ ἄλογον. μὴ εὔλογον, ἵν᾽ οὕτω γινώσκῃς ραδίως τοὺς ἀλλοφύλους, ἤγουν τοὺς τῶν Αἰγυπτίων υἱοὺς πρωτοτόκους.
Ὡς ἀγαθὴ καὶ τερπνὴ, φωτεινὴ καὶ ἡδίστη, καὶ πάγκαλος, καὶ ἀγλαοφανὴς, καὶ ὡραία ἀρετὴ νῆψις, ὑπὸ σοῦ Χριστὲ ὁ Θεὸς εὐοδουμένη, καὶ ἐγρηγερότος ἀνθρωπίνου νοὸς ἐν ταπεινώσει πολλῇ ὁδευομένη. ἐκτείνει γὰρ ἕως θαλάσσης καὶ ἀβύσσου θεωριῶν τὰ κλήματα αὐτῆς, καὶ ἕως ποταμῶν μυστηρίων τερπνῶν τε, καὶ θείων, τὰς παραφυάδας αὐτῆς· ποτίζει τε νοῦν ἐκ χρόνου πολλοῦ καυσωθέντα τῇ ἀσεβείᾳ ὑπὸ ἅλμης πονηρῶν λογισμῶν πνευμάτων, καὶ τοῦ τῆς σαρκὸς δυσμενοῦς φρονήματος, ὅ ἐστι θάνατος.
Νῆψις ἔοικε τῇ τοῦ Ἰακὼβ κλίμακι, ἐφ᾽ ᾗ ὁ Θεὸς ἐπιμένει, καὶ οἱ Ἄγγελοι ἐπιβαίνουσι. ἀναιρεῖ γὰρ ἐξ ἡμῶν πᾶν κακόν. αὕτη γὰρ ἐκκόπτει πολυλογίαν, λοιδορίαν, καταλαλιάν, καὶ πάντων τῶν αἰσθητῶν κακῶν τὸν κατάλογον· οὐκ ἀναχομένη διὰ ταῦτα οὐδὲ πρὸς ὀλίγον τῆς ἰδίας στερεῖσθαι γλυκύτητος.
Ταύτην προθύμως, ἀδελφοί μου, μετίωμεν. καὶ ἐν ταῖς θέαις αὐτῆς καθαρᾷ διανοίᾳ ἐν Χριστῷ Ἰησοῦ πετώμενοι, κινῶμεν τὴν θεωρίαν τῶν ἁμαρτημάτων ἡμῶν, καὶ τοῦ βίου τοῦ προτέρου· ἵνα ἐν τῇ τῶν ἁμαρτιῶν ἡμῶν μνήμῃ συντριβόμενοι, καὶ ταπεινούμενοι, ἀδιάσπαστον ἕξωμεν τὴν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν βοήθειαν εἰς τὸν ἀόρατον πόλεμον. στερηθέντες γὰρ τῆς τοῦ Ἰησοῦ βοηθείας, δι᾽ ὑπερηφανίας, ἢ κενοδοξίας, ἢ φιλαυτίας, ὑστερήθημεν καθαρότητα καρδίας, δι᾽ ἧς γνωρίζεται ἀνθρώπῳ Θεός· αἴτιον γάρ, ὡς ἡ ὑπόσχεσις, τοῦ δευτέρου τὸ πρότερον.
Νοῦς μὴ ἀμελῶν τῆς ἑαυτοῦ κρυπτῆς ἐργασίας, σὺν τοῖς λοιποῖς καλοῖς οἷς ἐκ τῆς διηνεκοῦς ἐργασίας τῆς φυλακῆς εὑρήσει καὶ τὰς πέντε αἰσθήσεις τοῦ σώματος ἀργὰς τῶν ἔξω κακῶν. τῇ γὰρ οἰκείᾳ ἀρετῇ καὶ νήψει διόλου προσέχων, καὶ τοῖς νοήμασι τοῖς καλοῖς κατατρυφᾶν θέλων, οὐκ ἀνέχεται κλέπτεσθαι διὰ τῶν πέντε αἰσθήσεων, ἐνύλων καὶ ματαίων αὐτῷ λογισμῶν προσερχομένων· ἀλλὰ γνοὺς αὐτῶν τὸ ἀπατηλόν, καὶ ἔνδον ἑαυτοῦ τὰ πολλὰ συστέλλει αὐτάς.
Παράμενε τῇ διανοίᾳ, καὶ οὐ κοπιάσεις ἐν πειρασμοῖς· ἐκεῖθεν δὲ ἀναχωρῶν, ὑπόμενε τὰ ἐπερχόμενα.
Ὥς περ τοὺς κακοσίτους ἀψίνθιον ὠφελεῖ τὸ πικρόν, οὕτω τοὺς κακοτρόπους κακὰ πάσχειν συμφέρει.
Εἰ μὴ θέλεις κακοπαθεῖν, μηδὲ κακοποιεῖν θέλε· διότι τοῦτο κἀκείνῳ ἀπαραβάτως ἀκολουθεῖ· ὃ γὰρ σπείρει ἕκαστος, τοῦτο καὶ θερίσει. ἑκουσίως οὖν τὰ φαῦλα σπείροντες, καὶ ἀκουσίως θερίζοντες, τὴν δικαιοσύνην τοῦ Θεοῦ θαυμάζειν ὀφείλομεν.
Ἐκτυφλοῦται ὁ νοῦς διὰ τῶν τριῶν τούτων παθῶν, φιλαργυρίας λέγω, κενοδοξίας, καὶ ἡδονῆς.
Γνῶσις καὶ πίστις, αἱ τῆς φύσεως ἡμῶν σύντροφοι, δι᾽ οὐδὲν ἄλλο, ἢ δι᾽ ἐκείνας ἠμβλύνθησαν.
Θυμός, καὶ ὀργή, καὶ πόλεμοι, καὶ φόνοι, καὶ πᾶς ὁ τῶν λοιπῶν κακῶν κατάλογος, δι᾽ ἐκείνας ἐν ἀνθρώποις σφόδρα ἐκραταιώθησαν.
Ὁ μὴ γινώσκων τὴν ἀλήθειαν, οὔτ᾽ ἀληθῶς πιστεύειν δύναται. ἡ γὰρ γνῶσις κατὰ φύσιν προηγεῖται τῆς πίστεως. τὰ γὰρ τῆς Γραφῆς εἰρημένα, οὐχ ἵνα νοήσωμεν μόνον, ἀλλ᾽ ὅπως αὐτὰ ποιήσωμεν εἴρηται.
Ἀρξώμεθα οὖν τοῦ ἔργου. οὕτω γὰρ ἀκολούθως προκόπτοντες, εὑρήσομεν ὅτι ἡ εἰς Θεὸν ἐλπίς, καὶ ἡ βεβαία πίστις, καὶ γνῶσις ἐσωτέρα, καὶ πειρασμῶν λύτρωσις, καὶ χαρισμάτων δωρήματα, καὶ ἐξομολόγησις καρδιακή, καὶ δάκρυον ἐκτενές, διὰ προσευχῆς τοῖς πιστοῖς παραγίνεται· οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τῶν ἐπερχομένων θλιβερῶν ὑπομονή, καὶ εἰλικρινὴς τοῦ πλησίον ἄφεσις, καὶ νόμου πνευματικοῦ ἐπίγνωσις, καὶ δικαιοσύνης Θεοῦ εὕρεσις, καὶ Πνεύματος Ἁγίου ἐπιφοίτησις, καὶ θησαυρῶν πνευματικῶν δόσις, καὶ πάντα ὅσα ἐπηγγείλατο ὁ Θεὸς παρέχειν τοῖς πιστοῖς ἀνθρώποις καὶ ὦδε, καὶ ἐν τῷ μέλλοντι αἰῶνι. καὶ ἁπαξαπλῶς κατ᾽ εἰκόνα Θεοῦ φανῆναι τὴν ψυχὴν ἀδύνατον, εἰμὴ διὰ χαρίσματος Θεοῦ, καὶ πίστεως ἀνθρώπου μετὰ πολλῆς ταπεινοφροσύνης, καὶ ἀμετεωρίστου προσευχῆς τῇ διανοίᾳ παραμένοντος.
Μέγα ὄντως ἀγαθὸν ἐκ πείρας παρειλήφαμεν, τὸ συνεχῶς ἐπικαλεῖσθαι Κύριον Ἰησοῦν κατὰ τῶν νοητῶν πολεμίων, τὸν βουλόμενον τὴν ἑαυτοῦ καρδίαν καθάραι. καὶ ὅρα, πῶς σύμφωνος ὁ λόγος, ὁ ἐκ πείρας παρ᾽ ἐμοῦ ῥηθείς, ταῖς γραφικαῖς μαρτυρίαις. ἑτοιμάζου, φησίν, Ἰσραὴλ τοῦ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου. καὶ ὁ Ἀπόστολος· ἀδιαλείπτως προσεύχεσθε. καὶ ὁ Κύριος ἡμῶν φησίν· οὐ δύνασθε ποιεῖν χωρὶς ἐμοῦ οὐδέν. ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν. καὶ πάλιν· ἐὰν μὴ μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα. Μέγα ἀγαθὸν εὐχή, καὶ ἀγαθῶν πάντων περιεκτικόν, ὡς καρδίαν καθαῖρον, ἐν ᾗ ὁ Θεὸς ὀπτάνεται τοῖς πιστοῖς.
Τὸ τῆς ταπεινώσεως χρῆμα, ἐπειδὴ ὑψοποιὸν πέφυκεν εἶναι, καὶ Θεῷ ἀγαπώμενον, καὶ ἀναλωτικὸν σχεδὸν πάντων τῶν ἐν ἡμῖν κακῶν, καὶ μισουμένων Θεῷ, δυσπόριστον διὰ ταῦτα πέφυκεν εἶναι. καὶ ραδίως ἂν εὑρήσῃς ἐν ἀνθρώπῳ ἑνὶ πολλῶν ἀρετῶν ἐργασίας τινὰς μερικάς, ζητήσας δὲ ἐν αὐτῷ ὀσμὴν ταπεινώσεως μόλις εὑρήσεις. διὰ τοῦτο χρεία πολλῆς 3ταπεινώσεως, ὥστε κτήσασθαι τοῦτο τὸ κτῆμα. καὶ γὰρ ἀκάθαρτον καὶ τὸν διάβολον λέγει ἡ Γραφή. ἐπειδὴ τοῦτο ἐξ ἀρχῆς τὸ ἀγαθὸν τῆς ταπεινοφροσύνης χρῆμα ἀπώσατο, καὶ τὴν ὑπερηφανίαν ἠγάπησε. διὸ καὶ ἀκάθαρτον πνεῦμα ἐν πάσαις ταῖς Γραφαῖς προσαγορεύεται. ἐπεὶ ποίαν ἀκαθαρσίαν σωματικὴν δύναται ἐργάσασθαι τὸ ἀσώματον πάντῃ, καὶ ἄσαρκόν τε καὶ ἄστατον, ἵνα ἀκάθαρτον ἐκ τούτου λέγηται; εὔδηλον, ὅτι διὰ τὴν ὑπερηφανίαν ἐκλήθη ἀκάθαρτος, καὶ ἐκ καθαροῦ καὶ φωτεινοῦ ἀγγέλου, βέβηλος ἀπεφάνθη. καὶ ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. πρώτη γάρ φησιν ἁμαρτία, ἡ ὑπερηφανία. οὕτω γὰρ ὁ ὑπερήφανος Φαραὼ ἔλεγε· τὸν Θεόν σου, φησίν, οὐκ οἶδα, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ.
Εἰσὶ δὲ πολλὰ τῶν τοῦ νοῦ ἐνεργημάτων, τὰ δυνάμενα ἡμῖν τὸ ἀγαθὸν δῶρον τῆς ταπεινοφροσύνης περιποιεῖσθαι, εἴπερ μὴ ἀμελῶμεν τῆς σωτηρίας ἡμῶν· τουτέστι μνήμη ἁμαρτημάτων ἐν λόγοις, καὶ ἔργοις, καὶ διανοίᾳ, καὶ ἕτερα πλεῖστα εἰς ταπεινοφροσύνην συμβάλλοντα, τῇ θεωρίᾳ ἀναλεγόμενα. ἐμποιεῖ δὲ ταπείνωσιν ἀληθῆ, καὶ τὸ, ἵνα τις τῶν πέλας τὰ κατορθώματα καθ᾽ ἑκάστην ἐν νῷ περιστρέφῃ, καὶ ἕτερα φυσικὰ πλεονεκτήματα ἐν ἑαυτῷ μεγαλύνῃ, καὶ συνεξετάζῃ τοῖς ἑαυτοῦ τὰ ἐκείνων· καὶ οὕτω βλέπων ὁ νοῦς τὴν ἑαυτοῦ εὐτέλειαν, καὶ πόσον ἀπολείπεται τῆς τῶν ἀδελφῶν τελειότητος, γῆν καὶ σποδὸν ὁ ἄνθρωπος ἑαυτὸν λογίζεται, καὶ οὐκ ἄνθρωπον· ἀλλὰ κύνα τινά, ὡς πάντων τῶν ἐπὶ γῆς λογικῶν ἀνθρώπων εἰς πάντα ὑστεροῦντα, καὶ ἀπολειπόμενον.
Φησὶ τὸ τοῦ Χριστοῦ στόμα, ὁ στύλος τῆς Ἐκκλησίας, ὁ μέγας Πατὴρ ἡμῶν Βασίλειος· μέγα ἀγαθὸν πρὸς τὸ μὴ ἀμαρτάνειν, μηδὲ τῇ ἐρχομένῃ ἡμέρᾳ τοῖς αὐτοῖς περιπίπτειν, τὸ μετὰ τὴν ἀποπλήρωσιν τῆς ἡμέρας ἀνακρίνειν ἐν τῷ συνειδότι ἡμῶν ἡμᾶς ἑαυτοὺς τὰ καθ᾽ ἡμᾶς, τί μὲν πεπλημμελήκαμεν, τί δὲ ἐδικαιοπραγήσαμεν; τοῦτο καὶ ὁ Ἰὼβ ἐποίει περί τε ἑαυτοῦ, καὶ τῶν τέκνων αὐτοῦ· τὰ γὰρ καθ᾽ ἑκάστην λογοθέσια τὸ καθ᾽ ὥραν φωτίζουσι.
Καὶ ἕτερος δὲ πάλιν τῶν τὰ θεῖα σοφῶν ἔφη· ἀρχὴ καρποφορίας, ἄνθος· καὶ ἀρχὴ πρακτικῆς, ἐγκράτεια. οὐκοῦν ἐγκρατευσώμεθα· καὶ τοῦτο μέτρῳ καὶ σταθμῷ, ὡς οἱ Πατέρες διδάσκουσι· καὶ τὴν ἡμέραν ὅλην τῶν δώδεκα ὡρῶν, ἐν τηρήσει νοὸς παρερχώμεθα· οὕτω γὰρ ποιοῦντες, τὴν κακίαν βίᾳ τινὶ σβέσαι, καὶ μειῶσαι δυνησόμεθα μετὰ Θεοῦ. ἐπεὶ καὶ βιαστή ἐστιν ἡ ἐνάρετος πολιτεία, δι᾽ ἧς δίδοται ἡ Βασιλεία τῶν Οὐρανῶν.
Ὁδὸς ἐπὶ τὴν γνῶσιν, ἀπάθεια καὶ ταπείνωσις, ὧν χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον.
Ὁ ἀδιαλείπτως περὶ τὰ ἔνδον τὰς διατριβὰς ποιούμενος, σωφρονεῖ· οὐ μόνον δέ, ἀλλὰ καὶ θεωρεῖ, καὶ θεολογεῖ, καὶ προσεύχεται. καὶ τοῦτο ἐστίν, ὃ λέγει ὁ Ἀπόστολος, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
Ὁ τὴν πνευματικὴν ὁδὸν ὁδεύειν μὴ ἐπιστάμενος, τῶν ἐμπαθῶν νοημάτων οὐ ποιεῖται φροντίδα· ἀλλ᾽ ὅλην τὴν χολὴν περὶ τὴν σάρκα ἔχει, καὶ ἢ γαστριμαργεῖ, καὶ ἀκολασταίνει· ἢ λυπεῖται, καὶ ὀργίζεται, καὶ μνησικακεῖ. καὶ ἐντεῦθεν τὸν νοῦν σκοτίζει, ἢ ἁμέτρῳ ἀσκήσει κέχρηται, καὶ θολοῖ τὴν διάνοιαν.
