Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Antony the Great, Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, παραινέσεις περὶ…

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΑΝΤΩΝΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΠΑΡΑΙΝΕΣΕΙΣ ΠΕΡΙ ΗΘΟΥΣ ΑΝΘΡΩΠΩΝ, ΚΑΙ ΧΡΗΣΤΗΣ ΠΟΛΙΤΕΙΑΣ
Ἐν Κεφαλαίοις ρό.

Οἱ ἄνθρωποι λογικοὶ καταχρηστικῶς λέγονται· οὐκ εἰσὶ δὲ λογικοὶ. οἱ τοὺς λόγους, καὶ τὰ βιβλία τῶν πάλαι σοφῶν ἐκμαθόντες· ἀλλ᾽ οἱ λογικὴν ἔχοντες ψυχὴν, καὶ δυνάμενοι διακρίνειν, τί μὲν ἐστὶ τὸ καλὸν, ποῖον δὲ ἐστὶ τὸ κακόν· καὶ τὰ μὲν πονηρὰ, καὶ ψυχοβλαβῆ φεύγοντες, τὰ δὲ ἀγαθὰ, καὶ ψυχωφελῆ σπουδαίως διὰ μελέτης ἔχοντες· καὶ ταῦτα πράττοντες μετὰ πολλῆς τῆς πρὸς τὸν Θεὸν εὐχαριστίας· οὗτοι μόνοι λογικοὶ ἄνθρωποι κατὰ ἀλήθειαν ὀφείλουσι λέγεσθαι.

Ὁ τῇ ἀληθείᾳ λογικὸς ἄνθρωπος, μίαν ἔχει σπουδὴν, τὸ πείθεσθαι, καὶ ἀρέσκειν τῷ Θεῷ τῶν ὅλων· καὶ εἰς τοῦτο καὶ μόνον παιδεύεσθαι τὴν ἑαυτοῦ ψυχὴν, ὅπως εὐαρεστήσῃ τῷ Θεῷ, εὐχαριστῶν τῇ τοιαύτῃ καὶ τοσαύτη αὐτοῦ προνοίᾳ, καὶ διοικήσει τῶν ὅλων, κἂν ὁποίᾳ ἐν τύχῃ κατὰ τὸν βίον. Ἄτοπον γὰρ, τοῖς μὲν ἰατροῖς καὶ πικρὰ καὶ οὐκ ἀρέσκοντα ἡμῖν παρέχουσι φάρμακα, εὐχαριστεῖν ὑπὲρ τῆς ὑγείας τοῦ σώματος· τῷ δὲ Θεῷ ὑπὲρ τῶν δοκούντων ἡμῖν δυσχερῶν ἀχαριστεῖν, καὶ μὴ γινώσκειν, ὅτι πάντα δεόντως, καὶ εἰς τὸ συμφέρον ἡμῖν καὶ πρόνοιαν αὐτοῦ γίνεται· ἡ γὰρ γνῶσις καὶ ἡ πίστις ἡ πρὸς τὸν Θεὸν, σωτηρία καὶ τελειότης ἐστὶ τῆς ψυχῆς.

Τὴν ἐγκράτειαν, καὶ τὴν ἀνεξικακίαν, καὶ τὴν σωφροσύνην, καὶ τὴν καρτερίαν, καὶ τὴν ὑπομονὴν, καὶ τὰ ὅμοια τούτοις, μεγίστας καὶ ἐναρέτους δυνάμεις εἰλήφαμεν παρὰ τοῦ Θεοῦ· ἀντιτεταγμένας καὶ ἀνθισταμένας, καὶ βοηθούσας πρὸς τὰ ἐκεῖθεν δυσχερῆ· ἃς τινας δυνάμεις ἐὰν γυμνάζωμεν, καὶ πρὸς χεῖρας ἔχωμεν, οὐδὲν ἔτι χαλεπὸν, ἢ ὀδυνηρὸν, ἢ ἀφόρητον ὑπολαμβάνομεν ἡμῖν γίνεσθαι· λογιζόμενοι, ὅτι πάντα ἀνθρώπινά ἐστι, καὶ νικῶνται ὑπὸ τῶν ἐν ἡμῖν ἀρετῶν. Τοῦτο οὐκ ἐνθυμοῦνται οἱ ἀνόητοι τὴν ψυχήν· οὐδὲ γὰρ λογίζονται, ὅτι πάντα καλῶς, καὶ δεόντως γίνεται εἰς τὸ συμφέρον ἡμῖν, ἵνα διαλάμψωσιν αἱ ἀρεταὶ, καὶ στεφανωθῶμεν ὑπὸ τοῦ Θεοῦ.

Τὴν τῶν χρημάτων κτῆσιν, καὶ τὴν πλουσίαν χρῆσιν, φαντασίαν μόνην ὀλιγοχρόνιον λογιζόμενος; καὶ γινώσκων, ὅτι ἡ ἐνάρετος, καὶ τῷ Θεῷ ἀρέσκουσα πολιτεία, τοῦ πλούτου διαφέρει· τοῦτο ἀσφαλῶς μελετῶν καὶ διὰ μνήμης ἔχων, οὐ στενάξεις, οὐκ οἰμώξεις, οὐ μέμψῃ οὐδένα, ἀλλὰ περὶ πάντων εὐχαριστήσεις τῷ Θεῷ, ὁρῶν τοὺς χείρονας σαυτοῦ, καὶ λόγῳ, καὶ χρήμασιν ἐπερειδομένους· κάκιστον γὰρ πάθος ψυχῆς, ἥτε ἐπιθυμία, καὶ ἡ δόξα, καὶ ἡ ἄγνοια.

Ὁ λογικὸς ἀνὴρ, αὐτὸς ἑαυτὸν θεωρῶν, δοκιμάζει τὰ πρέποντα, καὶ τὰ συμφέροντα, αὐτῷ· καὶ τίνα μὲν ἴδια τῆς ψυχῆς ὑπάρχει, καὶ ὠφέλιμα, τίνα δὲ ἀλλότρια αὐτὴς· καὶ οὕτω φεύγει τὰ βλάπτοντα τὴν ψυχὴν ὡς ἀλλότρια, καὶ χωρίζοντα αὐτὸν τῆς ἀθανασίας.

Ὅσον τις μετριώτερον ἔχει τὸν βίον, τοσοῦτον ὑπάρχει εὐδαιμονέστερος· ὅτι οὐ φροντίζει περὶ πολλῶν· δούλων, γεωργῶν, καὶ κτήσεως ἀλόγων· τούτοις γὰρ ἑαυτοὺς προσηλοῦντες, καὶ εἰς τὰ ἐκ τούτων συμβαίνοντα δυσχερῆ περιπίπτοντες, μεμφόμεθα τὸν Θεόν· ἐκ δὲ τῆς αὐθαιρέτου ἡμῶν ἐπιθυμίας ὁ θάνατος ἀρδεύεται, καὶ μένομεν ἐν τῷ σκότει τοῦ βίου τῶν ἀμαρτημάτων πλανώμενοι, μὴ ἀναγνωρίζοντες ἑαυτούς.

Οὐκ ὀφείλει τις λέγειν, ὅτι οὐ δυνατὸν ἀνθρώπῳ ἐνάρετον βίον ἐπιτυχεῖν, ἀλλ᾽ ὅτι οὐκ εὐχερές· οὐδὲ τοῖς τυχοῦσιν εὔληπτον ἐστὶ τὸ τοιοῦτον· ἐνάρετον δὲ μετέχουσι βίον, ὅσοι εἰσὶν ἐν ἀνθρώποις εὐσεβεῖς, καὶ θεοφιλῆ ἔχοντες νοῦν· ὁ γὰρ κοινὸς νοῦς κοσμικός ἐστι καὶ τρεπτός, νοήσεις παρέχων ἀγαθάς τε καὶ κακάς, ἀλλοιούμενος τῇ φύσει, καὶ πρὸς τὴν ὕλην ἀλλαττόμενος· ὁ δὲ θεοφιλὴς νοῦς, τιμωρός ἐστι τῆς κακίας, τῆς ἐν ἀνθρώποις ἐκ τῆς ραθυμίας αὐθαιρέτως προσγινομένης.

Οἱ ἀπαίδευτοι καὶ ἰδιῶται, γελοῖον τοὺς λόγους λογίζονται, καὶ οὐ θέλουσιν αὐτῶν ἀκούειν, ἐπειδὴ ἐλέγχεται αὐτῶν ἡ ἀπαιδευσία, καὶ θέλουσι πάντας ὁμοίους αὐτοῖς ὑπάρχειν· τὸν αὐτὸν τρόπον καὶ οἱ ἀκολαστοι τὸν βίον καὶ τοὺς τρόπους, χείρονας αὐτῶν ἅπαντας σπουδάζουσιν εἶναι, τὸ ἀνέγκλητον ἑαυτοῖς, ἐκ τοῦ πλήθους τῶν κακῶν θηρᾶσθαι νομίζοντες· ἀπόλλυται καὶ θολοῦταὶ ἡ ἄτονος ψυχὴ ὑπὸ τῆς κακίας, ἐχοῦσης ἐν αὐτῇ ἀσωτείαν, ὑπερηφανίαν, ἀπληστίαν, ὀργήν, προπέτειαν, λύσσαν, φόνον, ὀδυρμόν, φθόνον, πλεονεξίαν, ἁρπαγήν, πόνον, ψεῦδος, ἡδονήν, ὅκνον, λύπην, δειλιαν, νόσον, μῖσος, μέμψιν, ἀδυναμίαν, πλάνην, ἄγνοιαν, ἀπάτην, λήθην Θεοὺ διὰ τούτων, καὶ τῶν ὁμοίων τούτοις τιμωρεῖται ἡ ἀθλία ψυχὴ ἡ χωρίζουσα ἑαυτὴν τοῦ Θεοῦ.

Οἱ τὸν ἐνάρετον καὶ εὐλαβῆ καὶ ἐπίδοξον βίον ἀσκεῖν βουλόμενοι, οὐκ ἐκ τοῦ πεπλασμένου ἤθους, ἢ τὴς ψευδοῦς πολιτείας ὀφείλουσι κρίνεσθαι· ἀλλ᾽ ὥς περ οἱ τεχνῖται τῶν ζωγράφων καὶ τῶν ἀνδριαντοπλάστων, ἐξ αὐτῶν τῶν ἔργων τὴν ἐνάρετον καὶ θεοφιλῆ πολιτείαν ἐπιδείκνυνται· καὶ ὥς περ παγίδας, οὕτω πάσας τὰς πονηρὰς ἡδονὰς ἀποστρέφονται.

Ὁ πλούσιος, καὶ εὐγενὴς παρὰ τοῖς καλῶς φρονοῦσι, παιδεύσεως ψυχικῆς δίχα, καὶ ἀρετῆς βίου ἁπάσης, κακοδαίμων ὑπᾶρχει· ὥς περ ὁ πένης, καὶ δοῦλος τὴν τύχην, παιδεύσει, καὶ ἀρετῇ βίου κεκοσμημένος, εὐδαίμων ὑπάρχει· ὡς περ δὲ οἰ ξένοι ἐν ταῖς ὁδοῖς πλανῶνται, οὕτω καὶ οἱ ἐναρέτου βίου μὴ ἐπιμελούμενοι, ὑπὸ τῆς ἐπιθυμίας πλανώμενοι ἀπόλλυνται.

Ἀνθρωποποιὸς ὀφείλει λέγεσθαι, ὁ τοὺς ἀπαιδεύτους ἡμερῶσαι δυνάμενος, ἵνα λόγων καὶ παιδεύσεως ἐρασθῶσι· τὸν αὐτὸν τρόπον καὶ οἱ τοὺς ἀκολάστους τὸν βίον, ἐπὶ τὴν ἐνάρετον, καὶ Θεῷ ἀρέσκουσαν πολιτείαν μεταρυθμίζοντες, ἀνθρωποποιοὶ ὀφείλουσι λέγεσθαι, ὡς τοὺς ἀνθρώπους ἀναπλαττοντές· πραότης γάρ, καὶ ἐγκράτεια, εὐδαιμονία ἐστί, καὶ ἐλπὶς ἀγαθὴ ταῖς ψυχαῖς τῶν ἀνθρώπων.

Πρέπει τοὺς ἀνθρώπους, κατὰ ἀλήθειαν, τὰ ἤθη, καὶ τὴν ἑαυτῶν πολιτείαν δεόντως ἀσκεῖν· τούτου γὰρ κατορθωθέντος, εὐχερῶς τὰ περὶ Θεοῦ γινώσκεται, ὁ γὰρ ἐξ ὅλης καρδίας, καὶ πίστεως σεβόμενος τὸν Θεὸν, προνοεῖται παρ᾽ αὐτοῦ, θυμοῦ, καὶ ἐπιθυμίας κρατεῖν· πάντων γὰρ τῶν κακῶν αἰτία, ἡ ἐπιθυμία καὶ ὁ θυμός.

Ἄνθρωπος λέγεται, ἢ ὁ λογικὸς, ἢ ὁ διορθωθῆναι ἀνεχόμενος· ὁ γὰρ ἀδιόρθωτος, ἀπάνθρωπος καλεῖται· ὅτι τοῦτο ἀπανθρώπων ἐστί· καὶ φευκτέοι εἰσὶν οἱ τοιοῦτοι· τοῖς γὰρ τῇ κακίᾳ συζῶσιν, οὐκ ἔξεστιν ἐν ἀθανάτοις γενέσθαι ποτέ.

Τὸ λογικὸν ἡμῖν κατὰ ἀλήθειαν συμπαρὸν, ἀξίους ἡμᾶς ποιεῖ τοῦ ὀνομάζεσθαι ἀνθρώπους· ἀπολιμπανόμενοι δὲ τοῦ λογικοῦ, τῇ διαπλάσει τὼν μελῶν μόνῃ, καὶ τῇ φωνῇ τῶν ἀλόγων διαφέρομεν· ἀναγνωρισάτω οὖν ὁ εὔνους ἄνθρωπος, ἑαυτὸν ὄντα ἀθάνατον, καὶ μισήσει πᾶσαν αἰσχρὰν ἐπιθυμίαν, τὴν αἰτίαν τοῦ θανάτου γινομένην ἀνθρώποις.

Ὥσπερ ἑκάστη τῶν τεχνῶν τὰς ὐποκειμένας αὐτῇ ὕλας διακοσμοῦσα, τὴν ἑαυτῆς ἀρετὴν ἐπιδείκνυται· 1ἥως, ὁ μὲν ξύλα ἐργαζόμενος· ἕτερος δὲ τὸν χαλκὸν· ἄλλος δὲ τὸν χρυσόν, καὶ τὸν ἄργυρον· οὕτω καὶ ἡμεῖς τὴν εὐζωίαν, καὶ τὴν ἐνάρετον, καὶ Θεῷ ἀρέσκουσαν πολιτείαν ἀκούοντες, ὀφείλομεν φαίνεσθαι, ὅτι ἄνθρωποι τῇ ἀληθείᾳ λογικοὶ ἐσμὲν τῇ ψυχῇ· καὶ οὐ μόνον τῇ διαπλάσει τοῦ σώματος· ἡ δὲ κατὰ ἀλήθειαν λογικὴ καὶ θεοφιλὴς ψυχή, εὐθὺς τὰ ἐν τῷ βίῳ πάντα γνωρίζει· καὶ τὸν Θεὸν ἱλάσκεται ἀγαπητικῶς, καὶ εὐχαριστεῖ αὐτῷ ἐν ἀληθείᾳ, πρὸς αὐτὸν ἔχουσα τὴν ὁρμὴν, καὶ τὴν διάνοιαν πᾶσαν.

Ὥσπερ οἱ κυβερνῆται σκοπῷ τὴν ναῦν ἰθύνουσιν, ἵνα μὴ ὑφάλῳ πέτρᾳ, ἢ σκοπέλῳ τινὶ ταύτην προσερείσωσιν· οὕτως οἱ τὸν ἐνάρετον βίον ζηλοῦντες, ἐπιμελῶς διασκοπείτωσαν, τίνα μὲν αὐτοῖς πρακτέα, καὶ τίνα φευκτέα· καὶ τοὺς ἀληθεῖς καὶ θείους συμφέρειν αὐτοῖς νόμους ἡγείσθωσαν, τὰς πονηῥὰς ἐνθυμήσεις ἐκκόπτοντες τῆς ψυχῆς.

Ὥσπερ οἱ κυβερνῆται, καὶ οἱ ἡνίοχοι μελέτῃ, καὶ ἐπιμελείᾳ κατορθοῦσι τὸ σπουδαζόμενον· οὕτω χρὴ καὶ τοὺς ὀρθοῦ, καὶ ἐναρέτου βίου ἐπιμελουμένους, μελετᾶν καὶ φροντίζειν ὅπως πρεπόντως καὶ Θεῷ ἀρεσκόντως βιώσωνται· ὁ γὰρ θέλων, καὶ νοήσας ὅτι δύναται, πιστεύων, εἰς ἀφθαρσίαν χωρεῖ.

