Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Nilus of Sinai, 22. Τοῦ αὐτοῦ λόγος πάνυ ἀναγκαῖος, καὶ ὠφελιμώτατος.
ΤΟΥ ΑΥΤΟΥ
ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΝΕΙΛΟΥ ΑΣΚΗΤΟΥ
ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ, ΠΑΝΥ ΑΝΑΓΚΑΙΟΣ ΚΑΙ ΩΦΕΛΙΜΩΤΑΤΟΣ
Φιλοσοφεῖν ἐπεχείρησαν μὲν καὶ Ἐλλήνων πολλοί, καὶ Ἰουδαίων οὐκ ὀλίγοι· μόνοι δὲ τὴν ἀληθινὴν σοφίαν ἐζήλωσαν, οἱ τοῦ Χριστοῦ μαθηταί. ἐπεὶ καὶ μόνοι τὴν σοφίαν αὐτοὶ ἔσχον διδάσκαλον, ἔργῳ δεικνύουσαν, τὴν πρέπουσαν τῷ τοιούτῳ ἐπιτηδεύματι ἀγωγήν· οἱ μὲν γὰρ πρότεροι καθάπερ ἐν σκηνῇ δρᾶμα ὑποκρινόμενοι, ἀλλοτρίῳ ἑαυτοὺς κατεκόσμησαν προσωπείῳ· ὄνομα κενὸν ὑποδῦντες, Φιλοσοφίας ἀληθοῦς ἐστερημένοι. ἐν τῷ τρίβωνι, καὶ τῇ ὑπήνῃ, καὶ τῇ βακτηρίᾳ, τὸ Φιλόσοφον ἐπιδεικνύμενοι· περιέποντες δὲ τὸ σῶμα, καὶ ταῖς ἐπιθυμίαις ὡς δεσποίναις ὑπηρετούμενοι· γαστρὸς ὄντες δοῦλοι, καὶ τὰς ὑπὸ γαστέρα ἡδονάς, ὡς φύσεως ἔργον ἀποδεχόμενοι· ὀργῆς ὑπήκοοι, καὶ πρὸς δόξαν ἐπτοημένοι· ταῖς δὲ λαμπραῖς τραπέζαις δίκην κυνιδίων, λίχνως ἐφαλλόμενοι· οὐκ εἰδότες, ὅτι πρὸ πάντων ἐλευθέριον εἶναι δεῖ τὸν Φιλόσοφον· καὶ μᾶλλον φεύγειν, τὸ δοῦλον εἶναι παθῶν, ἢ ἀργυρώνητον, καὶ οἰκότριβα. τὸ γὰρ ἀνθρώπων εἶναι δοῦλον, οὐδὲν ἴσως ἔβλαψε τὸν ὀρθῶς βεβιωκότα· τὸ δὲ πάθεσιν ὡς δεσπόταις χρώμενον ὑπηρετεῖν ταῖς ἡδοναῖς, αἰσχύνην ἤνεγκε, καὶ γέλωτα πολύν. εἰσὶ μὲν οὖν παρ᾽ αὐτοῖς, καθόλου τῆς πράξεως ἠμεληκότες, λογικὴν φιλοσοφίαν ὡς δοκοῦσιν ἐπανῃρημένοι· μετεωρολέσχαι τινὲς ὄντες, καὶ τῶν ἀναποδείκτων ἐξηγηταὶ· Οὐρανοῦ μέγεθος, καὶ Ἡλίου μέτρα, καὶ ἀστέρων ἐνεργείας εἰδέναι ἐπαγγελλόμενοι, ἔστι δὲ ὅτε καὶ θεολογεῖν ἐπιχειροῦντες· ὅπου καὶ ἡ ἀλήθεια ἀνέφικτος, καὶ ὁ στοχασμὸς ἐπικίνδυνος· ζῶντες δὲ, τῶν ἐν βορβόρῳ κυλινδουμένων χοίρων, ἀτιμότερον· 1Εἰσὶ δὲ καί τινες ἐγένοντο πρακτικοί, τούτων ἐγένοντο χείρους, δόξαις, καὶ ἐπαίνοις πεπρακότες τοὺς πόνους. οὐδενὸς γὰρ ἑτέρου χάριν, ἢ ἐπιδείξεως καὶ φιλοδοξίας ἐπετήδευον οἱ δείλαιοι τὰ πολλά· καὶ τὸν εὐτελῆ καὶ εὔωνον, τῆς τοιαύτης ἀντικαταλλαττόμενοι ταλαιπωρίας. τὸ γὰρ σιωπῆσαι διαπαντός, καὶ χόρτῳ τρέφεσθαι, καὶ ῥακίοις τριχίνοις σκέπειν τὸ σῶμα, καὶ ἐν πίθῳ κατακλείσαντας ἑαυτοὺς διαβιῶναι, μηδεμίαν ἀμοιβὴν μετὰ θάνατον προσδοκῶντας, πάσης ἀνοίας ἐστὶν ἐπέκεινα· τῷ βίῳ τούτῳ συγκαταλύειν τῆς ἀρετῆς τὰ ἔπαθλα καὶ ἀγῶνα ἑαυτῷ τίθεσθαι στεφάνων καιρὸν οὐκ ἔχοντα· καὶ πάλην διηνεκῆ, βραβείων ἐστερημένην· καὶ σκάμματα, ἔχοντα ἱδρώτων πλέον οὐδέν.