Ὁ μὲν τοῖς πράγμασιν ἀποταξάμενος, οἷον τῇ γυναικί, καὶ τοῖς χρήμασι, καὶ τοῖς ἑξῆς, τὸν ἔξω ἄνθρωπον ἐποίησε Μοναχόν, οὔπω δὲ καὶ τὸν ἔσω. ὁ δὲ τοῖς τούτου ἐμπαθέσι νοήμασιν ἀποταξάμενος, ὅ ἐστιν ὁ νοῦς, οὗτος ἀληθινὸς Μοναχός. καὶ τὸν μὲν ἔξω ἄνθρωπον εὐκόλως τις ποιεῖ Μοναχόν, ἐὰν θελήσῃ· οὐκ ὀλίγος δὲ ἀγὼν τὸν ἔσω ἄνθρωπον ποιῆσαι Μοναχόν.
Τίς ἐστιν ἄρα ἐν τῇ γενεᾷ ταύτῃ, ὁ παντάπασιν ἀπαλλαγεὶς ἐμπαθῶν νοημάτων, καὶ τῆς καθαρᾶς καὶ ἀΰλου διαπαντὸς ἀξιωθεὶς προσευχῆς; ὅπερ ἐστὶ σημεῖον τοῦ ἔνδον Μοναχοῦ.
Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν ἐγκέκρυπται· τότε δὲ ἐλέγχονται, ὅταν τὰ αἴτια φαίνωνται.
Μὴ ὅλην τὴν σχολὴν περὶ τὴν σάρκα ἔχε· ἀλλ᾽ ὅρισον αὐτῇ κατὰ δύναμιν ἄσκησιν, καὶ ὅλον τὸν νοῦν σου περὶ τὰ ἔνδον στρέψον. ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν.
Ἐπὶ τῇ τῶν παθῶν ἀνενεργησίᾳ ἡ ὑπερηφανία συμβαίνει· ἢ τῶν αἰτιῶν ἀποκοπτομένων, ἢ τῶν δαιμόνων δολουργῶς ὑποχωρούντων.
Ταπείνωσις καὶ κακοπάθεια, πάσης ἁμαρτίας ἐλευθεροῦσι τὸν ἄνθρωπον· ἡ μὲν τὰ τῆς ψυχῆς, ἡ δὲ τὰ τοῦ σώματος περικόπτουσα πάθη. διὰ τοῦτο λέγει ὁ Κύριος· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεόν ὄψονται· αὐτὸν καὶ τοὺς ἐν αὐτῷ θησαυρούς, ὅταν δι᾽ ἀγάπης καὶ ἐγκρατείας ἑαυτοὺς καθάρωσι· καὶ τοσούτῳ πλέον, ὅσῳ τὴν κάθαρσιν ἐπιτείνωσι.
Σκοπευτήριον τῶν περὶ ἀρετῆς λόγων πάσης, ἡ τοῦ νοῦ τήρησίς ἐστιν, ὡς ὁ πάλαι τοῦ Δαβὶδ σκοπός, τὴν περιτομὴν τῆς καρδίας προεδήλου.
Ὥσπερ αἰσθητῶς τὰ βλάπτοντα ὁρῶντες, βλαπτόμεθα, οὕτω καὶ κατὰ νοῦν.
Ὥσπερ ὁ τὴν τοῦ φυτοῦ τρώσας καρδίαν, ὅλον ἐξήρανεν, οὕτω καὶ ἐπὶ καρδίαν ἀνθρώπου νόει. αὐτὴν τὴν στιγμὴν προσέχειν δεῖ, ἐπειδὴ οὐκ ἀργοῦσιν οἱ κλέπται.
Ὁ Κύριος πᾶσαν ἐντολὴν ὀφειλομένην δεῖξαι θέλων, τὴν δὲ υἱοθεσίαν ἰδίῳ αἵματι τοῖς ἀνθρώποις δεδωρημένην, φησίν· ὅταν ποιήσετε τὰ προστεταγμένα ὑμῖν, εἴπατε, ὅτι ἀχρεῖοι δοῦλοι ἐσμέν, καὶ ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. διὰ τοῦτο οὐκ ἔστι μισθὸς ἔργων ἡ Βασιλεία τῶν Οὐρανῶν, ἀλλὰ χάρις Δεσπότου πιστοῖς δούλοις ἡτοιμασμένη. οὐκ ἀπαιτεῖ δοῦλος ὡς μισθὸν τὴν ἐλευθερίαν, ἀλλ᾽ εὐχαριστεῖ ὡς ὀφειλέτης, καὶ κατὰ χάριν ἐκδέχεται.
Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· καὶ τοῖς εὖ δουλεύουσιν αὐτῷ τὴν ἐλευθερίαν χαρίζεται. φησὶ γάρ· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἐγένου πιστός, ἐπὶ πολλῶν σε καταστήσω. εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. οὔπω δὲ δοῦλός ἐστι πιστὸς ὁ ψιλῇ τῇ γνώσει ἐπερειδόμενος, ἀλλ᾽ ὁ δι᾽ ὑπακοῆς τῷ ἐντειλαμένῳ Χριστῷ πιστεύων.
Ὁ τὸν δεσπότην τιμῶν, ποιεῖ τὰ κελευόμενα ὑπ᾽ αὐτοῦ. σφαλεὶς δέ, ἢ παρακούσας, ὑπομένει ὡς ἴδια τὰ ἐπερχόμενα. φιλομαθὴς ὤν, γίνου καὶ φιλόπονος· ἡ γὰρ ψιλὴ γνῶσις φυσιοῖ τὸν ἄνθρωπον.
Οἱ ἀπροσδοκήτως ἡμῖν συμβαίνοντες πειρασμοί, οἰκονομικῶς ἡμᾶς φιλοπόνους διδάσκουσι γίνεσθαι.
Ἴδιον μὲν ἀστέρος, τὸ περὶ αὐτὸν φῶς· τοῦ δὲ θεοσεβοῦς, καὶ Θεὸν φοβουμένου ἴδιον, εὐτέλεια καὶ ταπείνωσις. ἐπεὶ μηδ᾽ ἄλλο τι γνωριστικὸν πέφυκεν εἶναι, καὶ δηλωτικὸν σημεῖον τῶν τοῦ Χριστοῦ μαθητῶν, ὡς ταπεινὸν φρόνημα καὶ εὐτελὲς σχῆμα. καὶ τοῦτο πάντῃ βοῶσι τὰ τέσσαρα Εὐαγγέλια. ὁ δὲ μὴ οὕτω, τουτέστι ταπεινῶς βιούς, τοῦ μέρους ἐκπίπτει τοῦ ἑαυτὸν ταπεινώσαντος μέχρι σταυροῦ καὶ θανάτου, τοῦ καὶ τῶν θείων Εὐαγγελίων πρακτικοῦ νομοθέτου.
Οἱ διψῶντες, φησί, πορεύεσθε ἐφ᾽ ὕδωρ. οἱ δὲ διψῶντες Θεόν, πορεύεσθε καθαρότητι διανοίας. πλὴν τῷ ὑψηλῶς δι᾽ αὐτῆς πετωμένῳ, χρὴ καὶ πρὸς τὴν γῆν τῆς ἑαυτοῦ εὐτελείας ὁρᾶν· οὐδεὶς γὰρ τοῦ ταπεινοῦ ὑψηλότερος. ὡς γὰρ φωτὸς μὴ παρόντος, ζοφώδη, καὶ σκοτεινὰ ἅπαντα, οὕτω καὶ μὴ παρούσης ταπεινοφροσύνης, πάντα ἡμῶν μάταια, καὶ ἕωλα τὰ κατὰ Θεὸν σπουδάσματα.
Τέλος δὲ λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλαττε, καὶ νοητῶς, καὶ αἰσθητῶς. εἰ γὰρ νοητῶς βιάσῃ σαυτὸν αὐτὰς τηρεῖν, ὀλιγάκις τῶν αἰσθητῶν εἰς αὐτὰς κόπων δεήσῃ. φησὶ γὰρ ὁ Δαβίδ, ἠβουλήθην τὸ θέλημά σου καὶ τὸν νόμον σου ποιῆσαι ἐν μέσῳ τῆς κοιλίας μου.
Ἐὰν μὴ ἐν μέσῳ τῆς κοιλίας, τουτέστιν ἐν μέσῃ καρδίᾳ, ὁ ἄνθρωπος τὸ τοῦ Θεοῦ θέλημα, καὶ τὸν νόμον ποιήσῃ, οὔτε ἔξω ραδίως τοῦτο πρᾶξαι δύναται. καὶ ἐρεῖ πρὸς τὸν Θεὸν ὁ μὴ νήφων καὶ ἀδιάφορος, τό, ὁδούς σου εἰδέναι οὐ βούλομαι· πάντως δι᾽ ἔλλειψιν θείας ἐλλάμψεως· ἧς τινος ὁ μετέχων οὐκ ἀπληροφόρητος, ἀλλὰ καὶ ἕμπεδος ἱκανὸς περὶ τὰ θεῖα γενήσεται.
Ὥσπερ γὰρ τὸ αἰσθητὸν ἅλας ἡδύνει τόν τε ἄρτον καὶ πᾶν ὄψον, καὶ ἄσηπτά τινα τῶν κρεῶν, καὶ διαρκῆ φυλάττει· οὕτω καὶ ἐπὶ τῇ τοῦ νοὸς φυλακῇ τῆς νοητῆς ἡδύτητος καὶ θαυμαστῆς ἐργασίας νόει. καὶ γὰρ ἡδύνει ἐνθέως καὶ τὸν ἐντὸς καὶ τὸν ἐκτὸς ἄνθρωπον, καὶ τὴν ὀζωδίαν τῶν πονηρῶν λογισμῶν ἐκδιώκει· καὶ διαρκεῖς ἐν τοῖς καλοῖς ἡμᾶς φυλάττει.
Ἐκ προσβολῆς πολλοὶ λογισμοί, ἐκ δὲ τούτων ἡ πονηρὰ αἰσθητὴ πρᾶξις. ὁ δὲ μετὰ τοῦ Ἰησοῦ τὸ πρῶτον εὐθὺς σβεννύων, τὰ ἑξῆς διέφυγε· καὶ γνῶσιν θείαν γλυκεῖαν πλουτήσει· δι᾽ ἧς Θεὸν εὑρήσει τὸν πανταχοῦ ὄντα. ἐν αὐτῷ δὲ τὸ κάτοπτρον τοῦ νοὸς ἀντερείσας, φωτίζεται διηνεκῶς καθ᾽ ὁμοιότητα τοῦ καθαροῦ ὑέλου, καὶ τοῦ αἰσθητοῦ ἡλίου. καὶ τότε ἀναπαύσεται ὁ νοῦς, εἰς τὸ ἔσχατον τῶν ὀρεκτῶν φθάσας, ἀπὸ πάσης ἄλλης ἐν αὐτῷ θεωρίας.
Ἐπειδὴ πᾶς λογισμὸς διὰ φαντασίας αἰσθητῶν τινῶν εἰσέρχεται ἐν τῇ καρδίᾳ· τότε αὐγάζει αὐτὸν τὸ μακάριον φῶς τῆς Θεότητος, ὅταν πάντῃ εὐκαιρήσῃ ἀπὸ πάντων, καὶ ἀσχημάτιστος ἐκ τούτων γένηται· εἴπερ ἡ λαμπρότης ἐκείνη κατὰ στέρησιν τῶν πάντων νοημάτων παραφαίνεται τῷ καθαρῷ νοΐ.
Ὅσῳ τὴν διάνοιαν ἄκρως προσέχεις, κατὰ τοσοῦτον μετὰ πόθου τῷ Ἰησοῦ προσεύξῃ· καὶ ὅσον πάλιν τὴν διάνοιαν ἀμελῶς ἐπισκέπτῃ, κατὰ τοσοῦτον καὶ τοῦ Ἰησοῦ μακρυνθήσῃ. καὶ ὥς περ τὸ πρότερον ἄκρως τὸν ἀέρα τῆς διανοίας φωτίζει, οὕτω καὶ τὸ ἐκνεῦσαι ἀπὸ τῆς νήψεως, καὶ τῆς γλυκείας ἐπικλήσεως τοῦ Ἰησοῦ, σκοτίζειν αὐτὸν ἐκ παντὸς πέφυκεν· ὡς εἶναι φύσει τὸ πρᾶγμα τοιοῦτον, ὡς εἴπομεν, καὶ ἄλλως οὐκ ἔστι. καὶ τοῦτο πείρᾳ λήψῃ ἔργῳ δοκιμασίας· ἐπεὶ μὴ πέφυκεν ἀρετή, καὶ μάλιστα ἡ τοιαύτη φωτοτόκος τερπνὴ ἐργασία, εἰ μὴ τῇ πείρᾳ 4διδάσκεται.
Τὸ μὲν μετὰ πόθου τινὸς μεστοῦ γλυκύτητος καὶ χαρᾶς ἐπικαλεῖσθαι συνεχῶς Ἰησοῦν, αἴτιον, τὸ χαρᾶς ἔμπλεον καὶ γαλήνης εἶναι τὸν ἀέρα τῆς καρδίας, ἐκ τῆς ἄκρας προσοχῆς· τοῦ δὲ ἄκρως καθαίρεσθαι τὴν καρδίαν, αἴτιος Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός, ὁ πάντων τῶν καλῶν αἴτιος καὶ ποιητής· ἐγώ, γάρ φησι, Θεὸς ποιῶν εἰρήνην.
Εὐεργετουμένη ψυχὴ καὶ γλυκαινομένη ὑπὸ Ἰησοῦ, μετὰ ἀγαλλιάσεως τινὸς καὶ ἀγάπης διὰ τῆς ἐξομολογήσεως τὸν εὐεργέτην ἀμείβεται· εὐχαριστοῦσα καὶ ἐπικαλουμένη μετὰ θυμηδίας τὸν εἰρηνοποιοῦντα αὐτήν· καὶ μέσον αὐτῆς νοητῶς ὁρῶσα αὐτὸν λύοντα τὰς φαντασίας τῶν πονηρῶν πνευμάτων.
Καὶ ἐπεῖδε, φησὶ Δαβίδ, ὁ νοητὸς ὀφθαλμός μου ἐν νοητοῖς ἐχθροῖς μου· καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου· καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν εἶδον παρὰ Θεοῦ ἐν ἐμοὶ γινομένην, φαντασιῶν δὲ μὴ οὐσῶν τινῶν ἐν καρδίᾳ, εἰς τὸ κατὰ φύσιν ὁ νοῦς ἵσταται· ἕτοιμος ὢν κινεῖσθαι εἰς πᾶσαν θεωρίαν τερπνήν, πνευματικήν, καὶ θεοφιλῆ.
Οὕτως οὖν, ὡς εἶπον, πεφύκασιν εἶναι ἀλλήλων συστατικά, ἥτε νῆψις, καὶ Ἰησοῦ εὐχή. ἡ μὲν γὰρ ἄκρα προσοχή, τῆς συνεχοῦς εὐχῆς· ἡ δὲ εὐχὴ πάλιν, τῆς ἄκρας ἐν νῷ νήψεως καὶ προσοχῆς.
Χρηστὸς παιδαγωγὸς καὶ τοῦ σώματος καὶ τῆς ψυχῆς, ἡ ἀνεπίληστος μνήμη τοῦ θανάτου· καὶ τὸ, τὰ ἐν μέσῳ πάντα παραδραμόντας, αὐτὸν ἀεὶ προβλέπειν, αὐτὴν τὴν κλίνην, ἔνθα ψυχορραγοῦντες μέλλομεν κατακεῖσθαι, καὶ τὰ λοιπά.
Οὐκ ἔστιν, ἀδελφοί, ὕπνον ἄρασθαι τὸν βουλόμενον ἄτρωτον μένειν διὰ παντός· ἀλλ᾽ ἀνάγκη δυοῖν θάτερον, ἢ πεσεῖν καὶ ἀπολέσθαι, γυμνωθέντα τῶν ἀρετῶν· ἢ διὰ παντὸς τῷ νοΐ καθωπλισμένον ἐστάναι· καὶ γὰρ καὶ ὁ ἐχθρὸς ἀεὶ ἵσταται μετὰ τῆς αὐτοῦ παρατάξεως.