Ἐλεύθεροί σοι νομιζέσθωσαν, οὐχ᾽ οἱ τὴν τύχην ἐλεύθεροι· ἀλλ᾽ οἱ τὸν βίον, καὶ τοὺς τρόπους ἐλεύθεροι· οὐ γὰρ πρέπει καλεῖν ἐλευθέρους ταῖς ἀληθείαις, τοὺς ἄρχοντας, πονηροὺς ὄντας, ἢ ἀκολάστους· δοῦλοι γάρ εἰσι τῶν παθῶν τῆς ὕλης· ἐλευθερίᾳ δὲ καὶ εὐδαιμονία ἐστὶ ψυχῆς, ἡ γνήσια καθαρότης, καὶ τῶν προσκαίρων, ἡ καταφρόνησις.

Ὑπομίμνησκε σαυτὸν, ὅτι ἀδιαλείπτως ἐπιδείκνυσθαι χρή· ἀλλὰ ἐκ τῆς χρηστῆς πολιτείας καὶ τῶν ἔργων αὐτῶν· οὕτω γὰρ καὶ τοὺς ἰατροὺς οἱ νοσοῦντες, οὐκ ἀπὸ τῶν λόγων, ἀλλ᾽ ἐκ τῶν ἔργων σωτῆρας, καὶ εὐεργέτας εὐρίσκουσί τε καὶ γνωρίζουσι.

Γνώρισμα τῆς λογικῆς καὶ ἐναρέτου ψυχῆς ὑπάρχει, τὸ βλέμμα, τὸ βάδισμα, ἡ φωνή, ὁ γέλως, αἱ διατριβαὶ, αἱ συντυχίαι· πάντα γὰρ ἐξήλλακται, καὶ μεθήρμοσται πρὸς τὸ εὐσχημονέστερον· ὁ γὰρ θεοφιλὴς νοῦς αὐτῶν, πυλωρὸς νηφάλιος ὑπάρχων, ἀποκλείει τὰς εἰσόδους τῶν κακῶν, καὶ αἰσχρῶν ἐνθυμήσεων.

Ἐξέταζε τὰ κατὰ σαυτὸν καὶ δοκίμαζε, ὅτι οἱ ἄρχοντες καὶ δεσπόται, τοῦ σώματος μόνον, οὐ γὰρ τῆς ψυχῆς, ἔχουσι τὴν ἐξουσίαν· καὶ τοῦτο πρόχειρον ἔστω σοι διὰ παντός· ὅθεν, ἢ φόνους ἢ ἄτοπά τινα ἢ ἄδικα καὶ ψυχοβλαβῆ ἐπιτάττουσιν, αὐτοῖς οὐ χρὴ πειθαρχεῖν· κἂν τὸ σῶμα αἰκίζωσιν· ὁ γὰρ Θεὸς τῆν ψυχὴν ἐλευθέραν, καὶ αὐτεξούσιον ἐδημιούργησεν, ἐφ᾽ οἷς πράττει καλῶς, ἢ κακῶς.

Ἡ λογικὴ ψυχὴ σπουδάζει ἀπηλλάχθαι ἀνοδίας, τύφου, ἀλαζονίας, ἀπάτης, φθόνου, ἁρπαγῆς, καὶ τῶν ὁμοίων, ὅσα ἔργα δαιμόνων καὶ πονηρᾶς ἐστὶ προαιρέσεως· πάντα δὲ σπουδῇ καὶ μελέτῃ ἐπιμόνῳ κατορθοῦται, ἀνθρώπῳ τῷ ἔχοντι τὴν ἐπιθυμίαν μὴ ὁρμῶσαν ἐπὶ φαύλας ἡδονάς.

Οἱ ὀλίγον καὶ μὴ παντελῆ ἀσκοῦντες βίον, καὶ κινδύνων ἀπαλλάττονται, καὶ τῶν φυλαττόντων οὐ χρήζουσι· νικῶντες δὲ τὴν ἐπιθυμίαν ἐν ἅπασι, τὴν ἐπὶ Θεὸν ὁδὸν εὑρίσκουσιν εὐμαρῶς.

Τοῖς λογικοῖς ἀνθρώποις, οὐκ ἀναγκαῖόν ἐστι ταῖς πολλαῖς ὁμιλίαις προσέχειν, ἀλλὰ ταῖς ὠφελούσαις, ὧν ἡγεῖται ἡ τοῦ Θεοῦ θέλησις· οὕτω γὰρ εἰς ζωήν, καὶ φῶς αἰώνιον πάλιν χωροῦσιν οἱ ἄνθρωποι.

Χρὴ τοὺς ἐνάρετον καὶ θεοφιλῆ ζητοῦντας βίον, ἀπηλλάχθαι οἰήσεως, καὶ πάσης κενῆς καὶ ψευδοῦς δόξης, καὶ σπουδάζειν ἐπὶ τοῦ βίου, καὶ τῆς γνώμης χρηστὴν διόρθωσιν· ὁ γὰρ θεοφιλής, καὶ ἀπαράλλακτος νοῦς, ἀναγωγή, καὶ ὁδὸς ἐστίν, ἐπὶ τὸν Θεόν.

Οὐδὲν ὄφελος, μανθάνειν τοὺς λόγους, ἐὰν ἀπῇ ἡ εὐάρεστος καὶ Θεῷ ἀρέσκουσα πολιτεία τῆς ψυχῆς· αἰτία δὲ πάντων τῶν κακῶν ἡ πλάνη, καὶ ἡ ἀπάτη, καὶ ἡ ἀγνωσία τοῦ Θεοῦ.

Ἡ μελέτη τοῦ καλλίστου βίου, καὶ ἡ ἐπιμέλεια τῆς ψυχῆς, τοὺς ἀγαθούς, καὶ θεοφιλεῖς ἄνδρας ἀπεργάζεται· ὁ γὰρ ζητῶν τὸν Θεόν, εὑρίσκει, νικῶν τὴν ἐπιθυμίαν ἐν ἅπασιν· εὐχῆς μὴ ἀφιστάμενος· ὁ γὰρ τοιοῦτος δαίμονας οὐ φοβεῖται.

Οἱ ταῖς βιωτικαῖς ἐλπίσιν ἐξαπατώμενοι, καὶ μέχρι λόγου τὰ τῷ καλλίστῳ βίῳ πρακτέα γινώσκοντες, ὅμοιόν τι πάσχουσι, τοῖς φάρμακα μέν, καὶ ὄργανα τὰ τῆς ἰατρικῆς χρησαμένοις· χρῆσθαι δὲ αὐτοῖς οὔτε εἰδόσιν, οὔτε φροντίζουσιν· ὅθεν πρὸς τὰ γενόμενα παρ᾽ ἡμῶν ἁμαρτήματα, μηδέποτε τὴν γένεσιν ἢ ἄλλον τινὰ αἰτιασώμεθα, ἀλλ᾽ ἑαυτούς· ἐὰν γὰρ αὐτὴ θελήσῃ ῥαθυμῆσαι ἡ ψυχή, ἀνίκητος εἶναι οὐ δύναται.

Τῷ μὴ εἰδότι διακρίνειν τί ἐστι τὸ ἀγαθόν, καὶ ποῖόν ἐστι τὸ κακόν, οὐκ ἔξεστι κρίνειν τοὺς ἀγαθοὺς καὶ κακούς· ἄνθρωπος γὰρ ὁ γνώσκων τὸν Θεόν, ἀγαθός ἐστιν· εἰ δὲ οὐκ ἔστιν ἀγαθός, οὐδὲν οἶδεν, οὐδὲ γνωσθήσεταί ποτε· τρόπος γὰρ γνώσεως Θεοῦ, τὸ ἀγαθόν ἐστίν.

Ἀγαθοί, καὶ θεοφιλεῖς ἄνδρες, παρόντας κατὰ πρόσωπον τοὺς ἀνθρώπους, περὶ τοῦ κακοῦ διαλέγχουσι· μὴ παρόντας δὲ οὐ λοιδοροῦσιν· ἀλλ᾽ οὐδὲ τοὺς ἐπιχειροῦντας λέγειν τι συγχωροῦσιν.

Ἐν ταῖς ὁμιλίαις πᾶσα τραχύτης ἀπέστω· τοὺς γὰρ λογικοὺς τῶν ἀνθρώπων, αἰδώς, καὶ σωφροσύνη πλέον τῶν παρθένων κοσμεῖν ἐπίσταται· ὁ γὰρ θεοφιλὴς νοῦς, φῶς ἐστὶ περιλάμπον τὴν ψυχήν, καθάπερ ὁ ἥλιος τὸ σῶμα.

Ἐφ᾽ ἕκαστον τῶν συμπιπτόντων σοι ψυχικῶν παθῶν, μέμνησο, ὅτι τῶν ὀρθῶς φρονούντων, καὶ θελόντων ἐν δέοντι καὶ ἀσφαλείᾳ τὰ οἰκεῖα τίθεσθαι, οὐχ ἡ φθαρτὴ τῶν χρημάτων κτῆσις ἡδεῖα αὐτοῖς νομίζεται, ἀλλ᾽ αἱ ὀρθαὶ καὶ ἀληθεῖς δόξαι· αὗται αὐτοὺς εὐδαίμονας ἀπεργάζονται· ὁ μὲν γὰρ πλοῦτος καὶ συλᾶται, καὶ ὑπὸ τῶν δυνατωτέρων ἁρπάζεται· ἡ δὲ ἀρετὴ τῆς ψυχῆς, μόνη ἐστὶ κτῆσις καὶ ἀσφαλὴς καὶ ἀσύλητὸς, καὶ μετὰ θάνατον σώζουσα τοὺς κεκτημένους αὐτήν· οὕτω γὰρ φρονοῦντας, οὐ συναρπάζουσιν αἱ φαντασίαι τοῦ πλούτου, καὶ τῶν λοιπῶν ἡδονῶν.

Οὐ πρέπει τοὺς ἀστάτους καὶ ἀπαιδεύτους ἀποπειρᾶσθαι τῶν ἐλλογίμων ἀνδρῶν, ἐλλόγιμος δέ, ὁ Θεῷ ἀρέσκων ἐστὶν ἀνήρ, ὁ τὰ πολλὰ σιωπῶν, ἢ ὀλίγα, καὶ ἀναγκαῖα, καὶ Θεῷ ἀρέσκοντα διαλεγόμενος.

Οἱ τὴν ἐνάρετον, καὶ θεοφιλῆ πολιτείαν μεταδιώκοντες, τῶν τῆς ψυχῆς ἀρετῶν ἐπιμελοῦνται, ὡς ἰδίας αὐτῶν κτήσεως, καὶ αἰωνίας τρυφῆς ὑπαρχούσης· τῶν δὲ προσκαίρων ἀπολαύουσιν ὡς ἐνδέχεται, καὶ ὡς ὁ Θεὸς δίδωσι, καὶ θέλει· μετὰ πάσης εὐφροσύνης καὶ εὐχαριστίας τὴν χρῆσιν αὐτῶν ποιούμενοι, κἂν πάνυ τύχῃ μέτρια· τὸ γὰρ πολυτελῶς ἐσθίειν, τὰ σώματα τρέφει ὡς ὑλικά· ἡ δὲ γνῶσις τοῦ Θεοῦ, καὶ ἡ ἐγκράτεια, καὶ ἡ ἀγαθότης, καὶ ἡ εὐποιία, καὶ ἡ εὐσέβεια, καὶ ἡ πραότης τὴν ψυχὴν ἀποθεοῖ.

Ὅσοι τῶν κρατούντων ἀτόποις, καὶ ψυχοβλαβέσι πράξεσιν ἐγχειρεῖν ἀναγκάζουσι, τῆς ψυχῆς αὐτεξουσίου δημιουργηθείσης, οὐ κυριεύουσι· τὸ σῶμα δεσμεύουσιν, ἀλλ᾽ οὐχὶ τὴν προαίρεσιν· ἧς ὁ λογικὸς ἄνθρωπος κύριος ὑπάρχει διὰ τὸν κτήσαντα Θεόν· ὅς ἐστιν πάσης ἐξουσίας, καὶ ἀνάγκης, καὶ πάσης δυνάμεως ἰσχυρότερος.

Οἱ δυστυχίαν νομίζοντες τὴν ἀποβολὴν τῶν χρημάτων, ἢ τέκνων, ἢ δούλων, ἢ τῆς ἄλλης ὑπάρξεως, γινωσκέτωσαν, ὅτι πρῶτον μὲν ἀρκεῖσθαι δεῖ τοῖς διδομένοις παρὰ τοῦ Θεοῦ· ὅτε δὲ χρὴ ἀποδιδόναι αὐτά, ἑτοίμως τε καὶ εὐγνωμόνως· μηδὲν χαλεπαίνοντας ὑπὲρ τῆς τούτων στερήσεως, μᾶλλον δὲ ἀποδόσεως· χρησάμενοι γὰρ τοῖς οὐκ ἰδίοις, πάλιν αὐτὰ ἀπέδωκαν.

Ἔργον χρηστοῦ ἀνθρώπου, τὸ μὴ πιπράσκειν τὴν ἐλευθέραν γνώμην, λήψει χρημάτων προσέχοντος· κἂν πάνυ πολλὰ τύχῃ τὰ παρεχόμενα· ὀνείρῳ γὰρ ἔοικε τὰ βιωτικά· καὶ ἀδήλους, καὶ ὀλιγοχρονίους ἔχει τὰς φαντασίας ὁ πλοῦτος.

Οἱ τῇ ἀληθείᾳ ἄνθρωποι, τοσοῦτον σπουδαζέτωσαν θεοφιλῶς, καὶ ἐναρέτως πολιτεύεσθαι, ὥστε διαλάμπειν αὐτῶν τὸν ἐνᾶρετον βίον μεταξὺ τῶν ἄλλων ἀνθρώπων· ὥς περ τὴν πορφύραν τὴν ἐπιβαλλομένην μικράν, τοῖς λευκοῖς τὼν ἱματίων διακοσμοῦσαν αὐτὰ ἐκλάμπειν τε, καὶ ἐπιγινῶσκεσθαι, οὕτω γὰρ ἀσφαλέστερον τῶν τῆς ψυχῆς ἀρετῶν ἐπιμελοῦνται.

Τοὺς ἔμφρονας ἀνθρώπους, χρὴ διασκοπεῖν τὴν ἑαυτῶν δύναμιν, καὶ τὴν παρασκευὴν τῆς οὔσης ἐν αὐτοῖς ψυχικῆς ἀρετῆς, καὶ οὕτω παρασκευάζεσθαι καὶ ἀντιτάσσεσθαι τοῖς ἀπαντῶσι πάθεσι, κατὰ τὴν ἑαυτῆς ὑπάρχουσαν δύναμιν, τὴν κατὰ φύσιν δωρηθεῖσαν αὐτοῖς παρὰ τοῦ Θεοῦ· ἔστι δὲ πρὸς μὲν τὸ κάλλος καὶ πᾶσαν ἐπιθυμίαν ψυχοβλαβῆ, ἡ ἐγκράτεια· πρὸς δὲ πόνους καὶ ἔνδειαν, ἡ καρτερία· πρὸς δὲ λοιδορίαν καὶ θυμόν, ἡ ἀνεξικακία· καὶ τὰ ὅμοια τούτοις.

Ἄνδρα ἀγαθόν, καὶ σοφόν, αἰφνιδίως γενέσθαι ἀμήχανον· ἀλλὰ ἐπιπόνῳ μελέτῃ, καὶ ἀναστροφῇ, καὶ πείρᾳ, καὶ χρόνῳ, καὶ ἀσκήσει, καὶ ἐπιθυμίᾳ τοῦ ἀγαθοῦ ἔργου· ὁ δὲ ἀγαθὸς καὶ θεοφιλὴς ἄνθρωπος, ὁ ἐν ἀληθείᾳ γινώσκων τὸν Θεόν, οὐ παύεται ἀφθόνως πάντα ποιῶν τὰ ἀρέσκοντα τῷ Θεῷ· σπάνιοι δὲ οἱ τοιοῦτοι ἄνδρες εὑρίσκονται.

Οὐ πρέπει τοὺς ἀφυεστέρους τῶν ἀνθρῶπων ἀπελπίζοντας ἑαυτούς, καταρραθυμεῖν τῆς θεοφιλοῦς καὶ ἐναρέτου πολιτείας, καὶ καταφρονεῖν αὐτῆς, ὡς ἀνεφίκτου, καὶ ἀκαταλήπτου αὐτοῖς, ὑπαρχούσης· ἀλλὰ χρὴ μελετᾷν αὐτοὺς τὴν δύναμιν, καὶ ἐπιμελεῖσθαι ἑαυτῶν· κἂν γὰρ μὴ δύνωνται εἰς ἄκρον κτήσασθαι κατὰ ἀρετήν, καὶ τὴν σωτηρίαν, ἐκ μελέτης, καὶ τῆς ἐπιθυμίας, ἢ βελτίονες γίνονται, ἢ οὐδὲ χείρονες· ὅπερ ἐστὶν οὐ μέτριον ὄφελος τῆς ψυχῆς.