Ἰουδαίων δὲ ὅσοι τοῦτον ἐτίμησαν τὸν βίον· εἰσὶ δὲ τοῦ Ἰωναδὰβ ἀπόγονοι· πάντας τοὺς ὡσαύτως βιοῦν θέλοντας προϊεμένους, εἰς τὴν αὐτὴν ἀνάγουσι πολιτείαν· ἐν σκηναῖς κατοικοῦσι διαπαντός· οἴνου τε, καὶ πάντων τῶν πρὸς τὸ ἁβροδίαιτον ἀπεχόμενοι· καὶ δίαιταν ἔχοντες εὐτελῆ· καὶ τὴν χρείαν συμμετρημένην τοῦ σώματος. σφόδρα μὲν οὖν ἐπιμελοῦνται τῆς ἠθικῆς ἕξεως, θεωρίᾳ δὲ τὰ πολλὰ περιμένουσιν· ἔνθεν γὰρ καὶ Ἐσαῖοι καλοῦνται, τοῦτο δηλοῦντος τοῦ ὀνόματος· καὶ ἁπλῶς, ἔστιν αὐτοῖς κατορθούμενος ὁ τῆς φιλοσοφίας σκοπός, οὐδαμοῦ τῶν πραγμάτων διαμαχομένων τῷ ἐπαγγέλματι. ἀλλὰ τί τῶν ἀγώνων ὄφελος αὐτοῖς, καὶ τῆς ἐπιπόνου ἀσκήσεως, τὸν ἀγωνοθέτην ἀνῃρηκόσι Χριστόν; καὶ τούτοις γὰρ ὁμοίως ὁ τῶν πόνων οἴχεται μισθός, ἀρνησαμένοις τὸν τῶν ἐπάθλων διανομέα, καὶ τῆς ἀληθοῦς ζωῆς· καὶ διὰ τοῦτο τῆς φιλοσοφίας ἀποσφαλεῖσι. Φιλοσοφία γάρ ἐστιν, ἠθῶν κατάστασις μετὰ δόξης τῆς περὶ τοῦ 2ὄντως γνώσεως ἀληθοῦς. ταύτης δὲ ἀπεσφάλησαν ἄμφω, Ἰουδαῖοι καὶ Ἕλληνες, τὴν ἀπ᾽ οὐρανοῦ παραγενομένην Σοφίαν παραιτησάμενοι· καὶ χωρὶς Χριστοῦ, φιλοσοφεῖν ἐπιχειρήσαντες, τοῦ μόνου παραδείξαντος ἔργῳ καὶ λόγῳ τὴν ἀληθῆ φιλοσοφίαν. Οὗτος γὰρ πρῶτος ἔτεμε τῷ βίῳ τὴν ταύτης ὁδόν, πολιτείαν ἐνδειξάμενος καθαράν· καὶ ἀνωτέραν ἀεὶ φέρων τὴν ψυχὴν τῶν τοῦ σώματος παθῶν· ἔσχατον δέ, καὶ ταύτης καταφρονήσας, ὅτε ἡ παρ᾽ αὐτοῦ οἰκονομουμένη σωτηρία τῶν ἀνθρώπων ἀπήτει τὸν θάνατον. διδάσκων διὰ τούτων, ὅτι δεῖ τὸν φιλοσοφεῖν ὀρθῶς προαιρούμενον, ἀρνήσασθαι μὲν πάντα τὰ ἡδέα τοῦ βίου. πόνων δὲ καὶ παθῶν εὖ μάλα ἐπικρατεῖν, καταφρονοῦντα τοῦ σώματος· ἔχειν δὲ μηδὲ τὴν ψυχὴν τιμίαν, ἀλλὰ καὶ ταύτην προθύμως προέσθαι, ὅταν δι᾽ ἀρετῆς ἐπίδειξιν, ταύτην ἀποθέσθαι δέοι. καὶ ταύτην παραλαβόντες ἐμιμήσαντο τὴν διαγωγὴν οἱ ἅγιοι Ἀπόστολοι, ἅμα τῷ κληθῆναι ἀποταξάμενοι μὲν τῷ βίῳ, ὑπεριδόντες δὲ πατρίδα, γένος, ὕπαρξιν· πρὸς τὸν σκληρὸν καὶ ἐπίπονον εὐθὺς μετετάξαντο βίον, διὰ πάντων χωρήσαντες τῶν δυσχερῶν· θλιβόμενοι, κακουχούμενοι, ἐλαυνόμενοι, γυμνητεύοντες, αὐτῶν τῶν ἀναγκαίων ἐνδεεῖς, ὕστερον δὲ καὶ θανάτου κατετόλμησαν, καλῶς διὰ πάντων τὸν Διδάσκαλον μιμησάμενοι, καὶ βίῳ καταλιπόντες πολιτείας ἀρίστης εἰκόνα.