Γίνεταί τις κατάστασις θεία ἐν τῷ νῷ ἡμῶν, ἐκ τῆς συνεχοῦς μνήμης καὶ ἐπικλήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐὰν μὴ ἀμελῶμεν τῆς πρὸς αὐτὸν συνεχοῦς κατὰ νοῦν δεήσεως, καὶ τῆς πυκνῆς νήψεως, καὶ τοῦ ἐπιστατικοῦ ἔργου· ἀλλὰ ὄντως ἔργον ἀεὶ αὐτό, καὶ ὡσαύτως ἐπιτελούμενον, ἔχωμεν τῆς Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐπικλήσεως, μετὰ πυρώσεως καρδίας ἐκβοῶντες, ὥστε 5μεταλαβεῖν τὸ ἅγιον ὄνομα Ἰησοῦ. συνέχεια γὰρ καὶ ἐπὶ ἀρετῆς καὶ κακίας μήτηρ ἕξεως· ἡ δὲ, ὡς φύσις λοιπὸν κρατεῖ. καὶ ἐν καταστάσει τοιαύτῃ ὁ νοῦς γενόμενος, ζητεῖ τοὺς πολεμίους, ὡς περ κύων θηρευτικὸς λαγωὸν ἐν λόχμαις· ἀλλ᾽ ὁ μὲν, ἵνα καταφάγῃ, ὁ δὲ, ἵνα καταφθείρῃ.
Ὅτε οὖν, καὶ ὁσάκις ἐπισυμβαίνει πληθύνεσθαι ἐν ἡμῖν τοὺς πονηροὺς λογισμούς, τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίκλησιν μέσον αὐτῶν ἐμβάλωμεν· καὶ διαλυομένους αὐτοὺς εὐθέως τότε, ὡσεὶ καπνὸν ἐν ἀέρι ὀψόμεθα, ὡς ἡ πεῖρα ἐδίδαξε. καὶ τοῦ νοὸς μόνου καταληφθέντος, τότε πάλιν ἀρχώμεθα τῆς συνεχοῦς προσοχῆς, καὶ ἐπικλήσεως· καὶ ὁσάκις ὑπὸ 6πειρασμοῦ τοῦτο πάθωμεν, οὕτω ποιῶμεν.
Ὡς γὰρ οὐ δυνατόν, γυμνὸν σώματι εἰσελθεῖν εἰς πόλεμον, ἢ πλεῦσαι μέγα πέλαγος μετ᾽ ἐνδυμάτων, ἢ ζῆν ἄνευ τοῦ ἀναπνεῖν· οὕτως ἀδύνατον χωρὶς ταπεινώσεως, καὶ συνεχοῦς πρὸς Χριστὸν ἱκεσίας, τὸν νοητὸν καὶ κρυπτὸν πόλεμον ἐκμαθεῖν· καὶ τεχνικῶς τοῦτον καταδιώκειν καὶ βάλλειν.
Ὁ μέγας πρακτικώτατος Δαβὶδ φησὶ πρὸς τὸν Κύριον· τὸ κράτος μου πρὸς σὲ φυλάξω. ὥστε τὸ φυλαχθῆναι ἐν ἡμῖν τὸ κράτος τῆς καρδιακῆς ἡσυχίας καὶ νοερᾶς, ἐξ ἧς πᾶσαι γεννῶνται αἱ ἀρεταί, διὰ τοῦ βοηθεῖσθαι ἡμᾶς παρὰ τοῦ Κυρίου προσγίνεταί, τοῦ καὶ τὰς ἐντολὰς δόντος, καὶ ἀφ᾽ ἡμῶν τὴν 7μιαρὰν λήθην ἐκδιώκοντος, συνεχῶς παρ᾽ ἡμῶν ἐπιβοωμένου, φθαρτικὴν οὖσαν μάλιστα τῆς καρδιακῆς ἡσυχίας ὡς ὕδωρ πυρός. διόπερ, Μοναχέ, μὴ ἐξ ἀμελείας ὑπνοῖς εἰς θάνατον· ἀλλ᾽ Ἰησοῦ ὀνόματι μάστιζε πολεμίους· καὶ ὡς σοφὸς τις λέλεχεν, Ἰησοῦ ὄνομα κολληθήτω τῇ πνοῇ σου, καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν.
Ὅταν τῶν θείων καὶ ἀχράντων μυστηρίων Χριστοῦ τοῦ Θεοῦ καὶ βασιλέως ἡμῶν φοβερῶς καὶ φρικτῶς ἀξιωθῶμεν οἱ ἀνάξιοι, τότε μᾶλλον τὴν νῆψιν, καὶ τὴν τήρησιν τοῦ νοός, καὶ ἀκρίβειαν ἐπιδειξώμεθα, ἵνα καταναλώσῃ ἡμῶν τὰς ἁμαρτίας, καὶ τὰ μικρὰ καὶ μεγάλα ρυπάσματα τὸ πῦρ τὸ θεϊκόν, ἤγουν τὸ Σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ γὰρ εἰσερχόμενον ἐν ἡμῖν, τὰ πονηρὰ πνεύματα τῆς πονηρίας εὐθὺς ἐκ τῆς καρδίας ἀπελαύνει· καὶ τὰς ἁμαρτίας τὰς προγεγενημένας ἡμῖν συγχωρεῖ· καὶ καταλιμπάνεται τότε ὁ νοῦς χωρὶς ὀχλήσεως πονηρῶν λογισμῶν. καὶ εἴπερ μετὰ ταῦτα ἀκριβῶς τὸν νοῦν ἡμῶν τηρήσωμεν, καὶ στῶμεν ἐν πύλῃ καρδίας ἡμῶν, ὅτε πάλιν αὐτῶν καταξιωθῶμεν, μᾶλλον ἔτι καὶ μᾶλλον λαμπρύνει τὸν νοῦν, καὶ ἀστεροειδὴ αὐτὸν τὸ Θεῖον Σῶμα ἀπεργάζεται.
Λήθη σβεννύειν οἶδε νοὸς φυλακήν, ὥς περ σβέννυσι πῦρ ὕδωρ. συνεχὴς δὲ Ἰησοῦ εὐχή, εἰς τέλος αὐτὴν ἐκδαπανᾶ ἐκ τῆς καρδίας μετὰ νήψεως συντόνου. χρήζει γὰρ ἡ εὐχὴ τῆς νήψεως, ὥσπερ λαμπάδιον φωτὸς λύχνου.
Πονεῖν δεῖ ἐπὶ τῇ φυλακῇ τῶν τιμίων· τίμια δὲ ὡς ἀληθῶς, τὰ φυλάσσοντα ἡμᾶς ἀπὸ πάσης κακίας αἰσθητῆς τε, καὶ νοητῆς. ταῦτα δὲ εἰσί, φυλακὴ νοὸς σὺν Ἰησοῦ Χριστοῦ ἐπικλήσει· βλέπειν τε ἀεὶ εἰς τὸ βάθος τῆς καρδίας, καὶ ἡσυχάζειν ἀεννάως τῇ διανοίᾳ, ἵν᾽ οὕτως εἴπω, καὶ ἐκ τῶν δοκούντων λογισμῶν δεξιῶν εἶναι· καὶ σπουδάζειν, κενὸν λογισμῶν εὑρίσκεσθαι· ἵνα μὴ λανθάνωσιν οἱ κλέπται· καὶ εἰ καὶ πονοῦμεν τῇ καρδίᾳ παραμένοντες, ἀλλὰ ἐγγὺς ἡ παράκλησις.
Πέφυκε γὰρ ἡ καρδία ἀδιαλείπτως τηρουμένη, καὶ μὴ συγχωρουμένη τὰς μορφάς, καὶ τὰς εἰκόνας, καὶ τὰς φαντασίας δέχεσθαι τῶν σκοτεινῶν καὶ πονηρῶν πνευμάτων, λογισμοὺς φεγγοειδεῖς ἐξ ἑαυτῆς ἀποκυΐσκειν. ὥσπερ γὰρ ὁ 8κάρβων γεννᾷ φλόγα, οὕτω πολλῷ μᾶλλον ὁ ἐνοικῶν τῇ καρδίᾳ Θεὸς ἀπὸ τοῦ ἁγίου Βαπτίσματος, εἴπερ εὑρίσκει τὸν ἀέρα τῆς διανοίας ἡμῶν καθαρὸν ἀνέμων πονηρίας, καὶ ὑπὸ φυλακῆς νοὸς τηρούμενον, ἀνάπτει τὸ διανοητικὸν ἡμῶν πρὸς θεωρίας, ὡς φλὸξ κηρόν.
Ἀεὶ γὰρ στρέφειν δεῖ ἐν χωρήματι καρδίας ἡμῶν τὸ Ἰησοῦ Χριστοῦ ὄνομα, ὥς περ ἀστραπὴ στρέφεται ἐν ἀέρι τοῦ στερεώματος, ὑετοῦ μέλλοντος κατέρχεσθαι. καὶ γὰρ τοῦτο ἴσασιν ἀκριβῶς οἱ πεῖραν τοῦ νοῦ ἔχοντες, καὶ τοῦ ἔνδον πολέμου. ὡς καὶ ἐν τάξει οὕτω τὸν νοητὸν πόλεμον στρατηγῶμεν. πρῶτον προσοχή, εἶτα τὸν ἐχθρὸν λογισμὸν γνόντες παραβαλόντα, λόγοις κατάρας ἐν καρδίᾳ μετ᾽ ὀργῆς αὐτὸν βάλωμεν· τρίτη τάξις, εὐθὺς κατεύξασθαι κατ᾽ αὐτοῦ, συστρέφοντας τὴν καρδίαν τῇ ἐπικλήσει Ἰησοῦ Χριστοῦ· ἵνα εὐθέως καταλυθῇ τὸ δαιμόνιον ἴνδαλμα, τοῦ μὴ ἐξακολουθῆσαι τῇ φαντασίᾳ τὸν νοῦν, ὡς νήπιον ὑπὸ φαντασιοποιοῦ τινος πλανώμενον.
Κοπιάσωμεν ὡς ὁ Δαβίδ, κράζοντες τό, Κύριε Ἰησοῦ Χριστέ· 9βραγχιάσῃ ἡμῶν ὁ λάρυγξ· καὶ μὴ ἐκλείπωσιν οἱ νοητοὶ ἡμῶν ὀφθαλμοὶ ἀπὸ τοῦ ἐλπίζειν ἡμᾶς ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν.
Τῆς παραβολῆς ἀεὶ μεμνημένοι τοῦ κριτοῦ τῆς ἀδικίας, ἧς εἶπεν ὁ Κύριος πρὸς τὸ δεῖν ἡμᾶς πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν· καὶ τὸ κέρδος εὑρήσομεν, καὶ τὴν ἐκδίκησιν.
Ὥσπερ ὁ τῷ Ἡλίῳ ἀτενίζων, ἀδύνατον μὴ πλουσίως τὰς ὄψεις καταυγάζεσθαι· οὕτως ὁ ἀεὶ ἐγκύπτων εἰς τὸν ἀέρα τῆς καρδίας, οὐ δύναται μὴ φωτίζεσθαι.
Ὡς ἀδύνατον, τὴν παροῦσαν ζωὴν ζῆν ἄνευ τοῦ ἐσθίειν καὶ πίνειν, οὕτως ἀδύνατον χωρὶς φυλακῆς νοὸς καὶ καθαρότητος καρδίας, ὅ ἐστι, καὶ λέγεται νῆψις, εἴς τι πνευματικὸν καὶ ἀρέσκον Θεῷ φθάσαι τὴν ψυχήν, ἢ ἐλευθερωθῆναι τῆς κατὰ διάνοιαν ἁμαρτίας, εἰ καὶ βιάζεταί τις ἑαυτὸν διὰ τὸν φόβον τῶν κολάσεων μὴ ἁμαρτάνειν.
Πλὴν καὶ οἱ τῆς κατ᾽ ἐνέργειαν ἁμαρτίας βίᾳ τινὶ ἀπεχόμενοι, μακάριοι παρά τε Θεῷ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις, ὅτι βιασταὶ τῆς Βασιλείας τῶν Οὐρανῶν εὑρίσκονται.
Τοῦτο τὸ θαυμαστὸν τῆς ὠφελείας τοῦ νοῦ τῆς ἐκ τῆς ἡσυχίας· ὅτι πάντα τὰ ἁμαρτήματα κατὰ νοῦν πρότερον κρούοντα ἐν λογισμοῖς μόνον, ὥστε εἰ παραδεχθῶσι παρὰ τῆς διανοίας, γενέσθαι αἰσθητά, καὶ παχέα ἁμαρτήματα, πάντα ἐκκόπτει ἡ διανοητική, καὶ νηπτικὴ ἀρετή, ἐν τῷ ἔσω ἡμῶν ἀνθρώπῳ μὴ ἐῶσα αὐτὰ εἰσέρχεσθαι, καὶ ἀχθῆναι εἰς ἔργα πονηρά, τῇ ροπῇ καὶ ἀντιλήψει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Εἰκὼν τῆς ἐξωτέρας καὶ αἰσθητῆς σωματικῆς ἀσκήσεως, ἡ παλαιὰ Διαθήκη· τὸ δὲ ἅγιον Εὐαγγέλιον, ὅ ἐστιν ἡ καινή, εἰκὼν τῆς προσοχῆς, ἤγουν τῆς καθαρότητος τῆς καρδίας. καὶ ὡς περ ἡ Παλαιὰ οὐκ ἐτελείου, οὔτε ἐπληροφόρει τὸν ἔσω ἄνθρωπον εἰς θεοσέβειαν· οὐδένα γὰρ, φησὶν ὁ Ἀπόστολος, ὁ νόμος ἐτελείωσε· μόνον δὲ τὰ παχέα ἁμαρτήματα διεκώλυε, τοῦ γὰρ κωλύσαι μὴ ἐκβάλλειν τὸν ὀφθαλμόν, καὶ ὀδόντα τοῦ πλησίον, τὸ καὶ λογισμοὺς ἀπὸ καρδίας ἐκκόψαι, ὅπερ ἐστὶ τοῦ Εὐαγγελίου διάταγμα, καὶ τὰς πονηρὰς ἐνθυμήσεις, μεῖζόν ἐστιν εἰς καθαρότητα ψυχῆς. οὕτω καὶ ἐπὶ τῆς σωματικῆς δικαιοσύνης καὶ ἀσκήσεως, νηστείας λέγω, καὶ ἐγκρατείας, χαμευνίας, στάσεως, ἀγρυπνίας, καὶ τῶν λοιπῶν, ἃ περὶ τὸ σῶμα πεφύκασι, καὶ τὸ παθητικὸν μέρος τοῦ σώματος ἡσυχάζειν ποιεῖ ἀπὸ τῆς κατ᾽ ἐνέργειαν ἁμαρτίας· ὥς περ εἶπον ἐπὶ τῆς Παλαιᾶς καλά τε ὄντα καὶ ταῦτα. παιδαγωγία γὰρ εἰσὶ τοῦ ἔξω ἡμῶν ἀνθρώπου, καὶ φρουρὸς τῶν κατ᾽ ἐνέργειαν παθῶν· οὐ μὴν δὲ καὶ τῶν κατὰ διάνοιαν ἁμαρτημάτων φρουρητικά, ἤγουν κωλυτικά· οἷον ἀπαλλάξαι ἡμᾶς, σὺν Θεῷ, φθόνου, ὀργῆς, καὶ τῶν λοιπῶν.
Ἡ δὲ καθαρότης τῆς καρδίας, ἤγουν ἡ τοῦ νοῦ τήρησις καὶ φυλακὴ, ἧς τύπος ἡ καινὴ Διαθήκη, εἴπερ ὡς δεῖ παρ᾽ ἡμῶν φυλάττεται, πάντα τὰ πάθη, καὶ πάντα τὰ κακὰ ἀπὸ τῆς καρδίας ἐκριζοῦσα ἐκκόπτει· καὶ ἀντεισάγει χαράν, εὐελπιστίαν, κατάνυξιν, πένθος, δάκρυον, ἐπίγνωσιν 10ἑαυτῶν τε, καὶ τῶν ἁμαρτημάτων ἡμῶν, μνήμην θανάτου, ταπείνωσιν ἀληθῆ, ἀγάπην τε ἄπειρον πρός τε Θεόν, καὶ ἀνθρώπους, καὶ ἔρωτα θεῖον ἐγκάρδιον.
