Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Nilus of Sinai, 19. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΝΕΙΛΟΥ ΑΣΚΗΤΟΥ
Νείλῳ τῷ θεσπεσίῳ Πατρὶς μὲν ἡ Κωνσταντινούπολις, Καθηγητὴς δὲ ὁ θεῖος Χρυσόστομος· χρόνος δὲ, καθ᾽ ὃν ἤκμασεν, ὁ τετρακοσιοστὸς τεσσαρακοστὸς δεύτερος. Εὐγενείᾳ δὲ οὗτος, καὶ πλούτῳ περιρρεόμενος, καὶ Ἔπαρχος ἐχρημάτισε τῆς πατρίδος· εἶτα πᾶσι χαίρειν εἰπῶν, καὶ τὸ Σίναιον καταλαβὼν Ὅρος, τὸν ἀσκητικὸν ἡρετίσατο βίον. Πολὺς δ᾽ ὧν τὴν σοφίαν τήν τε καθ᾽ ἡμᾶς, καὶ τὴν θύραθεν, διάφορα συγγράμματα καταλέλοιπε, πνευματικῆς σοφίας, καὶ ἀφράστου χάριτος γέμοντα. Ἐξ ὧν ἡμεῖς μελίττης τρόπον, ἀπανθισάμενοι τόν τε περὶ Προσευχῆς λόγον τρισί, καὶ πεντήκοντα, καὶ ἑκατὸν κεφαλαίοις διειλημμένον, καὶ τὸν τὴν ἐπιγραφήν, Ἀσκητικός, ἔχοντα· τούτοις καθάπερ τισὶ μελισσίοις κηρίοις, τοὺς ἐντυχάνοντας δεξιούμεθα. μέλιτος γὰρ ὡς ἀληθῶς, καὶ ἀμβροσίας νέκταρος ἀποστάζουσι, καὶ πολύχουν ἐπαγγέλλονται τὸν τῆς ὠφελείας καρπόν. Μέμνηται δὲ τούτου καὶ ὁ σοφώτατος Φώτιος Ἀναγνώσει σά. σελίδι 266. οὑτωσὶ λέγων· «Καὶ Νείλου Μοναχοῦ λόγος ἀνεγνώσθη τρισὶ, καὶ πεντήκοντα, καὶ ἑκατὸν κεφαλαίοις διαιρούμενος· τὸν τῆς προσευχῆς δὲ ἐν τούτοις ὁ θεῖος ἀνὴρ ἀναπτύσσει τύπον· πολλὰ δὲ καὶ ἄλλα αὐτοῦ ἀξιόλογα.... τήν τε κατὰ τὰ ἔργα τελειότητα, καὶ τὴν ἐν λόγοις μαρτυρόμενα δύναμιν.»