Ἀλλ᾽ ἐπειδὴ γράφειν ἀπὸ ταύτης τῆς εἰκόνος Χριστιανοὶ τὸν ἑαυτῶν βίον ὀφείλοντες, ἢ οὐκ ἠβουλήθησαν, ἢ ἠτόνησαν πρὸς τὴν μίμησιν· ὀλίγοι δέ τινες ἠδυνήθησαν τὰς κοσμικὰς ὑπερκύψαι ταραχάς, καὶ φυγεῖν τὴν ἐν ταῖς πόλεσι ζάλην· καὶ οὕτω τῶν θορύβων ἔξω γενόμενοι, τὸν μοναδικὸν ἀσπάσασθαι βίον, ἐκμαγεῖον τῆς Ἀποστολικῆς ἐποιήσαντο ἀρετῆς· τοῦ μὲν κεκτῆσθαι, τὴν ἀκτημοσύνην προκρίναντες, διὰ τὸ ἀπερίσπαστον· τροφῆς δὲ κεκαρυκευμένης, τὴν ἐσχεδιασμένην προτιμήσαντες, διὰ τὰς τῶν παθῶν ἐπαναστάσεις, τῇ παρατυχούσῃ τροφῇ τὴν χρείαν ἐκπληρῶσαι τοῦ σώματος· ἐνδυμάτων μαλακῶν καὶ τῆς χρείας ἔξω, ὡς ἀνθρωπίνης χλιδῆς ἐπίνοιαν ἀλογήσαντες, λιτῇ καὶ ἀπεριέργῳ ἐχρήσαντο στολῇ, διὰ τὴν ἀνάγκην τοῦ σώματος· ἀφιλόσοφον εἶναι λογισάμενοι, τὴν περὶ τῶν οὐρανίων φροντίδα, περὶ τὰ χαμαὶ κείμενα καὶ τοῖς θηρίοις ἐξ αὐτοσχεδίου παραγινόμενα, ἀσχολεῖν· οὐκ ἤδεισαν τὸν κόσμον, ἔξω τῶν ἀνθρωπίνων γενόμενοι παθῶν· οὐκ ἦν παρ᾽ αὐτοῖς πλεονεκτῶν, ἢ πλεονεκτούμενος· δικάζων, ἢ δικαζόμενος· εἶχε γὰρ ἕκαστος κριτὴν ἀδέκαστον, τὴν ἰδίαν συνείδησιν· οὐκ ἄλλος μὲν ἐπλούτει, ἄλλος δὲ ἐπένετο· οὐδὲ ἕτερος μὲν ἐτήκετο λιμῷ, ἕτερος δὲ διερρήγνυτο κόρῳ· ἀνεπλήρου γὰρ τῶν λειπομένων τὴν ἔνδειαν, ἡ τῶν περιττευόντων φιλοτιμία· καὶ ἦν ἰσότης καὶ ἰσονομία, διὰ τὴν τῶν ὑπερεχόντων πρὸς τοὺς ταπεινοτέρους ἑκουσίαν σύγκρασιν, ἐκβεβλημένης τῆς ἀνωμαλίας· μᾶλλον δὲ οὐδὲ τότε ἦν ἰσότης· ἐποίει γὰρ καὶ τότε τὴν ἀνωμαλίαν, ἡ τῶν πλέον ταπεινοῦσθαι σπουδαζόντων προθυμία· ὡς ποιεῖ νῦν, ἡ τῶν πλέον δοξάζεσθαι φιλονεικούντων μανία.