Ὡς οὐκ ἔνι μὴ τέμνειν τοῦτον τὸν ἀέρα ἐν γῇ βαδίζοντα· οὕτως μὴ πολεμεῖσθαι ἀεννάως ὑπὸ δαιμόνων καρδίαν ἀνθρώπου ἀδύνατον, ἢ καὶ ὑπ᾽ αὐτῶν κρυπτῶς ἐνεργεῖσθαι, κἂν σωματικὴν ἄσκησιν πολλὴν ἔχῃ.
Εἴπερ ἐν Κυρίῳ θέλεις, μὴ δοκήσει μόνον εἶναι Μοναχός, καὶ χρηστός, καὶ ἐπιεικής, καὶ Θεῷ πάντοτε ἡνωμένος· ἀλλὰ καὶ ἀληθείᾳ εἶναι βούλει τοιοῦτος, προσοχικὴν ἀρετὴν πάσῃ δυνάμει μέτελθε, ἥ ἐστι νοὸς φυλακή, νοῦ τήρησις, καὶ τελείωσις καρδιακὴ γλυκείας ἡσυχίας, ἀφάνταστος μακαρία τῆς ψυχῆς κατάστασις· πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον.
Αὕτη γὰρ λέγεται νοητὴ φιλοσοφία· καὶ ὅδευε ταύτην ἐν πολλῇ νήψει καὶ θερμῇ προθυμίᾳ σὺν εὐχῇ Ἰησοῦ, σὺν ταπεινώσει, καὶ πυκνότητι, καὶ σιωπῇ αἰσθητῶν χειλέων καὶ νοητῶν, σὺν ἐγκρατείᾳ βρωμάτων καὶ πομάτων, καὶ παντὸς ἐφαμάρτου πράγματος· ὅδευε ταύτην ἐν ὁδῷ διανοίας ἐπιστημόνως ἐν φρονήσει· καὶ αὕτη σε διδάξει, σὺν Θεῷ, ἃ οὐκ ἠπίστασο, καὶ γνωριεῖ καὶ φωτίσει καὶ συνετίσει καὶ μαθητεύσει ἅπερ πρότερον λαβεῖν εἰς νοῦν ἀδυνάτως εἶχες, ἐν σκότει παθῶν περιπατῶν καὶ σκοτεινῶν ἔργων, καὶ ὑπὸ λήθης καὶ συγχύσεως ἀβύσσου καλυπτόμενος.
Ὥς περ αἱ κοιλάδες πληθύνουσι σῖτον, οὕτως αὕτη πληθύνει ἐν σῇ καρδίᾳ ἀγαθὸν ἅπαν· μᾶλλον δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῦτα παρέξει σοι· οὗ χωρὶς οὐ δυνάμεθα ποιεῖν οὐδέν. καὶ πρῶτον μὲν κλίμακα αὐτὴν εὑρήσεις, ἔπειτα δὲ βίβλον ἀναγινωσκομένην, εἶτα προκόπτων, εὑρήσεις αὐτὴν πόλιν Ἱερουσαλὴμ ἐπουράνιον, καὶ τὸν Βασιλέα Χριστὸν τῶν δυνάμεων τοῦ Ἰσραὴλ, ἐναργῶς νοητῶς ὄψει σὺν τῷ ὁμοουσίῳ αὐτοῦ Γεννήτορι, καὶ τῷ Ἁγίῳ Πνεύματι τῷ προσκυνητῷ.
Διὰ φαντασίας ψεύδους ἀεὶ οἱ δαίμονες ἐνάγουσιν ἡμᾶς εἰς τὸ ἁμαρτάνειν. καὶ γὰρ ἐν φαντασίᾳ φιλαργυρίας καὶ κέρδους τὸν ἄθλιον Ἰούδαν παρεσκεύασαν παραδοῦναι τὸν Κύριον καὶ Θεὸν τῶν ἁπάντων· διὰ δὲ ψεύδους οὐτιδανῆς ἀναπαύσεως σωματικῆς, καὶ τιμῆς, καὶ κέρδους, καὶ δόξης ἀγχόνῃ αὐτὸν περιέβαλον, καὶ τὸν αἰώνιον θάνατον αὐτῷ προεξένησαν· ἀπεναντίας οἱ δείλαιοι πάμπαν τῆς ἑαυτῶν φαντασίας, τῆς προσβολῆς λέγω, αὐτὸν ἀνταμειψάμενοι.
Ὅρα, πῶς διὰ φαντασίας, καὶ ψεύδους, καὶ κενῶν ὑποσχέσεων ἡμᾶς πτωματίζουσιν οἱ ἐχθροὶ τῆς σωτηρίας ἡμῶν. καὶ αὐτὸς ὁ Σατανᾶς οὕτως ἐκ τῶν ὑψωμάτων ὡς ἀστραπὴ κατερράγη, ἰσοθείαν φαντασθείς. καὶ οὕτω πάλιν τὸν Ἀδὰμ ἐχώρισε τοῦ Θεοῦ, θεϊκὸν ἀξίωμα φαντάσας αὐτόν. καὶ οὕτω πάντας τοὺς ἁμαρτάνοντας ἀπατᾶν ὁ ψεύστης καὶ δόλιος εἴωθεν ἐχθρός.
Πικραινόμεθα μὲν τὴν καρδίαν ὑπὸ ἰοῦ λογισμῶν πονηρίας, ὅταν προσοχῆς 11Ἰησοῦ εὐχῆς πρὸς πολὺ ὑπὸ λήθης ἀμελοῦντες ἀπαγώμεθα, γλυκαινόμεθα δὲ πάλιν ἐν αἰσθήσει καὶ ἡδύτητί τινι ἀγαλλιάσεως μακαρίας, ὅταν τὰ προειρημένα κραταιῶς καὶ προθύμως ἐν τῷ ἐργαστηρίῳ τῆς διανοίας ἐμμελῶς δι᾽ ἔρωτος θείου ἐπιτελῶμεν. τότε γὰρ οὐ δι᾽ ἄλλο τι τῇ καρδιακῇ ἡσυχίᾳ βαδίζειν προθυμούμεθα, ἀλλ᾽ ἢ διὰ τὴν ἑαυτῆς ἐν τῇ ψυχῇ γλυκεῖαν ἡδονὴν καὶ τέρψιν.
Ἐπιστήμη ἐπιστημῶν, καὶ τέχνη τεχνῶν, ἡ τῶν κακούργων λογισμῶν ἐστὶ τέχνη. ἔστιν οὖν ἄριστος τρόπος καὶ τέχνη αὐτῶν τὸ ἐν Κυρίῳ τὴν φαντασίαν βλέπειν τῆς προσβολῆς, καὶ φυλάττειν τὴν διάνοιαν· ὥς περ τὸν αἰσθητὸν φυλάσσομεν ὀφθαλμόν, καὶ ὀξέως μετ᾽ αὐτοῦ βλέπομεν, τὸν πλῆξαι τοῦτον ἐκ συμβάσεως ἐρχόμενον, καὶ ὅση δύναμις, πᾶν κάρφος κωλύομεν ἐξ αὐτοῦ.
Ὡς οὐ τέξεται χιὼν φλόγα, ἢ ὕδωρ πῦρ γεννήσει, ἢ ράμνος σύκα· οὕτως οὐκ ἐλευθερωθήσεται παντὸς ἀνθρώπου καρδία δαιμονικῶν λογισμῶν, καὶ λόγων, καὶ ἔργων, μὴ καθάρασα τὰ ἔνδον, καὶ νῆψιν σὺν εὐχῇ Ἰησοῦ συνάψασα, καὶ ταπείνωσιν καὶ ψυχικὴν ἡσυχίαν κατορθοῦσα· καὶ ἐπειγομένη σὺν προθυμίᾳ πολλῇ καὶ ὁδεύουσα· ἀλλ᾽ ἀνάγκη στειρεῦσαι τὴν ἀπρόσεκτον ψυχὴν παντὸς ἀγαθοῦ καὶ τελείου νοήματος, ὡς ἡμίονον ἄκαρπον· ᾗ οὐκ ἔστι σύνεσις πνευματικῆς φρονήσεως. ὄντως εἰρήνη ἐστὶ τῆς ψυχῆς, τὸ γλυκὺ πρᾶγμα καὶ ὄνομα Ἰησοῦ, καὶ κένωσις νοημάτων ἐμπαθῶν.
Ὅταν κακῶς συμφωνήσῃ ἡ ψυχὴ μετὰ τοῦ σώματος, τότε ἄμφω οἰκοδομοῦσι πόλιν κενοδοξίας, καὶ πύργον ὑπερηφανίας, καὶ τοὺς ἐν αὐτοῖς κατοικοῦντας ἀσεβεῖς λογισμούς. ὁ δὲ Κύριος, τῷ φόβῳ τῆς γεέννης τὴν ὁμοφωνίαν αὐτῶν συγχέει τε, καὶ διαιρεῖ, ἀλλότριά τε καὶ ἐναντία τῷ σώματι τὴν κυρίαν ψυχὴν λαλεῖν τε, καὶ φρονεῖν ἀναγκάζων· ἐξ οὗ 12φόβος καὶ διαμερισμὸς συμβαίνει, διὰ τὸ φρόνημα τῆς σαρκὸς ἔχθραν εἰς Θεὸν εἶναι, καὶ τῷ τοῦ Θεοῦ νόμῳ μὴ ὑποτάσσεσθαι.
Τὰ καθ᾽ ἡμέραν ἡμῶν ἔργα, δεῖ σταθμίζειν καθ᾽ ὥραν, καὶ προσέχειν, καὶ κοῦφα ὅση δύναμις ἐπάναγκες ποιεῖν τῇ ἑσπέρᾳ διὰ τῆς μετανοίας· εἴγε βουλόμεθα σὺν Χριστῷ τῆς κακίας περιγενέσθαι. καὶ σκοπεῖν δεῖ, εἰ κατὰ Θεὸν τελοῦμεν πάντα τὰ αἰσθητὰ, καὶ φαινόμενα ἡμῶν ἔργα, κατ᾽ ἐνώπιον Θεοῦ, καὶ διὰ Θεὸν μόνον· ἵνα μὴ ὑπὸ τῶν αἰσθήσεων ἀλόγως κλεπτώμεθα.
Ἐὰν γὰρ τὸ καθ᾽ ἑκάστην κερδαίνωμεν, σὺν Θεῷ, ἐκ τῆς νήψεως ἡμῶν, οὐκ ὀφείλομεν ἀδιαφόρως ἀναστρέφεσθαι, καὶ ζημιοῦσθαι διὰ πολλῶν συντυχιῶν ἐπισφαλῶν· ἀλλὰ μᾶλλον καταφρονεῖν δεῖ τῶν ματαίων, διὰ τὸ ἐράσμιον, καὶ γλυκὺ τῆς ἀρετῆς κέρδος, καὶ κάλλος.
Δικαίως κατὰ φύσιν ὥς περ ἐκτίσθη ὑπὸ Θεοῦ, ὀφείλομεν κινεῖν τὸ τριμερὲς τῆς ψυχῆς. καὶ τὸν μὲν θυμὸν κατὰ τοῦ ἐκτὸς ἡμῶν ἀνθρώπου, καὶ τοῦ ὄφεως σατᾶν. ὀργίζεσθε φησὶ κατὰ τῆς ἁμαρτίας· τουτέστιν ὀργίζεσθε ἑαυτοῖς, καὶ τῷ διαβόλῳ, φησίν, ὅπως μὴ εἰς Θεὸν ἁμαρτάνητε· τὸ ἐπιθυμητικὸν δὲ κινεῖν χρὴ πρός τε Θεόν, καὶ ἀρετήν. τὸ δὲ λογιστικὸν τούτοις ἀμφοτέροις μετὰ σοφίας τε, καὶ ἐπιστήμης τάξωμεν· διατάττεσθαι, νουθετεῖν, τιμωρεῖσθαι, καὶ ἄρχειν ὡς βασιλεὺς ἄρχει δούλων· καὶ τότε κατὰ Θεὸν ταῦτα ὁ λόγος ὁ ἐν ἡμῖν διακυβερνᾶ, εἰ καὶ πρὸς τὸν λόγον τὰ πάθη στασιάζει· καὶ ἡγεμονεύειν τὸν λόγον τούτοις ἐπιστατήσωμεν. φησὶ γὰρ ὁ τοῦ Κυρίου Ἀδελφός· εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα, καὶ τὰ ἑξῆς· ἐπειδὴ ἀληθῶς φάναι, πᾶσα ἀνομία, καὶ ἁμαρτία, διὰ τῶν τριῶν τούτων ἐπιτελεῖται· καὶ πᾶσα ἀρετή τε, καὶ δικαιοσύνη, διὰ τῶν τριῶν πάλιν αὐτῶν συνίσταται.
Τηνικαῦτα ὁ νοῦς σκοτίζεται, καὶ ἄκαρπος μένει, ἡνίκα ἢ λόγους κοσμικοὺς λαλήσῃ, ἢ κατὰ διάνοιαν δεξάμενος προσομιλήσῃ αὐτοῖς, ἢ εἰς αἰσθητά τινα τὸ σῶμα σὺν τῷ νῷ ματαίως ἐνασχοληθῇ, ἢ ματαιότησιν ὁ Μοναχὸς ἑαυτὸν ἐκδῷ. εὐθέως γὰρ καὶ παραυτὰ ἀπόλλυσι τὴν θέρμην, καὶ τὴν κατάνυξιν, καὶ τὴν ἐν Θεῷ παρρησίαν τε καὶ γνῶσιν. ὅσον γὰρ προσέχομεν τῷ νῷ, φωτιζόμεθα, καὶ ὅσον οὐ προσέχομεν, σκοτιζόμεθα.
Ὁ γὰρ καθ᾽ ἑκάστην ἡμέραν τὴν τοῦ νοῦ εἰρήνην καὶ ἡσυχίαν διώκων, καὶ ζητῶν, οὗτος ραδίως καταφρονήσει αἰσθητοῦ παντὸς, ἵνα μὴ μάτην κοπιᾷ· εἰ δὲ παραλογίζεται τὴν ἰδίαν συνείδησιν, πικρῶς ὑπνώσει τῆς λήθης θάνατον· οὗ δὴ ἀπεύχεται μὴ ὑπνῶσαι ὁ θεῖος Δαβίδ. φησὶ δὲ καὶ ὁ Ἀπόστολος· εἰδότι καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.
Ἔρχεται δὲ ὁ νοῦς ἐξ ἀμελείας εἰς τὴν ἰδίαν πάλιν τάξιν καὶ νῆψιν, εἴπερ αὖθις ἐπιμελείας τύχοι· καὶ ἐὰν τὸ πρακτικὸν ἡμῶν τοῦ νοὸς ἐν θερμῇ σπουδῇ πάλιν στήσωμεν.
Οὐ προβήσεται μυλικὸς ὄνος τοῦ κύκλου, ἐν ᾧ συνεδέθη· οὔτε νοῦς προβήσεται ἐν ἀρετῇ τελειοποιῷ, μὴ τὰ ἔνδον αὐτοῦ διορθωσάμενος. τυφλώττει γὰρ ἀεὶ ἐν τοῖς ἔνδον ὄμμασι, ἀδυνατῶν ὁρᾶν ἀρετήν, καὶ φωτομαρμαρυγοῦντα τὸν Ἰησοῦν.
Ἵππος μὲν θρασύς τις καὶ γαῦρος, ἐξάλλεται τερπνῶς ἐπιβάτην δεξάμενος. νοῦς δὲ τερπόμενος τερφθήσεται ἐν φωτὶ Κυρίου· εἰσδύνων εἰς τὰς πρωΐας νοημάτων ἐλευθερούμενος. πορεύσεται δὲ ἐκ δυνάμεως φιλοσοφίας νοῦ πρακτικῆς, αὐτὸς ἑαυτὸν ἀνανεύων, εἰς δύναμιν ἄρρητον, ἀρρήτων τε καὶ ἀρετῶν θεωρητικήν, καὶ βάθος ὑψηλῶν τοῦ ἀπείρου, καὶ θείων ἐννοιῶν ἐν καρδίᾳ δεξάμενος, ὀφθήσεται αὐτῷ ὡς ἐφικτὸν καρδίᾳ ὁ Θεὸς τῶν Θεῶν. ὁ δὲ νοῦς ἐκπλαγείς, κυδαίνει ἀγαπητικῶς Θεὸν τὸν βλεπόμενον καὶ βλέποντα, καὶ διὰ τοῦτο κἀκεῖνο, σώζοντα τὸν εἰς αὐτὸν οὕτως ἐνατενίζοντα.
