Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Nilus of Sinai, Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου, πρόλογος τῶν περὶ προσευχῆς κεφαλαίων.

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΝΕΙΛΟΥ ΑΣΚΗΤΟΥ
ΠΡΟΛΟΓΟΣ ΤΩΝ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ ΕΚΑΤΟΝ ΠΕΝΤΗΚΟΝΤΑ
ΤΡΙΩΝ ΚΕΦΑΛΑΙΩΝ

Πυρέττοντά με τῷ φλογμῷ τῶν ἀκαθάρτων παθῶν, συνήθως ἀνεκτήσω τῇ τῶν θεοφιλῶν σου γραμμάτων ἐπαφῇ, τὸν κάμνοντά μου νοῦν ἐν τοῖς αἰσχίστοις, παραμυθησάμενος· καὶ τὸν μέγαν μιμησάμενος καθηγητήν, καὶ διδάσκαλον μακαρίως. καὶ οὐ θαυμαστόν. σοὶ γὰρ ἀεὶ μερὶς γέγονε τὰ ἐπίσημα, ὡς καὶ τῷ εὐλογημένῳ Ἰακώβ· καλῶς γὰρ δουλεύσας, τῆς Ραχὴλ χάριν, καὶ λαβὼν τὴν Λείαν, ζητεῖς καὶ τὴν ποθουμένην, ὡς καὶ ταύτης δήπου πληρώσας τὰ ἔβδομα. ἐγὼ δὲ οὐκ ἂν ἀρνηθείην, ὡς ὅλην τὴν νύκτα κοπιάσας, πεπίακα οὐδέν. πλὴν ἐπὶ τῷ σῷ λόγῳ χαλάσας τὰ δίκτυα, ἦγρευσα ἰχθύων πλῆθος, οὐκ οἶμαι μὲν, ὅτι μεγάλων, ἑκατὸν δὲ ὅμως καὶ πεντήκοντα τριῶν· καὶ τούτους ἐξαποστείλας ἐν τῇ σπυρίδι τῆς ἀγάπης, διὰ τῶν ἰσαρίθμων κεφαλαίων, τὴν πρόσταξιν πεποιηκώς. θαυμάζω δέ σε καὶ λίαν ζηλῶ τῆς ἀρίστης προθέσεως τῶν περὶ προσευχῆς ἐρῶντα κεφαλαίων. οὐ γὰρ ἁπλῶς τούτων ἐρᾶς τῶν ὑπὸ χειρῶν, καὶ ἐν χάρτῃ διὰ μέλανος τὸ εἶναι ἐχόντων, ἀλλὰ τῶν ἐν νῷ ἰδρυμένων, δι᾽ ἀγάπης καὶ ἀμνησικακίας. ἀλλ᾽ ἐπεὶ πάντα δισσά, 1ὧν κατέναντι τοῦ ἑνὸς κατὰ τὸν σοφὸν Ἰησοῦν, δέχου πρὸς τῷ γράμματι, καὶ τῷ πνεύματι σύνες, ὡς παντὸς τοῦ γράμματος, νοῦς προηγεῖται. οὐκ ὄντος γὰρ τούτου, οὐδὲ γράμμα ἔσται. οὐκοῦν καὶ προσευχῆς, διττὸς ὁ τρόπος. ὁ μὲν, τίς πρακτικός, ὁ δέ, θεωρητικός. οὕτως καὶ ἀριθμοῦ, τὸ μὲν πρόχειρον ἐστὶ ποσότης· τὸ δὲ σημαινόμενον, ποιότης. εἰς ἑκατὸν γὰρ καὶ πεντήκοντα καὶ τρία, τὸν περὶ προσευχῆς λόγον διειληφότες, εὐαγγελικὸν ὀψώνιόν σοι πεπόμφαμεν, ἵν᾽ εὕρῃς συμβολικοῦ ἀριθμοῦ τερπνότητα, καὶ σχῆμα τρίγωνον, καὶ ἑξάγωνον. ὁμοῦ μὲν εὐσεβῆ γνῶσιν Τριάδος· ὁμοῦ δέ, καὶ τῆσδε τῆς διακοσμήσεως τὴν περιγραφήν, ὑπεμφαῖνον. ἀλλὰ καὶ ὁ ἑκατὸν ἀριθμὸς καθ᾽ ἑαυτὸν, τετράγωνός ἐστιν. ὁ δὲ πεντήκοντα τρὶς, τρίγωνος, καὶ σφαιρικός. ὁ γὰρ εἰκοσιοκτὼ μέν, τρίγωνος· σφαιρικὸς δέ, ὁ εἰκοστὸς πέμπτος. πεντάκις γὰρ πέντε, εἰκοσιπέντε. οὐκοῦν, ἔχεις τὸ τετράγωνον σχῆμα· οὐ μόνον διὰ τῆς τετρακτύος τῶν ἀρετῶν, ἀλλὰ καὶ τοῦδε τοῦ αἰῶνος τὴν ἔνσοφον γνῶσιν, τῷ εἰκοσιπέντε ἀριθμῷ ἐοικυῖαν, διὰ τὸ σφαιρικὸν τῶν χρόνων. ἑβδομὰς γὰρ ἐπὶ ἑβδομάδα, καὶ μὴν ἐπὶ μῆνα κινεῖται, καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν ὁ χρόνος κυλινδεῖται, καὶ καιρὸς ἐπὶ καιρόν, ὡς ἐπὶ κινήσεως ἡλίου, καὶ σελήνης, ἔαρος, καὶ θέρους, καὶ τῶν ἑξῆς ὁρῶμεν. τὸ δὲ τρίγωνον, σημαίνοι ἄν σοι τῆς ἁγίας Τριάδος γνῶσιν. ἄλλως· εἰ δὲ διὰ τῆς πληθύος, τὸν ἀριθμὸν κομίζειν τῶν ἑκατὸν πεντήκοντα τριῶν, τρίγωνον ὄντα νόει, πρακτικήν, φυσικήν, καὶ θεολογικήν· ἢ πίστιν, ἐλπίδα, καὶ ἀγάπην· χρυσίον, ἄργυρον, λίθους τιμίους. ἀλλ᾽ ὁ μὲν ἀριθμός, τοιοῦτος. τὸ δὲ τῶν κεφαλαίων ταπεινόν, οὐ παρυβρίσεις, ὡς εἰδὼς καὶ χορτάζεσθαι, καὶ ὑστερεῖσθαι· ναὶ μὴν καὶ ὡς μεμνημένος τοῦ τὰ δύω τῆς χήρας λεπτὰ μὴ ἀποβεβληκότος, ἀλλὰ καὶ ὑπὲρ πλοῦτον πολλῶν ἑτέρων ἀποδεξαμένου. οὐκοῦν εὐνοίας καὶ ἀγάπης καρπὸν εἰδὼς φυλάσσειν σοῖς γνησίοις ἀδελφοῖς, προσεύχου ὑπὲρ τοῦ ἀρρωστοῦντος ὅπως ὑγιάνῃ, καὶ ἄρας τοῦ λοιποῦ τὸν κράββατον, περιπατήσῃ, χάριτι Χριστοῦ. Ἀμήν.

Notes

  1. ἴσ. ἕν.

· Contents ·