Ἐξεβέβλητο φθόνος· ἐξώριστο βασκανία· πεφυγάδευτο κενοδοξία· ἀνήρητο ὑπερηφανία· καταλέλυτο πάντα τὰ τῆς στάσεως αἴτια· πρὸς γὰρ τὰ ἁδρότερα τῶν παθῶν, νεκροί τινες ἦσαν καὶ ἀναίσθητοι· οὐδ᾽ ὄναρ φαντασίας τῶν τοιούτων λαμβάνοντες, διὰ τὸ καλῶς ἀπ᾽ ἀρχῆς ἀπεστράφθαι τὴν τούτων ὑπόμνησιν· ἐκ τῆς καθ᾽ ἡμέραν ἀσκήσεως, καὶ ἐπιμονῆς, εἰς τοιαύτην ἕξιν ἀναβεβηκότες· καὶ ἁπλῶς, λύχνοι ἦσαν ἐν σκότει φαίνοντες· καὶ ἀστέρες ἀπλανεῖς, τὴν ἀφεγγῆ τοῦ βίου νύκτα καταυγάζοντες· καὶ λιμένων πρόβολοι, τὸ καθ᾽ ἑαυτοὺς ἀχείμαστοι· πᾶσιν εὔκολον ἀποδεικνῦντες, τὸ διαφεύγειν ἀβλαβῶς τὰς τῶν παθῶν προσβολάς. Ἀλλ᾽ ἡ ἀκριβὴς ἐκείνη πολιτεία, καὶ ἡ ἐν οὐρανοῖς διαγωγή, καθάπερ εἰκὼν ὑπὸ τῆς τῶν κατὰ καιροὺς μεταγραφόντων ἀμελείας, κατὰ μικρὸν ἐλαττουμένη, εἰς ἔσχατον ἀνομοιότητος ἤλασε, καὶ πάντῃ τοῦ ἀρχετύπου ἀπελίπετο. πάλιν γὰρ οἱ σταυρωθέντες τῷ κόσμῳ, καὶ ἀποταξάμενοι τῷ βίῳ, καὶ ἀρνησάμενοι τὸ εἶναι ἄνθρωποι καὶ πρὸς τὴν τῶν Ἀσωμάτων φύσιν τῷ τῆς ἀπαθείας ὁμοτρόπῳ ἀναστῆναι ἀγωνιζόμενοι, ὑπενοστήσαμεν ὀπίσω· πραγματείαις βιωτικαῖς, καὶ πορισμοῖς ἐπονειδίστοις, ἐπιθολοῦντες τὴν τῶν καλῶς βεβιωκότων ἀκρίβειαν· καὶ τοὺς εὐκλείζεσθαι δυναμένους διὰ τὴν σοφῶν ἀρετήν, βλασφημεῖσθαι ποιοῦντες τῇ ἰδίᾳ ἀπροσεξίᾳ· καὶ τὴν μὲν ἐχέτλην τοῦ ἀρότρου κατέχομεν, σχῆμα σώζοντες σεμνόν· εὔθετοι δὲ μὴ γινόμενοι τῆς βασιλείας τῶν Οὐρανῶν, διὰ τὸ στραφῆναι εἰς τὰ ὀπίσω, καὶ τὸ ἐπιλελῆσθαι ὀφειλόντων, μετὰ πολλῆς ἀντεχόμενοι τῆς σπουδῆς. οὐκέτι γὰρ τὸ εὔωνον καὶ αὐτοσχέδιον τῆς ζωῆς, παρ᾽ ἡμῖν σπουδάζεται· οὐδὲ τὸ ἡσύχιον χρήσιμον, πρὸς τὸ ἀπαλλαγῆναι τῶν παλαιῶν νενόμισται μολυσμάτων· ὄχλος δὲ πραγμάτων, πρὸς τὸν ἀληθῆ σκοπὸν ἀνόνητον ἔχων φροντίδα, τετίμηται· καὶ ἡ περὶ τὴν ὕλην φιλοτιμία, τὰς σωτηρίους ἐνίκησε παραινέσεις. τοῦ γὰρ Κυρίου πάντῃ τῆς περὶ τὰ γήϊνα φροντίδος ἀφιστῶντος, καὶ μόνην ζητεῖν τὴν Βασιλείαν τῶν Οὐρανῶν κελεύσαντος. ὥσπερ τὴν ἐναντίαν ὁδὸν ἐσπουδακότες ὁδεύειν, ἠλογήσαμεν τῶν δεσποτικῶν ἐντολῶν. καὶ τῆς κηδεμονίας ἐκείνης ἀποστάντες, ἐν ταῖς χερσὶν ἐθέμεθα τὰς ἐλπίδας. ἐκείνου γὰρ λέγοντος, ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. καὶ πάλιν, καταμάθετε τὰ κρῖνα τοῦ ἀγροῦ, πῶς αὐξάνει, οὐ κοπιᾶ, οὐδὲ νήθει· ἀλλὰ γὰρ καὶ πήραν καὶ βαλάντιον καὶ βακτηρίαν ἐπικομίσασθαι κωλύσαντος, καὶ μόνῃ στοιχεῖν τῇ ἀψευδεστάτη κελεύσαντος ἐπαγγελίᾳ· ἣν τοῖς Ἀποστόλοις ἐπ᾽ εὐεργεσίᾳ τῶν λοιπῶν ἀνθρώπων ἀποστελλομένοις ἐπηγγείλατο, εἰπών· ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστί· βεβαιοτέραν εἰς πρόνοιαν τῶν καθηκόντων εἰδὼς ἐκείνην, τῆς ἡμετέρας ἐντρεχείας.