Βυθὸν ὑψηλὸν κατόψεται γνωστικῶς ἡσυχία καρδιακὴ κατορθουμένη· καὶ ἐξαίσια παρὰ Θεοῦ ἀκουτισθήσεται οὖς ἡσυχίας νοός.
Ὁδοιπόρος μὲν μακράν, καὶ δύσβατον, καὶ ἀργαλέαν ὁδὸν στείλασθαι ἐναρξάμενος, πλάνην τε ὑφορώμενος ἐν τῷ ὑποστρέφειν, σημεῖα τινά, καὶ ὁδηγοὺς ἐν ὁδοιπορίᾳ αὐτοῦ καταπήξεται· ραδίαν αὐτῷ τὴν πρὸς τὰ οἰκεῖα ἐπάνοδον προξενοῦντα. λόγους δὲ ὁ νηφαλίως ὁδεύων στηλώσεται ἀνήρ, τοῦτο αὐτὸ καὶ αὐτὸς ὑφορώμενος.
Ἀλλὰ τῷ μὲν ὁδοιπόρῳ ἐπανακάμψαι, ὅθεν ἐξέβη, χαρᾶς πρόξενον. νηφαλίῳ δὲ ἐπανακάμπτειν εἰς τὰ ὀπίσω, ὄλεθρος ψυχῆς λογικῆς, καὶ σημεῖον ἀποστασίας τῶν θεαρέστων ἔργων τε καὶ λόγων καὶ ἐννοιῶν· καὶ ἕξει ἐν καιρῷ ὕπνου ψυχῆς θανατηφόρου τοὺς λογισμοὺς ὡς κέντρα διεγείροντας αὐτὸν τῇ ὑπομνήσει τοῦ πολλοῦ κάρου, καὶ ραθυμίας, τῆς ἐξ ἀμελείας αὐτῷ συμβάσης.
Ἐν θλίψεσι, καὶ ἐν ἀπογνώσεσι, καὶ ἀπελπισμοῖς περιπεσόντας ἡμᾶς, χρὴ ποιεῖν ἐν ἑαυτοῖς τὸ τοῦ Δαβίδ, ἐκχέειν τὴν καρδίαν ἡμῶν πρὸς τὸν Θεόν, καὶ τὴν δέησιν καὶ τὴν θλίψιν ἡμῶν, ὡς ἔστι, Κυρίῳ ἀναγγέλλειν. ἐξομολογούμεθα γὰρ τῷ Θεῷ, ὡς δυναμένῳ σοφῶς τὰ καθ᾽ ἡμᾶς διοικῆσαι· καὶ τὴν θλίψιν, εἰ ἐπὶ συμφέροντι, ποιῆσαι ραδίαν· καὶ ρύσασθαι ἡμᾶς τῆς ὀλεθρίας καὶ φθαρτικῆς λύπης.
Θυμὸς γὰρ κατὰ ἀνθρώπων παρὰ φύσιν κινούμενος, καὶ λύπη οὐ κατὰ Θεόν, καὶ ἀκηδία, φθαρτικὰ ὁμοίως εἰσὶ τῶν ἀγαθῶν τε καὶ γνωστικῶν λογισμῶν· ἃ ὁ Κύριος τῇ ἐξομολογήσει σκορπίζων, χαρὰν ἐμποιεῖ.
Λογισμοὺς δὲ ἐν καρδίᾳ, καὶ μὴ θελόντων ἡμῶν, παγέντας τε, καὶ ἱσταμένους, ἐξαλείφειν πέφυκεν Ἰησοῦ εὐχὴ μετὰ νήψεως, ἐκ βαθέων ἐννοίας καρδίας.
Κουφισμὸν δὲ καὶ χαράν, ἐν θλίψει πολλῶν ἀλόγων λογισμῶν γενόμενοι, εὑρήσομεν, ὅταν μεμψώμεθα ἑαυτοὺς ἐν ἀληθείᾳ καὶ ἀπροσπαθῶς· ἢ τοῦ ἀναγγεῖλαι πάντα καθάπερ ἀνθρώπῳ τῷ Κυρίῳ· καὶ πάντως ἐκ τῶν δύω τούτων εὑρήσομεν ἀνάπαυσιν ἐκ παντός.
Εἰς εἰκόνα τοῦ νοῦ ὁ νομοθέτης Μωσῆς λαμβάνεται παρὰ τῶν Πατέρων· ὃς Θεὸν ὁρᾷ ἐν τῇ βάτῳ, καὶ τὸ πρόσωπον δοξάζεται, καὶ Θεὸς Φαραὼ ὑπὸ τοῦ Θεοῦ τῶν Θεῶν καθίσταται· Αἴγυπτόν τε μαστίζει, καὶ ἐξάγει τὸν Ἰσραὴλ, καὶ νομοθετεῖ· ἅτινα τροπικῶς λαμβανόμενα κατὰ πνεῦμα, τοῦ νοός εἰσι ἐνεργήματα καὶ προτερήματα.
Εἰκὼν δὲ τοῦ ἐκτὸς ἀνθρώπου, Ἀαρὼν ὁ ἀδελφὸς τοῦ νομοθέτου. ἐγκλήσεις οὖν μετὰ θυμοῦ ὡς Μωσῆς πταίσαντι τῷ Ἀαρών, καὶ ἡμεῖς εἰσφέροντες λέγωμεν· τί ἡδίκησέ σε Ἰσραήλ, ὅτι ἔσπευσας ἀποστῆσαι αὐτοὺς ἀπὸ Κυρίου Θεοῦ ζῶντος Παντοκράτορος;
Παρέδειξε γὰρ ἡμῖν ὁ Κύριος σὺν πᾶσιν ἄλλοις ἀγαθοῖς καὶ τοῦτο, ὅτε ἔμελλεν ἀναστήσειν τὸν Λάζαρον ἐκ τῶν νεκρῶν, τὸ ἀναστέλλειν διὰ ἐμβριμήσεως τὸ θηλυδρῶδες καὶ διαχυτικὸν τῆς ψυχῆς, καὶ στύφον ἦθος 13ζηλοῦν ὃ οἶδε, φημὶ δὴ, τὸ αὐτομέμφές, ἐκ φιλαυτίας, ἐκ κενοδοξίας, καὶ ὑπερηφανίας τὴν ψυχὴν λυτροῦσθαι.
Ὥσπερ οὖν ἄτερ πλοίου μεγάλου θαλάττιον πέλαγος περάσαι οὐ δυνατόν, οὕτως ἀδύνατον ἐκδιῶξαι προσβολὴν λογισμοῦ πονηροῦ, χωρὶς ἐπικλήσεως Ἰησοῦ Χριστοῦ.
Ἀντίρρησις μὲν φιμοῦν, ἐπίκλησις δὲ διώκειν ἐκ καρδίας εἴωθε τοὺς λογισμούς. ἡ γὰρ προσβολὴ μορφωθεῖσα ἐν φαντασίᾳ αἰσθητοῦ πράγματος ἐν τῇ ψυχῇ, οἷον τὸ τοῦ λυπήσαντος ἡμᾶς πρόσωπον, ἢ κάλλους φαντασία γυναικείου, ἢ χρυσίου, ἢ ἀργυρίου, ἓν καθ᾽ ἓν τούτων εἴπερ γένηται ἐν τῇ διανοίᾳ ἡμῶν, εὐθέως ἐλέγχονται οἱ τῆς μνησικακίας, καὶ πορνείας, καὶ φιλαργυρίας φαντάσαντες τὴν καρδίαν λογισμοί. καὶ εἰ μὲν πεπειραμένος ὁ νοῦς ἡμῶν, καὶ πεπαιδευμένος ὑπάρχει, ἐν ἕξει ὢν τῆς τοῦ νοῦ τηρήσεως, καὶ τοῦ καθαρῶς καὶ ἐν αἰθρίᾳ βλέπειν τὰς θελκτικὰς φαντασίας τε καὶ ἀπάτας τῶν πονηρῶν, εὐκόλως εὐθὺς ἐξ ἀναδόσεως καὶ ἀντιρρήσεως, καὶ εὐχῆς Ἰησοῦ Χριστοῦ, σβεννύει τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· μὴ συγχωρῶν τῇ ἐμπαθεῖ φαντασίᾳ συγκινῆσαι ἅμα αὐτῇ· καὶ τοὺς ἡμῶν λογισμοὺς συμμορφωθῆναι τῷ ἰνδάλματι ἐμπαθῶς, ἢ προσλαλῆσαι φιλικῶς, ἢ πολύνοιαν, ἢ συγκατάθεσιν ποιῆσαι· ἐξ ὧν ἐπακολουθοῦσιν ἀνάγκῃ τινί, ὡς ἡμέραις αἱ νύκτες, τὰ πονηρὰ ἔργα.
Εἰ δὲ ἄπειρός ἐστιν ὁ νοῦς ἡμῶν ἐντρεχείας νήψεως, εὐθὺς μίγνυται τῷ φαντασθέντι αὐτῷ ἐμπαθῶς, οἷον ἂν εἴη, καὶ διαλέγεται, πεύσεις λαμβάνων 14ἀδίκους, καὶ διδοὺς ἀποκρίσεις· καὶ τότε ἀναμὶξ γίνονται οἱ ἡμέτεροι λογισμοὶ τῇ δαιμονιώδει φαντασίᾳ· αὐτῆς ἔτι μᾶλλον αὐξανομένης τε καὶ πληθυνομένης, ἵνα ἐρασμία τε, καὶ ὡραία, καὶ ἀρέσκουσα καταφαίνηται τῷ προσιεμένῳ νοΐ καὶ συλουμένῳ. καὶ ταὐτὸν πάσχει τότε ὁ νοῦς, οἷον εἴπερ φανῇ κύων ἐν πεδινῷ τόπῳ τινί, ἔνθα καὶ ἄρνες τινὲς τύχωσιν, ὄντες ἄκακοι· καὶ τῷ ὀφθέντι αὐτοῖς πολλάκις προστρέχουσιν, ὡς ἰδίᾳ μητρί, μηδὲν ἐκ τῆς τοῦ κυνὸς πλησιάσεως κερδάναντες, ἢ μόνον τῆς ἐκείνου ἀκαθαρσίας καὶ δυσωδίας ἀντιλαβέσθαι. τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ ἡμέτεροι λογισμοὶ προστρέχουσιν ἀπαιδεύτως πάσαις ταῖς δαιμονικαῖς ἐν νῷ φαντασίαις· καὶ ἀναμίξ, ὡς ἔφην, γενόμενοι, ἔστιν ἰδεῖν αὐτοὺς ἄμφω 15βουλομένους καταστρέψαι τὴν Ἰλιούπολιν, ὡς Ἀγαμέμνων τε, καὶ Μενέλαος. οὕτω γὰρ καὶ οὗτοι βουλεύονται τί δεῖ γενέσθαι τοῦ εἰς ἔργον ἀγαγεῖν διὰ τοῦ σώματος τὸ ὡραῖον αὐτοῖς καὶ ἡδὺ φανὲν ἐξ ἀπάτης διὰ τῆς δαιμονίας εἰσβολῆς. καὶ οὕτω δὴ λοιπὸν δημιουργοῦνται ἔνδον τὰ τῆς ψυχῆς πτώματα· ἀνάγκη ἔκτοτε καὶ ἐκτὸς αὐτὰ ἐκφέρειν τὰ ἔνδον τῆς καρδίας.
Εὔκολον γάρ τι καὶ ἄκακον πρᾶγμα ὁ νοῦς, ραδίως ἐπακολουθοῦν τοῖς φαντάσμασι, καὶ πρὸς τὰς ἀνόμους φαντασίας δυσκάθεκτον, εἰμὴ ἔχει κωλύοντα αὐτὸν ἀεννάως, καὶ χαλινοῦντα τὸν αὐτοκράτορα τῶν παθῶν λογισμόν.
Θεωρία, καὶ γνῶσις, ὁδηγοὶ ἀκριβοῦς βίου, καὶ πρόξενοι πεφύκασι γίνεσθαι, διὰ τὸ τὴν διάνοιαν ἐπαρθεῖσαν ταύταις, εἰς καταφρόνησιν φθάσαι τῶν ἡδονῶν, καὶ τῶν ἄλλων αἰσθητῶν, καὶ ἡδέων τοῦ βίου, ὡς εὐτελῶν.
Βίος δὲ προσεκτικὸς ἐν Χριστῷ Ἰησοῦ κατορθούμενος, πατὴρ γίνεται τῆς θεωρίας καὶ γνώσεως πάλιν· γεννήτωρ δὲ ἀναβάσεων θείων, καὶ ἐννοιῶν σοφωτάτων, ἁρμοσθεὶς συζύγῳ τῇ ταπεινώσει, ὥς φησιν Ἡσαίας ὁ θεῖος Προφήτης. ὅτι, οἱ ὑπομένοντες τὸν Κύριον, ἀλλάξουσιν ἰσχύν, πτεροβολήσουσι καὶ πετασθήσονται διὰ Κυρίου, φησίν.
Σκληρὸν καὶ χαλεπὸν τοῖς ἀνθρώποις καταφαίνεται τὸ ψυχικῶς ἡσυχάζειν ἀπὸ παντὸς λογισμοῦ. καὶ ἔστιν ἄρα ὡς ἀληθῶς ἐργῶδές τε καὶ ἐπίπονον. οὐ γὰρ μόνοις ἐπαχθὲς τοῖς ἀμυήτοις τοῦ πολέμου, τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περικλείειν τε καὶ περιορίζειν, ἀλλὰ καὶ τοῖς πεῖραν εἰληφόσι τῆς ἔνδον ἀΰλου μάχης· ὁ δὲ Κύριον Ἰησοῦν διὰ συνεχοῦς εὐχῆς ἐνστερνισάμενος, οὐ κοπιάσει κατακολουθῶν αὐτῷ κατὰ τὸν Προφήτην· καὶ ἡμέραν ἀνθρώπου ὁ τοιοῦτος οὐκ ἐπιθυμήσει, διὰ τὴν ὡραιότητα, καὶ τερπνότητα, καὶ γλυκύτητα τοῦ Ἰησοῦ. καὶ τοὺς κύκλῳ ἀσεβεῖς δαίμονας περιπατοῦντας τοὺς ἐχθροὺς αὐτοῦ οὐ καταισχυνθήσεται, λαλῶν αὐτοῖς ἐν πύλῃ καρδίας· καὶ διὰ Ἰησοῦ κατὰ νώτων διώκων.
Ἀναπτᾶσα ψυχὴ διὰ θανάτου ἐν ἀέρι, ἐν πύλαις οὐρανίαις μεθ᾽ ἑαυτῆς ὑπὲρ αὐτῆς Χριστὸν ἔχουσα, οὔτε ἐκεῖ τοὺς ἐχθροὺς αὐτῆς αἰσχυνθήσεται, ἀλλὰ παρρησίᾳ, ὡς νῦν, καὶ τότε λαλήσει ἐν πύλαις πρὸς αὐτούς· μόνον ἕως ἐξόδου αὐτῆς μὴ ἐκκακίσῃ βοᾶν πρὸς Κύριον Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ Υἱὸν ἡμέρας καὶ νυκτός· καὶ αὐτὸς ποιήσει τὴν ἐκδίκησιν αὐτῆς ἐν τάχει, κατὰ τὴν ἀψευδῆ αὐτοῦ καὶ θείαν ὑπόσχεσιν, ἣν ἔφη περὶ τοῦ κριτοῦ τῆς ἀδικίας· ναὶ λέγω ὑμῖν, ποιήσει· καὶ ἐν τῇ ζωῇ τῇ παρούσῃ, καὶ μετὰ τὴν ἐκ τοῦ σώματος αὐτῆς ἔξοδον.
Τὴν νοητὴν θάλασσαν πλέων, θάρρει τῷ Ἰησοῦ. φωνεῖ γὰρ ἔνδον ἐν σῇ καρδίᾳ μυστικῶς τό, μὴ φοβοῦ παῖς μου Ἰακὼβ ὀλιγοστὸς Ἰσραήλ· μὴ φοβοῦ σκώληξ Ἰσραήλ, ἐγὼ ὑπερασπίζω σου. εἰ οὖν ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς πονηρὸς καθ᾽ ἡμῶν; ὅς γε μεμακάρικε καθαροὺς τῇ καρδίᾳ, καὶ νενομοθέτηκεν, ὡς ταῖς καθαραῖς καρδίαις ὁ γλυκὺς Ἰησοῦς, καὶ καθαρὸς μόνος ἐπιβαίνειν θεϊκῶς, καὶ ἐνοικεῖν θέλων. διὸ μὴ ἀποστῶμεν, κατὰ τὸν θεῖον Παῦλον, γυμναζόμενοι τὸν νοῦν πρὸς εὐσέβειαν. ἀληθῶς γὰρ εὐσέβεια εἰκότως ἐρρήθη, ἡ ῥιζόθεν ἐκτίλλουσα τὰ τοῦ πονηροῦ σπέρματα. αὕτη εὐσέβεια, αὕτη οἶμος τοῦ λόγου, τουτέστιν ὁδὸς τοῦ λογικοῦ, ἤτοι ὁδὸς λογισμοῦ. καθ᾽ Ἑλληνικὴν δὲ Ἀτθίδα διάλεκτον, οἶμος καὶ κέλευθος ἡ ὁδὸς λέγεται, ὅ ἐστι λογισμός.
Ἐπὶ πλήθει κατατρυφήσει εἰρήνης κατὰ Δαβίδ, ὃς οὐ λαμβάνει πρόσωπον ἀνθρώπου, κρίνων ἀδικίαν ἐν καρδίᾳ αὐτοῦ, ἤτοι μορφὰς μὴ λαμβάνων τῶν πονηρῶν πνευμάτων· καὶ διὰ τῶν μορφῶν λογιζόμενος τὴν ἁμαρτίαν· καὶ κακῶς κρίνων καὶ δικάζων ἐν γῇ τῆς ἰδίας καρδίας, τῇ ἁμαρτίᾳ τὰ δίκαια διδούς. ἀνθρώπους γὰρ καὶ τοὺς δαίμονας οἱ μεγάλοι καὶ γνωστικοὶ Πατέρες, ἔν τισι συγγραφαῖς αὐτῶν ἐκάλεσαν, διὰ τὸ λογιστικόν· οἷον ἐστὶ καὶ τὸ Εὐαγγελικόν, ἔνθα φησὶν ὁ Κύριος, ὅτι πονηρὸς ἄνθρωπος τοῦτο ἐποίησε, καὶ τῷ σίτῳ τὰ ζιζάνια κατέμιξεν. οὐκ ἔστιν ἀντίρρησις ταχὺ ἀπὸ τῶν ποιούντων τὸ πονηρόν. τούτου δὴ χάριν καὶ καταναλισκόμεθα ὑπὸ τῶν λογισμῶν.
Νοῦ προσοχὴν ἀρξάμενοι πολιτεύεσθαι, εἰ μὲν ἁρμόττωμεν νήψει ταπείνωσιν, καὶ τῇ ἀντιρρήσει εὐχὴν συγκολλῶμεν, τὴν ὁδὸν τῆς 16μετανοίας καλῶς ὁδεύσομεν, ὥσπερ μετὰ λαμπάδος φωτὸς τοῦ προσκυνητοῦ καὶ ἁγίου ὀνόματος Ἰησοῦ Χριστοῦ, τὸν οἶκον ἡμῶν τῆς καρδίας ἐκ πονηρίας φιλοκαλοῦντες καὶ σαροῦντες, κοσμοῦντές τε καὶ ἐκκαθαίροντες. εἰ δὲ μόνον ἐν νήψει ἡμετέρᾳ, ἢ προσοχῇ θαρρήσομεν, ταχέως παρὰ τῶν ἐχθρῶν ὠθούμενοι, ἀνατραπέντες πεσούμεθα, καὶ καταβαλοῦσιν ἡμᾶς οἱ δολομῆται καὶ δολιώτατοι· καὶ τοῖς ἀμφιβλήστροις αὐτῶν τοῖς πονηροῖς ἐνθυμίοις, πλειόνως ἐμπλακησόμεθα, ἢ καὶ σφαγησόμεθα εὐχερῶς ὑπ᾽ αὐτῶν, τὸ κραταιὸν δόρυ οὐκ ἔχοντες Ἰησοῦ Χριστοῦ Ὄνομα. μόνον γὰρ τὸ σεβάσμιον τοῦτο φάσγανον πυκνῶς 17ἄγαν στρεφόμενον ἐν μονοτρόπῳ καρδίᾳ, οἶδε συστρέφειν καὶ κατακόπτειν αὐτούς, καταφλέγειν τε καὶ ἀποκρύπτειν, ὡσεὶ καλάμην πῦρ.
18Ὅριον μὲν νήψεως ἀδιαλείπτου, ἤτοι ψυχῆς ὄνησις καὶ κέρδος μέγα, τὸ ὁρᾶν εὐθὺς σχηματιζομένας τὰς τῶν λογισμῶν ἐν νῷ φαντασίας· ἀντιρρήσεως δέ, τὸ διελέγχειν καὶ δηλοῦν τὸν πειρώμενον εἰσελθεῖν λογισμὸν ἐν τῷ ἀέρι τοῦ νοὸς ἡμῶν διὰ φαντασίας αἰσθητοῦ τινὸς πράγματος· τὸ δὲ σβεννύον καὶ διαλύον τῶν ἀντιπάλων εὐθέως πᾶν νόημα, πάντα λόγον, πᾶν φάντασμα, πᾶν εἴδωλον, πᾶσαν στήλην πονηράν, ἐστὶν ἡ τοῦ Κυρίου ἐπίκλησις. καὶ ἡμεῖς γὰρ αὐτοὶ ἐν νῷ βλέπομεν τὴν κατὰ κράτος αὐτῶν ἧτταν τὴν διὰ Ἰησοῦ τοῦ μεγάλου Θεοῦ ἡμῶν, καὶ τὴν ἡμῶν τῶν ταπεινῶν, καὶ εὐτελῶν, καὶ ἀχρείων ἐκδίκησιν.
Ὅτι πάντες οἱ λογισμοὶ οὐδὲν ἕτερον εἰσίν, ἀλλ᾽ ἢ φαντασίαι μόναι αἰσθητῶν καὶ κοσμικῶν πραγμάτων, οἱ πολλοὶ ἀγνοοῦμεν. εἴπερ δὲ χρονίσωμεν ἐν εὐχῇ νηφόντως, στερίσκει μὲν εὐχὴ τὴν διάνοιαν πάσης ὑλώδους φαντασίας λογισμῶν πονηρῶν· γνωρίζει δὲ αὐτῇ καὶ τοὺς λόγους τῶν πολεμίων, καὶ τὸ μέγα κέρδος εὐχῆς τε καὶ νήψεως· πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν νοητῶν, νοητῶς καὶ αὐτὸς ὄψει, καὶ κατανοήσεις, φησὶ Δαβὶδ ὁ θεῖος μελῳδός.
Μνημονεύσωμεν, εἰ δυνατόν, τοῦ θανάτου ἀδιαλείπτως· δι᾽ ἧς μνήμης φροντίδων ἀπόθεσις, ματαιοτήτων τε πασῶν ἐν ἡμῖν γεννᾶται, φυλακή τε νοός, καὶ διηνεκὴς δέησις· ἀπροσπάθεια τοῦ σώματος, βδέλυξις ἁμαρτίας· καὶ σχεδὸν εἰπεῖν εἰ δεῖ τἀληθές, πᾶσα ἀρετὴ νάουσα ἐκ ταύτης ἐκβλύζεται. διὸ ὡς τῇ ἰδίᾳ πνοῇ, εἰ δυνατόν, τῷ πράγματι χρησώμεθα.
Καρδία 19ξενωθεῖσα φαντασιῶν τελείως, νοήματα τέξεται μέσον αὐτῆς σκιρτῶντα, θεῖα τε καὶ μυστηριώδη· ὃν τρόπον σκιρτῶσιν ἰχθύες, καὶ ἐγκυβιστῶσι δελφῖνες γαληνιώσης θαλάσσης. καὶ ριπίζεται μὲν θάλαττα ὑπὸ λεπτῆς αὖρας, ἄβυσσος δὲ καρδίας ὑπὸ Πνεύματος Ἁγίου· ὅτι δὲ, φησίν, ἐστὲ υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κράζον, ἀββᾶ ὁ Πατήρ.
Ἀπορήσει καὶ διχονοήσει πᾶς Μοναχός, πνευματικοῦ ἔργου πρὸ νήψεως νοῦ λαβέσθαι· ἢ οὐκ εἰδὼς τὸ ταύτης κάλλος· ἢ εἰδὼς μέν, δι᾽ ἀμέλειαν δὲ μὴ δυνάμενος· τῆς δὲ ἀπορίας ἀναμφιβόλως λυθήσεται, νοὸς τήρησιν ἐπιβάς· ἥ ἐστι καὶ λέγεται διανοητικὴ φιλοσοφία ἢ πρακτικὴ φιλοσοφία νοός· ὡς τὴν ὁδὸν εὑρηκώς, ἣ εἶπεν· ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀνάστασις, καὶ ἡ ζωή.
Πάλιν ἀπορήσει ὁρῶν ἄβυσσον λογισμῶν, καὶ πλῆθος νηπίων Βαβυλωνίων. ἀλλὰ καὶ ταύτην λύει τὴν ἀπορίαν Χριστός, εἴγε τῇ βάσει τῆς διανοίας διηνεκῶς ἐπ᾽ αὐτὸν ἱστάμεθα. τὰ δὲ πάντα Βαβυλώνια νήπια, ἐν τῇ πέτρᾳ ταύτῃ ἐδαφιοῦντες ἐναποκρούομεν· πληροῦντες κατὰ τὸ λόγιον τὴν ἐπιθυμίαν ἡμῶν ἐξ αὐτῶν. ὅς, γάρ φησι, φυλάσσει ἐντολήν, οὐ γνώσεται ῥῆμα πονηρόν· χωρὶς γὰρ ἐμοῦ, ἔφη, οὐ δύνασθε ποιεῖν οὐδέν.
Οὗτος ἀληθινὸς τῷ ὄντι Μοναχός, ὁ νῆψιν κατορθῶν· καὶ οὗτος ἀληθινὸς νηφάλιος, ὁ ἐν καρδίᾳ ὢν Μοναχός.
Συμπαρεκτείνεται ἐν ἀνθρώποις ὁ βίος ἐν ἐνιαυτοῖς, ἐν μησίν, ἐν ἑβδομάσιν, ἔν τε ἡμέραις καὶ νυξί, καὶ ὥραις, καὶ στιγμαῖς ἀνακυκλούμενος. τούτοις ἄρα ἐχρῆν καὶ ἡμᾶς συμπαρεκτείνειν τὰς ἐναρέτους ἐργασίας, φημὶ δὴ τὴν νῆψίν τε, καὶ εὐχήν, καὶ τὴν τῆς καρδίας ἡδύτητα, ἐπὶ ἐμμελεῖ ἡσυχίᾳ μέχρις ἐξόδου ἡμῶν.
Ἐπελεύσεται ὥρα ἐφ᾽ ἡμᾶς ἡ τοῦ θανάτου, ἐλεύσεται· καὶ διαφυγεῖν οὐ δυνατόν. καὶ εἴθε ὁ τοῦ κόσμου καὶ τοῦ ἀέρος ἄρχων τότε ἐρχόμενος, εὑρήσοι τὰ ἡμῶν ἀνομήματα ὀλίγα τε καὶ εὐτελῆ, ἵνα μὴ ἐλέγξῃ ἀληθεύων· καὶ τότε κλαύσομεν ἀνωφελῆ. ἐκεῖνος γὰρ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας ὡς δοῦλος, δαρήσεται πολλάς, φησί.
Οὐαὶ τοῖς ἀπολωλεκόσι τὴν καρδίαν, φησί· καὶ τί ποιήσουσιν, ὅταν ἐπισκέψηται Κύριος; διὸ σπουδαστέον ἡμῖν, ἀδελφοί.
Τοῖς ἁπλοῖς καὶ ἀπαθεστέροις δῆθεν λογισμοῖς, οἱ ἐμπαθεῖς παρέπονται, καθὼς εὑρομεν πολυχρονίῳ τε πείρᾳ, καὶ παρατηρήσει· καὶ οἱ πρῶτοι, εἴσοδος τῶν δευτέρων γίνονται, καὶ τῶν ἐμπαθῶν οἱ ἀπαθεῖς.
Τῷ ὄντι γὰρ διχῇ τέμνεσθαι δεῖ τὸν ἄνθρωπον τῇ προαιρέσει· καὶ ἐπινοίᾳ σοφωτάτῃ, σχίζεσθαι χρὴ, ὡς ἔφην· καὶ ἐχθρὸς αὐτὸς ἑαυτοῦ εἶναι ἀκατάλλακτος προσήκει ἀληθῶς. οἵαν οὖν τις διάθεσιν διόλου ἔχων ἀνθρώπῳ τινὶ δεινῶς ἄγαν, καὶ πολλάκις ἐκθλίψαντί τε, καὶ ἀδικήσαντι, οὕτως, ἢ καὶ πολὺ πλέον· εἴγε βουλόμεθα κατορθοῦσθαι τὴν μεγάλην τε καὶ πρώτην ἐντολήν· φημὶ δὴ τὴν Χριστοῦ πολιτείαν, τὴν μακαρίαν ταπείνωσιν, τὴν ἔνσαρκον Θεοῦ βιοτήν· ὅθεν φησὶν ὁ Ἀπόστολος· τίς με ρύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. δεικνὺς δὲ, ὅτι τὸ ὑποτάξαι τὸ σῶμα πρὸς τὸ τοῦ Θεοῦ θέλημα, τῶν ἐφ᾽ ἡμῖν ἐστίν, ἔφη· εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ Κυρίου παιδευόμεθα.
Ἀρχὴ μὲν καρποφορίας, ἄνθος· ἀρχὴ δὲ τηρήσεως νοῦ, βρωμάτων ἐγκράτεια καὶ πομάτων, καὶ παντοίων λογισμῶν ἄρνησις, καὶ ἀποχὴ, καὶ ἡσυχία καρδίας.
Ἐν Χριστῷ Ἰησοῦ δυναμουμένοις, καὶ νήψει ἀσφαλείας τρέχειν ἀρξαμένοις, ὡς λαμπὰς ἡμῖν καταφαίνεται ἐν νοΐ πρῶτον, παρ᾽ ἡμῶν οἷα κρατουμένη χειρὶ νοῦ, καὶ ὁδηγοῦσα ἡμᾶς εἰς τρίβους διανοίας· ἔπειτα ὡς σελήνη παμφαὴς ἐν στερεώματι καρδίας περιπολοῦσα· μετέπειτα δὲ φαίνεται ἡμῖν ὡς ἥλιος, ὁ Ἰησοῦς δικαιοσύνην ἡλιοβολῶν· δηλονότι δεικνὺς ἑαυτόν, καὶ τὰ ἑαυτοῦ ὁλοφανῆ φῶτα τῶν θεωρημάτων.
Ταῦτα γὰρ ἀποκαλύπτει μυστικῶς νῷ ἐπιμόνῳ τῇ ἐντολῇ αὐτοῦ τῇ φασκούσῃ καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν. καὶ ὡς εἴρηται, ἐννοίας ἐξαισίους διδάσκει ἄνθρωπον νῆψις ἡ σπουδαία. τὸ γὰρ Θεῖον ἀπροσωπόληπτον. ὅθεν φησὶν ὁ Κύριος· ἀκούετέ μου, καὶ συνίετε· ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ περισσευθήσεται· ὃς δὲ μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾽ αὐτοῦ. καὶ τοῖς ἀγαπῶσι τὸν Θεόν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. πολλῷ οὖν μᾶλλον αὐτῷ αἱ ἀρεταὶ συνεργήσουσιν.
Οὐ περιπατήσει πλοῖον πολλὰ μίλια ὑδάτων χωρίς· καὶ νοῦ τήρησις οὐδόλως προβήσεται χωρὶς νήψεως σὺν ταπεινώσει, καὶ εὐχῇ Ἰησοῦ Χριστοῦ διόλου.
Οἴκου θεμέλιος λίθοι· ταύτης δὲ τῆς ἀρετῆς καὶ θεμέλιοι, καὶ ὅροφος τὸ προσκυνητὸν ὄνομα καὶ ἅγιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εὐχερῶς μὲν ναυαγήσει κυβερνήτης ἄφρων ἐν καιρῷ κλύδωνος, τοὺς μὲν ναύτας ἐκδιώξας, τὰς δὲ κώπας καὶ τὰ ἰστία ἐν τῷ πελάγει ρίψας, αὐτὸς δὲ καθεύδων· εὐχερέστερον δὲ καταποντισθήσεται ψυχὴ ἐκ δαιμόνων, νήψεως ἀμελοῦσα, καὶ τοῦ προσκαλεῖσθαι ἐν ταῖς προσβολαῖς ἀρχομέναις Ἰησοῦ Χριστοῦ ὄνομα.
Ὃ οἴδαμεν, γράφοντες λέγομεν· καὶ ὃ ἑωράκαμεν τὴν ὁδὸν διαβαίνοντες, μαρτυροῦμεν τοῖς θέλουσιν, εἴγε λήψεσθαι τὰ εἰρημένα βουληθήσεσθε· ὅτι αὐτὸς εἴρηκεν· ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐκβληθήσεται ἔξω ὡς τὸ κλῆμα, καὶ συνάγουσιν αὐτό, καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται, ὁ δὲ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ. ὡς γὰρ λάμψαι ἥλιον φωτὸς ἄτερ οὐ δυνατόν, οὕτω καθαρθῆναι καρδίαν ρύπου λογισμῶν ἀπωλείας ἀδύνατον, χωρὶς εὐχῆς Ἰησοῦ Ὀνόματος. εἰ δὲ ἀληθές, ὡς ὁρῶ, τοῦτο, ὡς τῇ ἰδίᾳ πνοῇ χρησώμεθα. τὸ μὲν γὰρ, φῶς· οἱ δὲ, σκότος· καὶ ὁ μὲν, Θεὸς καὶ δεσπότης· οἱ δὲ, 20δοῦλοι δαιμόνων.
Φωτοτόκος, καὶ ἀστραπητόκος, καὶ φωτοβόλος, καὶ πυρφόρος, ἡ τοῦ νοῦ φυλακὴ προσφυῶς καὶ φερωνύμως καλείσθω. ὑπερέχει γὰρ, τἀληθῆ φάναι, ἀπείρων σωματικῶν καὶ πολλῶν ἀρετῶν. τούτου οὖν ἕνεκα τοῖς τιμίοις ὀνόμασι καλεῖν χρὴ τὴν ἀρετὴν ταύτην, διὰ τὰ ἐξ αὐτῆς τικτόμενα ἀγλαοφανῆ φῶτα· ἧς οἱ ἐρασθέντες ἐξ ἁμαρτωλῶν, καὶ ἀχρείων, καὶ βεβήλων, καὶ ἀγνώστων, ἀσυνέτων, καὶ ἀδίκων, δίκαιοι, εὔχρηστοι, καθαροί, ἅγιοι, καὶ συνετοὶ διὰ Ἰησοῦ Χριστοῦ γενέσθαι δύνανται· καὶ οὐ μόνον, ἀλλὰ καὶ μυστικὰ θεωρεῖν, καὶ θεολογεῖν· καὶ θεωρητικοὶ γενόμενοι, τῷ ἀκραιφνεστάτῳ, καὶ ἀπείρῳ φωτὶ τούτῳ διανήχονται, θίγουσί τε αὐτοῦ ἀρρήτοις θίξεσι, καὶ σὺν αὐτῷ κατοικοῦσί τε καὶ πολιτεύονται· ἐπείπερ ἐγεύσαντο, ὅτι χρηστὸς ὁ Κύριος· ὡς πληροῦσθαι σαφῶς ἐν τοῖς τοιούτοις πρωταγγέλοις, τὸ τοῦ θείου Δαβίδ· πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. ὄντως γὰρ δὴ ὄντως οὗτοι μόνοι ἀτρεκῶς ἐπικαλοῦνται, καὶ ἐξομολογοῦνται τῷ Θεῷ· ᾧ καὶ φιλοῦσιν ὁμιλεῖν διὰ παντὸς ἀγαπῶντες αὐτόν.
Οὐαὶ τῷ ἔσω ἀπὸ τῶν ἔξω. σφόδρα γὰρ λυπηθήσεται ὁ ἔνδον ἄνθρωπος ἀπὸ τῶν ἔξω αἰσθήσεων· καὶ λυπηθεὶς οὗτος, μάστιξι χρήσέται κατὰ τῶν ἔξω αἰσθήσεων. ὁ πράξας τὰ ἐν τῷ 21γράμματι, ἤδη ἐπέγνω τὰ ἐν τῷ θεωρήματι.
Ἐὰν ὁ ἔσω ἡμῶν ἄνθρωπος κατὰ τοὺς Πατέρας νήφῃ, δυνατός ἐστι φυλάξαι καὶ τὸν ἔξω. πλὴν ὅτι ἡμεῖς τε καὶ οἱ κακεργάται δαίμονες, κοινῶς ἄμφω διαπραττόμεθὰ τὰς ἁμαρτίας· καὶ οἱ μέν, ἐν λογισμοῖς μόνον, ἤτοι ἐν φαντασιώδεσι ζωγραφίαις διασχηματίζουσιν ἐν νῷ, ὡς βούλονται, τὴν ἁμαρτίαν· ἡμεῖς δέ, καὶ διὰ λογισμῶν ἐνδοθεν, καὶ δι᾽ ἔργων ἔξωθεν. παχύτητος γὰρ σωμάτων ἀποροῦντες οἱ δαίμονες, διὰ λογισμῶν μόνον, καὶ διὰ δολιότητος, καὶ ἀπάτης καὶ ἑαυτοῖς προξενοῦσι, καὶ ἡμῖν τὴν κόλασιν. εἰ γὰρ παχύτητος σώματος μὴ ὑστερίσκοντο οἱ ἀλιτήριοι, οὐδ᾽ ἂν καὶ δι᾽ ἔργων ἁμαρτάνειν ἐπαύοντο, εἰς τὸ ἀσεβεῖν τὴν προαίρεσιν ἑτοίμην ἀεὶ διασώζοντες.
Εὐχὴ δὲ μονολόγιστος, κτείνει τε, καὶ ἐκτεφροῖ τὰς αὐτῶν ἀπάτας. δι᾽ ἡμῶν γὰρ προσκαλούμενος Ἰησοῦς ὁ Θεός, καὶ Θεοῦ Υἱός, συνεχῶς καὶ ἀόκνως, οὐδόλως παραχωρεῖ τούτοις, οὔτε τὴν ἀρχὴν τῆς εἰσβολῆς, ἣν δὴ καὶ προσβολὴν καλοῦσιν, ὑποδεῖξαι τῷ νῷ ἐν κατόπτρῳ τῆς διανοίας, οὐ μορφήν, οὔτε μὴν λόγους τινὰς λαλῆσαι τῇ καρδίᾳ. δαιμονιώδης δὲ μορφὴ μὴ εἰσδύνουσα ἐν καρδίᾳ, καὶ λογισμῶν, ὡς ἔφημεν, κενὴ ἔσται· ὅτι τῇ ψυχῇ διὰ λογισμῶν ὁμιλεῖν τε, καὶ ἐκδιδάσκειν τὴν κακίαν ἔθος αὐτοῖς λεληθότως.
Ἐξ εὐχῆς οὖν συνεχοῦς καθαρεύει ὁ ἀὴρ τῆς διανοίας ἐκ νεφῶν σκοτεινῶν, ἐξ ἀνέμων πνευμάτων πονηρίας. καθαρεύοντος δὲ τοῦ καρδιακοῦ ἀέρος, ἀνένδεκτον μὴ λάμπειν ἐν αὐτῇ τὸ θεϊκὸν φῶς Ἰησοῦ· εἰμήτοιγε ὑπὸ κενοδοξίας, καὶ τύφου, καὶ φανητιασμοῦ φυσώμεθα, καὶ κουφιζώμεθα εἰς τὰ 22ἀκίχητα, καὶ ἀβοήθητοι πρὸς Ἰησοῦ εὐρισκόμεθα· διὰ τὸ μισεῖν Χριστὸν τὰ τοιαῦτα, τὸν τῆς ταπεινώσεως ὑποδείκτην.
Ἐχώμεθα τοίνυν εὐχῆς, καὶ ταπεινώσεως, τῶν δύω τούτων· ἅτινα κατὰ δαιμόνων σὺν νήψει ὁπλίζονται, οἷον μάχαιρα φλογίνη. ἔξεστι γὰρ ἡμῖν οὕτωγε βιοῦσι, καθ᾽ ἡμέραν καὶ καθ᾽ ὥραν καρδιακῶς, καὶ μυστικῶς γηθομένως ἑορτάζειν.
Οἱ ὀκτὼ γενικώτατοι τῆς κακίας λογισμοί, ἐν οἷς περιέχεται πᾶς λογισμός, καὶ ἐξ ὧν πάντες τὴν γένεσιν ἔχουσιν, ὡς ἐκ τῆς Ἥρας τε καὶ τοῦ Διὸς πᾶς δαίμων ἐναγὴς Θεὸς Δαναῶν, κατὰ τοὺς ἐκείνων μύθους, πάντες ἀνέρχονται ἐν πύλῃ καρδίας· καὶ τὸν νοῦν εὑρόντες ἀφύλακτον, εἷς καθ᾽ εἷς εἰσέρχονται ἐν ἰδίῳ καιρῷ. ὁπότερος δ᾽ ἂν τῶν ὀκτὼ διαλογισμῶν, ἀναβὰς ἐν καρδίᾳ εἰσέλθῃ, ἐσμὸν λογισμῶν αἰσχρῶν εἰσάγει· καὶ οὕτω τὸν νοῦν σκοτίσας, ἐκκαλεῖ τὸ σῶμα προτρεπόμενος εἰς ἐργασίαν αἰσχρῶν πράξεων.
Ὁ τοίνυν τὴν κεφαλὴν τηρῶν τοῦ ὄφεως, καὶ δι᾽ ἀντιρρήσεως θυμοειδοῦς διακεθύμοις ρήμασι χρώμενος πὺξ βαλὼν δέμας, ἀπεκρούσατο τὸν πόλεμον. θλῶν γὰρ τὴν κεφαλήν, ἐξέφυγε πολλοὺς πονηροὺς λογισμούς, καὶ ἔργα πονηρότατα. καὶ τότε διαμένει ἀκύμαντος ἡ διάνοια, τοῦ Θεοῦ ἀποδεχομένου τὴν αὐτῆς ἐγρήγορσιν εἰς τοὺς λογισμούς. καὶ ἀντιδωρουμένου αὐτῇ εἰδέναι, πῶς δεῖ περιγενέσθαι τῶν ἀντιπάλων· καὶ πῶς χρὴ καθαίρεσθαι κατὰ μικρὸν τὴν καρδίαν ἐκ λογισμῶν κοινούντων τὸν ἐντὸς ἄνθρωπον· ὥς φησιν ὁ Κύριος Ἰησοῦς· ἐκ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, πορνεῖαι, μοιχεῖαι, κἀκεῖνα εἰσὶ τὰ κοινοῦντα τὸν ἄνθρωπον.
Οὕτως ἄρα δύναται ψυχὴ ἐν Κυρίῳ στῆναι τῇ ἑαυτῆς εὐμορφίᾳ καὶ ὡραιότητι καὶ εὐθύτητι, ὡς ἐξ ἀρχῆς πρὸς Θεοῦ ἐκτίσθη, λίαν καλή τε, καὶ εὐθεῖα· καθώς φησιν ὁ μέγας τοῦ Θεοῦ θεράπων Ἀντώνιος· τῆς ψυχῆς τὸ νοερὸν κατὰ φύσιν ἐχούσης, ἀρετὴ συνίσταται. καὶ πάλιν εἶπε· τὸ γὰρ εὐθείαν εἶναι τὴν ψυχήν, τοῦτο ἐστὶ τὸ κατὰ φύσιν νοερὸν αὐτῇ ὡς ἐκτίσθη. καὶ μετ᾽ ὀλίγον αὖθις φησί· καθαρεύσωμεν τὴν διάνοιαν· ἐγὼ γὰρ πιστεύω, ὅτι καθαρεύσασα πανταχόθεν, καὶ κατὰ φύσιν ἑστῶσα, δύναται διορατικὴ γινομένη, πλεῖον καὶ μακρότερον βλέπειν τῶν δαιμόνων, ἔχουσα τὸν ἀποκαλύπτοντα Κύριον αὐτῇ· τάδε φησὶν ὁ κλεινὸς Ἀντώνιος, ὥς φησιν ὁ μέγας Ἀθανάσιος ἐν τῷ περὶ Ἀντωνίου βίῳ.
Πᾶς λογισμὸς φαντασίαν ἐν νῷ αἰσθητοῦ πράγματος ποιεῖ. νοῦς γὰρ ὢν ὁ Ἀσσύριος, οὐκ ἄλλως ἀπατᾶν ἐξισχύει, εἰμὴ χρήσηται τοῖς παρ᾽ ἡμῶν αἰσθητοῖς καὶ συνήθεσι.
Ὡς οὐ δυνατὸν ἄρα ὄρνεα διώκειν ἡμᾶς ἐν τῷ ἀέρι πτερωτά, ὄντας ἡμᾶς ἀνθρώπους, ἢ ἀνίπτασθαι ὥς περ κἀκεῖνα, τοῦτο τῆς ἡμῶν φύσεως οὐκ ἐχούσης· οὕτως οὐ δυνατὸν λογισμῶν ἀσωμάτων περιγενέσθαι δαιμονιωδῶν, χωρὶς εὐχῆς νηπτικῆς, καὶ συχνῆς· ἢ ἀτενῶς ἄγαν πρὸς Θεὸν ὄμμα νοῦ νήχεσθαι. εἰ δὲ οὐ, γῆν 23θηρᾶς.
Ὡς ἀληθῶς ἄρα, εἰ περιβαλεῖν αἰσχύνην τοῖς λογισμοῖς ἐθέλεις, καὶ ἡσυχάζειν εὐμενῶς, καὶ νήφειν τῇ καρδίᾳ μετ᾽ εὐκολίας, Ἰησοῦ εὐχὴ κολληθήτω σῇ πνοῇ, καὶ ἐν ὀλίγαις ἡμέραις γινόμενον ὄψει τοῦτο.
Ὡς γὰρ ἐν ἀέρι γράμματα οὐ δυνατὸν γραφῆναι. δεῖ γὰρ αὐτὰ εἰς τι σῶμα ξύεσθαι, ὅπως ἂν διαρκῆ σώζωνται. οὕτωγε τῇ κοπηρᾷ νήψει ἡμῶν τὴν εὐχὴν Ἰησοῦ Χριστοῦ κολλήσωμεν· ἵνα ἡ τῆς νηφαλιότητος πάγκαλος ἀρετὴ διαρκὴς σὺν αὐτῷ διαμένῃ· καὶ δι᾽ αὐτοῦ ἡμῖν εἰς τὸν αἰῶνα διατηρῆται ἀναφαίρετος.
Κύλισον ἐπὶ Κύριον τὰ ἔργα σου, καὶ εὑρήσεις χάριν, φησίν· ἵνα μὴ καὶ περὶ ἡμῶν λέγεται παρὰ τοῦ Προφήτου· ἐγγὺς εἶ σὺ Κύριε τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν αὐτῶν. οὐδεὶς πάρεξ Ἰησοῦ ἕτερος σὴν καρδίαν σταθερῶς ἐκ παθῶν εἰρηνεύσει, εἰμὴ αὐτὸς Ἰησοῦς Χριστός, ὁ τὰ πόρρω διεστῶτα συνάψας.