Ὁ ἄνθρωπος, κατὰ μὲν τὸ λογικόν, ἐκείνῃ τῇ ἀρρήτῳ καὶ θείᾳ δυνάμει συνάπτεται· κατὰ δὲ τὸ σωματικόν, ἔχει τὴν συγγένειαν πρὸς τὰ ζῶα· καὶ ὀλίγοι μὲν τινές, ὅσοι τέλειοι ἄνθρωποι, καὶ λογικοὶ ὑπάρχουσι, πρὸς τὸν Θεὸν καὶ Σωτῆρα, καὶ τὴν γνώμην καὶ τὴν συγγένειαν ἔχειν σπουδάζουσι· καὶ τοῦτο διὰ τῶν ἔργων, καὶ τῆς ἐναρέτου πολιτείας ἐπιδείκνυνται· οἱ δὲ πλείονες τῶν ἀνθρώπων, οἱ ἀνόητοι τὴν ψυχήν, ἐκείνην τὴν θείαν καὶ ἀθάνατον υἱοθεσίαν καταλείψαντες, πρὸς τὴν νεκράν, καὶ ἀτύχῆ, καὶ ὀλιγοχρόνιον συγγένειαν τοῦ σώματος κλίναντες, ὡς τὰ ἄλογα φρονοῦντες τὰ τῆς σαρκός, καὶ ὑπὸ τῶν ἡδονῶν ἀναπτόμενοι, χωρίζουσιν ἑαυτοὺς τοῦ Θεοῦ· καὶ καθέλκουσι τὴν ψυχὴν ἐκ τῶν οὐρανῶν εἰς τὸ βάραθρον ἀπὸ τῶν θελημάτων αὐτῆς.

Ὁ λογικὸς ἀνήρ, τὴν πρὸς τὸ θεῖον μετουσίαν, καὶ συνάφειαν ἐνθυμούμενος, οὐδέποτε οὐδενὸς γηίνου, ἢ ταπεινοῦ ἐρασθήσεται· ἀλλ᾽ ἐπὶ τὰ οὐράνια, καὶ αἰώνια ἔχει τὸν νοῦν· καὶ γινώσκει, ὅτι ἡ τοῦ Θεοῦ θέλησις αὕτη ἐστὶ τὸ σωθῆναι τὸν ἄνθρωπον, ὡς αἰτία πάντων τῶν καλῶν, καὶ πηγὴ οὖσα τῶν αἰωνίων ἀγαθῶν τοῖς ἀνθρώποις.

Ὅταν εὕρῃς τινὰ φιλονεικοῦντα, καὶ μαχόμενον πρὸς τὴν ἀλήθειαν, καὶ τὸ φανερόν, παυσάμενος τῆς φιλονεικίας, παραχώρει τῷ τοιούτῳ ἅπαξ ἀπολιθωθέντι τὸ νοητικόν· ὥς περ γὰρ τοὺς ἐπιτηδείους τῶν οἶνων, τὸ κάκιστον ὕδωρ, ἀχρήστους ποιεῖ· τὸν αὐτὸν τρόπον καὶ τοὺς ἐναρέτους τὸν βίον καὶ τὴν γνώμην, αἱ φαῦλαι ὁμιλίαι διαφθείρουσιν.

Εἰ πάσῃ σπουδῇ, καὶ μηχανῇ χρώμεθα, πρὸς τὸ ἀποφυγεῖν τῆς σωματικῆς ἀπονεκρώσεως· πολλῷ μᾶλλον σπουδάζειν ὀφείλομεν πρὸς τὴν ἀποφυγὴν τῆς ψυχικῆς ἀπονεκρώσεως· τῷ γὰρ θέλοντι σωθῆναι οὐδέν ἐστιν ἐμπόδιον, εἰμὴ μόνον ἀμέλεια, καὶ ραθυμία ψυχῆς.

Ὅσοι δυσχεραίνουσι νοεῖν τὰ συμφέροντα, καὶ τὰ καλῶς λεγόμενα, οὗτοι κακῶς ἔχειν νομίζονται· ὅσοι δὲ νοοῦντες τὴν ἀλήθειαν, ἀναισγύντως φιλονεικοῦσι, τούτων τὸ λογιστικὸν νενέκρωται· καὶ ἐκτεθηρίωται αὐτῶν ὁ τρόπος· καὶ οὐ γνωρίζουσι τὸν Θεόν, οὐδὲ πεφώτισται αὐτῶν ἡ ψυχή.

Τὰ γένη τῶν ζώων ὁ Θεὸς ἀλλεπαλλήλῳ χρεία παρήγαγε τῷ λόγῳ αὐτοῦ· τὰ μὲν ὡς ἑσθιόμενα· τὰ δὲ ὡς ὑπηρετήσοντα· τὸν δὲ ἄνθρωπον ἐδημιούργησε θεατὴν αὐτῶν, καὶ τῶν ἔργων αὐτῶν, καὶ εὐχάριστον ἐξηγητήν· ὁθεν σπουδαζέτωσαν οἱ ἄνθρωποι, μήπως ἀθέατοι, καὶ μὴ νοήσαντες τὸν Θεόν, καὶ τὰ ἔργα αὐτοῦ, ἀποθάνωσιν, ὡς τὰ θηρία τὰ ἄλογα· γινώσκειν δὲ χρὴ τὸν ἄνθρωπον, ὅτι ὁ Θεὸς πάντα δύναται· οὐδὲν δέ ἐστι τῷ τὰ πάντα δυναμένῳ ἐναντίον· ἀλλ᾽ ἐκ τοῦ μὴ ὄντος πάντα ἃ βούλεται ἐποίησε, καὶ ποιεῖ τῷ λόγῳ αὐτοῦ εἰς σωτηρίαν ἀνθρώποις.

Τὰ ἐν οὐρανῷ, ἐστὶν ἀθάνατα, διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἀγαθότητα· τὰ δὲ ἐπὶ γῆς, ἐγένοντο θνητά, διὰ τὴν ἐνυπάρχουσαν ἐν αὐτοῖς αὐθαίρετον κακίαν, ἥτις ἐπιγίνεται τοῖς ἀνοήτοις ἐκ τῆς ραθυμίας αὐτῶν, καὶ τῆς ἀγνωσίας τοῦ Θεοῦ.

Ὁ θάνατος νοούμενος τοῖς ἀνθρώποις, ἀθανασία ἐστί· μὴ νοούμενος δὲ τοῖς ἰδιώταις, θάνατος ἐστίν καὶ τοῦτον τὸν θάνατον οὐ χρὴ φοβεῖσθαι, ἀλλὰ τὴν ἀπώλειαν τῆς ψυχῆς, ἥτις ἐστὶ ἡ ἀγνωσία τοῦ Θεοῦ· ἐκεῖνο γὰρ δεινὸν τῇ ψυχῇ ἐστιν.

Ἡ κακία, πάθος τῆς ὕλης ἐστίν· ὅθεν οὐκ ἐγχωρεῖ σῶμα δίχα κακίας γενέσθαι· ἡ δὲ λογικὴ ψυχὴ νοοῦσα τοῦτο, διασείεται τῆς ὕλης τὸ βάρος, ὅπερ ἐστὶν ἡ κακία, καὶ ἐκ τοῦ τοιούτου βάρους ἀνανεύουσα, γινώσκει τὸν Θεὸν τῶν ὅλων, καὶ ὥς περ ἐχθρῷ καὶ πολεμίῳ προσέχει τῷ σώματι, μὴ πειθομένη αὐτῷ· καὶ οὕτω στεφανοῦται ἀπὸ Θεοῦ ἡ ψυχή, ὡς τὰ πάθη τῆς κακίας, καὶ τῆς ὕλης νικήσασα.

Ἡ κακία γνωσθεῖσα ὑπὸ τῆς ψυχῆς, μισεῖσαι ὡς θηρίον δυσωδέστατον· ἀγνοηθεῖσα δέ, φιλεῖται ὑπὸ τοῦ ἀγνοοῦντος αὐτήν· καὶ ἔχει αὐτὸν αἰχμάλωτον, δουλαγωγοῦσα τὸν ἑαυτῆς ἐραστήν· καὶ ὁ κακοδαίμων καὶ ἄθλιος, οὔτε ὁρᾷ τὸ συμφέρον αὐτῷ, οὔτε νοεῖ, ἀλλὰ νομίζει κοσμεῖσθαι ὑπὸ τῆς κακίας, καὶ ἀγάλλεται.

Ἡ καθαρὰ ψυχή, ἀγαθὴ ὑπάρχουσα, φωτίζεται, καὶ καταλάμπεται ὑπὸ τοῦ Θεοῦ· καὶ τότε ὁ νοῦς ἀγαθὰ νοεῖ, καὶ λόγους θεοφιλεῖς γεννᾷ· ὅταν δὲ ὑπὸ τῆς κακίας βορβορωθῇ ἡ ψυχή, τοῦ Θεοῦ ἀποστρεφομένου αὐτήν, μᾶλλον δὲ τῆς ψυχῆς χωριζούσης ἑαυτὴν ἀπὸ τοῦ Θεοῦ, πονηροὶ δαίμονες ἐπεισελθόντες τῷ λογισμῷ, τὰς ἀνοσίας πράξεις ὑποβάλλουσι τῇ ψυχῇ, μοιχείας, φόνους, ἁρπαγάς, ἱεροσυλίας, καὶ τὰ ὅμοια, ὅσα ἔργα δαιμόνων ἐστί.

Οἱ γινώσκοντες τὸν Θεόν, πληροῦνται πάσης ἀγαθῆς εὐνοίας, καὶ τῶν οὐρανίων ἐπιθυμοῦντες, τῶν βιωτικῶν καταφρονοῦσιν· οἱ δὲ τοιοῦτοι, οὔτε πολλοῖς ἀρέσκουσιν, οὔτε πολλοῖς ἀρέσκονται· ὡς ἐκ τούτου μὴ μόνον μισεῖσθαι αὐτούς, ἀλλὰ καὶ καταγελᾶσθαι παρὰ τοῖς πολλοῖς τῶν ἀνοήτων· πάντα δὲ πάσχειν ὑπὸ ἐνδείας ἀνέχονται, γινώσκοντες, ὅτι τὰ φαινόμενα τοῖς πολλοῖς κακά, ἐκείνοις ἀγαθά ἐστιν· ὁ γὰρ νοῶν τὰ οὐράνια, πιστεύει τῷ Θεῷ, γινώσκων ὅτι πάντα ποιήματα ἐστὶ τῆς ἐκείνου θελήσεως· ὁ δὲ μὴ νοῶν, οὐ πιστεύει ποτὲ ὅτι ὁ κόσμος ἐργον ἐστὶ τοῦ Θεοῦ, καὶ διὰ σωτηρίαν ἀνθρώπου ἐγένετο.

Οἱ τῆς κακίας πεπληρωμένοι, καὶ τῇ ἀγνωσίᾳ μεθύοντες, οὐ γινώσκουσι τὸν Θεον· οὐδὲ γὰρ νήφουσι τῇ ψυχῇ· ὁ δὲ Θεὸς νοητός· καὶ οὐχ ὁρατὸς μέν, φανερώτατος δὲ τοῖς ὁρατοῖς, ὡς περ ψυχὴ ἐν τῷ σώματι· εἰ δὲ σῶμα χωρὶς ψυχῆς ἀδύνατον συστῆναι, οὕτω καὶ πάντα τὰ ὁρώμενα, καὶ ὄντα, χωρὶς Θεοῦ συστῆναι ἀδύνατον.

Διατὶ ἐγένετο ὁ ἄνθρωπος; ἵνα τὰ ποιήματα τοῦ Θεοῦ κατανοῶν, θεάσηται αὐτόν, καὶ δοξάσῃ τὸν κτίσαντα αὐτὰ διὰ τὸν ἄνθρωπον· ὁ δὲ νοῦς ὁ τῷ Θεῷ ἐπέραστος, ἀόρατόν ἐστιν ἀγαθόν, ὑπὸ Θεοῦ τοῖς ἀξίοις δωρούμενος διὰ χρηστῆς πολιτείας.

Ἐλεύθερός ἐστιν, ὁ μὴ δουλεύων ταῖς ἡδοναῖς, ἀλλ᾽ ἐκ φρονήσεως καὶ σωφροσύνης κυριεύων τοῦ σώματος, καὶ ἀρκούμενος μετὰ πολλῆς εὐχαριστίας τοῖς διδομένοις αὐτῷ παρὰ Θεοῦ, κᾶν πάνυ τύχῃ μέτρια· ὁ γὰρ θεοφιλὴς νοῦς, καὶ ἡ ψυχή, ἐὰν συμφωνήσωσιν, εἰρηνεύει ὅλον τὸ σῶμα, καὶ μὴ βουλόμενον· τῆς γὰρ ψυχῆς θελούσης, πᾶσα σωματικὴ κίνησις ἀποσβέννυται.

Οἱ μὴ ἀγαπῶντες τὰ παρόντα αὐτοῖς εἰς ὕπαρξιν, ἀλλὰ πλειόνων ὀρεγόμενοι, δουλοῦσιν ἑαυτοὺς τοῖς πάθεσι τοῖς ταράττουσι τὴν ψυχήν, καὶ ἐπιβάλλουσιν αὐτῇ λογισμούς, καὶ φαντασίας, ὅτι τὰ αὐτὰ κακά ἐστι· καὶ ὥς περ οἱ ὑπὲρ τὸ μέτρον χιτῶνες, τοὺς ἀγωνιζομένους εἰς τὸν δρόμον ἐμποδίζουσι· τὸν αὐτὸν τρόπον καὶ ἡ ὄρεξις τῆς ὑπὲρ τὸ μέτρον περιουσίας, τὰς ψυχὰς ἀγωνίζεσθαι, ἢ σωθῆναι οὐ συγχωρεῖ.

Ἐν ᾧ τις ἄκων, καὶ μὴ θέλων ἑστί, τούτῳ φυλακὴ ἐστὶν αὐτῷ καὶ τιμωρία· στέργε τοίνυν τὰ παρόντα σοι, ἵνα μὴ ἀχαρίστως φέρων, σεαυτὸν τιμωρήσῃ μὴ αἰσθανόμενος· μία δὲ ὁδός ἐστι πρὸς τοῦτο, ἡ τῶν βιωτικῶν καταφρόνησις.

Ὥς περ τὸ ὁρατικὸν ἔχομεν παρὰ τοῦ Θεοῦ εἰς τὸ γνωρίζειν τὰ φαινόμενα· τί μὲν τὸ λευκόν, ποῖον δὲ τὸ χρῶμα τοῦ μέλανος· οὕτω καὶ τὸ λογικὸν δεδώρηται ἡμῖν παρὰ τοῦ Θεοῦ, εἰς τὸ διακρίνειν τὰ συμφέροντα τῇ ψυχῇ· ἐπιθυμία δέ, λογισμοῦ ἀποσπωμένη, ἡδονὴν γεννᾷ· καὶ τὴν ψυχὴν σωθῆναι, ἢ τῷ Θεῷ συναφθῆναι οὐ συγχωρεῖ.

Οὐ τὰ γινόμενα κατὰ φύσιν ἐστὶν ἁμαρτήματα, ἀλλὰ τὰ κατὰ προαίρεσιν, πονηρά· οὐδὲ τὸ ἐσθίειν ἐστὶν ἁμαρτία, ἀλλὰ τὸ μὴ εὐχαρίστως, καὶ κοσμίως, καὶ ἐγκρατῶς ἐσθίειν· διὰ τὸ ἑστήκειν τὸ σῶμα ἐν τῇ ζωῇ δίχα πάσης πονηρᾶς ἐπινοίας· ἀλλ᾽ οὐδὲ τὸ ἁγνῶς ὁρᾶν, ἐστὶν ἁμαρτία, ἀλλὰ τὸ φθονερῶς, καὶ ὑπερηφάνως, καὶ ἀπλήστως ὁρᾶν· καὶ τὸ μὴ ἀκούειν εἰρηνικῶς; ἀλλ᾽ ὀργίλως· καὶ τὸ μὴ χαλιναγωγεῖν τὴν γλῶσσαν εἰς εὐχαριστίαν, καὶ προσευχήν, ἀλλ᾽ εἰς τὸ καταλαλεῖν· καὶ τὸ μὴ ἐργάζεσθαι τὰς χεῖρας εἰς ἐλεημοσύνην, ἀλλ᾽ εἰς φόνους καὶ ἁρπαγάς· καὶ οὕτως ἕκαστον τῶν μελῶν ἁμαρτάνει, τὰ πονηρὰ ἀντὶ ἀγαθῶν, παρὰ τὸ θέλημα τοῦ Θεοῦ αὐτοπροαιρέτως ἐργαζόμενον.

Εἰ ἀμφιβόλως ἔχεις, ὅτι ἕκαστον τῶν πραττομένων ἐφορᾶται ὑπὸ τοῦ Θεοῦ, σκόπησον, ὅτι ἄνθρωπος ὢν καὶ χοῦς, δύνασαι ἅμα καὶ ἐν ταὐτῷ περὶ παντοίων τόπων σκοπεῖν, καὶ ἐννοεῖν, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τὰ πάντα ὁρῶν, ὡς κόκκον σινάπεως· ὁ τὰ πάντα ζωογονῶν καὶ τρέφων, ὡς βούλεται;

Ὅταν κλείσῃς τὰς θύρας τοῦ οἰκήματος, καὶ μόνος ὑπάρχῃς, γίνωσκε, ὅτι συμπαρέστί σοι ὁ ὑπὸ τοῦ Θεοῦ ἀφορισθεῖς ἑκάστῳ ἀνθρώπῳ ἄγγελος· ὃν οἱ ἔλληνες οἰκεῖον δαίμονα καλοῦσιν· οὗτος ἀκοίμητος, καὶ ἀπαραλόγιστος ὑπάρχων, ἀεὶ συμπάρεστί σοι· πάντα βλέπων, καὶ ὑπὸ σκότους μὴ ἐμποδιζόμενος· μετὰ τούτου καὶ τὸν Θεὸν ἐν παντὶ τόπῳ ὑπάρχοντα· οὐδὲ γὰρ ἐστι τόπος, ἢ ὕλη τις, ἐν ᾗ μὴ ἐστὶν ὁ Θεός, ὡς πάντων μείζων, καὶ πάντας ἐμπεριέχων ἐν τῇ χειρὶ αὐτοῦ.

Εἰ οἱ στρατιῶται τῷ Καίσαρι πίστιν φυλάττουσι, διὰ τὸ χορηγεῖσθαι παρ᾽ αὐτοῦ τὰς τροφάς, πόσῳ μᾶλλον σπουδάζειν ὀφειλομεν εὐχαριστεῖν ἀδιαλείπτως ἀσιγήτοις στόμασι, καὶ ἀρέσκειν τῷ Θεῷ τῷ πάντα κτίσαντι διὰ τὸν ἄνθρωπον;

Ἡ πρὸς τὸν Θεὸν εὐγνωμοσύνη, καὶ ἡ χρηστὴ πολιτεία, ἀνθρώπου καρπός ἐστιν, ἀρέσκων τῷ Θεῷ· οἱ δὲ καρποὶ τῆς γῆς, οὐκ ἐν μιᾷ ὥρᾳ τελεσφοροῦνται, ἀλλὰ χρόνῳ, καὶ ὑετοὶς, καὶ ἐπιμελείᾳ· τὸν αὐτὸν τρόπον καὶ οἱ καρποὶ τῶν ἀνθρώπων, ἀσκήσει, καὶ μελέτῃ, καὶ χρόνῳ, καὶ καρτερίᾳ, καὶ ἐγκρατείᾳ καὶ ὑπομονῇ λαμπρύνονται· ἐὰν δὲ διὰ τούτων δόξῃς ποτὲ εἰναί τισιν εὐλαβὴς, ἀπίστει σεαυτῷ, μέχρις ἂν ἧς ἐν τῷ σώματι, καὶ μηδὲν δόκει τῶν σῶν ἀρέσκειν τῷ Θεῷ· ἴσθι γὰρ, ὅτι οὐ ράδιόν ἐστιν ἀνθρώπῳ, ἕως τέλους φυλᾶξαι τὸ ἀναμάρτητον.

Λόγου παρὰ ἀνθρώποις οὐδὲν τιμιώτερον· οὕτω δυνατὸς ἐστιν ὁ λόγος, ὅτι λόγῳ, καὶ εὐχαριστίᾳ τὸν Θεὸν θεραπεύομεν· ἀχρήστῳ δέ, ἢ δυσφήμῳ λόγῳ χρώμενοι, κατακρίνομεν ἡμῶν τὴν ψυχήν· ἀναισθήτου τοίνυν ἀνθρώπου ἐστὶν ἔργον, τὸ τῇ γενέσει ἑαυτοῦ, ἢ ἄλλῳ τινὶ ἐγκαλεῖν, ἐφ᾽ οἷς ἁμαρτάνει· ἢ λόγῳ, ἢ ἔργῳ πονηρῷ αὐτεξουσίως χρώμενος.

Εἰ τὰ πάθη τοῦ σώματος θεραπεύειν σπουδάζομεν, διὰ τὸ καταγέλαστον τῶν ἐντυγχανόντων, πολλῷ μᾶλλον πᾶσα ἀνάγκη τὰ πάθη τῆς ψυχῆς θεραπεύειν σπουδάζωμεν· ὡς κατὰ πρόσωπον Θεοῦ, μέλλοντες κρίνεσθαι· ἵνα μὴ ἄτιμοι εὑρεθῶμεν, ἢ καταγέλαστοι· ἔχοντες γὰρ τὸ αὐτεξούσιον, ἐὰν θελήσωμεν, ἐπιθυμοῦντες τῶν πονηρῶν πράξεων, μὴ ἐπιτυγχάνειν αὐτῶν, τοῦτο δυνάμεθα, καὶ ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ ἐστί, τὸ τῷ Θεῷ ἀρεσκόντως βιῶσαι· καὶ οὐδεὶς ἡμᾶς ἀναγκάσει ποτέ, μὴ θέλοντας πρᾶξαί τι πονηρόν· οὕτω γὰρ ἀγωνιζόμενοι, ἐσόμεθα ἄξιοι τοῦ Θεοῦ ἄνθρωποι· καὶ ὡς Ἀγγελοι ἐν οὐρανοῖς διαιτώμενοι.

Ἐὰν θέλῃς, δοῦλος εἶ τῶν παθῶν· ἐὰν θέλῃς, ἐλεύθερος εἶ· καὶ οὐχ ὑποκλινεῖς τοῖς πάθεσιν· ὁ γὰρ Θεὸς αὐτεξούσιον σε ἐποίησε· καὶ ὁ νικῶν τὰ πάθη τῆς σαρκός, στεφανοῦται τῇ ἀφθαρσία· εἰμὴ γὰρ ἦσαν τὰ πάθη, οὐκ ἂν ἦσαν αἱ ἀρεταί· οὔτε στέφανοι οἱ ὑπὸ τοῦ Θεοῦ τοῖς ἀξίοις τῶν ἀνθρώπων δωρούμενοι.

Οἱ μὴ ὁρῶντες τὸ συμφέρον αὐτοῖς, καὶ τὸ ἀγαθὸν γνωρίζοντες, τυφλώττουσι τὴν ψυχήν· καὶ τὸ διακριτικὸν ἐκπεπώρωται· ὅθεν τούτοις οὐ χρὴ προσέχειν τὸν νοῦν, ἵνα μὴ τοῖς αὐτοῖς ἐξ ἀνάγκης. περιπέσωμεν καὶ ἡμεῖς ἀπρονοήτως, ὡς τυφλοί.

Ἐπὶ τοῖς ἁμαρτάνουσιν, οὐ χρὴ ὀργίζεσθαι, κἂν ἐγκλήματα ᾖ τὰ δρώμενα παρ᾽ αὐτῶν, κολάσεως ἄξια· ἀλλὰ τοὺς μὲν πταίοντας, διὰ τὸ δίκαιον αὐτό, ἐπιστρέφειν ὀφείλομεν· καὶ κολάζειν εἰ οὕτω τύχοι, εἴτε δι᾽ ἑαυτῶν, εἴτε δι᾽ ἑτέρων· ὀργίζεσθαι δέ, ἢ θυμοῦσθαι οὐ χρή· διότι ἡ ὀργὴ κατὰ πάθος ποιεῖ μόνον, καὶ οὐ κατὰ κρίσιν, καὶ τοδίκαιον· ὅθεν οὐδὲ τοὺς παρὰ δέον ἐλεοῦντας ἀποδέχεσθαι χρή· διὰ δὲ τὸ καλὸν αὐτό, καὶ τὸ δίκαιον, χρὴ τιμωρεῖσθαι τοὺς πονηρούς, καὶ οὐχὶ διὰ τὸ οἰκεῖον πάθος τῆς ὀργῆς.

Ἡ κτῆσις τῆς ψυχῆς μόνη, ὑπάρχει ἀσφαλής, καὶ ἀσύλητος· ἔστι δέ, ἡ ἐνάρετος καὶ Θεῷ ἀρέσκουσα πολιτεία, καὶ γνῶσις, καὶ ἡ πρᾶξις τῶν ἀγαθῶν ἔργων· ὁ γὰρ πλοῦτος, τυφλός ἐστιν ὁδηγός, καὶ σύμβουλος ἀνόητος· καὶ ἀπόλλυσι τὴν ἀναίσθητον ψυχήν, ὁ κακῶς καὶ τρυφηλῶς τῷ πλούτῳ χρησάμενος.

Χρὴ τοὺς ἀνθρώπους, ἢ μηδὲν περισσὸν κεκτῆσθαι, ἢ ἔχοντας, οὕτω γινώσκειν ἀσφαλῶς, ὅτι τὰ ἐν τῷ βίῳ πάντα, κατὰ φύσιν φθαρτά, καὶ εὐαφαίρετά εἰσι, καὶ ἀπόβλητα, καὶ κλαστά, καὶ πρὸς τὰ συμβαίνοντα ὁλιγωρεῖν οὐκ ὀφείλουσι.

Τὰς σωματικὰς ἀλγηδόνας, γίνωσκε, φυσικῶς τοῦ σώματος ἰδίας ὑπαρχούσας, ὡς φθαρτοῦ καὶ ὑλικοῦ· χρὴ οὖν ἐπὶ τῶν τοιούτων παθῶν, καρτερίαν, καὶ ὑπομονὴν εὐχαρίστως προβαλέσθαι τὴν πεπαιδευμένην ψυχήν, καὶ μὴ μέμφεσθαι τῷ Θεῷ διατὶ σῶμα ἐποίησεν.

Οἱ ἐν τοῖς Ὁλυμπίοις ἀγωνιζόμενοι, οὐκ ἐπί τῇ τοῦ ἑνός, ἢ δευτέρου, ἢ τρίτου, νίκῃ στεφανοῦνται· ἀλλ᾽ ὅταν πάντας τοὺς ἀγωνιζομένους αὐτοῖς νικήσωσιν· οὕτω τοίνυν χρὴ, ἕκαστον θέλοντα ὑπὸ τοῦ Θεοῦ στεφανωθῆναι, γυμνάζειν τὴν αὐτοῦ ψυχὴν ἐπὶ τὸ σωφρονεῖν· οὐ μόνον περὶ τὰ σωματικά, ἀλλὰ καὶ περὶ κέρδη, καὶ ἀρπαγάς, καὶ φθόνον, καὶ πέρὶ τροφάς, καὶ κενὰς δόξας, καὶ λοιδορίας, καὶ θανάτους, καὶ ὅσα τοιαῦτά ἐστιν

Μὴ διὰ τὸν ἀνθρώπινον ἔπαιναν, τὴν χρηστὴν καὶ θεοφιλῆ πολιτείαν ἐπιτηδεύσωμεν· ἀλλὰ διὰ σωτηρίαν τῆς ψυχῆς, τὴν ἐνάρετον ζωὴν ἐπελεξώμεθα· ὁ γὰρ θάνατος καθ᾽ ἡμέραν ἐστὶ πρὸ τῶν ὀφθαμῶν ἡμῶν βλεπόμενος· καὶ τὰ ἀνθρώπινα ἄδηλα.

Ἐν τῇ· ἡμετέρᾳ ἐξουσίᾳ ἐστί, τὸ σωφρόνως βιῶσαι· τὸ δὲ πλουτῆσαι, οὐκ ἔστιν ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ· τί οὖν; δεῖ κατακρίνειν τὴν ἡμῶν ψυχὴν διὰ φαντασίαν πλούτου ὀλιγοχρόνιον, ἦν κτήσασθαι ἐξουσίαν οὐκ ἔχομεν; ἀλλ᾽ ἐπιθυμοῦντες τοῦ πλούτου μόνον; ὦ τί ἀνοήτως τρέχομεν, ἀγνοοῦντες ὅτι πρὸ πασῶν τῶν ἀρετῶν ἐστὶν ἡ ταπεινοφροσύνη, ὥσπερ καὶ πρὸ πάντων τῶν παθῶν ἐστὶν ἡ γαστριμαργίᾳ, καὶ ἐπιθυμίᾳ τῶν βιωτικῶν.

Μεμνῆσθαι δεῖ ἀδιαλείπτως τοὺς ἔμφρονας, ὅτι μικρῶν, καὶ ὀλιγόχρονίων πόνων ἀνεχόμενοι ἐν τῷ βίῳ, μεγίστης ἡδονῆς καὶ τρυφῆς αἰωνίου ἀπολαύομεν ἄνθρωποι μετὰ θάνατον, ὅθεν ὁ παλαίων τοῖς πάθεσι, καὶ θέλων στεφανωθῆναι ὑπὸ τοῦ Θεοῦ, ἐὰν πέσῃ, μὴ μικροψυχήσῃ, καὶ μείνῃ ἐν τῷ πτώματι, ἀπελπίζων ἑαυτοῦ· ἀλλ᾽ ἀναστὰς πάλιν παλαίσῃ, καὶ φροντίσῃ στεφανωθῆναι· ἕως ἐσχάτης ἀναπνοῆς, ἐγειρόμενος ἐκ τοῦ συμβαίνοντος πτώματος· οἱ γὰρ σωματικοὶ κόποι, ὅπλα εἰσὶ τῶν ἀρετῶν, καὶ σωτήριοι γίνονται τῆς ψυχῆς.

Λἱ βιωτικαὶ περιστάσεις, τοὺς ἄνδρας, καὶ τοὺς ἀθλητὰς τοὺς ἀξίους, στεφανωθῆναι ὑπὸ τοῦ Θεοῦ ποιοῦσι· νεκρῶσαι οὖν δεῖ ἐν τῇ ζωῇ αὐτῶν τὰ μέλη ἀπὸ τῶν βιωτικῶν πάντων· ὁ γὰρ νεκρός, οὐδέποτε φροντίσει περί τινος βιωτικοῦ.

Οὐ πρέπει τὴν λογικὴν καὶ ἀθλοῦσαν ψυχήν, εὐθέως καταπτήσσειν, καὶ δειλιᾶν πρὸς τὰ συμβαίνοντα πάθη, ἵνα μὴ καταγελασθῇ ὡς δειλή· ὑπὸ γὰρ τῶν βιωτικῶν φαντασιῶν ταρασσομένη, ἐξίσταται τοῦ πρέποντος ἡ ψυχή· τῶν γὰρ αἰωνίων ἀγαθῶν ἡγοῦνται αἱ ψυχικαὶ ἀρεταὶ ἡμῶν· τῶν δὲ κολάσεων αἴτιοι γίνονται αἱ αὐθαίρετοι κακίαι τῶν ἀνθρώπων.

Ὁ μὲν λογικὸς ἄνθρωπος, ὑπὸ τῶν ἐν αὐτῷ λογικῶν αἰσθήσεων, διὰ τῶν παθῶν τῆς ψυχῆς, πολεμεῖται· εἰσὶ δὲ αἱ μὲν τοῦ σώματος αἰσθήσεις πέντε· ὅρασις, ὄσφρησις, ἀκοὴ, γεῦσις, καὶ ἁφή· διὰ τῶν πέντε τούτων αἰσθήσεων, τοῖς τέσσαρσι πάθεσι τοῖς ἰδίοις ὑποπίπτουσα, αἰγμαλωτεύεται ἡ ἀθλία ψυχή· εἰσὶ δὲ τὰ τέσσαρα πάθη τῆς ψυχῆς, κενοδοξία, χαρά, θυμός, καὶ δειλία· ὅταν τοίνυν διὰ φρονήσεως, καὶ τοῦ ἐπιλογισμοῦ, καλῶς στρατηγήσας ὁ ἄνθρωπος κατακρατήσῃ, καὶ νικήσῃ τὰ πάθη, οὐκ ἔτι πολεμεῖται· ἀλλ᾽ εἰρηνεύει τῇ ψυχῇ, καὶ στεφανοῦται ὑπὸ τοῦ Θεοῦ ὡς νικήσας.

Τῶν ἐν τοῖς πανδοχείοις εὐρισκομένων, τινὲς αὐτῶν κλίνας λαμβάνουσιν· ἄλλοι δὲ κλίνην οὐκ ἔχοντες, ἀλλ᾽ ἐπὶ τοῦ ἐδάφους καθεύδοντες, οὐδὲν ἦττον, ὥσπερ οἱ ἐπὶ τῆς κλίνης κοιμώμενοι ῥέγχουσι· καὶ τὸ μέτρον τῆς νυκτὸς ἀναμείναντες, ἕωθεν τὰς κλίνας καταλείψαντες τοῦ πανδοχείου, κοινῇ πάντες, ἐξέρχονται, τὰ ἴδια μόνα βαστάζοντες· τὸν αὐτὸν τρόπον, καὶ οἱ ἐν τῷ βίῳ ἐρχόμενοι ἅπαντες, καὶ οἱ μετρίως ζήσαντες, καὶ οἱ ἐν δόξῃ καὶ πλούτῳ βιῶσαντες, ὥσπερ ἐκ πανδοχείου τοῦ βίου ἐξέρχονται· μηδὲν τῆς ἐκ τοῦ βίου τρυφῆς, καὶ τοῦ πλούτου λαμβάνοντες μεθ᾽ ἑαυτῶν, εἰμὴ μόνα τὰ ἴδια ἔργα, ἢ καλὰ ἢ κακά, τὰ πραχθέντα αὐτοῖς ἐν τῇ ζωῇ αὐτῶν.