Ἡμεῖς δέ, γῆν ὅσην ἂν δυνώμεθα κτήσασθαι, οὐ παραιτούμεθα· προβάτων τε ἀγέλας, καὶ βόας ἀροτῆρας, σχήματί τε καὶ μεγέθει ζηλωτούς, καὶ ὄνους εὐτραφεῖς συνωνούμεθα· ἵνα τὰ μὲν, παρέχῃ τὴν ἐρέαν πρὸς χρείαν ἀφθόνως· οἱ δὲ βόες, ταῖς ἐκ γεωργίας ὑπηρετοῦντες παρασκευαῖς, ἡμῖν μὲν τροφήν, χιλὸν δὲ ἑαυτοῖς καὶ τοῖς λοιποῖς ζώοις παράσχωσιν· ἀχθοφοροῦντα δὲ τὰ ὑποζύγια, τὰ ἐλλείποντα τῇ χώρᾳ ἐκ τῆς ἀλλοδαπῆς, ἀγωγίμοις ἀναπληροῦντα, τὴν ἀναγκαίαν τροφὴν προσεπαρτύωσι, τὸν ἀπολαυστικὸν ἡμῖν συναυξάνοντα βίον. οὐ μήν, ἀλλὰ καὶ τῶν τεχνῶν αἱρούμεθα τὰς εὐπορωτέρας, καὶ μηδ᾽ ὅλως παρεχούσας καιρὸν μνήμης Θεοῦ, ἅπασαν εἰς ἑαυτοὺς ἑλκούσας τὴν σχολήν· κατεγνωκότες, ὡς ἔοικε, τῆς τοῦ κηδεμόνος ἀσθενείας, ἢ ἑαυτῶν ἐπὶ τῇ προτέρᾳ ὁμολογίᾳ· κἂν γὰρ μὴ λόγῳ τοῦθ᾽ ὁμολογῶμεν, ἐλεγχόμεθα διὰ τῶν πραγμάτων· χαίροντες τῇ τῶν βιωτικῶν διαγωγῇ, ὅταν τὰ αὐτὰ ἐπιτηδεύωμεν ἐκείνοις· καὶ πλέον τάχα ταῖς σωματικαῖς ἐγκατατριβόμεθα φιλοπονίαις· ὡς λοιπὸν τοὺς πολλούς, πορισμὸν ἡγεῖσθαι τὴν εὐσέβειαν· καὶ δι᾽ οὐδὲν ἕτερον ἐπιτηδεύεσθαι τὸν πάλαι ἀπράγμονα καὶ μακάριον βίον, ἢ ὅπως διὰ τῆς ἐπιπλάστου θεοσεβείας, τὰς μὲν ἐπιπόνους λειτουργίας φύγωμεν· ἄδειαν δὲ ἀπολαύσεως πορισάμενοι, ἀκωλύτως ἐπὶ τὰ δοκοῦντα τὰς ὁρμὰς ἐκτείνωμεν· μετὰ πολλῆς ἀναισχυντίας καταλαζονευόμενοι τῶν ἀφελεστέρων, ἔστι δ᾽ ὅτε καὶ τῶν ὑπερεχόντων, ὥσπερ ὑπόθεσιν τυραννίδος, ἀλλ᾽ οὐχὶ ταπεινώσεως καὶ ἐπιεικείας, νομίσαντες εἶναι τὸν ἐνάρετον βίον· καὶ διὰ τοῦτο καὶ παρὰ τῶν σέβειν ἡμᾶς ὀφειλόντων, ὡς 3οἰκεῖος ὄχλος, ὁρώμεθα· καὶ ὑπὸ τῶν συγκλύδων καὶ μιγάδων ἀνθρώπων, οὐχ ἥκιστα ἀγοραῖς ἐμφυρόμεθα· οὐδὲν παρὰ τοὺς λοιπούς, ὡς ἐχρῆν, ἐξαίρετον ἔχοντες· οὐκ ἐκ πολιτείας, ἀλλ᾽ ἐκ σχήματος γνωρίζεσθαι βουλόμενοι. καὶ τοὺς ἐπ᾽ ἀρετῇ παραιτούμενοι πόνους, τῆς ἐπὶ τούτοις δόξης μανικῶς ὀρεγόμεθα, σκηνὴν τὴν ποτὲ ἀλήθειαν ἐπιδεικνύμενοι. καὶ σήμερον τὶς ἀναλαβὼν τὸ σεμνὸν τοῦτο σχῆμα, καὶ οὐδέπω τὰς κηλίδας ἀπονιψάμενος τῆς ψυχῆς, οὐδὲ τοὺς ἐγκεχαραγμένους τύπους τῶν παλαιῶν ἁμαρτημάτων τῆς διανοίας ἀπαλείψας τῆς ἑαυτοῦ, ἀλλ᾽ ἔτι τάχα ταῖς τούτων φαντασίαις ἐνασελγαίνων· καὶ τὸ ἦθος οὐδέπω πρὸς τὸ ἀρέσκον τῷ ἐπαγγέλματι παιδαγωγήσας, οὔτ᾽ εἰδὼς τί ποτέ ἐστιν ὁ τῆς κατὰ Θεὸν φιλοσοφίας σκοπός, ἤδη φαρισαϊκὴν ὀφρῦν ἀνεπλάσατο, μέγα φρονῶν τῷ σχήματι· καὶ περιέρχεται σκεύη περιφέρων, ὧν τὴν τέχνην οὐ μεμάθηκε· καὶ ἐπιστήμην ἐπαγγέλλεται τῷ φαινομένῳ σχήματι, ἧς οὐδὲ ἄκροις ἐγεύσατο τοῖς χείλεσι· σκόπελος, ἀντὶ λιμένος· καὶ ἀντὶ ναοῦ, τάφος κεκονιαμένος· καὶ ἀντὶ προβάτου, λύκος, ἐπ᾽ ὀλέθρῳ τῶν δελεασθέντων, τῷ φαινομένῳ εὑρισκόμενος. ὅταν γὰρ οἱ τοιοῦτοι τῶν μοναστηρίων δραπετεύσαντες, διὰ τὸ μὴ φέρειν τοῦ βίου τὴν ἀκρίβειαν, ἐπικωμάζουσι ταῖς πόλεσι, τότε λοιπὸν ὑπὸ τῆς κατὰ τὴν γαστέρα ἀνάγκης τραχηλιζόμενοι. ἐπὶ ἀπάτῃ τῶν πολλῶν, τὴν τῆς εὐσεβείας μόρφωσιν, ὡς δέλεαρ περιφέρουσι· πάντα δρᾶν ὑπομένοντες, ὅσα ἡ χρεία βιάζεται τοῦ σώματος· οὐδὲν γὰρ ἀνάγκης φυσικῆς βιαστικώτερον, τοῖς ἀπόροις πόρον εὐμήχανον ἐπινοούσης· μάλιστα ὅταν καὶ ἀργία προσῇ· μεμελητικῶς, πῶς καὶ πανουργότερον ἡ σκέψις προχωρεῖ· θεραπεύουσι τοίνυν οὗτοι τὰς τῶν πλουσίων θύρας, τῶν παρασίτων οὐκ ἔλαττον· ἐν δὲ ταῖς ἀγοραῖς, ἀνδραπόδων δίκην αὐτοῖς παρατρέχουσι, τοὺς πλησιάζοντας ἀποσοβοῦντες.
διωθούμενοι δὲ τοὺς ἅπαντας, εὐχερῆ τὴν πάροδον αὐτοῖς παρέχειν σπουδάζουσι καὶ ταῦτα ποιοῦσι, τραπέζης ἕνεκεν, ἐπὶ τοῖς λίχνοις ἐδέσμασιν ἡδονὴν κολάζειν οὐ μεμαθηκότες· οὐδὲ παρὰ τοῦ Μωϋσέως, τῆς χρείας ἀνορυκτικὸν πάσσαλον ἐπὶ τῆς ζώνης φορεῖν θελήσαντες· ἔγνωσαν γὰρ ἂν τοῦτο κεκτημένοι, ὅτι πάσης ἡδονῆς βρωμάτων ὅρος, λιμὸς γίνεται· καὶ τὰ τυχόντα δὲ, τὴν ἔνδειαν ἐκπληροῦντα τοῦ σώματος, τὰς τῆς ἀκαίρου ἐπιθυμίας ἐπικαλύπτει ἀσχημοσύνας· διὰ τοῦτο, τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται· ὁ δὲ περιπόθητος βίος, ἐγένετο βδελυκτός· καὶ ἡ τῶν ἀληθῶς κατὰ ἀρετὴν βιούντων κτῆσις, ἀπάτη νενόμισται· καὶ βαροῦνται μὲν αἱ πόλεις, τῶν εἰκῆ περιερχομένων· ἐνοχλοῦνται δὲ, οἱ ἐν ταῖς οἰκίαις· καὶ πρὸς αὐτὴν τὴν ὄψιν ἔχουσιν ἀηδῶς, προσαιτῶν ὁρῶντες αὐτοὺς ἀναιδέστερον παραμένοντας ταῖς θύραις. Πολλοὶ δὲ καὶ δεχθέντες εἰς οἰκίας, καὶ εὐλάβειαν ἐπ᾽ ὀλίγον ὑποκρινάμενοι, καὶ τὴν ἐπὶ κακουργίᾳ δόξαν τῷ τῆς ὑποκρίσεως προσωπείῳ περιστείλαντες, ὕστερον ἀποσυλήσαντες αὐτοὺς ἀπῆλθον, ὥστε κατὰ παντὸς σκεδασθῆναι τοῦ βίου τὴν δυσφημίαν παρασκευάσαντες. οὗτοι γοῦν ὡς λυμεῶνες, ἀπελαύνονται τῶν πόλεων, οἱ ποτὲ σωφρονισταί· καὶ ὡς ἐναγεῖς διώκονται, τῶν τῇ λέπρᾳ, κατεχομένων οὐκ ἔλαττον· καὶ λῃσταῖς ἄντις καὶ τοιχορύχοις μᾶλλον ἕλοιτο πιστεῦσαι, ἢ τοῖς τὸν μοναδικὸν βίον μετερχομένοις· ῥάδιον εἰς παραφυλακὴν τὴν προφανῆ κακουργίαν, τῆς ἐπ᾽ ἐνέδρᾳ μεμηχανευμένης ἀξιοπιστίας. λογιζόμενοι· καὶ τούτους μὲν, οὔτε ἀρξαμένους θεοσεβείας, οὔτε εἰδότας τὸ ἀπὸ τῆς ἡσυχίας κέρδος, ἐξ ἀνάγκης ἴσως τινὸς γνωσθέντας ἐπὶ τὸν μονήρη βίον ἀκρίτως· καὶ ἐμπορίας ὑπόθεσιν, εἰς πορισμὸν τῶν ἀναγκαίων ἡγουμένους τὸ πρᾶγμα· ὃ ἂν οἶμαι σεμνότερον μετέλθοιεν, μὴ ταῖς ἁπάντων θύρας προσίενται, ἀλλ᾽ ἁδροτέρων λημμάτων δυσώπημα προβάλλοιντο τὸ σχῆμα, καὶ βουλομένους 4δασμὸν τῷ σώματι τὸν ἀναγκαῖον εἰσφέρειν· ἄδηλον, εἰ ἡ τῶν 5χλιδόντων τὰς ἀμέτρους ἐπιθυμίας ἐκαινοτόμησε 6θρύψις· καὶ ἀνίατα νοσοῦντας θεραπεῦσαι χαλεπόν.
Πῶς γὰρ ἄντις καὶ ἑρμηνεύσειεν ὑγείας τὸ χρήσιμον, τοῖς ἐν ὑγείᾳ μηδέποτε γενομένοις, ἀλλ᾽ ἐξ αὐτῶν σπαργάννων 7φθινάδι συντεθραμμένοις νόσῳ· καὶ ἀτύχημα τῆς φύσεως διὰ τὸ ἔθος νομίζουσι, μηδὲν ἀπάδειν τῆς κατὰ φύσιν ἕξεως λογιζόμενοι· περισσὸς γὰρ πρὸς διόρθωσιν πᾶς λόγος, ὅταν ἡ τῶν ἀκουόντων πρὸς τὸ χεῖρον ἀποκλίνασα σπουδή, τοῖς κατὰ συμβουλὴν λόγοις ἀπεναντίως διάκειται· καὶ μάλιστα ὅταν κέρδους ἐλπὶς τρέφῃ τὴν ἐπιθυμίαν, ἀποφράττει τῇ συμβουλῇ τὴν ἀκοὴν πάντη τὸ πάθος, ὡς μηδεμίαν τὰς ἐπὶ σωφρονισμῷ παραινέσεις εὑρίσκειν παρείσδυσιν, πρὸς τὸν περὶ τὸ κέρδος ἵμερον κἂν αἰσχρόν ῇ, τετραμμένης τῆς διανοίας. Ἡμεῖς δὲ, ὦ ἀγαπητοί, οἳ πόθῳ τῆς ἀρετῆς νομίζομεν ἀποταξάμενοι τῷ βίῳ, καὶ ἀρνησάμενοι τὰς κοσμικὰς ἐπιθυμίας, καὶ ἀκολουθεῖν ἐπαγγειλάμενοι τῷ Χριστῷ, τί πάλιν ἐμπλεκόμεθα τοῖς τοῦ βίου περισπασμοῖς; καὶ κακῶς οἰκοδομοῦμεν, ἃ καλῶς καθείλαμεν πρότερον; τί, τῆς τῶν μὴ δεόντως μετερχομένων τὸ πρᾶγμα κακοβουλίας παραπολαύομεν, τὰς τῶν ἀσθενεστέρων ὀρέξεις προσαναφλέγοντες, διὰ τὴν περὶ τὰ μάταια σπουδήν; καὶ γεγόναμεν τοῖς ἀκεραιοτέροις, πλεονεξίας ὁδός· θεραπεύειν γὰρ, οὐκ ἐρεθίζειν τοὺς εὐολισθήτους, παρὰ τοῦ Κυρίου προστετάγμεθα· καὶ πρὸ τοῦ ἡμῖν ἀρέσκοντος, τὸ τούτοις ὠφέλιμον τιθέναι· ὡς ἂν μὴ ταῖς ἀκρίτοις ἑαυτῶν ἀκολουθοῦντες ὁρμαῖς πολλοὺς τῶν ἁπλουστέρων περισκόψαι ποιήσομεν· ὑπόθεσις αὐτοῖς, τῆς περὶ τὰ γήϊνα φιλοτιμίας γινόμενοι· τί περὶ πολλοῦ ποιούμεθα τὴν ὕλην, ἧς καταφρονεῖν ἐδιδάχθημεν. χρημάτων καὶ κτημάτων ἀντεχόμενοι· καὶ εἰς πολλὰς καὶ ἀνωφελεῖς φροντίδας, τὸν νοῦν μερίζοντες; ὧν ἡ σπουδή, ἡμᾶς μὲν ἀφίστησι τῆς ἀναγκαιοτέρας προσεδρείας, καὶ ἀμελεῖν τῶν τῆς ψυχῆς παρασκευάζει καλῶν· εἰς μέγα δὲ βάραθρόν ἄγει, τοὺς πρὸς τὰ τοῦ βίου κεχηνότας πράγματα· λαμπρὰν καὶ τὴν ἀνωτάτω νομίζοντας εὐκληρίαν, τὴν ἐκ τοῦ πλούτου ἀπόλαυσιν· ὁρῶντας τοὺς φιλοσοφεῖν ἐπαγγελλομένους, καὶ ἐπάνω ἡδονῶν αὐχοῦντας εἶναι, πλέον ἑαυτῶν περὶ ταῦτα ἐσπουδακότας· οὐδὲν δὲ οὕτως εἰς κόλασιν φέρει ἀπαραίτητον, ὡς τὸ πολλοὺς ζηλωτὰς τῶν ἰδίων ποιεῖσθαι κακῶν· γίνεται γὰρ ἡ τῶν μιμησαμένων ἀπώλεια, προσθήκη τιμωρίας τῷ διδάξαντι· καὶ τῶν μὴ παραιτησαμένων, ὡς αἰσχρὰν τὴν μίμησιν, κατάγνωσις οὐ μικρά· ὅτι διδάσκαλοι κακῶν γεγένηνται· ὧν τὴν μάθησιν ἐπονείδιστον κρίναντες ἔφυγον, οἱ σώφρονι χρησάμενοι λογισμῷ. διