Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Nilus of Sinai, Τοῦ αὐτοῦ τὰ περὶ προσευχῆς ἑκατὸν πεντήκοντα καὶ τρία κεφάλαια.

Εἴ τις βούλοιτο τὸ εὐῶδες θυμίαμα σκευάσαι, τὴν διαφανῆ λίβανον, καὶ τὴν κασσίαν, καὶ τὸν ὄνυχα, καὶ τὴν στακτήν, ἐξίσου συνθήσει κατὰ τὸν νόμον. ταῦτα δὲ ἐστὶν ἡ τετρὰς τῶν ἀρετῶν. ἐὰν γὰρ πληρέσταται καὶ ἴσαι τυγχάνουσιν, οὐ προδοθήσεται ὁ νοῦς.

Καθαρθεῖσα ψυχὴ διὰ τῆς τῶν ἐντολῶν πληρότητος, ἄκλονον τὴν τάξιν τοῦ νοῦ παρασκευάζει, δεκτικὸν αὐτὸν ποιοῦσα τῆς ζητουμένης καταστάσεως.

Ἡ προσευχή, ὁμιλία ἐστὶ νοῦ πρὸς Θεόν. ποίας οὖν δεῖται καταστάσεως ὁ νοῦς, ἵνα ἰσχύσῃ ἀμεταστρόφως ἐκταθῆναι πρὸς τὸν οἰκεῖον δεσπότην, καὶ συνομιλεῖν αὐτῷ μηδενὸς μεσιτεύοντος;

Εἰ τῇ ἐπὶ γῆς βάτῳ φλεγομένῃ προσεγγίσαι πειράσας Μωϋσῆς, κωλύεται, ἄχρις οὗ λύσει τὸ ὑπόδημα τῶν ποδῶν· πῶς αὐτός, τὸν ὑπὲρ πᾶσαν αἴσθησιν καὶ ἔννοιαν ἰδεῖν βουλόμενος, καὶ συνόμιλος αὐτῷ γενέσθαι, οὐ λύσεις ἐκ σοῦ πᾶν νόημα ἐμπαθές;

Πρότερον περὶ λήψεως δακρύων προσεύχου· ἵνα διὰ τοῦ πένθους μαλάξῃς τὴν ἐνυπάρχουσαν τῇ ψυχῇ σου ἀγριότητα, καὶ ἐξαγορεύσας κατὰ σοῦ τὰς ἀνομίας σου τῷ Κυρίῳ, τῆς παρ᾽ αὐτοῦ ἀφέσεως τεύξῃ.

Κέχρησο τοῖς δάκρυσι, πρὸς παντὸς αἰτήματος κατόρθωσιν. λίαν γὰρ χαίρει σου ὁ Δεσπότης, ἐν δάκρυσι προσευχομένου.

Ἐὰν πηγὰς δακρύων ἐκχέῃς ἐν τῇ προσευχῇ σου, μηδαμῶς ἐπαίρου ἐν ἑαυτῷ, ὡς ὑπὲρ τοὺς πολλοὺς ὤν. βοήθειαν γὰρ προσείληφεν ἡ προσευχή σου, ἵνα δυνηθῇς προθύμως ἐξαγορεῦσαί σου τὰς ἁμαρτίας, καὶ ἐξευμενίσασθαι τὸν δεσπότην διὰ τῶν δακρύων. μὴ οὖν εἰς πάθος τρέψῃς τὸ τῶν παθῶν ἀλέξημα, ἵνα μὴ πλέον παροργίσῃς τὸν δεδωκότα τὴν χάριν.

Πολλοὶ δακρύοντες ὑπὲρ ἁμαρτιῶν, ἐπιλαθόμενοι τοῦ τῶν δακρύων σκοποῦ, μανέντες ἐξετράπησαν.

Στῆθι ἐμπόνως, καὶ προσεύχου εὐτόνως, καὶ ἀποστρέφου τὰς τῶν φροντίδων καὶ διαλογισμῶν ἐπιτεύξεις. ταράττουσι γὰρ καὶ θορυβοῦσί σε, ἵνα τοῦ τόνου ἐκλύσωσιν.

Ὅταν ἴδωσί σε οἱ δαίμονες προθυμούμενον ἀληθῶς προσεύξασθαι, τότε ὑποτίθενται νοήματα τινῶν πραγμάτων δῆθεν ἀναγκαίων, καὶ μετὰ βραχὺ ἐπαίρουσι τὴν περὶ αὐτῶν μνήμην, κινοῦντες τὸν νοῦν πρὸς ζητησιν αὐτῶν, καὶ ὡς μὴ εὑρίσκων σφόδρα ἀθυμεῖ καὶ λυπεῖται. ἡνίκα δὲ στῇ εἰς προσευχήν, ὑπομιμνήσκουσιν αὐτῷ τῶν ζητηθέντων καὶ μνημονευθέντων, ἵνα κινηθεὶς ὁ νοῦς πρὸς τὴν αὐτῶν γνῶσιν, ἀπολέσῃ τὴν ἔγκαρπον προσευχήν.

Ἀγωνίζου στῆσαι τὸν νοῦν σου κατὰ τὸν καιρὸν τῆς προσευχῆς, κωφόν, καὶ ἄλαλον, καὶ δυνήσῃ προσεύξασθαι.

Ἡνίκα ἂν ἀπαντήσῃ σοι πειρασμός, ἢ ἀντιλογία διερεθίζῃ, πρὸς τὸν ἐξ ἐναντίας ἅμα κινῆσαι θυμὸν ἢ τινὰ ἄσημον ρῆξαι φωνήν, μνήσθητι τῆς προσευχῆς, καὶ τοῦ κατ᾽ αὐτὴν κρίματος, καὶ εὐθὺς ἡ ἐν σοὶ ἄτακτος κίνησις ἠρεμήσει.

Ὅσα ἂν ποιήσῃς πρὸς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς σκάνδαλόν σοι γενήσονται ἐν καιρῷ προσευχῆς.

Προσευχή ἐστι, πρᾳότητος, καὶ ἀοργησίας βλάστημα.

Προσευχή ἐστι, χαρᾶς, καὶ εὐχαριστίας πρόβλημα.

Προσευχή ἐστι, λύπης, καὶ ἀθυμίας ἀλέξημα.

Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρόν, ἀπάρνησαι ἑαυτόν, ἵνα δυνηθῇς ἀπερισπάστως προσεύξασθαι.

Εἰ βούλει ἐπαινετῶς προσεύχεσθαι, ἄρνησαι σεαυτὸν καθ᾽ ὥραν, καὶ πάμπολλα δεινὰ πάσχων, ὑπὲρ προσευχῆς φιλοσόφει.

Ὅπερ ἂν χαλεπὸν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς εὑρήσεις.

Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχήν· εἰ δὲ μήγε, εἰς μάτην τρέχεις.

Ἄφες σου τὸ δῶρον, φησίν, ἔμπροσθεν τοῦ θυσιαστηρίου. καὶ ἀπελθὼν πρότερον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθών, προσεύξῃ ἀταράχως. ἡ γὰρ μνησικακία ἀμαυροῖ τὸ ἡγεμονικὸν τοῦ προσευχομένου. καὶ σκοτίζει τούτου τὰς προσευχάς.

Οἱ λύπας, καὶ μνησικακίας ἑαυτοῖς ἐπισωρεύοντες, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι, καὶ εἰς πίθον τετρημένον βάλλουσιν.

Ἐὰν ὑπομονητικὸς ἦς, ἀεὶ μετὰ χαρᾶς προσεύξῃ.

Προσευχομένου σου δεόντως, τοιαῦτά σοι ἀπαντήσεται πράγματα, ἵνα δόξης δίκαιον εἶναι πάντως, θυμῷ χρήσασθαι. οὐκ ἔστι δὲ δίκαιος θυμὸς κατὰ τοῦ πέλας τὸ σύνολον. ἐὰν γὰρ ζητήσῃς, εὑρήσῃς, ὅτι δυνατόν, καὶ δίχα θυμοῦ, καλῶς διατεθῆναι τὸ πρᾶγμα. πάσῃ οὖν μηχανῇ χρῆσαι, εἰς τὸ μὴ ρῆξαι θυμόν.

Ὅρα, μὴ δοκῶν ἕτερον ἰᾶσθαι, αὐτὸς ἀνίατος ἔσῃ, καὶ δῷς ἐγκοπὴν τῇ προσευχῇ σου.

Φειδόμενος θυμοῦ, φειδὼ εὑρήσεις, καὶ φρόνιμον σεαυτὸν ἀναδείξεις, καὶ ἐν τοῖς προσευχομένοις ἔσῃ.

Κατὰ θυμοῦ ὁπλιζόμενος, ἐπιθυμίας οὐκ ἀνέξῃ ποτέ. αὕτη γὰρ ὕλας δίδωσι τῷ θυμῷ, καὶ οὗτος ταράττει τὸν νοερὸν ὀφθαλμόν, λυμαινόμενος τὴν κατάστασιν τῆς προσευχῆς.

Μὴ ἐν μόνοις τοῖς ἐκτὸς σχήμασι προσεύχου, ἀλλὰ πρότρεπε τὸν νοῦν σου εἰς συναίσθησιν πνευματικῆς προσευχῆς μετὰ πολλοῦ φόβου.

Ποτὲ μέν, ἀθρόως ἐπιστὰς εἰς προσευχήν, εὖ προσεύξῃ· ποτὲ δέ, καὶ λίαν πονήσας, οὐκ ἐπιτεύξῃ τοῦ σκοποῦ· ἵνα ἔτι μᾶλλον ζητήσῃς, καὶ λαβών, ἕξεις ἄσυλον τὸ κατόρθωμα.

Ἐπιστάντος Ἀγγέλου, ἀθρόως ἅπαντες ἀφίστανται οἱ ἐνοχλοῦντες ἡμῖν, καὶ εὑρίσκεται ὁ νοῦς ἐν πολλῇ ἀνέσει, ὑγειῶς προσευχόμενος. ποτὲ δὲ τοῦ συνήθους πολέμου ἡμῖν ἐπικειμένου, πυκτεύει ὁ νοῦς, καὶ οὐ συγχωρεῖται ἀνανεῦσαι. προπεποίωται γὰρ τοῖς ποικίλοις πάθεσιν. ὅμως ἐπὶ πλέον ζητῶν, εὑρήσει· καὶ κρούοντι, ἀνοιγήσεται αὐτῷ.

Μὴ προσεύχου τὰ σὰ θελήματα γενέσθαι. οὐδὲ γὰρ πάντως συμφωνοῦσι τῷ θελήματι τοῦ Θεοῦ. ἀλλὰ μᾶλλον καθὼς ἐδιδάχθης προσεύχου λέγων· γενηθήτω τὸ θέλημά σου ἐν ἐμοί. καὶ ἐπὶ παντὶ πράγματι, οὕτως αὐτὸν αἴτει, ἵνα τὸ αὐτοῦ γένηται θέλημα. θέλει γὰρ τὸ ἀγαθόν, καὶ συμφέρον τῇ ψυχῇ σου, σὺ δὲ οὐ πάντως τοῦτο ζητεῖς.

Πολλάκις προσευξάμενος, ἠτησάμην γενέσθαι μοι, ὃ ἔδοξα καλὸν εἶναι, καὶ ἐπέμενον τῷ αἰτήματι ἀλόγως βιαζόμενος τὸ θέλημα τοῦ Θεοῦ· καὶ μὴ ἀποδιδοὺς αὐτῷ, ἵνα ὃ οἶδε συμφέρον, αὐτὸ μᾶλλον οἰκονομήσῃ. καὶ μέντοι λαβών, ἠχθέσθην ὕστερον λίαν, διότι μὴ μᾶλλον τὸ θέλημα τοῦ Θεοῦ ἠτησάμην γενέσθαι. οὐ γὰρ τοιοῦτόν μοι ἀπήντησε τὸ πρᾶγμα, οἷον ἐνόμιζον.

Τί ἀγαθόν, ἀλλ᾽ ἢ Θεός; οὐκοῦν αὐτῷ ἀποδῶμεν πάντα τὰ καθ᾽ ἡμᾶς, καὶ εὖ ἡμῖν ἔσται. ὁ γὰρ ἀγαθός, πάντως καὶ ἀγαθῶν ἐστὶ πάροχος δωρεῶν.

Μὴ ὀδυνῶ μὴ κομιζόμενος εὐθέως παρὰ Θεοῦ τὸ αἴτημα ὃ αἰτεῖς. βούλεται γάρ σε ἐπιπλέον εὐεργετῆσαι προσκαρτεροῦντα αὐτῷ ἐν τῇ προσευχῇ. τί γὰρ ἀνώτερον τοῦ τῷ Θεῷ προσομιλεῖν, καὶ τῇ πρὸς αὐτὸν συνουσίᾳ περισπᾶσθαι;

Ἀπερίσπαστος προσευχή ἐστιν, ἄκρα νόησις νοός.

Προσευχή ἐστιν, ἀνάβασις νοῦ πρὸς Θεόν.

Εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς σύμπασιν, ἵνα τὸ πᾶν κληρονομήσῃς.

Προσεύχου πρότερον, περὶ τοῦ καθαρθῆναι τῶν παθῶν· καὶ δεύτερον, περὶ τοῦ ρυσθῆναι ἀπὸ τῆς ἀγνοίας, καὶ τῆς λήθης· καὶ τρίτον, ἀπὸ παντὸς πειρασμοῦ, καὶ ἐγκαταλείψεως.

Μόνην ζήτει ἐν τῇ προσευχῇ σου, τὴν δικαιοσύνην, καὶ τὴν Βασιλείαν, τουτέστι, τὴν ἀρετήν, καὶ τὴν γνῶσιν· καὶ τὰ λοιπὰ πάντα προστεθήσεταί σοι.

Δίκαιον μὴ μόνον περὶ οἰκείας καθάρσεως προσεύχεσθαι, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ ὁμοφύλου, ἵνα Ἀγγελικὸν μιμήσῃ τρόπον.

Ὅρα, εἰ ἀληθῶς Θεῷ παρέστηκας ἐν τῇ προσευχῇ σου, ἢ ἐπαίνῳ ἀνθρωπίνῳ ἡττᾷ, καὶ τοῦτον θηρᾶν ἐπείγῃ· ὥσπερ ἐπικαλύμματι κεχρημένος τῇ παρατάσει τῆς προσευχῆς.

Εἰ μετὰ ἀδελφῶν, εἴτε καταμόνας προσεύχῃ, ἀγώνισαι, μὴ ἔθει, ἀλλ᾽ αἰσθήσει προσεύχεσθαι.

Αἴσθησις ἐστὶ προσευχῆς, σύννοια μετ᾽ εὐλαβείας, καὶ κατανύξεως, καὶ ὀδύνης ψυχῆς ἐν ἐξαγορεύσει πταισμάτων, μετὰ στεναγμῶν ἀφανῶν.

Ἐὰν περικλέπτηται ὁ νοῦς σου ἀκμὴν ἐν καιρῷ προσευχῆς, οὐδέπω ἔγνω ὅτι Μοναχὸς προσεύχεται, ἀλλ᾽ ἔτι κοσμικός ἐστι, τὴν ἔξωθεν σκηνὴν καλλωπίζων.

Προσευχόμενος, τὴν μνήμην σου δυνάμει φύλαττε, ἵνα μὴ τὰ οἰκεῖα παραθήσεταί σοι, ἀλλὰ πρὸς τὴν γνῶσιν τῆς παραστάσεως σεαυτὸν κίνει. λίαν γὰρ πέφυκεν ὁ νοῦς συλᾶσθαι ὑπὸ τῆς μνήμης, ἐν τῷ καιρῷ τῆς προσευχῆς.

Ἡ παλαιῶν πραγμάτων φαντασίας ἄγει σοι ἡ μνήμη προσευχομένῳ, ἢ νέας φροντίδας, ἢ τὸ πρόσωπον τοῦ λελυπηκότος.

Λίαν βασκαίνει ὁ δαίμων ἀνθρώπῳ προσευχομένῳ, καὶ πάσῃ χρᾶται μηχανῇ λυμήνασθαι τὸν τούτου σκοπόν. οὐ παύεται οὖν τὰ νοήματα κινῶν τῶν πραγμάτων διὰ τῆς μνήμης, καὶ ὅλα τὰ πάθη ἀναμοχλεύων διὰ τῆς σαρκός, ἵνα ἐμποδίσαι δυνηθῇ τῷ ἀρίστῳ αὐτοῦ δρόμῳ, καὶ τῇ πρὸς Θεὸν ἐκδημίᾳ.

Ὅταν πολλὰ ποιήσας ὁ πονηρότατος δαίμων, μὴ δυνηθῇ ἐμποδίσαι τῇ τοῦ δικαίου προσευχῇ, μικρὸν ὑποχαλᾶ, καὶ μετέπειτα ἀμύνεται αὐτὸν προσευξάμενον. ἢ γὰρ εἰς ὀργὴν τοῦτον ἐξάψας, ἀφανίζει τὴν ἐκ τῆς προσευχῆς συγκροτουμένην ἀρίστην κατάστασιν αὐτῷ, ἢ πρὸς ἡδονὴν ἄλογον ἐρεθίσας, ἐνυβρίζει τὸν νοῦν.

Προσευξάμενος ὡς δεῖ, προσδόκα ἃ μὴ δεῖ, καὶ στῆθι ἀνδρείως φυλάττων τὸν καρπόν σου. εἰς τοῦτο γὰρ ἐξ ἀρχῆς ἐτάγης, ἐργάζεσθαι, καὶ φυλάττειν. μὴ οὖν ἐργασάμενος, ἐάσῃς ἀφύλακτον τὸ ποιηθέν, εἰ δὲ μή, οὐδὲν ὠφέλησας προσευχόμενος.

Πᾶς ὁ συγκροτούμενος πόλεμος μεταξὺ ἡμῶν τε, καὶ τῶν ἀκαθάρτων δαιμόνων, οὐ περὶ ἑτέρου γίνεται, ἢ περὶ πνευματικῆς προσευχῆς. λίαν γὰρ πολέμιος αὐτοῖς ἐστι καὶ ἐπαχθεστάτη, ἡμῖν δὲ σωτήριος καὶ προσηνεστάτη.

Τί βούλεται τοῖς δαίμοσιν ἐνεργεῖν ἐν ἡμῖν; γαστριμαργίαν, πορνείαν, φιλαργυρίαν, ὀργήν τε, καὶ μνησικακίαν, καὶ τὰ λοιπὰ πάθη· ἵνα παχυνθεὶς ἐξ αὐτῶν ὁ νοῦς, μὴ δυνηθῇ ὡς δεῖ προσεύξασθαι. τὰ γὰρ τοῦ ἀλόγου μέρους πάθη ἄρξαντα, οὐκ ἐᾷ αὐτὸν λογικῶς κινεῖσθαι.

Τὰς ἀρετὰς μετερχόμεθα, διὰ τοὺς λόγους τῶν γεγονότων, καὶ τούτους διὰ τὸν οὐσιώσαντα λόγον· οὗτος δὲ ἐν τῇ καταστάσει τῆς προσευχῆς ἀναφαίνεσθαι εἴωθεν.

Κατάστασίς ἐστι προσευχῆς, ἕξις ἀπαθής, ἔρωτι ἀκροτάτῳ εἰς ὕψος νοητὸν ἁρπάζουσα τὸν φιλόσοφον νοῦν.

Οὐ μόνον θυμοῦ, καὶ ἐπιθυμίας δεῖ ἄρχειν τὸν ἀληθῶς προσεύξασθαι βουλόμενον, ἀλλὰ καὶ ἐκτὸς νοήματος ἐμπαθοῦς γενέσθαι.

Ὁ ἀγαπῶν τὸν Θεόν, τούτῳ ὡς πατρὶ ἀεὶ συνομιλεῖ, ἀποστρεφόμενος πᾶν νόημα ἐμπαθές.

Οὐχ ὁ ἀπαθείας τετυχηκώς, ἤδη καὶ προσεύχεται ἀληθῶς. δύναται γὰρ ἐν τοῖς ψιλοῖς νοήμασιν εἶναι, καὶ ἐν ταῖς ἱστορίαις αὐτῶν περισπᾶσθαι, καὶ μακρὰν ἀπέχειν ἀπὸ Θεοῦ.

Οὐχ ὅτε μὴ χρονίζει ὁ νοῦς ἐν τοῖς ψιλοῖς νοήμασι τῶν πραγμάτων, ἤδη καὶ προσευχῆς κατείληφε τόπον. δύναται γὰρ ἐν τῇ θεωρίᾳ ἀεὶ εἶναι τῶν πραγμάτων, καὶ ἐν τοῖς λόγοις αὐτῶν ἀδολεσχεῖν· ἅπερ εἰ καὶ ψιλὰ ρήματα ἐστίν, ἀλλ᾽ ὡς πραγμάτων ὄντα θεωρήματα, τυποῦσι καὶ σχηματίζουσι τὸν νοῦν, καὶ μακρὰν ἀπάγουσιν αὐτὸν ἀπὸ τοῦ Θεοῦ.

Ἐὰν μὴ ὑπὲρ τὴν θεωρίαν τῆς σωματικῆς φύσεως ὁ νοῦς γένηται, οὔπω τέλειον τὸν τοῦ Θεοῦ τόπον ἐθεάσατο. δύναται γὰρ ἐν τῇ τῶν νοητῶν εἶναι γνώσει, καὶ ποικίλεσθαι πρὸς αὐτά.

Εἰ προσεύξασθαι βούλει, Θεοῦ χρεία τοῦ διδόντος εὐχὴν τῷ εὐχομένῳ. οὐκοῦν ἐπικαλοῦ αὐτόν, λέγων· ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ Βασιλεία σου. τουτέστι, τὸ Ἅγιον Πνεῦμα, καὶ ὁ Μονογενής σου Υἱός. οὕτω γὰρ ἐδίδαξε λέγων· ἐν πνεύματι, καὶ ἀληθείᾳ προσκυνεῖσθαι τὸν Πατέρα.

Ὁ ἐν πνεύματι καὶ ἀληθείᾳ προσευχόμενος, οὐκ ἔτι ἐκ τῶν κτισμάτων τὸν δημιουργὸν γεραίρει, ἀλλ᾽ ἐξ αὐτοῦ αὐτὸν ἀνυμνεῖ.

Εἰ θεολόγος εἶ, προσεύξῃ ἀληθῶς. καὶ εἰ ἀληθῶς προσεύχῃ, θεολόγος εἰ.

Ὅταν ὁ νοῦς σου τῷ πολλῷ πρὸς τὸν Θεὸν πόθῳ, κατὰ μικρὸν οἷον ὑπαναχωρεῖ τῆς σαρκός, καὶ πάντα τὰ ἐξ αἰσθήσεως, ἢ μνήμης, ἢ κράσεως νοήματα ἀποστρέφεται, εὐλαβείας ὁμοῦ, καὶ χαρᾶς ἔμπλεως γενόμενος, τότε νόμιζε ἠγγικέναι ὅροις προσευχῆς.

Τὸ Ἅγιον Πνεῦμα τῇ ἡμετέρᾳ συμπάσχον ἀσθενείᾳ, καὶ ἀκαθάρτοις οὖσιν ἡμῖν ἐπιφοιτᾶ· καὶ εἰ εὕροι τὸν νοῦν μόνον φιλαλήθως αὐτῷ προσευχόμενον, ἐπιβαίνει αὐτῷ· καὶ ἅπασαν τὴν κυκλοῦσαν αὐτῷ τῶν λογισμῶν, ἢ νοημάτων φάλαγγα ἐξαφανίζει· προτρεπόμενον αὐτὸν εἰς ἔρωτα πνευματικῆς προσευχῆς.

Οἱ μὲν λοιποί, διὰ τῆς ἀλλοιώσεως τοῦ σώματος, ἐμποιοῦσι τῷ νῷ λογισμούς, ἢ νοήματα, ἢ θεωρήματα· ὁ δέγε Κύριος τοὐναντίον δρᾷ, αὐτῷ τῷ νῷ ἐπιβαίνων, ἐντίθησιν αὐτῷ γνῶσιν ὧν βούλεται· καὶ διὰ τοῦ νοῦ, τὴν ἀκρασίαν τοῦ σώματος κατευνάζει.

Οὐδεὶς ἐρῶν ἀληθοῦς προσευχῆς, καὶ ὀργιζόμενος, ἢ μνησικακῶν, ἐκτὸς ἐστὶ μέμψεως. ὅμοιος γὰρ ἐστὶ τῷ ὀξυοπεῖν θέλοντι, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς ἐκταράσσοντι.

Εἰ προσεύξασθαι ποθεῖς, μηδὲν τῶν ἐναντιουμένων τῇ προσευχῇ πράττε· ἵνα ὁ Θεὸς ἐγγίσας, συμπορεύσηταί σοι.

Μὴ σχηματίσῃς τὸ Θεῖον ἐν σεαυτῷ προσευχόμενος, μηδὲ πρὸς μορφὴν τινὰ συγχωρήσῃς τυπωθῆναί σου τὸν νοῦν, ἀλλ᾽ αὕλως τῷ ἀΰλῳ πρόσιθι, καὶ συνήσεις.

Φυλάττου τὰς παγίδας τῶν ἐναντίων. γίνεται γάρ, ἐν τῷ προσεύχεσθαί σε καθαρῶς καὶ ἀταράχως, ἀθρόως ἐπιστῆναί σοι μορφὴν τινὰ ξένην καὶ ἀλλόφυλον, πρὸς τὸ εἰς οἴησίν σε ἀπαγαγεῖν, τοπάζοντα τὸ θεῖον ἐκεῖ· ἵνα τὸ ἀθρόως ἐκκαλυφθέν σοι ποσόν, τὸ θεῖον εἶναι πείσῃ· ἄποσον δὲ τὸ θεῖον καὶ ἀσχημάτιστον.

Ὅταν μὴ δυνηθῇ τὴν μνήμην κινῆσαι ἐν τῇ προσευχῇ ὁ φθονερὸς δαίμων, τότε τὴν κράσιν τοῦ σώματος ἐκβιάζεται, εἰς τὸ ποιῆσαι ξένην τινὰ φαντασίαν τῷ νῷ, καὶ μορφῶσαι αὐτόν. ὁ δὲ ἔθος ἔχων ἐν νοήμασι συνεῖναι, ραδίως κάμπτεται· καὶ ὁ πρὸς ἄϋλον γνῶσιν, καὶ ἀνείδεον ἐπειγόμενος, ἀπατᾶται καπνὸν ἀντὶ φωτὸς κατέχων.

Στῆθι ἐπὶ τῆς φυλακῆς σου, φυλάττων τὸν νοῦν σου ἀπὸ νοημάτων, κατὰ τὸν καιρὸν τῆς προσευχῆς, τὴν αἴτησιν πληρῶσαι, καὶ στῆναι ἐπὶ τῇ οἰκείᾳ ἠρεμίᾳ· ἵνα ὁ συμπάσχων τοῖς ἀγνοοῦσι, καὶ σοὶ ἐπιφοιτήσῃ· καὶ τότε λήψῃ δῶρον προσευχῆς εὐκλεέστατον.

Οὐ δυνήσῃ προσεύξασθαι καθαρῶς, πράγμασι συμπλεκόμενος ὑλικοῖς, καὶ φροντίσι συνεχέσι δονούμενος. προσευχὴ γὰρ ἐστίν, ἀπόθεσις νοημάτων.

Οὐ δύναται δεδεμένος δραμεῖν. οὐδὲ νοῦς πάθει δουλεύων, προσευχῆς πνευματικῆς τόπον ἰδεῖν. ἕλκεται γὰρ καὶ περιφέρεται ἐκ τοῦ ἐμπαθοῦς νοήματος, καὶ οὐχ ἕξει στάσιν ἀκλόνητον.

Ἐπὰν καθαρῶς λοιπὸν καὶ ἀπαθῶς ὁ νοῦς προσεύχηται, τηνικαῦτα οὐκ ἔτι ἐκ τῶν ἀριστερῶν ἐπέρχονται αὐτῷ οἱ δαίμονες, ἀλλ᾽ ἐκ τῶν δεξιῶν. ὑποτίθενται γὰρ αὐτῷ δόξαν Θεοῦ, καὶ σχηματισμόν τινά, τῶν τῇ αἰσθήσει φίλων, ὡς δοκεῖν τέλεον τετεῦχθαι αὐτὸν τοῦ περὶ προσευχῆς σκοποῦ. τοῦτο δὲ ἔφρασε γνωστικὸς ἀνήρ, ὑπὸ τοῦ τῆς κενοδοξίας πάθους γίνεσθαι· καὶ ὑπὸ τοῦ δαίμονος τοῦ ἁπτομένου τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου.

Οἶμαι τὸν δαίμονα ἐφαπτόμενον τοῦ εἰρημένου τόπου, τὸ περὶ τὸν νοῦν φῶς τρέπειν καθὼς βούλεται. καὶ οὕτω κινεῖσθαι τὸ τῆς κενοδοξίας πάθος εἰς λογισμόν, μορφοῦντα τὸν νοῦν κουφογνωμόνως πρὸς τοπασμὸν θείας, καὶ οὐσιώδους γνώσεως μὴ ὀχλούμενος δὲ ὁ τοιοῦτος ὑπὸ σαρκικῶν, καὶ ἀκαθάρτων παθῶν, ἀλλὰ καθαρῶς δῆθεν παρεστὼς, δοκεῖ μηκέτι ἐνέργειάν τινα ἐναντίαν γίνεσθαι ἐν αὐτῷ· ὅθεν ὑποπτεύει θείαν εἶναι ἐπιφάνειαν, τὴν γινομένην αὐτῷ ὑπὸ τοῦ δαίμονος· δεινότητι λίαν χρωμένου, καὶ διὰ τοῦ ἐγκεφάλου, τὸ συνεζευγμένον φῶς ἀλλοιοῦντος, καὶ μορφοῦντος αὐτὸν καθὼς προέφημεν.

Ὁ τοῦ Θεοῦ Ἄγγελος ἐπιστάς, λόγῳ μόνῳ ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν παύει ἐξ ἡμῶν, καὶ κινεῖ τὸ φῶς τοῦ νοῦ ἀπλανῶς ἐνεργεῖν.

Τὸ λέγειν ἐν τῇ Ἀποκαλύψει, κομίζεσθαι τὸν Ἄγγελον θυμίαμα, ἵνα δῷ εἰς τὰς προσευχὰς τῶν Ἁγίων, οἶμαι τὴν χάριν εἶναι ταύτην, τὴν διὰ τοῦ Ἀγγέλου ἐνεργουμένην. γνῶσιν γὰρ ἐμποιεῖ τῆς ἀληθοῦς προσευχῆς, ὥστε ἑστάναι λοιπὸν ἐκτὸς παντὸς κλόνου, ἀκηδίας τε, καὶ ὀλιγωρίας τὸν νοῦν.

Αἱ φιάλαι τῶν θυμιαμάτων, αἱ προσευχαὶ εἶναι λέγονται τῶν Ἁγίων, ἃς οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἐπεφέροντο. φιάλην δὲ ὑποληπτέον, τὴν πρὸς Θεὸν φιλίαν, ἤτοι τὴν τελείαν καὶ πνευματικὴν ἀγάπην, ἐν ᾗ ἡ προσευχὴ ἐνεργεῖται ἐν πνεύματι καὶ ἀληθείᾳ.

Ὅταν δόξης μὴ δεῖσθαι δακρύων ἐν τῇ προσευχῇ σου δι᾽ ἁμαρτίας, σκόπει πόσον ἀφέστηκας τοῦ Θεοῦ, ὀφείλων εἶναι διαπαντὸς ἐν αὐτῷ, καὶ θερμότερον δακρύσεις.

Ναὶ μὴν ἐπιγινώσκων τὰ μέτρα σου, ἡδέως πενθήσῃς, ταλανίζων σεαυτόν, κατὰ τὸν Ἡσαΐαν· πῶς ἀκάθαρτος ὢν, καὶ ἐν μέσῳ λαοῦ τοιούτου ὑπάρχων, τουτέστιν ἐναντίων, τολμᾶς τῷ Κυρίῳ Σαβαὼθ παρεστάναι.

Ἐὰν ἀληθῶς προσεύχῃ, πολλὴν πληροφορίαν εὑρήσεις· καὶ Ἄγγελοι συνελεύσονταί σοι ὡς καὶ τῷ Δανιήλ, καὶ τοὺς λόγους τῶν γινομένων φωτιοῦσί σε.

Γίνωσκε, ὅτιπερ οἱ ἅγιοι Ἄγγελοι προτρέπονται ἡμᾶς εἰς προσευχήν, καὶ συμπαρίστανται ἡμῖν χαίροντες ἅμα, καὶ προσευχόμενοι ὑπὲρ ἡμῶν. ἐὰν οὖν ἀμελήσωμεν, καὶ δεξώμεθα λογισμοὺς ἐναντίους, λίαν παροξύνομεν αὐτούς· ὅτιπερ αὐτοὶ ὑπὲρ ἡμῶν ἀγωνίζονται τοσοῦτον· ἡμεῖς δὲ, οὐδὲ ὑπὲρ ἑαυτῶν βουλόμεθα ἱκετεῦσαι τὸν Θεόν, ἀλλὰ καταφρονοῦντες τῆς ἑαυτῶν λειτουργίας, καὶ τὸν τούτων δεσπότην καὶ Θεὸν καταλιμπάνοντες, δαίμοσιν ἀκαθάρτοις ἐντυγχάνομεν.

Προσεύχου ἐπιεικῶς καὶ ἀταράχως, καὶ ψάλλε συνετῶς καὶ εὐρύθμως, καὶ ἔσῃ ὡς νεοσσὸς ἀετοῦ ἐν ὕψει αἰρόμενος.

Ἡ μὲν ψαλμῳδία, τὰ πάθη κατευνάζει, καὶ τὴν ἀκρασίαν τοῦ σώματος ἠρεμεῖν ἀπεργάζεται· ἡ δὲ προσευχή, ἐνεργεῖν παρασκευάζει τὸν νοῦν τὴν ἰδίαν ἐνέργειαν.

Προσευχή ἐστι, πρέπουσα ἐνέργεια τῇ ἀξίᾳ τοῦ νοῦ· ἤτοι κρείττων, καὶ εἰλικρινὴς χρῆσις αὐτοῦ.

Ἡ μὲν ψαλμῳδία, τῆς ποικίλης σοφίας ἐστίν· ἡ δὲ προσευχή, προοίμιον ἐστὶ τῆς ἀΰλου, καὶ ποικίλης γνώσεως.

Ἡ γνῶσις καλλίστη ὑπάρχει. συνεργὸς γάρ ἐστι τῆς προσευχῆς· τὴν νοερὰν δύναμιν τοῦ νοῦ διϋπνίζουσα πρὸς θεωρίαν τῆς θείας γνώσεως.

Εἰ οὐδέπω ἔλαβες χάρισμα προσευχῆς, ἢ ψαλμῳδίας, ἐφέδρευσον, καὶ λήψῃ.

Ἔλεγε δὲ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν αὐτοὺς πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. οὐκοῦν, μὴ ἐκκάκει τέως, μηδὲ ἀθύμει, ὡς μὴ λαβών. λήψῃ γὰρ ὕστερον. καὶ ἐπήγαγε τῇ παραβολῇ· τὸ γὰρ, εἰ καὶ Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλάγε διὰ τὸ κόπους μοι παρέχειν τὴν γυναῖκα, ποιήσω τὴν κρίσιν αὐτῆς. οὔτως οὖν καὶ ὁ Θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, ἐν τάχει. εὐθύμει τοιγαροῦν προσκαρτερῶν ἐμπόνως τῇ ἁγίᾳ προσευχῇ.

Μὴ θέλε, ὡς σοὶ δοκεῖ, ἀλλ᾽ ὡς Θεῷ ἀρέσκει, γενέσθαι τὰ κατὰ σέ· καὶ ἔσῃ ἀτάραχος καὶ εὐχάριστος ἐν προσευχῇ σου.

Κἂν μετὰ Θεοῦ δοκῇς εἶναι, φυλάττου τὸν τῆς πορνείας δαίμονα. λίαν γάρ ἐστιν ἀπατεών, καὶ φθονερώτατος, καὶ βούλεται ὀξύτερος εἶναι τῆς κινήσεως, καὶ νήψεως τοῦ νοός σου, ὡς καὶ ἀπὸ Θεοῦ ἀποσπᾶν αὐτόν, παρεστῶτα αὐτῷ μετ᾽ εὐλαβείας, καὶ φόβου.

Ἐὰν προσευχῆς ἐπιμελῇ, ἑτοιμάζου πρὸς ἐπαγωγὰς δαιμόνων, καὶ καρτερῶς τὰς μάστιγας ὑπόμενε. ὡς γὰρ θῆρες ἄγριοι ἐπελεύσονταί σοι, καὶ πᾶν σου κακώσουσι τὸ σῶμα.

Παρασκευάζου ὡς ἔμπειρος ἀγωνιστής, κἂν ἀθρόως ἴδῃς φαντασίαν, μὴ κλονεῖσθαι· κἂν ρομφαίαν κατὰ σοῦ ἐσπασμένην, ἢ λαμπάδα κατατρέχουσάν σου τὴν ὄψιν, μὴ ταράττεσθαι· κἂν μορφήν τινα ἀηδὴ, καὶ αἱματώδη, μηδόλως καταπίπτειν τὴν ψυχήν. ἀλλὰ στῆθι ὁμολογῶν τὴν καλὴν ὁμολογίαν, καὶ ρᾷον ἐπόψῃ ἐπὶ τοὺς ἐχθρούς σου.

Ὁ τὰ λυπηρὰ ὑποφέρων, καὶ τῶν περιχαρῶν τεύξεται. καὶ ὁ ἐν τοῖς ἀηδέσι καρτερῶν, τῶν ἡδέων οὐκ ἀμοιρήσει.

Ὅρα, μή σε ἀπατήσωσι διά τινος ὀπτασίας οἱ πονηροὶ δαίμονες, ἀλλὰ γίνου σύννους, τρεπόμενος εἰς εὐχήν, καὶ παρακάλει τὸν Θεόν· ἵνα εἰ μὲν ἐξ αὐτοῦ ἐστὶ τὸ νόημα, αὐτός σε φωτίσῃ. εἰ δὲ μήγε, τὸ τάχος τὸν πλάνον ἀπελάσῃ ἀπὸ σοῦ. καὶ θάρσει ὡς οὐ στήσονται οἱ κύνες, σοῦ ἐμπύρως τῇ πρὸς Θεὸν ἐντεύξει κεχρημένου. εὐθέως γὰρ ἀοράτως, καὶ ἀφανῶς, Θεοῦ δυνάμει, μαστιζόμενοι, μακρὰν ἐλαθήσονται.

Δίκαιόν ἐστι, μηδὲ τὸν δόλον σε τοῦτον ἀγνοεῖν· ὅτι ἐν καιρῷ μερίζουσιν ἑαυτοὺς οἱ δαίμονες, καὶ εἰ δόξης βοήθειαν ἐπιζητεῖν, εἰσίασιν οἱ λοιποὶ ἐν σχήμασιν ἀγγελικοῖς, τοὺς πρώτους ἀπελαύνοντες· πρὸς τὸ σὲ ἐξαπατᾶσθαι ὑπ᾽ αὐτῶν τῇ γνώμῃ, ὡς δῆθεν ὄντων ἀγγέλων.

Ταπεινοφροσύνης πολλῆς ἐπιμέλησαι, καὶ ἀνδρείας, καὶ οὐ μή σου δαιμόνων ἐπήρεια καθάψηται τῆς ψυχῆς· καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε. καὶ ἀφανῶς ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν ἀποδιώξουσιν ἀπὸ σοῦ.

Ψόφους μὲν, καὶ κτύπους, καὶ φωνάς, καὶ αἰκισμοὺς ἐκ δαιμόνων ἀκούσεται, ὁ καθαρᾶς ἐπιμελούμενος προσευχῆς· ἀλλ᾽ οὐ συμπεσεῖται, οὐδὲ προδώσει τὸν λογισμόν, λέγων πρὸς τὸν Θεόν· οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ· καὶ τὰ ὅμοια.

Ἐν καιρῷ τῶν τοιούτων πειρασμῶν, βραχείᾳ καὶ ἐπιτεταμένῃ προσευχῇ κέχρησο.

Ἐὰν ἀπειλήσωσί σοι οἱ δαίμονες ἀθρόως ἐκ τοῦ ἀέρος προφαίνεσθαι, καὶ ἐκπλήττειν σε καὶ διαρπάζειν τὸν νοῦν σου, μὴ πτοηθῇς αὐτούς· μηδὲ ὅλως φροντίσῃς τῆς τούτῶν ἀπειλῆς. ἐκφοβοῦσι γάρ σε πειράζοντες, εἰ ἄρα προσέχεις αὐτοῖς, ἢ τέλεον αὐτῶν κατεφρόνησας.

Εἰ Θεῷ παντοκράτορι, καὶ δημιουργῷ, καὶ προνοητῇ τοῦ παντὸς παρίστασαι ἐν τῇ προσευχῇ, τί οὕτως ἀλόγως αὐτῷ παρέστηκας, ὡς παρελθεῖν τὸν ἀνυπέρβλητον αὐτοῦ φόβον, καὶ κώνωπας, καὶ κανθάρους δεδίττεσθαι; ἢ οὐκ ἤκουσας τοῦ λέγοντος; Κύριον τὸν Θεόν σου φοβήσῃ. καὶ πάλιν· ὃν φρίττει καὶ τρέμει πάντα ἀπὸ προσώπου δυνάμεως αὐτοῦ· καὶ τὰ ἑξῆς.

Ὥς περ ὁ ἄρτος τροφή ἐστι τῷ σώματι, καὶ ἡ ἀρετὴ τῇ ψυχῇ, οὕτως καὶ τοῦ νοῦ ἡ πνευματικὴ προσευχή, τροφὴ ὑπάρχει.

Μὴ φαρισαϊκῶς, ἀλλὰ τελωνικῶς προσεύχου ἐν τῷ ἱερῷ τόπῳ τῆς προσευχῆς, ἵνα καὶ σὺ δικαιωθῇς ὑπὸ Κυρίου.

Ἀγωνίζου μὴ κατεύξασθαί τινος ἐν τῇ προσευχῇ σου, ἵνα μὴ ἃ οἰκοδομεῖς, καταλύσῃς· βδελυκτὴν ποιῶν τὴν προσευχήν σου.

Ὁ χρεωφειλέτης τῶν μυρίων ταλάντων παιδευέτω σε· ὡς εἰ μὴ ἀφήσεις τῷ ὀφειλέτῃ, οὐδὲ αὐτὸς τεύξῃ τῆς ἀφέσεως. παρέδωκε γὰρ αὐτόν, φησί, τοῖς βασανισταῖς.

Παραπέμπου τὰς ἀνάγκας τοῦ σώματος, ἐν τῇ παραστάσει τῆς προσευχῆς· ἵνα μὴ νυττόμενος ὑπὸ ψύλλης, ἢ φθειρός, ἢ κώνωπος, ἢ μυίας, ζημιωθῇς τὸ μέγιστον κέρδος τῆς προσευχῆς σου.

Ἦλθεν εἰς ἡμᾶς, ὡς τινὶ τῶν ἁγίων προσευχομένῳ, τοσοῦτον ἀνθίστατο ὁ πονηρός, ὡς ἅμα τῷ ἐκτεῖναι τὰς χεῖρας, ἐκεῖνον ὡς λέοντα μετασχηματισθῆναι, καὶ ἀνεγείρειν εἰς ὀρθὸν τοὺς ἐμπροσθίους πόδας, καὶ τοὺς οἰκείους ὄνυχας ἑκατέρωθεν ταῖς δυσὶ ψόαις ἐμπείρειν τοῦ ἀγωνιστοῦ· καὶ μὴ ἀφίστασθαι, πρὶν τὰς χεῖρας κατάξῃ· τὸν δέ, μηδέποτε ὑποχαλάσαι ταύτας, ἄχρις οὗ τὰς συνήθεις εὐχὰς ἐκπληρώσῃ.

Τοιοῦτον ἔγνωμεν καὶ τὸν ἐν λάκκῳ ἡσυχάσαντα, Ἰωάννην τὸν μικρόν· μᾶλλον δὲ ὑπερμεγέθη Μοναχόν· ὃς ἀκίνητος ἔμεινεν ἐκ τῆς τοῦ Θεοῦ συνουσίας, τοῦ δαίμονος ἐν εἴδει δράκοντος περιελιχθέντος αὐτῷ, καὶ μασσωμένου αὐτοῦ τὰς σάρκας, καὶ τῷ προσώπῳ αὐτοῦ ἐπερευγομένου.

Ἀνέγνως πάντως καὶ τοὺς βίους τῶν ταβεννησιωτῶν Μοναχῶν, καθὰ φησί, ὅτι λαλοῦντος τοῦ ἀββᾶ Θεοδώρου λόγον τοῖς ἀδελφοῖς, ἦλθον δύω ἔχιδναι ὑπὸ τοὺς πόδας αὐτοῦ· ὁ δέ, ἀταράχως ποιήσας αὐτοὺς ὡσεὶ καμάραν, ὑπέλαβεν αὐτὰς ἔνδοθεν ἕως ἐπαύσατο λαλῶν τὸν λόγον· καὶ τότε αὐτὰς ὑπεδείκνυε τοῖς ἀδελφοῖς, ἐξηγούμενος τὸ πρᾶγμα.

Περὶ ἑτέρου πάλιν ἀνέγνωμεν πνευματικοῦ ἀδελφοῦ, ὅτι προσευχομένου αὐτοῦ, ἔχιδνα ἐλθοῦσα, καθήψατο τοῦ ποδὸς αὐτοῦ. ὁ δὲ, οὐ πρότερον καθῆκε τὰς χεῖρας, ἄχρις οὖ τὴν συνήθη ἐξετέλεσεν εὐχήν· καὶ οὐδὲν ἐβλάβη ὁ ἀγαπήσας τὸν Θεὸν ὑπὲρ ἑαυτόν.

Ἀμετεώριστον ὄμμα ἔχε ἐν τῇ προσευχῇ σου, καὶ ἀρνησάμενός σου τὴν σάρκα καὶ τὴν ψυχήν, κατὰ νοῦν ζῆθι.

Ἑτέρῳ τινὶ εὐτόνως εὐχομένῳ ἁγίῳ, ἐν ἐρήμῳ ἡσυχάζοντι, δαίμονες ἐπιστάντες ἐπὶ δύω ἑβδομάδας ἐσφαίριζον καὶ ἐτίνασσον εἰς τὸν ἀέρα, δεχόμενοι αὐτὸν ἐν τῷ ψιαθίῳ· καὶ οὐδὲ ὅλως ἴσχυσαν καταγαγεῖν τὸν νοῦν αὐτοῦ ἐκ τῆς ἐμπύρου προσευχῆς.

Ἄλλῳ πάλιν φιλοθέῳ, καὶ προσευχῆς ἔννοιαν ποιουμένῳ, ἐν ἐρήμῳ βαδίζοντι, ἄγγελοι ἐπέστησαν δύω, καὶ ἐμέσαζαν αὐτὸν συνοδοιποροῦντες αὐτῷ· ὁ δὲ οὐδὲ ὅλως τούτοις προσεῖχεν, ἵνα μὴ τὸ κρεῖττον ζημιωθῇ· ἐμνημόνευσε γὰρ τοῦ Ἀποστολικοῦ ῥητοῦ φάσκοντος· οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.

Ἰσάγγελος γίνεται Μοναχὸς διὰ τῆς προσευχῆς, ἐπιποθῶν ἰδεῖν τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς.

Μή ζήτει παντελῶς μορφήν, ἢ σχῆμα δέχεσθαι, ἐν τῷ τῆς προσευχῆς καιρῷ.

Μὴ πόθει ἀγγέλους ἰδεῖν, ἢ δυνάμεις, ἢ Χριστὸν αἰσθητῶς, ἵνα μὴ τέλεον φρενήρης γένῃ· λύκον ἀντὶ ποιμένος δεχόμενος, καὶ προσκυνῶν τοῖς ἐχθροῖς δαίμοσιν.

Ἀρχὴ πλάνης νοῦ, κενοδοξία· ἐξ ἧς κινούμενος ὁ νοῦς, ἐν σχήμασι, καὶ μορφαῖς πειρᾶται περιγράφειν τὸ θεῖον.

Ἐγὼ τὸ ἐμὸν λέξω, ὃ καὶ νεωτέροις εἴρηκα· μακάριος ὁ νοῦς, ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, τελείαν ἀμορφίαν ἐκτήσατο.

Μακάριός ἐστιν ὁ νοῦς, ὃς ἀπερισπάστως εὐχόμενος, πλείονα πόθον ἀεὶ πρὸς Θεὸν προσλαμβάνεται.

Μακάριός ἐστιν ὁ νοῦς, ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ἄϋλος, καὶ ἀκτήμων γίνεται.

Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς, τελείαν ἀναισθησίαν κτησάμενος.

Μακάριός ἐστι Μοναχός, ὁ πάντας ἀνθρώπους ὡς Θεόν, μετὰ Θεὸν λογιζόμενος.

Μακάριός ἐστι Μοναχός, ὁ τὴν πάντων σωτηρίαν καὶ προκοπήν, ὡς οἰκείαν μετὰ πάσης χαρᾶς ὁρῶν.

Μακάριός ἐστι Μοναχός, ὁ πάντων περίψημα ἑαυτὸν λογιζόμενος.

Μοναχός ἐστιν, ὁ πάντων χωρισθείς, καὶ πᾶσι συνηρμοσμένος.

Μοναχός ἐστιν, ὁ ἕνα ἑαυτὸν μετὰ πάντων ἡγούμενος, διὰ τὸ ἐν ἑκάστῳ ἑαυτὸν ἀπαραλείπτως δοκεῖν ὁρᾶν.

Οὗτος προσευχὴν ἐπιτελεῖ, ὁ ἀεὶ τὴν πρωτόνοιαν ἑαυτοῦ πᾶσαν καρποφορῶν τῷ Θεῷ.

Πᾶν ψεῦδος, καὶ πάντα ὅρκον περιΐστασο ὡς Μοναχός, προσεύξασθαι ποθῶν· εἰ δὲ μήγε, εἰς μάτην σχηματίζῃ τὸ ἀνοίκειον.

Εἰ πνεύματι προσεύχεσθαι βούλει, μηδὲν ἀνιμήσῃ ἀπὸ σαρκός, καὶ οὐχ ἕξεις νέφος ἀντισκοτοῦν σοι ἐν τῷ καιρῷ τῆς προσευχῆς.

Ἐμπίστευσον τῷ Θεῷ τὴν χρείαν τοῦ σώματος, καὶ δῆλος ἔσῃ, καὶ τὴν τοῦ πνεύματος πιστεύων αὐτῷ.

Ἐὰν ἐπιτεύξῃ τῶν ἐπαγγελιῶν, βασιλεύσεις. οὐκοῦν πρὸς ταύτας ἀποβλέπων, ἡδέως οἴσεις τὴν παροῦσαν πενίαν.

Μὴ παραιτοῦ πενίαν καὶ θλίψιν, τὰς ὕλας τῆς ἀβαροῦς προσευχῆς.

Ὁμηρευέτωσάν σοι αἱ σωματικαὶ ἀρεταί, πρὸς τὰς ψυχικάς· καὶ αἱ ψυχικαί, πρὸς τὰς πνευματικάς· καὶ αὗται, πρὸς τὴν ἄϋλον καὶ οὐσιώδη γνῶσιν.

Σκόπει κατευχόμενος λογισμοῦ, εἰ ῥᾳδίως λωφήσειεν, ὅθεν τοῦτο γέγονεν· μὴ ἔγκρυμμα πάθῃς, καὶ πλανηθεὶς ἀποδῷς σεαυτόν.

Ἔστιν ὅτε οἱ δαίμονες ὑποβάλλουσί σοι λογισμούς, καὶ πάλιν ἐρεθίζουσί σε δῆθεν προσεύξασθαι κατ᾽ αὐτῶν, ἢ ἀντιλέξαι αὐτοῖς, καὶ ἑκουσίως ὑποχωροῦσιν· ἵνα ἀπατηθῆς, οἰηθεὶς περὶ σεαυτοῦ ὅτι ἤρξω νικᾶν τοὺς λογισμούς, καὶ φοβεῖν τοὺς δαίμονας.

Εἰ προσεύχῃ κατὰ πάθους, ἢ δαίμονος παρενοχλοῦντός σοι, μέμνησο τοῦ λέγοντος· καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτούς· καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν· ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου, καὶ τὰ ἑξῆς· ταῦτα δὲ εὐκαίρως λέξεις, ταπεινοφροσύνῃ ἑαυτὸν ὁπλίζων κατὰ τῶν ἀντιπάλων.

Μὴ νόμιζε κεκτῆσθαι ἀρετήν, μὴ πρότερον ἕως αἴματος ὑπὲρ αὐτῆς παραταξάμενος. δεῖ γὰρ μέχρι θανάτου ἀνθίστασθαι πρὸς τὴν ἁμαρτίαν ἀγωνιστικῶς, καὶ ἀνεγκλήτως, κατὰ τὸν θεῖον Ἀπόστολον.

Ἐὰν ὠφελήσῃς τινά, βλαβήσῃ ὑφ᾽ ἑτέρου· ἵνα ἀδικούμενος, εἴπῃς, ἢ δράσῃς τὶ ἄτοπον· καὶ σκορπίσῃς κακῶς, ἃ καλῶς συνήγαγες. σκοπὸς γὰρ τοῦτο τῶν πονηρῶν δαιμόνων. διὸ προσεκτέον νουνεχῶς.

Ὁρμὰς δαιμόνων ἐπαχθείσας ἐκδέχου· φροντίζων πῶς ἀποστῆναι τῆς δουλείας αὐτῶν.

Νύκτωρ μὲν ταράττειν δι᾽ ἑαυτῶν ἐξαιτοῦνται τὸν πνευματικὸν διδάσκαλον, οἱ πονηροὶ δαίμονες· καὶ μεθ᾽ ἡμέραν δι᾽ ἀνθρώπων, περιστάσεσι, καὶ συκοφαντίαις, καὶ κινδύνοις τοῦτον περιβάλλοντες.

Μὴ παραιτοῦ τοὺς κναφεῖς. εἰ γὰρ καὶ τύπτοντες πατοῦσι, καὶ τείνοντες ξέουσιν, ἀλλάγε διὰ τούτων λαμπρὰ ἡ ἐσθής σου γίνεται.

Ἐφόσον οὐκ ἀπετάξω τοῖς πάθεσιν, ἀλλὰ ὁ νοῦς σου ἐναντιοῦται τῇ ἀρετῇ καὶ τῇ ἀληθείᾳ, οὐχ εὑρήσεις εὐῶδες θυμίαμα ἐν τῷ κόλπῳ σου.

Προσεύξασθαι ποθεῖς; μεταστὰς τῶν ἐνθένδε, τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχε διαπαντός, οὐ λόγῳ ἁπλῶς ψιλῷ, ἀλλὰ πράξει ἀγγελικῇ, καὶ γνώσει θειοτέρᾳ.

Εἰ μόνον δυσπράττων μνημονεύεις τοῦ κριτοῦ, ὡς φοβερὸς καὶ ἀδέκαστος ὑπάρχει, οὐδέπω μεμάθηκας δουλεύειν τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθαι αὐτῷ ἐν τρόμῳ. ἴσθι γὰρ ὅτι κἂν ταῖς πνευματικαῖς ἀνέσεσι καὶ εὐωχίαις, μᾶλλον μετ᾽ εὐλαβείας καὶ αἰδοῦς λατρεύειν αὐτῷ δεῖ.

Ἐπιγνώμων ἀνήρ, ὁ μὴ πρὸ τῆς τελείας μετανοίας, ἀνασχόμενος τῆς ἐλλύπου μνείας τῶν ἁμαρτημάτων, καὶ τῆς ἐν πυρὶ αἰωνίῳ δικαίας τούτων εἰσπράξεως.

Ὁ ἐν ἁμαρτίαις ἐνεχόμενος, καὶ παροργισμοῖς, καὶ τολμῶν ἀναιδῶς ἐκτείνεσθαι πρὸς γνῶσιν θειοτέρων πραγμάτων, ἢ καὶ ἀΰλου κατεπεμβαίνων προσευχῆς, οὗτος δεχέσθω τὸ ἀποστολικὸν ἐπιτίμιον· ὡς οὐκ ἔστιν ἀκίνδυνον αὐτῷ, τό, γυμνῇ, καὶ ἀκατακαλύπτῳ κεφαλῇ προσεύχεσθαι· ὀφείλει γάρ, φησίν, ἡ τοιαύτη ψυχὴ κατὰ κεφαλῆς ἐξουσίαν ἔχειν διὰ τοὺς ἐφεστῶτας ἀγγέλους· αἰδῶ καὶ ταπεινοφροσύνην προσήκουσαν περιβαλλομένη.

Ὥς περ ὀφθαλμιῶντα οὐκ ὀνήσει, ἡ ἐν σταθηρᾷ μεσημβρίᾳ καὶ σφοδροτάτη φρυκτωρίᾳ ἀκατακάλυπτος, καὶ ἐπιτεταμένη τοῦ ἡλίου θέα· οὕτως οὐδὲ τὸν ἐμπαθῆ καὶ ἀκάθαρτον νοῦν, ἡ τῆς ἐν πνεύματι, καὶ ἀληθείᾳ φοβερᾶς καὶ ὑπερφυοῦς προσευχῆς ἀνατύπωσις παντελῶς ὀνήσειεν· ἀλλὰ καὶ τοὐναντίον, πρὸς ἀγανάκτησιν καθ᾽ ἑαυτοῦ ἐγείρει τὸ θεῖον.

Εἰ τὸν μετὰ δώρου προσελθόντα ἐπὶ τὸ θυσιαστήριον, οὐκ ἐδέξατο ὁ ἀνενδεὴς καὶ ἀδέκαστος, ἕως τοῦ διαλλαγῆναι τῷ πλησίον λυπουμένῳ πρὸς αὐτόν, σκόπει πόσης φυλακῆς, καὶ διακρίσεως χρεία, ἵνα εὐπρόσδεκτον δῶμεν, τῷ Θεῷ θυμίαμα τῷ νοητῷ θυσιαστηρίῳ.

Μὴ ἔσο λογοχαρής, μηδὲ δοξοχαρής· εἰ δὲ μήγε, οὐκ ἔτι ἐν τῷ νώτῳ σου, ἀλλ᾽ ἐν τῷ προσώπῳ σου τεκταίνουσιν οἱ ἁμαρτωλοί· καὶ ἔσῃ ἐπίχαρμα αὐτοῖς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ἐξελκόμενος, καὶ δελεαζόμενος ὑπ᾽ αὐτῶν ἐν λογισμοῖς ἀλλοκότοις.

Προσοχὴ προσευχὴν ζητοῦσα, προσευχὴν εὑρήσει· προσευχῇ γὰρ προσοχῆς, οὐ καί τι ἄλλον μᾶλλον ἕπεται, ἐφ᾽ ἣν σπουδαστέον.

Ὥς περ πασῶν τῶν αἰσθήσεων κρείττων ἡ ὅρασις, οὕτω καὶ πασῶν τῶν ἀρετῶν, ἡ προσευχὴ θειοτέρα.

Προσευχῆς ἔπαινος, οὐχ ἁπλῶς ἡ ποσότης, ἀλλ᾽ ἡ ποιότης. καὶ τοῦτο δηλοῦσιν οἱ ἀναβάντες εἰς τὸ ἱερόν· καὶ τὸ, ὑμεῖς προσευχόμενοι, μὴ βαττολογεῖτε· καὶ τὰ ἑξῆς.

Ἐφ᾽ ὅσον τῇ ἀναλογίᾳ προσέχεις τοῦ σώματος, καὶ ὁ νοῦς σου τὰ τῆς σκηνῆς περιέπει τερπνά, οὐδέπω τὸν τῆς προσευχῆς ἑώρακας τόπον· ἀλλ᾽ ἔτι μακρὰν ἀπὸ σοῦ ἡ μακαρία ταύτης ὁδὸς τυγχάνει.

Ὅταν παριστάμενος εἰς προσευχήν, ὑπὲρ πᾶσαν ἄλλην χαρὰν γενήσῃ, τότε ἀληθῶς εὕρηκας προσευχήν.

· Contents ·