Ἐν ὑπερεχούσῃ ἐξουσίᾳ ὑπάρχων, μὴ εὐχερῶς τινί, θανάτῳ ἀπειλήσῃς· γινώσκων, ὅτι κατὰ τὴν φύσιν καὶ σὺ θανάτῳ ὑπόκεισαι, καὶ ὥσπερ τελευταῖον χιτῶνα ἡ ψυχὴ τὸ σῶμα ἀποδύεται· τοῦτο σαφῶς ἐπιστάμενος, πραότητα ἄσκησον, καὶ εὖ ποιῶν εὐχαρίστει διαπαντὸς τῷ Θεῷ· ὁ γὰρ μὴ οἰκτείρων, οὐκ ἔχει ἀρετὴν ἐν ἑαυτῷ.

Τὸν θάνατον διαφυγεῖν, ἐστὶν ἀδύνατον, καὶ ἀμήχανον· ὅπερ γινώσκοντες, οἱ κατὰ ἀλήθειαν λογικοὶ ἄνθρωποι, καὶ γεγυμνασμένοι ταῖς ἀρεταῖς, καὶ τῷ θεοφιλεῖ λογισμῷ, δέχονται τὸν θάνατον δίχα στεναγμῶν, καὶ φόβου, καὶ πένθους· τὸ ἀπαραίτητον αὐτοῦ, καὶ τὴν ἀπαλλαγὴν τῶν ἐν τῷ βίῳ κακῶν ἐνθυμούμενοι.

Τοὺς ἐπιλελησμένους τῆς χρηστῆς πολιτείας, καὶ Θεῷ ἀρεσκούσης· καὶ τὰ ὀρθὰ καὶ θεοφιλῆ δόγματα μὴ φρονοῦντας, μισεῖν μὲν οὐ χρή, ἐλεεῖν δὲ μᾶλλον ὡς πηρεὺς 2τοῦ διακριτικοῦ, καὶ τυφλοὺς τὴν καρδίαν καὶ τὴν διάνοιαν· τὸ γὰρ κακὸν ὡς καλὸν ὑποδεξάμενοι, ὑπὸ ἀγνοίας ἀπόλλυνται· καὶ οὐ γνωρίζουσι τὸν Θεὸν οἱ τρισάθλιοι, καὶ ἀνόητοι τὴν ψυχήν.

Τοὺς περὶ εὐσεβείας καὶ εὐζωίας λόγους πρὸς τοὺς πολλοὺς ὁμιλεῖν παραιτοῦ· οὐ διὰ φθόνον λέγω, ἀλλ᾽ ὅτι τοῖς ἀλογίστοις καταγέλαστος, οἶμαι, δόξεις· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ χαίρει· οἱ δὲ τοιοῦτοι λόγοι ὀλίγους ἔχουσι τοὺς ἀκροατάς· τάχα δὲ πάνυ σπανίους· βέλτιον δὲ τὸ μὴ λαλεῖν, ὅτι μή, ὃ θέλει ὁ Θεὸς πρὸς σωτηρίαν ἀνθρώπου.

Ἡ ψυχὴ συμπάσχει τῷ σώματι· τὸ δὲ σῶμα οὖ συμπάσχει τῇ ψυχῇ· ὡς οἷον τοῦ σώματος τεμνομένου, συμπάσχει καὶ ἡ ψυχή· ἐῤῥωμένου τε καὶ ὑγιαίνοντος τοῦ σώματος, τὰ πάθη τῆς ψυχῆς συνήδεται· τῆς δὲ ψυχῆς διανοουμένης, οὖκ ἔτι διανοετῖαι τὸ σῶμα· μένει δὲ καθ᾽ ἑαυτὸ καταλελειμμένον· τὸ γὰρ διανοεῖσθαι πάθος ἐστὶ ψυχῆς· ὥς περ καὶ ἡ ἄγνοια, καὶ ἡ ὑπερηφανία, καὶ ἡ ἀπιστία, καὶ ἡ πλεονεξία, καὶ τὸ μῖσος, καὶ ὁ φθόνος, καὶ ἡ ὀργή, καὶ ἡ ὀλιγωρία, καὶ ἡ κενοδοξία, καὶ ἡ τιμή, καὶ ἡ διχόνοια, καὶ ἡ αἴσθησις τοῦ ἀγαθοῦ· τὰ γὰρ τοιαῦτα διὰ τῆς ψυχῆς ἐνεργεῖται.

Ἐννοῶν τὰ περὶ Θεοῦ, εὐσεβὴς ἔσο· ἄφθονος, ἀγαθός, σώφρων, πρᾷος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος, καὶ τὰ ὅμοια· αὕτη γὰρ ἐστὶν ἡ ἀσύλητος κτῆσις τῆς ψυχῆς, τὸ ἀρέσκειν τῷ Θεῷ διὰ τῶν τοιούτων· καὶ τὸ μηδένα κρίνειν, ἢ λέγειν περὶ μηδενός, ὅτι ὁ δεῖνα κακός ἐστι, καὶ ἥμαρτεν· ἀλλὰ βέλτιον ἐστὶ τὰ ἑαυτοῦ κακὰ ζητεῖν, καὶ σκοπεῖν καθ᾽ ἑαυτὸν τὴν ἑαυτοῦ πολιτείαν, εἰ ἔστιν ἀρέσκουσα τῷ Θεῷ· τί γὰρ ἡμῖν μέλει, ἐὰν ἄλλος ἐστὶ πονηρός;

Ὁ τῇ ἀληθείᾳ ἄνθρωπος, σπουδάζει εὐσεβὴς εἶναι· εὐσεβὴς δὲ ἐστίν, ὁ τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶν· ἀλλότρια δέ ἐστι τοῦ ἀνθρώπου, πάντα τὰ κτιστά· πάντων τοίνυν καταφρονεῖ, ὡς εἰκὼν τοῦ Θεοῦ· εἰκὼν δὲ Θεοῦ γίνεται ἄνθρωπος, ὅταν ὀρθῶς, καὶ ἀρεσκόντως Θεῷ πολιτεύεται· ἄλλως δὲ οὐχ οἷόν τε τοῦτο γενέσθαι, ἐὰν μὴ ἀποστῇ ἄνθρωπος τῶν βιωτικῶν· ὁ δὲ νοῦν ἔχων θεοφιλῆ, πᾶσαν ψυχικὴν ὠφέλειαν, καὶ πᾶσαν εὐλάβειαν ἐξ αὐτοῦ γενομένην ἐπίσταται· ὁ θεοφιλὴς ἀνὴρ οὐδένα ἄλλον μέμφεται, ἐφ᾽ οἷς αὐτὸς ἁμαρτάνει· τοῦτο δέ, σωζομένης ψυχῆς ἐστὶ σημεῖον.

Ὅσοι τὴν πρόσκαιρον κτῆσιν βιαίως ἔχειν σπουδάζουσι, καὶ τὴν ὄρεξιν τῶν ἔργων τῆς κακίας ἀγαπῶσιν, ἀγνοοῦντες τὸν θάνατον, καὶ τὴν ἀπώλειαν τὴς ἰδίας ψυχῆς, καὶ οὐ σκοποῦσιν οἱ ἄθλιοι τὸ συμφέρον αὐτοῖς· οὐ λογίζονται τί πάσχουσι μετὰ θάνατον ὑπὸ τῆς κακίας οἱ ἄνθρωποι.

Ἡ κακία, πάθος τῆς ὕλης ἐστί· τῆς δὲ κακίας ἀναίτιος ὁ Θεός· γνῶσιν δέ, καὶ ἐπιστήμην, καὶ τὸ διακριτικὸν τοῦ ἀγαθοῦ τε καὶ κακοῦ, καὶ τὸ αὐτεξούσιον παρέσχε τοῖς ἀνθρώποις· ἡ δὲ τίκτουσα τὰ πάθη τῆς κακίας, ἐστὶν ἡ ἀμέλεια, καὶ ἡ ῥαθυμία τῶν ἀνθρώπων· ἀναίτιος γὰρ παντάπασίν ἐστιν ὁ Θεός· αἱρέσει δὲ γνώμης οἱ δαίμονες γεγένηνται πονηροί· ὥς περ καὶ τῶν ἀνθρώπων οἱ πλεῖστοι.

Ὁ τῇ εὐσεβείᾳ συζῶν ἄνθρωπος, τὴν κακίαν παρεισδύναι τῇ ψυχῇ, οὐ συγχωρεῖ· κακίας δὲ ἀπούσης, τὸ ἀκίνδυνον, καὶ ἁβλαβὲς ὑπάρχει τῇ ψυχῇ· τῶν γὰρ τοιούτων, οὔτε δαίμων σκαιός, οὔτε εἱμαρμένη κρατεῖ· ὁ γὰρ Θεὸς ῥύεται αὐτοὺς τῶν κακῶν, καὶ ζῶσιν ἀβλαβεῖς φνλαττόμενοι ἰσόθεοι· κἂν τις τὸν τοιοῦτον ἄνδρα ἐπαινέση, καταγελᾶ παρ᾽ ἑαυτῷ τοὺς ἐπαινοῦντας αὐτόν· κᾶν ψέγῃ, οὐκ ἀπολογεῖται πρὸς τοὺς λοιδοροῦντας· οὐδὲ γὰρ ἁγανακτεῖ πρὸς τὰ λεγόμενα παρ᾽ αὐτοῦ.

Τὸ κακὸν τῇ φύσει παρέπεται, ὥς περ ὁ ἰὸς τῷ χαλκῷ, καὶ ὁ ῥύπος τῷ σώματι· ἀλλ᾽ οὔτε τὸν ἰὸν ὁ χαλκουργὸς ἐποίησεν, οὔτε τὸν ῥύπον οἱ γεννήσαντες· οὕτως οὐδὲ τὴν κακίαν ὁ Θεὸς ἐποίησε· δέδωκε δὲ καὶ γνῶσιν, καὶ διάκρισιν τῷ ἀνθρώπῳ, ἵνα φύγῇ τὸ κακόν, ὡς εἰδώς, ὅτι βλάπτεται παρ᾽ αὐτοῦ καὶ κολάζεται· ὅρα οὖν ἀσφαλῶς, μήποτε ἰδὼν εὐδαιμονοῦντά τινα, ἐν δυναστείᾳ, καὶ πλούτῳ μακαρίσῃς αὐτόν, φαντασθεὶς ὑπὸ τοῦ δαίμονος· ἀλλ᾽ ὁ θάνατος γενέσθω σοι εὐθέως πρὸ ὀφθαλμῶν, καὶ οὐδέποτε οὐδενὸς κακοῦ, ἢ βιωτικοῦ ἐπιθυμήσῃς.

Ὁ Θεὸς ἡμῶν, τοῖς ἐν οὐρανοῖς ἀθανασίαν ἐχαρίσατο· τοῖς δὲ ἐπὶ γῆς μεταβολὴν ἔκτισεν· ἐν δὲ τῷ παντὶ ζωήν, καὶ κίνησιν ἐδωρήσατο· πάντα δὲ διὰ τὸν ἄνθρωπον· μὴ οὖν συναρπαζέτω σε ἡ βιωτικὴ φαντασία τοῦ δαίμονος, τοῦ ὑποβάλλοντος τὰς πονηρὰς ἐνθυμήσεις τῇ ψυχῇ· ἀλλ᾽ εὐθὺς τὰ οὐράνια ἀγαθὰ ἐνθυμοῦμενος, παρὰ σεαυτῷ λέγε· ἐὰν θέλω, ἐν ἐμοί ἐστι τὸ νικῆσαι καὶ τοῦτον τὸν ἀγῶνα τοῦ πάθους· οὐ νικήσω δέ, ἐὰν θέλω ἐπιτυχεῖν τῆς ἐμῆς ὀρέξεως· τοῦτον οὖν ἄσκησον τὸν δυνάμενον σώζειν σου τὴν ψυχήν.

Ζωή ἐστιν, ἡ ἕνωσις καὶ συνάφεια τοῦ νοός, καὶ τῆς ψυχῆς, καὶ τοῦ σώματος· ὁ δὲ θάνατός ἐστιν, οὐκ ἀπώλεια τῶν συναφθέντων, ἀλλὰ διάλυσις τῆς γνώσεως αὐτῶν· τῷ γὰρ Θεῷ πάντα σώζεται, καὶ μετὰ τὴν διάλυσιν.

Ὁ νοῦς οὐκ ἔστι ψυχή, ἀλλὰ δῶρον Θεοῦ, σῶζον τὴν ψυχήν, καὶ προτρέχει καὶ συμβουλεύει τῇ ψυχῇ ὁ νοῦς, ὁ τῷ Θεῷ δρεστός· τῶν μὲν προσκαίρων, καὶ ὑλικῶν, καὶ φθαρτῶν καταφρονῆσαι· ἐρασθῆναι δὲ τῶν αἰωνίων, καὶ ἀφθάρτων, καὶ ἀύλων ἀγαθῶν· και περιπατεῖν ἐν σώματι ἄνθρωπος, τὰ ἐν οὐρανοῖς, καὶ τὰ περὶ Θεόν, καὶ πάντα ὁμοῦ διὰ τοῦ νοῦ κατανοῶν, καὶ θεωρῶν· καὶ ἔστιν ὁ θεοφιλὴς νοῦς, εὐεργέτης καὶ σωτηρία ἀνθρωπίνης ψυχῆς.

Ψυχὴ ἐν σώματι γενομένη, εὐθὺς ἀπὸ τῆς λύπης καὶ τῆς ἡδονῆς σκοτίζεται, καὶ ἀπόλλυται· καὶ ὥς περ χυμοί εἰσι τοῦ σώματος, ἥ, τε λύπη, καὶ ἡδονή· ὁ δὲ θεοφιλὴς νοῦς ἀντιπράττων, λυπεῖ τὸ σῶμα, καὶ σώζεὶ τὴν ψυχήν, ὡς ἰατρὸς τέμνων, ἢ καίων τὰ σώματα.

Ὅσαι ψυξαὶ ὑπὸ τοῦ λογικοῦ μὴ ἡνιοχοῦνται, καὶ κυβερνῶνται ὑπὸ τοῦ νοῦ, ἵνα ἄγχῃ, καὶ ἐπέχῃ, καὶ κυβερνᾷ αὐτῶν τὰ πάθη, τουτέστι τήν τε λύπην καὶ τὴν ἡδονήν· αὗται αἱ ψυχαὶ ὡς τὰ ἄλογα ἀπόλλυνται ζῶα, παρασυρομένου τοῦ λογικοῦ ὑπὸ τῶν παθῶν, ὡς ἡνιόχου νικηθέντος ὑπὸ τῶν ἵππων.

Μεγίστη νόσος ψυχῆς, καὶ ὄλεθρος, καὶ ἀπώλεια, τὸ μὴ γινώσκειν τὸν Θεόν, τὸν τὰ πάντα ποιήσαντα δια τὸν ἄνθρωπον, καὶ δωρησάμενον αὐτῷ τόν τε νοῦν, καὶ τὸν λόγον, δι᾽ ὧν ἀνιπτάμενος, Θεῷ συνάπτεται ἄνθρωπος, νοῶν, καὶ δοξάζων τὸν Θεόν.

Ἡ μὲν ψυχή, ἔστιν ἐν τῷ σώματι, ἐν δὲ τῇ ψυχῇ ἔστιν ὁ νοῦς· ἐν δὲ τῷ νῷ, ἔστιν ὁ λόγος· δι᾽ ὧν ὁ Θεὸς νοούμενος καὶ δοξαζόμενος, ἀθανατίζει τὴν ψυχήν, ἀφθαρσίαν αὐτῇ, καὶ τρυφὴν αἰώνιον δωρούμενος. ὁ γὰρ Θεὸς πᾶσι τοῖς γινομένοις τὸ εἶναι διὰ μόνην ἀγαθότητα ἐδωρήσατο.

Ὁ Θεὸς αὐτεξούσιον ποιήσας τὸν ἄνθρωπον, ὡς ἄφθονος καὶ ἀγαθός, παρέσχεν αὐτῷ καὶ τὸ δύνασθαι, ἐὰν θέλῃ, ἀρέσκειν τῷ Θεῷ. ἀρέσκει δὲ τῷ Θεῷ, τὸ μὴ εἶναι κακίαν ἐν ἀνθρώπῳ. εἰ δὲ παρὰ ἀνθρώποις ἐπαινεῖται μὲν τὰ καλὰ ἔργα, καὶ αἱ ἀρεταὶ τῆς ὁσίας, καὶ θεοφιλοῦς ψυχῆς· καταγινώσκεται δὲ τὰ αἰσχρὰ καὶ αἱ πονηραὶ πράξεις· πόσῳ μᾶλλον παρὰ τῷ Θεῷ τῷ θέλοντι σωτηρίαν. ἀνθρώπου γίνεσθαι;

Τὰ μὲν ἀγαθὰ παρὰ Θεοῦ, ὡς ἀγαθοῦ, λαμβάνει ὁ ἄνθρωπος· διὰ τοῦτο γὰρ καὶ ἐδημιουργήθη ὑπὸ τοῦ Θεοῦ. τὰ δὲ κακὰ ἑαυτῷ ἐπισπᾶται ὁ ἄνθρωπος, ἐξ αὐτοῦ καὶ τῆς ἐν ἑαυτῷ κακίας, καὶ ἐπιθυμίας, καὶ ἀναισθησίας.

Ἡ ἀλόγιστος ψυχή, ἀθάνατος οὖσα καὶ δεσπόζουσα τοῦ σώματος, δουλεύει τῷ σώματι διὰ τῶν ἡδονῶν, οὐκ ἐννοοῦσα, ὅτι τρυφὴ σώματος, βλάβη ψυχῆς. ἀναισθητοῦσα δέ, καὶ μωραίνουσα, φροντίζει τῆς τρυφῆς τοῦ σώματος.

Ὁ Θεός, ἀγαθός. ὁ ἄνθρωπος, πονηρός. οὐδὲν κακόν, ἐν οὐρανῷ· οὐδὲν ἀγαθόν, ἐπὶ τῆς γῆς. ὁ δὲ λογικὸς ἄνθρωπος τὸ βέλτιον ἐπιλέγεται, καὶ γνωρίζει τὸν Θεὸν τῶν ὅλων· καὶ εὐχαριστεῖ, καὶ ὑμνεῖ αὐτόν, καὶ πρὸ τοῦ θανάτου μυσάττεται τὸ σῶμα, καὶ τὰς αἰσθήσεις τὰς πονηρὰς οὐκ ἐᾷ ἐκτελεσθῆναι, εἰδὼς αὐτῶν τὴν ἀπώλειαν καὶ τὴν ἐνέργειαν.

Ὁ πονηρὸς ἀνὴρ πλεονεξίας μὲν ἀγαπᾷ· δικαιοσύνης δὲ καταφρονεῖ· μηδὲ τὸ ἀβέβαιον, καὶ ἄστατον, καὶ ὀλιγοχρόνιον τοῦ βίου λογιζόμενος, μηδὲ τὸ ἀδωροδόκητον, καὶ ἀπαραίτητον τοῦ θανάτου ἐνθυμούμενος. εἰ δὲ πρεσβύτης ὑπάρχει αἰσχρός, καὶ ἀνόητος, ὥσπερ σεσηπὸς ξύλον πρὸς πᾶσαν χρῆσιν ἐστὶν ἀποίητος.

Ὥσπερ τὴν πεῖραν τῶν λυπούντων λαμβάνοντες, τότε τῶν ἡδονῶν, καὶ τῆς χαρᾶς αἰσθανόμεθα· οὐδὲ γὰρ ἡδέως πίνει, ὁ μὴ διψήσας· οὐδὲ ἡδέως ἐσθίει, ὁ μὴ πεινάσας· οὐδὲ ἡδέως κοιμᾶται, ὁ μὴ σφόδρα νυστάξας· οὐδὲ αἴσθησιν τῆς χαρᾶς λαμβάνει, ὁ μὴ πρότερον λυπηθείς· οὕτως οὐδὲ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσομεν, εἰμὴ τῶν ὀλιγοχρονίων καταφρονήσωμεν.

Ὁ λόγος τοῦ νοῦ ὑπηρέτης ἐστίν. ὃ γὰρ θέλει ὁ νοῦς, τοῦτο καὶ ὁ λόγος. ἑρμηνεύει.

Ὁ νοῦς πάντα ὁρᾷ, καὶ τὰ ἐν οὐρανοῖς· καὶ οὐδὲν αὐτῷ ἐπισκοτεῖ, εἰμὴ μόνον ἡ ἁμαρτία· τῷ δὲ καθαρῷ οὐδὲν ἀκατάληπτον, ὥς περ τῷ λόγῳ οὐδὲν ἄλεκτον.

Διὰ μὲν τὸ σῶμα, ὁ ἄνθρωπος θνητός· διὰ δὲ τὸν νοῦν καὶ τὸν λόγον ἀθάνατος. σιωπῶν νοεῖς· νοήσας λαλεῖς, ἓν γὰρ τῇ σιωπῇ ὁ νοῦς τίκτει τὸν λόγον. εὐχάριστος δὲ λόγος Θεῷ προσφερόμενος, σωτηρία ἀνθρώπου εὑρίσκεται.

Ὁ λαλῶν τὰ ἀλόγιστα, νοῦν οὐκ ἔχει. οὐδὲν γὰρ νοῶν λαλεῖ. ἀλλὰ σκόπησον τί σοι συμφέρει ποιεῖν πρὸς σωτηρίαν τῆς ψυχῆς.

Ὁ λόγος ὁ νοῦν ἔχων καὶ ψυχωφελὴς ὑπάρχων, Θεοῦ δῶρόν ἐστιν. ὥς περ καὶ λόγος ὁ φλυαρίας γέμων, καὶ ζητῶν οὐρανοῦ καὶ γῆς μέτρα, καὶ διαστήματα, καὶ ἡλίου μεγέθη, καὶ ἄστρων, ἀνθρώπου ματαιοπὸνοῦντος εὕρημά ἐστι. τὰ γὰρ μηδὲν ὠφελοῦντα, μάτην κομπούμενος ζητεῖ, ὡς μετὰ κοσκίνου ὕδωρ θέλων ἀντλῆσαι. ταῦτα γὰρ ἀνθρώποις οὐ δυνατόν ἐστιν εὑρεῖν.

Οὐδεὶς τὸν οὐρανὸν βλέπει, καὶ τὰ ἐν αὐτῷ νοῆσαι δύναται, εἰμὴ μόνος ὁ ἄνθρωπος, ὁ ἐναρέτου βίου ἐπιμελούμενος, καὶ νοῶν, καὶ δοξάζων τὸν ποιήσαντα αὐτὸν εἰς σωτηρίαν, καὶ ζωὴν ἀνθρώπου. ἐπίσταται γὰρ ἀσφαλῶς ὁ θεοφιλής, καὶ τοιοῦτος ἀνήρ, ὅτι χωρὶς τοῦ Θεοῦ, οὐδέν ἐστι. πανταχοῦ δέ ἐστι, καὶ ἐν πᾶσιν, ὡς ἀπεριόριστος ὑπάρχων ὁ Θεός.

Ὡς ἀπὸ τῆς μητρῷας γαστρὸς ἐξέρχεται ἄνθρωπος, οὕτω καὶ ἀπὸ τοῦ σώματος ἡ ψυχὴ γυμνὴ ἐξέρχεται. ἡ μὲν καθαρὰ καὶ φωτεινή· ἡ δὲ σπίλους ἔχουσα τὰ πταίσματα· ἑτέρα δέ, μέλαινα τοῖς πολλοῖς παραπτώμασιν. ὅθεν ἡ λογικὴ καὶ θεοφιλὴς ψυχή, ἐνθυμουμένη, καὶ λογιζομένη τὰ μετὰ θάνατὸν κακά, εὐσεβῶς πολιτεύεται· ἵνα μὴ αὐτοῖς κατακριθεῖσα περιπέσῃ. οἱ γὰρ ἀπιστοῦντες καὶ ἀσεβοῦσι, καὶ ἁμαρτάνουσι τῶν ἐκεῖ καταφρονοῦντες, οἱ ἀνόητοι τὴν ψυχήν.

Ὥς περ ἐξελθὼν τῆς γαστρός, τῶν ἐν τῇ γαστρὶ οὐ μνημονεύεις· οὕτω καὶ τοῦ σώματος ἐξελθών, οὐ μνημονεύεις τῶν ἐν σώματι.

Ὥς περ ἐξελθὼν τῆς γαστρός, κρείττων, καὶ μείζων ἐγένου τῷ σώματι· οὕτω καὶ τοῦ σώματος καθαρὸς καὶ ἄσπιλος ἐξερχόμενος, κρείττων ἔσῃ καὶ ἄφθαρτος, ἐν τοῖς οὐρανοῖς διαιτώμενος.

Ὥς περ ἐν τῇ γαστρὶ τοῦ σώματος τελειωθέντος, ἀνάγκη τεχθῆναι· οὕτω τὴν ψυχήν, ἐν τῷ σώματι τὸν ὁρισθέντα ὑπὸ τοῦ Θεοῦ ὅρον πληρώσασαν, ἀνάγκη ἐξελθεῖν τοῦ σώματος.

Ὥς περ ἐὰν χρήσῃ τῇ ψυχῇ οὔσῃ ἐν τῷ σώματι, οὕτω καὶ αὐτὴ ἐξελδοῦσα τοῦ σῶματος κέχρηταί σοι. ὁ γὰρ τῷ σώματι καλῶς, καὶ τρυφηλῶς ἐνταῦθα χρησάμενος, ἑαυτῷ κακῶς ἐχρήσατο μετὰ θάνατον. κατέκρινε γὰρ τῆν ἑαυτοῦ ψυχὴν ὡς ἀνόητος.

Ὥς περ τὸ σῶμα ἐκ τῆς μητρῷας γαστρὸς ἐξερχόμενον ἀτελές, ἀνατραφῆναι οὐ δύναται· οὕτω καὶ ἡ ψυχὴ τοῦ σώματος ἐξελθοῦσα, καὶ τὴν τοῦ Θεοῦ γνῶσιν διὰ χρηστῆς πολιτείας μὴ κατορθώσασα, σωθῆναι, ἢ Θεῷ συναφθῆναι οὐ δύναται.

Τὸ σῶμα συναπτόμενον τῇ ψυχῇ, ἐκ τοῦ σκότους τῆς γαστρὸς εἰς τὸ φῶς ἐξέρχεται. ἡ δὲ ψυχὴ συναπτομένη τῷ σώματι, εἰς τὸ σκότος τοῦ σώματος συνδεσμεῖται. διὸ πρέπει μισεῖν, καὶ παιδεύειν τὸ σῶμα ὡς ἐχθρόν, καὶ πολέμιον ὑπάρχοντα τῇ ψυχῇ. πλῆθος γὰρ ἐδεσμάτων καὶ ἡδυφαγίας ἐπεγείρει τὰ πάθη τῆς κακίας τοῖς ἀνθρώποις. ἐγκράτεια δὲ γαστρὸς ταπεινοῖ τὰ πάθη, καὶ σώζει τὴν ψυχήν.

Τοῦ σώματος ἡ ὅρασις, οἱ ὀφθαλμοί εἰσι· τῆς δὲ ψυχῆς ἡ ὅρασις, ὁ νοῦς ἐστί. καὶ ὥς περ σῶμα ὀφθαλμοὺς μὴ ἔχον, τυφλόν ἐστι· καὶ τὸν ἥλιον, πᾶσαν τὴν γῆν καὶ τὴν θάλασσαν καταλάμποντα, οὐ βλέπει, οὐδὲ τοῦ φωτὸς ἀπολαῦσαι δύναται· οὕτω καὶ ἡ ψυχή, νοῦν ἀγαθόν, καὶ χρηστὴν πολιτείαν μὴ ἔχουσα, τυφλή ἐστι, καὶ τὸν Θεὸν τὸν ποιητήν, καὶ εὐεργέτην τῶν ὅλων οὐ κατανοεῖ, οὔτε δοξάζει, οὔτε τῆς ἀφθαρσίας αὐτοῦ, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐν ἀπολαύσει γενέσθαι οὐ δύναται.

Ἀναισθησίᾳ, καὶ μωρία ψυχῆς ἐστίν, ἡ ἀγνωσία τοῦ Θεοῦ. τὸ γὰρ κακὸν ἐκ τῆς ἀγνωσίας τίκτεται· τὸ δὲ ἀγαθὸν ἐκ τῆς γνώσεως τοῦ Θεοῦ προσγίνεται τοῖς ἀνθρώποις, καὶ σώζει τὴν ψυχήν. ἐὰν οὖν τὰ θελήματά σου μὴ ποιεῖν σπουδάζῃς, νηφάλιος ὑπάρχων καὶ γνωρίζων τὸν Θεόν, ἔχεις τὸν νοῦν σου ἐπὶ τὰς ἀρετάς. ἐὰν δὲ τὰ θελήματά σου τὰ πονηρά, πρὸς ἡδονὴν σπουδάζης ποιεῖν, ἀγνωσίαν Θεοῦ μεθύων, ἀπόλλυσαι, ὡς τὰ ἄλογα, μὴ ἐνθυμούμενος τὰ μετὰ θάνατόν σοι συμβησόμενα κακά.

Πρόνοιά ἐστι τὰ κατὰ ἀνάγκην θείαν γινόμενα, ὥς περ τὸ ἐφ᾽ ἑκάστης ἡμέρας ἀνατέλλειν καὶ δυεῖν τὸν ἥλιον, καὶ τὸ καρποφορεῖν τὴν γῆν. οὕτω καὶ νόμος λέγεται τὸ κατὰ ἀνάγκην ἀνθρωπίνην γινόμενον. πάντα δὲ διὰ τὸν ἄνθρωπον γέγονε.

Ὅσα μὲν ὁ Θεὸς ποιεῖ, ὡς ἀγαθός, διὰ τὸν ἄνθρωπον ποιεῖ. ὅσα δὲ ὁ ἄνθρωπος ποιεῖ, ἑαυτῷ ποιεῖ, καὶ τὰ καλά, καὶ τὰ κακά. ἵνα δὲ μὴ θαυμάζῃς τὴν τῶν κακῶν εὐδαιμονίαν, γίνωσκε, ὅτι ὥς περ αἱ πόλεις τρέφουσι τοὺς δημίους, καὶ οὐκ ἐπαινοῦσαι αὐτῶν τὴν κακίστην προαίρεσιν, ἀλλὰ διὰ τούτων τοὺς ἀξίους κολάζουσαι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Θεὸς τοὺς πονηρούς, τῶν βιωτικῶν καταδυναστεύειν συγχωρεῖ, ὥστε δι᾽ αὐτῶν τιμωρεῖσθαι τοὺς ἀσεβοῦντας. ὕστερον δὲ καὶ τούτους παραδίδωσι τῇ κρίσει. ἐπειδὴ οὐχ ὡς τῷ Θεῷ διακονοῦντες, ἀλλὰ τῇ οἰκείᾳ πονηρίᾳ δουλεύοντες, τὰ δεινὰ τοῖς ἀνθρώποις πεποιήκασιν.

Οἱ τὰ εἴδωλα σεβόμενοι, εἰ ἐγίνωσκον, καὶ ἔβλεπον τῇ καρδίᾳ τί σέβονται, οὐκ ἂν ἀπεπλανῶντο, οἱ ἄθλιοι, τῆς εὐσεβείας. ἄλλὰ θεωροῦντες τὴν εὐκοσμίαν, καὶ τὴν τάξιν, καὶ τὴν πρόνοιαν τῶν γεγονότων τε, καὶ τῶν γινομένων ὑπὸ τοῦ Θεοῦ, ἐγνώριζον ἂν τὸν ποιήσαντα αὐτὰ διὰ τὸν ἄνθρωπον.

Ὁ ἄνθρωπος ὡς κακός, καὶ ἄδικος ἀποκτεῖναι δύναται. ὁ δὲ Θεὸς ζωὴν χαριζόμενος καὶ τοῖς ἀναξίοις οὐ παύεται. ὥς ἄφθονος γάρ, καὶ ἀγαθὸς τὴν φύσιν ὑπάρχων, ἠβουλήθη γενέσθαι τὸν κόσμον, καὶ ἐγένετο. καὶ γίνεται διὰ τὸν ἄνθρωπον καὶ τὴν σωτηρίαν αὐτοῦ.

Ἄνθρωπος ἐστίν, ὁ τὸ σῶμα νοήσας τί ἐστίν· ὅτι φθαρτόν ἐστι, καὶ ὀλιγοχρόνιον. ὁ γὰρ τοιοῦτος καὶ τὴν ψυχὴν νοεῖ, ὅτι θεία ἐστί, καὶ ἀθάνατος, καὶ ἐμφύσημα Θεοῦ ὑπάρχουσα, εἰς δοκιμὴν καὶ ἀποθέωσιν συνεδέθη τῷ σώματι. ὁ δὲ τὴν ψυχὴν νοήσας, ὀρθῶς, καὶ ἀρεσκόντως Θεῷ πολιτεύεται, τῷ σώματι μὴ πειθόμενος. ἀλλ᾽ ὁρῶν τὸν Θεόν, τῷ νῷ ἑαυτοῦ, καὶ τὰ δωρούμενα τῇ ψυχῇ παρὰ τοῦ Θεοῦ αἰώνια ἀγαθὰ θεωρεῖ νοητῶς.

Ἀγαθός, καὶ ἄφθονος ἀεὶ ὢν ὁ Θεός, τὴν ἐξουσίαν δέδωκε τῷ ἀνθρώπῳ, τοῦ καλοῦ, καὶ τοῦ κακοῦ· γνῶσιν αὐτῷ δωρησάμενος· ἵνα θεωρῶν τὸν κόσμον, καὶ τὰ ἐν αὐτῷ, γνωρίσῃ τὸν ποιήσαντα τὰ πάντα διὰ τὸν ἄνθρωπον. τῷ δὲ ἀνοσίῳ ἔξεστι θέλειν, καὶ μὴ νοεῖν. ἔξεστι γὰρ αὐτῷ καὶ ἀπιστεῖν, καὶ ἀτυχεῖν, καὶ τὰ ἐναντία τῆς ἀληθείας νοεῖν· τοσαύτην ἔχει ἄνθρωπος ἐξουσίαν καὶ τοῦ καλοῦ, καὶ τοῦ κακοῦ.

Πρόσταξίς ἐστι Θεοῦ, τό, αὐξανομένης τῆς σαρκός, τὴν ψυχὴν πληροῦσθαι νοῦ· ἵνα ὁ ἄνθρωπος ἐκ τοῦ καλοῦ, καὶ τοῦ κακοῦ τὸ ἀρέσκον αὐτῷ ἐπιλέξηται. ψυχὴ δὲ μὴ ἐπιλεγομένη τὸ καλόν, νοῦν οὐκ ἔχει. ὅθεν, ὅλα μὲν τὰ σώματα ψυχὴν ἔχει· οὐ πᾶσα δὲ ψυχὴ λέγεται νοῦν ἔχειν. ὁ γὰρ θεοφιλὴς νοῦς παραγίνεται τοῖς σώφροσι, καὶ ὁσίοις, καὶ δικαίοις, καὶ καθαροῖς, καὶ ἀγαθοῖς, καὶ ἐλεήμοσι, καὶ τοῖς εὐσεβοῦσι. καὶ ἡ παρουσία τοῦ νοῦ, γίνεται αὐτῷ βοήθεια πρὸς Θεόν.

Ἐν μόνον οὐκ ἔξεστιν ἀνθρώπῳ, τὸ εἶναι ἀθάνατον3. Θεῷ συναφθῆναι ἔξεστιν αὐτῷ, ἐὰν νοήσῃ, ὅτι δύναται. θέλων γάρ, καὶ νοῶν, καὶ πιστεύων, καὶ ἀγαπῶν διὰ χρηστῆς πολιτείας, Θεοῦ συνόμιλος γίνεται ὁ ἄνθρωπος.

Ὁ ὀφθαλμὸς τὰ φαινόμενα θεωρεῖ. ὁ δὲ νοῦς τὰ ἀόρατα κατανοεῖ. ὁ γὰρ θεοφιλὴς νοῦς, φῶς ἐστι τῆς ψυχῆς. ὁ νοῦν ἔχων θεοφιλῆ, τὴν καρδίαν πεφώτισται, καὶ ὁρᾷ τὸν Θεὸν τῷ νῷ ἑαυτοῦ.

Οὐδεὶς ἀγαθός, αἰσχρός· ὁ δὲ μὴ καλός, πάντως κακός, καὶ φιλοσώματος. πρώτη δὲ ἀρετή ἐστιν ἀνθρώπου, ἡ τῆς σαρκὸς καταφρόνησις. τῶν γὰρ προσκαίρων, καὶ φθαρτῶν, καὶ ὑλικῶν ὁ χωρισμὸς ὁ κατὰ προαίρεσιν, καὶ οὐ κατ᾽ ἔνδειᾶν, τῶν αἰωνίων καὶ ἀφθάρτων ἀγαθῶν κληρονόμους ἡμᾶς ποιεῖ.

Ὁ νοῦν ἔχων, οἶδεν ἑαυτὸν τί ἐστιν, ὅτι φθαρτός ἐστιν ἄνθρωπος. ὁ δὲ εἰδὼς ἑαυτόν, πάντα οἶδεν, ὅτι ποιήματα Θεοῦ ἐστι, καὶ διὰ σωτηρίαν ἀνθρώπου ἐγένετο. πάντα γὰρ νοῆσαι, καὶ πιστεῦσαι ὀρθῶς, ἐν τῇ ἐξουσίᾳ τοῦ ἀνθρώπου ἐστί. γινώσκει δὲ ἀσφαλῶς ὁ τοιοῦτος ἀνήρ, ὅτι οἱ τῶν βιωτικῶν καταφρονοῦντες, κόπον μὲν ἐλάχιστον ἔχουσι, τρυφὴν δέ, καὶ ἀνάπαυσιν αἰωνίαν κομίζονται παρὰ τοῦ Θεοῦ μετὰ θάνατον.

ὥς περ τὸ σῶμα χωρὶς ψυχῆς νεκρόν ἐστιν· οὕτω καὶ ἡ ψυχὴ χωρὶς τοῦ νοητικοῦ, ἀργή ἐστι, καὶ τὸν Θεὸν κληρονομῆσαι οὐ δύναται.

Μόνου ἀνθρώπου ὁ Θεὸς ἀκούει. μόνῳ ἀνθρώπῳ ὁ Θεὸς φαίνεται. φιλάνθρωπος ὁ Θεός, ὅπου ἐὰν ῇ, καὶ Θεός· μόνος ἄνθρωπος ἄξιος Θεοῦ προσκυνητής. διὰ τὸν ἄνθρωπον ὁ Θεὸς μεταμορφοῦται.

Ὁ Θεὸς ἀνθρώπῳ πάντα ἐποίησε τὸν οὐρανόν, καὶ κοσμοῦσιν ἀστέρες, διὰ τὸν ἄνθρωπον τὴν γῆν. ἄνθρωποι γεωργοῦσι δι᾽ ἑαυτούς. οἱ τῆς τοῦ Θεοῦ προνοίας τοσαύτης μὴ αἰσθανόμενοι, ἀνόητοι τὴν ψυχήν.

Τὸ καλὸν ἀφανές ἐστιν, ὡς τὰ ἐν οὐρανῷ. τὸ κακὸν φανερόν ἐστι, ὡς τὰ ἐν τῇ γῇ. καλόν ἐστι, τὸ σύγκρισιν μὴ ἔχον. ὁ δὲ νοῦν ἔχων ἄνθρωπος, τὸ κάλλιον ἐπιλέγεται. μόνῳ γὰρ ἀνθρώπῳ ὁ Θεός, καὶ τὰ ποιήματα αὐτοῦ, νοητά ἐστιν.

Ὁ νοῦς ἐν τῇ ψυχῇ φαίνεται, καὶ ἡ φύσις ἐν τῷ σώματι. καὶ ὁ νοῦς μὲν τῆς ψυχῆς ἀποθέωσίς ἐστιν, ἡ δὲ φύσις τοῦ σώματος, διάχυσις ὑπάρχει. καὶ ἐν παντὶ μὲν σώματι φύσις ἐστίν, οὖκ ἐν πάσῃ δὲ ψυχῇ 4νοῦς ὑπάρχει· διόπερ οὐδὲ πᾶσα σώζεται ψυχή.

Ψυχή, ἐν τῷ κόσμῳ· ὡς γεννητή. νοῦς δέ, καὶ ὑπὲρ τὸν κόσμον· ὡς ἀγέννητος. ἡ δὲ νοοῦσα τὸν κόσμον, καὶ θέλουσα σωθῆναι ψυχή, ἐφ᾽ ἑκάστης ὥρας ἔχει νόμον ἀπαράβατον, καὶ καθ᾽ ἑαυτὴν λογζομένη, ὅτι νῦν ὁ ἀγών, καὶ ἡ ἐξέτασις, καὶ οὐ συγχωρεῖ ἀναλαβέσθαι τὸν κριτήν, καὶ ὅτι ἀπόλλυται ψυχή, καὶ σώζεται διὰ μικράν, καὶ αἰσχρὰν ἡδονήν.

Ἐν τῇ γῇ ἐκτίσθη ὑπὸ τοῦ Θεοῦ γέννα, καὶ θάνατος. ἐν δὲ τῷ οὐρανῷ πρόνοια, καὶ ἀνάγκη. πάντα δὲ διὰ τὸν ἄνθρωπον καὶ σωτηρίαν αὐτοῦ γέγονεν. ἀνενδεὴς πάντων ἀγαθῶν ὑπάρχων ὁ Θεός, δι᾽ ἀνθρώπους, οὐρανόν, καὶ γῆν, καὶ στοιχεῖα ἐδημιούργησε, διὰ τούτων πᾶσαν ἀπόλαυσιν ἀγαθῶν αὐτοῖς φιλοτιμούμενος.

Τὰ θνητὰ τοῖς ἀθανάτοις ὑπόκεινται. τὰ δὲ5 ἀθάνατα τοῖς θνητοῖς ὑπηρετεῖ, τουτέστι, τὰ στοιχεῖα τῷ ἀνθρώπῳ, διὰ τὴν φιλανθρωπίαν, καὶ ἔμφυτον ἀγαθότητα τοῦ κτίσαντος Θεοῦ.

Ὁ πένης γενόμενος, καὶ βλάψαι μὴ δυνάμενος, εἰς τοὺς εὐσεβεῖς (τῇ πράξει) οὐ λογίζεται· ἀλλ᾽ ὁ δυνάμενος βλάψαι, καὶ τῇ ἑαυτοῦ δυνάμει εἰς τὸ κακὸν μὴ χρώμενος, ἀλλὰ τῶν ταπεινοτέρων φειδόμενος, διὰ τὴν περὶ Θεὸν εὐσέβειαν, ἐκεῖνος ἀμοιβῶν ἀγαθῶν ἐντὸς γίνεται καὶ μετὰ θάνατον.

Διὰ τὴν φιλανθρωπίαν τοῦ κτίσαντος ἡμᾶς Θεοῦ, πλεῖσταί εἰσι τῶν ἀνθρώπων πρὸς σωτηρίαν ὁδοί, αἱ τὰς ψυχὰς ἐπιστρέφουσαι, καὶ ἀνάγουσαι αὐτὰς εἰς τοὺς οὐρανούς. κομίζονται γὰρ αἱ τῶν ἀνθρώπων ψυχαί, ἀντὶ μὲν τῆς ἀρετῆς, ἀντιμισθίας, ἀντὶ δὲ τῶν πλημμελημάτων, τὰς τιμωρίας.

Ὁ Υἱὸς ἐν τῷ Πατρί, καὶ τὸ πνεῦμα ἐν τῷ Υἱῷ, καὶ ὁ Πατὴρ ἐν ἀμφοτέροις ἐστί. πίστει δὲ πάντα τὰ ἀόρατα, καὶ νοούμενα γινώσκει ὁ ἄνθρωπος. πίστις δὲ ἐστὶν ἡ ἐθελούσιος τῆς ψυχῆς συγκατάθεσις.

Ὥσπερ οἱ διά τινας χρείας, ἢ περιστάσεις, τοῖς μεγίστοις τῶν ποταμῶν ἐγκολυμβᾶν ἀναγκαζόμενοι, ἐὰν νήφωσι, διασώζονται· κἂν γὰρ βίαια τυγχάνῃ τὰ ρεύματα, μικρὸν καὶ 6πωθέντες, εἶτινος δήποτε τῶν παρὰ ταῖς ὄχθαις πεφυκότων δρασσόμενοι, διασώζονται. ὅσοι δὲ μεθύοντες εὑρεθῶσιν, εἰ καὶ μυριάκις εἰς τὸ ἄκρον τὸ κολυμβᾶν ἐμελέτησαν, ἀλλὰ τῷ οἴνῳ νικώμενοι, τοῦ ῥεύματος ὑποβρύχιοι γίνονται, καὶ ἔξω τῶν ζώντων εὑρίσκονται. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ εἰς τὰ σύρματα καὶ τὸν περισπασμὸν τῶν ῥευμάτων τοῦ βίου ἐμπίπτουσα, ἐὰν μὴ ἐκ τῆς κακίας τῆς ὕλης ἀνανήψασα, γνωρίσῃ ἑαυτήν, ὅτι θεία ὑπάρχουσα, καὶ ἀθάνατος, τῇ ὀλιγοχρονίᾳ, καὶ πολυπαθείᾳ, καὶ θνητῇ ὕλῃ τοῦ σώματος εἰς δοκιμὴν συνεδέθη, καθέλκεσθαι ὑπὸ τῶν σωματικῶν ἡδονῶν εἰς ἀπώλειαν· καὶ καταφρονοῦσα ἑαυτῆς, καὶ ἀγνωσίᾳ μεθύουσα, καὶ μὴ ἀντιλαμβανομένη ἑαυτῆς, ἀπόλλυται, καὶ ἔξω τῶν σωζομένων εὑρίσκεται· ποταμοῦ γὰρ δίκην, συνυποσύρει πολλάκις ἡμᾶς τὸ σῶμα πρὸς ἀπρεπεῖς ἡδονάς.

Ἡ λογικὴ ψυχή, ἐπὶ καλῆς προαιρέσεως ἀμετακίνητος ἑστῶσα, ὥσπερ ἴππον ἡνιοχεῖ τὸ θυμικόν, καὶ τὸ ἐπιθυμητικὸν τὰ ἀλόγιστα αὐτῆς πάθη, καὶ νικῶσα, καὶ ἄγχουσα, καὶ περιγενομένη αὐτῶν, στεφανοῦται· καὶ τῆς ἐν οὐρανοῖς ἀξιοῦται διαίτης· ἔπαθλον τοῦτο νίκης, καὶ τῶν κόπων λαμβάνουσα παρὰ τοῦ κτίσαντος αὐτὴν Θεοῦ.

Ἡ κατὰ ἀλήθειαν λογικὴ ψυχὴ ὁρῶσα τὰς τῶν πονηρῶν εὐτυχίας, καὶ τὴν τῶν ἀναξίων εὐημερίαν, οὐ θορυβεῖται φανταζομένη αὐτῶν τὴν ἐν τούτῳ τῷ βίῳ ἀπόλαυσιν, ὥς περ οἱ ἀλόγιστοι τῶν ἀνθρώπων. ἐπίσταται γὰρ σαφῶς καὶ τῆς τύχης τὸ ἄστατον, καὶ τοῦ βίου τὸ ἄδηλον, καὶ τῆς ζωῆς τὸ ὀλιγοχρόνιον καὶ τῆς δίκης τὸ ἀδωροδόκητον· καὶ πιστεύει ἑαυτὴν ἡ τοιαύτη ψυχὴ ὑπὸ τοῦ Θεοῦ παρὰ τὴν ἀναγκαίαν τροφὴν μὴ ἀμελουμένην.

Ἡ ζωὴ τοῦ σώματος, καὶ ἡ ἐν πλούτῳ πολλῷ, καὶ δυναστείᾳ τοῦ βίου τούτου ἀπόλαυσις, θάνατος γίνεται τῆς ψυχῆς· ὁ δὲ κόπος, καὶ ἡ ὑπομονή, καὶ ἡ ἔνδεια ἡ μετ᾽ εὐχαριστίας, καὶ ὁ θάνατος τοῦ σώματος, ζωή ἐστι, καὶ τρυφὴ αἰωνία τῆς ψυχῆς·

Ἡ λογικὴ ψυχὴ τῆς ὑλικῆς κτίσεως, καὶ τῆς ὀλιγοχρονίου ζωῆς καταφρονοῦσα, ἐπιλέγεται τὴν οὐράνιον τρυφήν, καὶ τὴν αἰωνίαν ζωήν, διὰ τῆς χρηστῆς πολιτείας παρὰ Θεοῦ ταύτην λαμβάνουσα.

Οἱ τὴν ἐσθῆτα βεβορβορωμένοι, μολύνουσι τὸν χιτῶνα τῶν προστριβόντων αὐτοῖς. τὸν αὐτὸν τρόπον, καὶ οἱ κακοὶ τὴν προαίρεσιν, καὶ τὴν πολιτείαν οὐκ ὀρθοί, τοῖς ἁπλουστέροις συνδιατρίβοντες, καὶ προσλεγόμενοι τὰ μὴ δέοντα, βορβόρου δίκην διὰ τῆς ἀκοῆς μολύνουσι τὴν ψυχήν.

Ἀρχὴ ἁμαρτίας ἡ ἐπιθυμία ἐστί, δι᾽ ἧς ἀπόλλυται ἡ λογικὴ ψυχή. ἀρχὴ δὲ σωτηρίας, καὶ βασιλείας οὐρανῶν, ἢ ἀγάπη γίνεται τῇ ψυχῇ.

Ὥσπερ ὁ χαλκὸς ραθυμούμενος, καὶ τῆς δεούσης ἐπιμελείας μὴ ἀξιούμενος, ἐκ τῆς χρονίας δέσεως, καὶ ἀργείας ὑπὸ τοῦ ἐπιγενομένου ἰοῦ διασήπεται, καὶ ἄχρηστος, καὶ ἀκαλλὴς ἀπεργάζεται· τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀργοῦοα, καὶ μὴ φροντίζουσα περὶ χρηστῆς πολιτείας, καὶ τῆς πρὸς Θεὸν ἐπιστροφῆς, χωρίζουσα ἑαυτὴν διὰ πονηρῶν πράξεων τῆς σκέπης τοῦ Θεοῦ, ὑπὸ τῆς κακίας τῆς ἐπιγενομένης ὑπὸ τῆς ῥαθυμίας, τῇ ὕλῃ τοῦ σώματος, ὡς χαλκὸς ὑπὸ τοῦ ἰοῦ ἀναλίσκεται, καὶ ἀκαλλής, καὶ ἄχρηστος πρὸς σωτηρίαν εὑρίσκεται.

Ὁ Θεὸς ἀγαθός, καὶ ἀπαθής, καὶ ἁμετάβλητός ἐστιν· εἰ δέ τις τὸν μὲν Θεὸν μὴ μεταβάλλεσθαι εὔλογον τε ἡγεῖται, καὶ ἀληθές· ἀπορεῖ δέ, πῶς ἀγαθοῖς μὲν χαίρει, κακοὺς δὲ ἀποστρέφεται· καὶ ἁμαρτάνουσι μὲν ὀργίζεται· θεραπευόμενος δέ, ἵλεως γίνεται; ρητέον, ὡς οὔτε χαίρει ὁ Θεός, οὔτε ὀργίζεται· τὸ γὰρ χαέρειν καὶ λυπεῖσθαι, πάθος· οὔτε δώροις θεραπεύεται· ἡδονῇ γὰρ ἂν ἡττηθείη· οὐ θέμις ἐκ τῶν ἀνθρωπίνων πραγμάτων εὖ, ἢ κακῶς ἔχειν τὸ θεῖον. ἀλλ᾽ ἐκεῖνος μὲν ἀγαθός ἐστι, καὶ ὠφελεῖ μόνον, βλάπτει δὲ οὐδέποτε, κατὰ ταῦτα καὶ ὡσαύτως ἔχων· ἡμεῖς δὲ ἀγαθοὶ μένοντες δι᾽ ὁμοιότητα, Θεῷ συναπτόμεθα· κακοὶ δὲ γενόμενοι δι᾽ ἀνομοιότητα, χωριζόμεθα τοῦ Θεοῦ. καὶ 7τὴν ἀρετὴν ζῶντες ἐχόμεθα τοῦ Θεοῦ· κακοὶ δὲ γενόμενοι, ἐχθρὸν ἡμῖν ποιοῦμεν ἐκεῖνον, οὐκ εἰκῆ ὀργιζόμενον· ἀλλὰ τῶν ἁμαρτημάτων, Θεὸν μὲν ἐν ἡμῖν οὐκ ἐώντων ἐλλάμπειν, δαίμοσι δὲ κολαστικοῖς συναπτόντων· εἰ δὲ εὐχαῖς, καὶ εὐποιίαις λύσιν ἁμαρτημάτων εὑρίσκομεν, οὐ τὸν Θεὸν θεραπεύομεν καὶ μεταβάλλομεν ἀλλὰ διὰ τῶν δρωμένων, καὶ τῆς πρὸς τὸ θεῖον ἐπιστροφῆς, τὴν ἡμετέραν κακίαν ἰώμενοι, πάλιν τῆς τοῦ Θεοῦ ἀγαθότητος ἀπολαύομεν· ὥστε ὅμοιον λέγειν, τὸν Θεὸν τοὺς κακοὺς ἀποστρέφεσθαι, καὶ τὸν ἥλιον τοῖς ἐστερημένοις τῆς ὁράσεως κρύπτεσθαι.

Ἡ εὐσεβὴς ψυχὴ γινώσκει τὸν Θεὸν τῶν ὅλων. οὐδὲν γὰρ ἄλλο ἐστὶν εὐσέβεια, εἰμὴ τὸ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, ὅπερ ἐστὶ γνῶσις Θεοῦ ἐν τῷ ἄφθονον εἶναι, σώφρονα, πρᾶον, χαριστικὸν κατὰ δύναμιν, κοινωνικόν, ἀφιλόνεικον, καὶ ὅσα ἐστὶν ἀρέσκοντα τῇ βουλήσει τοῦ Θεοῦ.

Ἡ γνῶσις τοῦ Θεοῦ, καὶ ὁ φόβος αὐτοῦ, ἴασις ἐστι τῶν τῆς ὕλης· παθῶν. ἀγνωσίας γὰρ Θεοῦ, τῇ ψυχῇ συνούσης, τὰ πάθη ἀνίατα διαμείναντα διασήπει τὴν ψυχήν· ὡς περ ὑπὸ χρονίου ἕλκους διασηπομένης αὐτῆς ὑπὸ τῆς κακίας, ἧς ἀναίτιος ὁ Θεός, ἐπιστήμην καί γνῶσιν καταπέμψας ἀνθρόποις.

τὸν ἄνθρωπον ἐπιστήμης καὶ γνώσεως ἐπλήρωσεν ὁ Θεός, τὰ πάθη καὶ τὴν αὐθαίρετον κακίαν ἐκκαθάραι σπουδάζων, καὶ τὸ θνητὸν εἰς ἀθανασίαν διὰ τὴν ἑαυτοῦ ἄγαθότητα μεταθεῖναι βουλόμενος.

Ὁ νοῦς ὁ ἐν τῇ καθαρᾷ, καὶ φιλοθέῳ ψυχῇ, ἐν ἀληθείᾳ ὁρᾷ τὸν Θεὸν τὸν ἀγέννητον, καὶ ἀθεώρητον, καὶ ἄλεκτον, τὸν μόνον καθαρὸν τοῖς καθαροῖς τῇ καρδίᾳ.

Στέφανος ἀφθαρσίας, καὶ ἀρετή, καὶ σωτηρία ἀνθρώπου ἐστίν, εὐθύμως καὶ εὐχαρίστως φέρειν τὰς συμφοράς· κρατεῖν δὲ θυμοῦ, γλώσσης, γαστρός, ἡδονῶν, τοῦτο μεγίστη βοήθεια γίνεται ψυχῆς.

Ἡ διακρατοῦσα τὸν Κόσμον, τοῦ Θεοῦ πρόνοια ἐστί. καὶ οὐκ ἔστι τόπος οὐδεὶς ἔρημος τῆς προνοίας. πρόνοια δέ ἐστιν, αὐτοτελὴς λόγος τοῦ Θεοῦ, ὁ τυπωτικὸς τῆς εἰς τὸν κόσμον ἐρχομένης ὕλης, καὶ δημιουργός, καὶ τεχνίτης τῶν γινομένων ἁπάντων. οὐδὲ γὰρ οἷόν τε τὴν ὕλην διακοσμεῖσθαι χωρίς τῆς διακρινούσης δυνάμεως τοῦ λόγου, ὅς ἐστιν εἰκών, καὶ νοῦς, καὶ σοφία, καὶ πρόνοια τοῦ Θεοῦ.

Ἡ ἐκ τῆς ἐνθυμήσεως ἐπιθυμία, ῥίζα ἐστὶ τῶν παθῶν τῶν συγγενῶν τοῦ σκότους, καὶ ἡ ψυχὴ οὖσα ἐν τῇ ἐνθυμήσει τῆς ἐπιθυμίας, ἀγνοεῖ ἑαυτήν, ὅτι Θεοῦ ἐμφύσημά ἐστι, καὶ οὕτω φέρεται ἐπὶ τὸ ἁμάρτημα, οὐ λογιζομένη τὰ μετὰ θάνατον κακὰ ἡ ἀνόητος.

Μεγίστη, καὶ ἀνίατος νόσος ψυχῆς, καὶ ἀπώλεια, ἡ ἀθεότης, καὶ τὸ φιλόδοξον. ἡ ἐπιθυμία γὰρ τοῦ κακοῦ, ὑστέρημα ἐστὶ τοῦ ἀγαθοῦ. ἀγαθὸν δὲ ἐστι, τὸ ἀφθόνως τὰ καλὰ πάντα ποιεῖν, ὅσα ἀρέσκει τῷ Θεῷ τῶν ὅλων.

Ὁ ἄνθρωπος μόνος τοῦ Θεοῦ δεκτικός ἐστι. τούτῳ γὰρ μόνῳ τῷ ζώῳ ὁμιλεῖ ὁ Θεός, νυκτὸς μὲν δι᾽ ὀνείρων, ἡμέρας δὲ διὰ τοῦ νοῦ. καὶ διὰ πάντων τοῖς ἀξίοις αὐτοῦ ἀνθρώποις προλέγει, καὶ προσημαίνει τὰ μέλλοντα ἀγαθά.

Οὐδὲν δύσκολόν ἐστι τῷ πιστεύοντι, καὶ βουλομένῳ νοῆσαι τὸν Θεόν. εἰ δὲ θέλεις αὐτὸν καὶ θεωρῆσαι, βλέπε τὴν εὐκοσμίαν καὶ τὴν πρόνοιαν ἁπάντων τῶν γεγονότων τε, καὶ γινομένων τῷ λόγῳ αὐτοῦ. πάντα δὲ διὰ τὸν ἄνθρωπον.

Ἅγιος ὀνομάζεται, ὁ καθαρὸς ἀπὸ κακίας, καὶ ἁμαρτημάτων. ὅθεν καὶ μέγιστόν ἐστι ψυχῆς κατόρθωμα, καὶ ἀρέσκει Θεῷ, τὸ μὴ εἶναι κακίαν ἐν ἀνθρώπῳ.

Ὄνομά ἐστι σημασία ἑνὸς τῶν πολλῶν. ὅθεν ἀνόητόν ἐστι τὸ νομίζειν τὸν Θεὸν ἕνα ὄντα καὶ μόνον, ἄλλο ἔχειν ὄνομα. τὸ γὰρ Θεὸς τοῦτο σημαίνει τὸν ἄναρχον, τὸν τὰ πάντα ποιήσαντα διὰ τὸν ἄνθρωπον.

Εἰ σύνοιδας σεαυτῷ πράξεις πονηράς, ἔκκοπτε ἐκ τῆς ψυχῆς σου τῇ τῶν καλῶν προσδοκίᾳ. δίκαιος γὰρ ὁ Θεός, καὶ φιλάνθρωπός.

Γνωρίζει τὸν Θεὸν ὁ ἄνθρωπος, καὶ γνωρίζεται ὑπὸ τοῦ Θεοῦ, ὁ σπουδάζων διὰ παντὸς ἀχώριστος εἶναι τοῦ Θεοῦ. ἀχώριστος δὲ τοῦ Θεοῦ γίνεται ὁ ἄνθρωπος, ὁ ἀγαθὸς παρὰ πάντα, καὶ πάσης κρατῶν ἡδονῆς· οὐ κατὰ ἔνδειαν τῆς τούτων χορηγίας, ἀλλὰ κατὰ βουλὴν καὶ ἐγκράτειαν οἰκείαν.

Εὐποίει τὸν ἀδικοῦντά σε, καὶ φίλον ἕξεις τὸν Θεόν. μηδενὶ διάβαλλε τὸν ἐχθρόν σου. ἄσκησον ἀγάπην, σωφροσύνην, ὑπομονήν, ἐγκράτειαν, καὶ τὰ ὅμοια. αὕτη γὰρ ἐστιν ἡ τοῦ Θεοῦ γνῶσις, διὰ ταπεινοφροσύνης καὶ τῶν τοιούτων, ἀκολούθησις τῷ Θεῷ. ἔργα δὲ ταῦτα οὐ τῶν τυχόντων, ἀλλὰ νοητικῆς ἐστὶ ψυχῆς.

Διὰ τοὺς ἀσεβῶς τολμῶντας λέγειν ἔμψυχα τὰ φυτὰ καὶ λάχανα, ἔγραψα τὸ κεφάλαιον τοῖς ἁπλουστέροις πρὸς εἴδησιν. τὰ φυτὰ ζωὴν μὲν ἔχει τὴν φυσικήν, ψυχὴν δὲ οὐκ ἔχει. λογικὸν δὲ ζῶον ὁ ἄνθρωπος λέγεται· ὅτι νοῦν ἔχει, καὶ ἐπιστήμης ἐστὶ δεκτικός. τὰ μέντοι ἄλλα ζῶα τὰ ἐπίγειά τε, καὶ ἀέρια, φωνὴ ἐν αὐτοῖς ἐστιν, ὅτι πνεῦμα ἔχει, καὶ ψυχήν. καὶ πάντα μὲν τὰ αὐξανόμενά ἐστι, καὶ μειούμενα, ζῶα, ὅτι ζῇ καὶ αὐξάνεται, οὐ μέν τοι καὶ ψυχὴν ἔχει. τῶν δὲ ζώων διαφοραὶ τέσσαρες εἰσί. τὰ μὲν γὰρ αὐτῶν ἀθάνατά ἐστι, καὶ ἔμψυχα, ὡς οἱ Ἀγγελοι. τὰ δὲ νοῦν, καὶ ψυχήν, καὶ πνεῦμα ἔχει, ὡς οἱ ἄνθρωποι. τὰ δὲ πνεῦμα ἔχει, καὶ ψυχήν, ὡς τὰ ζῶα. τὰ δὲ μόνον ζωὴν ἔχει, ὡς τὰ φυτά. καὶ ζωὴ μὲν ἐπὶ τῶν φυτῶν, χωρὶς ψυχῆς καὶ πνεύματος, καὶ νοῦ, καὶ ἀθανασίας συνίσταται. τὰ ἄλλα δὲ πάντα, χωρὶς ζωῆς οὐ δύνανται εἶναι. πᾶσα δὲ ψυχὴ ἀνθρωπίνη δηλονότι ἀεικίνητός ἐστιν ἀπὸ τόπου εἰς ἕτερον τόπον.

Ὅταν ἡδονῆς τινος φαντασίας ἀναλάβῃς, φύλασσε σαυτόν, μὴ εὐθέως συναρπασθῇς ὑπ᾽ αὐτῆς, ἀλλὰ μικρὸν ὑπερτιθέμενος, μνήσθητι τοῦ θανάτου, καὶ ἐνθυμήθητι πῶς ἀμεινόν ἐστι τὸ συνειδέναι σεαυτῷ, ταύτην τὴν πλάνην τῆς ἡδονῆς νενικηκότι.

Ὥσπερ ἐν τῇ γεννήσει τὸ πάθος ἐστί· τὸ γὰρ γινόμενον ἐν τῷ βίῳ, καὶ φθείρεται· οὕτω καὶ ἐν τῷ πάθει ἡ κακία ὑπάρχει. μὴ οὖν εἴπῃς, οὐκ ἠδύνατο ὁ Θεὸς τὴν κακίαν ἐκκόψαι. οἱ γὰρ τοῦτο λέγοντες, ἀναισθητοῦντες, καὶ μωραίνοντες λέγουσιν. οὐκ ἐχρῆν μὲν οὖν τὸν Θεὸν ἐκκόψαι τὴν ὕλην. τῆς γὰρ ὕλης ἐστὶ ταῦτα τὰ πάθη. ὁ δὲ Θεὸς κατὰ τὸ συμφέρον ἐξέκοψε τὴν κακίαν ἐκ τῶν ἀνθρώπων, νοῦν, καὶ ἐπιστήμην, καὶ γνῶσιν, καὶ διάκρισιν τοῦ καλοῦ δωρησάμενος αὐτοῖς· ἵνα, γινώσκοντες τὴν κακίαν, ὅτι βλαπτόμεθα ἐξ αὐτῆς, φεύγωμεν ἀπ᾽ αὐτῆς. ὁ δὲ ἀνόητος ἄνθρωπος ἐπακολουθεῖ τῇ κακίᾳ, καὶ σεμνύνεται ἐπ᾽ αὐτῇ, καὶ ὡς περ δικτύῳ περιτυχὼν μάχεται ὑπ᾽ αὐτῆς ἔνδον εἱλούμενος· καὶ μηδέποτε ἀνανεῦσαι δυνάμενος, καὶ ἰδεῖν, καὶ γνωρίσαι τὸν Θεὸν τὸν τὰ πάντα εἰς σσωτηρίαν, καὶ ἀποθέωσιν ἀνθρώπου ποιήσαντα.

Τὰ θνητὰ ἑαυτοῖς φθονεῖ ἐκ τοῦ προεπίστασθαι τόν δε τὸν θάνατον. καὶ τὸ μὲν ἀθάνατον, ἐκ τοῦ ἀγαθὸν εἶναι προσγίνεται τῇ ὁσίᾳ ψυχῇ· τὸ δὲ θνητόν, ἐκ τοῦ κακὸν εἶναι συμβαίνει τῇ ἀνοήτῳ καὶ ἀθλίᾳ ψυχῇ.

Ὅταν εὐχαρίστως ἐπὶ τὴν οἰκείαν κοίτην τραπῇς, τὰς εὐεργεσίας, καὶ τὴν τοσαύτην πρόνοιαν τοῦ Θεοῦ εἰς ἑαυτὸν ἐνθυμούμενος, πληρωθεὶς ἀγαθῆς ἐννείας, πλέον εὐφραίνῃ, καὶ γίνεταί σου ὁ τοῦ σώματος ὕπνος, τῆς ψυχῆς νῆψις, καὶ ἡ σύμμυσις τῶν ὀφθαλμῶν σου, ἀληθὴς Θεοῦ ὅρασις, καὶ ἡ σιωπή σου, ἐγκύμων τοῦ ἀγαθοῦ γινομένη, δίδωσιν ἐξ ὅλης ψυχῆς καὶ ἰσχύας, ἀνατεταμένην αἰσθητικὴν δόξαν τῷ τῶν ὅλων Θεῷ. κακίας γὰρ ἀπούσης ἀνθρώπου, ἡ εὐχαριστία καὶ μόνη, ὑπὲρ πᾶσαν πολυτελῆ θυσίαν, ἀρέσκει τῷ Θεῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Notes

  1. ἀντὶ τοῦ οἷον
  2. ἴσ. τὸ διακριτικόν.
  3. Πάντως τῷ σώματι τοῦτο νόησον, καὶ οὐ τῇ ψυχῇ, ἀλλὰ καὶ αὐτὸ μετὰ τὴν ἀνάστασιν ἀθανατισθήσεται.
  4. δηλ. φρόνησις.
  5. Τὸ ἀθάνατον ἐνταῦθα, ὡς πολυχρόνιον, καὶ ἐπιπολὺ διαμένον, ἐκλαμβάνεται.
  6. ἴσ. κεπφωθέντες.
  7. ἴσ. κατ᾽ ἀρετήν.

· Contents ·