Ὁμοίως ἀμφότερα τὴν ψυχὴν σκοτοῦσι, καὶ αἱ κατὰ διάνοιαν τῶν λογισμῶν ὁμιλίαι, καὶ αἱ ἔξωθεν συντυχίαι, καὶ ἀργολογίαι· χρὴ δὲ ἐκτρεπομένους τὴν τοῦ νοῦ βλάβην, ἀμφοτέρους ἀργολογεῖν ἀγαπῶντας, λυπεῖν, καὶ λογισμούς, καὶ ἀνθρώπους, δι᾽ αἰτίαν εὐλογωτάτην κατὰ Θεόν· ἵνα μὴ σκοτιζόμενος ὁ νοῦς, χαυνώσῃ τὴν νῆψιν. ἐκ γὰρ λήθης σκοτούμενοι, τὸν νοῦν ἀπόλλυμεν.
Ὁ γὰρ πάσῃ σπουδῇ τηρῶν τὴν καθαρότητα τῆς καρδίας, ἕξει διδάσκαλον τὸν ταύτης νομοθέτην Χριστόν, μυστικῶς αὐτῷ λαλοῦντα τὸ θέλημα αὐτοῦ. ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός, φησὶν ὁ Δαβίδ, τοῦτο ἐμφαίνων. τὴν δὲ τοῦ νοῦ πρὸς ἑαυτὸν ἐπίσκεψιν, περὶ τοῦ νοητοῦ πολέμου δηλῶν, καὶ τὴν τοῦ Θεοῦ ἀντιληπτικὴν ὑπεράσπισιν, ἔλεγε· καὶ ἐρεῖ ἄνθρωπος, ἄρα ἔσται καρπὸς τῷ δικαίῳ; εἶτα ἐκ τῆς συζητήσεως σκέμμα ἄμφω ἐγκριθὲν ἐμφαίνων, λέγει· ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτούς, τοὺς πονηροὺς δαίμονας, ἐν τῇ γῇ τῆς καρδίας ἡμῶν· καὶ ἀλλαχοῦ φησί· προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, καὶ ὑψωθήσεται ὁ Θεός· καὶ τότε αἱ πληγαὶ αὐτῶν, ὡς βέλη νηπίων, ἡμῖν λογισθήσονται.
Ἐν σοφίᾳ πεπαιδευμένοι τὴν καρδίαν ἀεὶ διάγωμεν, κατὰ τὸν Ἱεροψάλτην, αὐτὴν τὴν τοῦ Θεοῦ Πατρὸς δύναμιν, καὶ Θεοῦ σοφίαν, Χριστὸν Ἰησοῦν διηνεκῶς ἀναπνέοντες· εἰ δὲ ἐκ περιστάσεως τινὸς χαυνωθέντες, τῆς νοητῆς κατολιγωρήσωμεν πράξεως, τῇ ἑξῆς πρωίᾳ πάλιν τὴν ὀσφὺν τοῦ νοὸς καλῶς περισφίγξωμεν· καὶ κραταιῶς τοῦ ἔργου πάλιν ἁψώμεθα· εἰδότες ὅτι οὐκ ἔστιν ἡμῖν ἀπολογία, τὸ καλὸν ἐγνωκόσιν, ἐὰν μὴ αὐτὸ πράξωμεν.
Ὥσπερ τὰ νοσοποιὰ βρώματα, ἐμβληθέντα προσφάτως ἐν σώματι, ἐνοχλεῖ· ὁ δὲ φαγών, εὐθὺς τῆς βλάβης αἰσθανόμενος, θᾶττον διά τινος ἐμέσας φαρμακοῦ ταῦτα, ἀπήμαντος διέμεινεν· οὕτω καὶ ὁ νοῦς, ὅταν πονηροὺς δεξάμενος λογισμοὺς καταπίῃ, αἴσθηται δὲ τῆς πικρίας αὐτῶν, εὐχῇ Ἰησοῦ ἐκ βαθέων καρδίας ἐπιβοωμένῃ, εὐκόλως τούτους ἐξεμεῖται, καὶ τέλεον ἀποβάλλεται, ὡς σὺν Θεῷ ἡ μάθησις, καὶ ἡ πεῖρα τῇ μαθήσει νενοηκέναι περὶ τοῦ προκειμένου τοῖς νήφουσι παρέδωκεν.
Εἰς πνοὴν σὴν καὶ ρίνας, ἕνωσον νῆψιν, καὶ Ἰησοῦ ὄνομα· ἢ μελέτην θανάτου ἀλάθητον, καὶ ταπείνωσιν. ὠφελεῖν γὰρ λίαν οἴδασι τὰ ἀμφότερα.
Εἶπεν ὁ Κύριος· μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶος εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
Εἶπεν ὁ Κύριος· ὅς τις ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, ὑψωθήσεται· ὁ δὲ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. ἀπ᾽ ἐμοῦ, φησί, μάθετε. ὁρᾷς ὅτι μάθησίς ἐστιν ἡ ταπείνωσις; ἡ γὰρ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. αὕτη δέ ἐστιν ἡ ταπείνωσις. ὁ μὴ ταπεινὸς οὖν τῆς ζωῆς ἀπωλίσθησε, καὶ ἐν τῷ ἐναντίῳ δηλονότι εὑρεθήσεται.
Εἰ γὰρ πᾶσα ἀρετὴ διὰ ψυχῆς καὶ σώματος κτίζεται· κτίσμα δὲ Θεοῦ καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, δι᾽ ὧν ἡ ἀρετή, ὡς ἔφην, συνίσταται· πῶς οὐκ ἐσχάτως μαινόμεθα, ἐπ᾽ ἀλλοτρίοις κόσμοις κομπάζοντες ψυχῆς τε καὶ σώματος, καὶ κενοδοξοῦντες, καὶ ὑπερηφανίᾳ ὡς ἐπὶ καλαμίνῃ ράβδῳ στηριζόμενοι· καὶ τὸν ἀπείρῳ μεγέθει Θεὸν ἡμῶν ὑπερέχοντα, κατὰ κορυφῆς ἡμῶν διεγείροντες, τὸ φρικτότατον, διὰ τὴν ἄγαν ἡμῶν ἀνομίαν τε καὶ ἄνοιαν; Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται· καὶ ἀντὶ τοῦ μιμεῖσθαι τὸν Κύριον ἐν ταπεινώσει, τῷ τοῦ Κυρίου δυσμενεῖ φιλιούμεθα ὑπερηφάνῳ δαίμονι, ἐκ κενοδόξου, καὶ ὑπερηφάνου φρονήματος. τούτου γὰρ ἕνεκεν, ἔλεγεν ὁ Ἀπόστολος· τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; μὴ σὺ σαυτὸν ἔκτισας; εἰ δὲ σῶμα καὶ ψυχήν, ἐξ ὧν, καὶ ἐν οἷς, καὶ δι᾽ ὧν πᾶσα ἀρετὴ συνίσταται, πρὸς Θεοῦ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Κύριος γὰρ ὁ τάδε σοὶ δωρούμενος.
Ὅλως δὲ οὐκ ἄλλο τί ἐστι καθαρισμὸς καρδίας, δι᾽ οὖ καὶ ταπείνωσις καὶ ἀγαθὸν ἅπαν ἐν ἡμῖν εὑρίσκεται καταβαῖνον ἄνωθεν, εἰμὴ τὸ μηδόλως παραχωρεῖν τοὺς λογισμοὺς προκύπτοντας εἰσελθεῖν ἐν τῇ ψυχῇ.
Νοὸς γὰρ φυλακὴ σὺν Θεῷ, καὶ διὰ μόνον Θεὸν ἐν ψυχῇ ἐγχρονίσασα, φρόνησιν παρέχει τῷ ἡγεμονικῷ ἐν τοῖς κατὰ Θεὸν ἀγωνίσμασιν. οὐκ ὀλίγην δὲ ἱκανότητα τῷ μετόχῳ αὐτῆς χορηγεῖ ἐν τῷ οἰκονομεῖν τὰ ἔργα καὶ τοὺς λόγους ἐν κρίσει εὐαποδέκτῳ, κατὰ Κύριον.
Τὰ τοῦ Ἱερέως δῆλα ἐν τῷ παλαιῷ, προτυπώματα καρδίας καθαρᾶς ὑπῆρχον, ἵνα καὶ ἡμεῖς πρόσχωμεν τῷ τῆς καρδίας πετάλλῳ, μήπως ἐξ ἁμαρτίας μεμελάνωται, ἵνα δάκρυσι καὶ μετανοίᾳ καὶ προσευχῇ ἀποσμήχωμεν. εὔκολον γάρ τι πρᾶγμα ὁ νοῦς, καὶ πρὸς τὰς ἀνόμους ἐνθυμήσεις δυσκάθεκτον· ὁμοίως κακαῖς τε καὶ ἀγαθαῖς φαντασίαις λογιστικαῖς ἐξακολουθοῦν εὐκόλως.
Μακάριος ὄντως, ὃς οὕτω κεκόλληται Ἰησοῦ εὐχῇ ἐν διανοίᾳ, καὶ φωνεῖ αὐτὸν ἀδιαλείπτως ἐν καρδίᾳ, ὥς περ ἥνωται ὁ ἀὴρ τοῖς ἡμῶν σώμασιν, ἢ ὡς φλὸξ κηρῷ. καὶ διερχόμενος μὲν ἥλιος ὑπὲρ γῆν, ποιήσει ἡμέραν· τὸ δὲ τοῦ Κυρίου Ἰησοῦ ἅγιον Ὄνομα καὶ σεβάσμιον ἐν διανοίᾳ λάμπον τῇ συνεχείᾳ, γεννήσει ἀναριθμήτους ἡλιοειδεῖς ἐννοίας.
Καὶ διασκεδασθέντων μὲν νεφελῶν, ὁ ἀὴρ καθαρὸς δείκνυται· φαντασίαι δὲ παθῶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης Ἰησοῦ Χριστοῦ διασκεδασθεῖσαι, φεγγοειδῆ καὶ ἀστεροειδῆ νοήματα γεννᾷν ἐν καρδίᾳ ἐκ παντὸς πεφύκασι, τοῦ ἀέρος αὐτῆς διὰ Ἰησοῦ φωτισθέντος. φησὶ γὰρ ὁ Ἐκκλησιαστής· οἱ πεποιθότες ἐπὶ Κύριον, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ.
Εἶπέ τις τῶν Ἁγίων· μνησικακῶν μνησικάκει δαίμονας, καὶ ἐχθραίνων ἔχθραινε τῷ σώματι διὰ παντός. δόλιος φίλος ἡ σάρξ, καὶ θεραπευομένη μειζόνως πολεμεῖ. καὶ αὖθις ἔχθραν κτῆσαι πρὸς σῶμα, καὶ μάχην πρὸς κοιλίαν.
Ἐν μὲν τοῖς ὄπισθεν λόγοις τοῖς ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ ἑκατοντάδι, τοὺς τῆς ἱερᾶς νοῦ ἡσυχίας πόνους συνετάξαμεν, οὐχὶ γεώργιον τῆς ἡμῶν διανοίας μόνον, ἀλλ᾽ ἅπερ καὶ οἱ τῶν θεοσόφων Πατέρων λόγοι θεῖοι διδάσκουσιν ἡμᾶς περὶ νοῦ καθαρότητος. νῦν δὲ μικρὰ εἰπόντες, ὅσον δεῖξαι τὸ κέρδος τῆς τοῦ νοῦ φυλακῆς, τοῦ λέγειν παυσόμεθα.
Δεῦρο δὴ λοιπὸν ἀκολούθει μοι πρὸς τὴν συνάφειαν τῆς μακαρίας τοῦ νοῦ τηρήσεως, ὅστις ἂν εἴης ἐπιποθῶν ἐν πνεύματι, ἡμέρας ἰδεῖν ἀγαθὰς, καὶ ἐν Κυρίῳ διδάξω σε ὁρωμένην ἐργασίαν, καὶ πολιτείαν νοερῶν Δυνάμεων. οὐ γὰρ κορεσθήσονται Ἄγγελοι ὑμνοῦντες τὸν Ποιητήν, οὔτε ὁ νοῦς καθαρῶς αὐτοῖς ἁμιλλώμενος. καὶ ὥς περ οἱ ἄϋλοι οὐ φροντίζουσι περὶ τροφῆς· οὕτως οὐδὲ οἱ ἔνυλοι ἄϋλοι αὐτῆς φροντίζουσιν, εἴγε ἐν οὐρανῷ ἡσυχίας νοῦ εἰσελεύσονται.
Ὥς περ οὖν αἱ ἄνω Δυνάμεις, οὐ φροντίσουσι χρημάτων, ἢ κτημάτων· οὕτως οὔτε οἱ τὸ τῆς ψυχῆς ὀπτικὸν ἐκκαθάραντες, καὶ ἐν ἕξει τῆς ἀρετῆς γενόμενοι, οὐ μεριμνήσουσι περὶ κακώσεως τῶν πονηρῶν πνευμάτων. καὶ ὡς ἐκείνοις φανερὸς τῆς εἰς Θεὸν προκοπῆς ὁ πλοῦτος, οὕτω καὶ τοῖς τοιούτοις ὁ εἰς Θεὸν φανερὸς ἔρως, καὶ ἡ ἀγάπη· ἡ εἰς τὸ Θεῖον ἀτένισίς τε, καὶ ἡ ἀνάβασις. ἔτι δὲ ἐρωτικῶς τε καὶ ἀπλήστως τῇ ἀναβάσει ἐπεκτεινόμενοι ἐκ γεύσεως θείου καὶ ἐκστασίου πόθου, οὐ σταθήσονται, μέχρι τὰ Σεραφὶμ φθάσωσιν· οὐδὲ κοπάσουσι τῆς τοῦ νοῦ Νήψεως, καὶ ἐρωτικῆς ὑψώσεως, μέχρις ἂν Ἄγγελοι γένωνται, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Οὐκ ἔστιν ἰὸς ὑπὲρ ἰὸν ἀσπίδος, καὶ βασιλίσκου· καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν φιλαυτίας. τέκνα δὲ φιλαυτίας ἔχεις πετώμενα, ἅ εἰσι ταῦτα· ἔπαινοι ἐν καρδίᾳ, αὐταρέσκεια, γαστριμαργία, πορνεία, κενοδοξία, φθόνος, καὶ ἡ κορωνὶς πάντων ὑπερηφανία· ἥτις κατασπᾶν ἐπίσταται οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ Ἀγγέλους ἐξ Οὐρανῶν, καὶ ζόφον ἀντὶ φωτὸς περιβάλλειν.
Ταῦτά σοι Θεόδουλε, ὁ ἡσυχίας φερώνυμος, εἰ καὶ τῆς πράξεως διέψευσται. ἀλλ᾽ ἴσως 24οὐχ ὅλον, ἀλλ᾽ ὃ ὁ Θεὸς ἔδωκεν, ὁ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι αἰνούμενός τε καὶ δοξαζόμενος ὑπὸ πάσης λογικῆς φύσεως, Ἀγγέλων τε καὶ ἀνθρώπων, καὶ πάσης κτίσεως, ἣν ἡ ἄρρητος Τριὰς δεδημιούργηκεν, ὁ εἷς Θεός· οὗ καὶ ἡμεῖς τῆς λαμπρᾶς Βασιλείας εὐχαῖς τῆς ὑπεράγνου Θεοτόκου τύχοιμεν, καὶ τῶν Ὁσίων Πατέρων ἡμῶν· ᾧ Θεῷ ἀκιχήτῳ, δόξα αἰώνιος. Ἀμήν.
Notes
- ἴσ. ἐκτενῶς.
- ἴσα.
- σπουδῆς.
- ἐν ἄλλ διδάσκεσθαι
- μεσολαβεῖν.
- ἐν ἄλλ περισπασμοῦ
- ἐν ἄλλ πονηράν.
- ἄνθραξ.
- βραγχιασάτω.
- ἐν ἄλλ ἡμῶν αὐτῶν.
- καὶ
- φόβου
- ἐν ἄλλ στηλοῦν.
- ἐν ἄλλ. ἀθεμίτους.
- βουλευομένους
- διανοίας.
- ἐν ἄλλ ἀναστρεφόμενον.
- ἐν ἄλλ ἔργον.
- κενωθεῖσα.
- ἐν ἄλλ δοῦλοι, καὶ δαίμονες.
- ἐν ἄλλ. τῷ πράγματι.
- ἀκατάληπτα.
- ἐν ἄλλ ὁρᾶς.
- ἐν ἄλλ. οὐχ ἡμῶν.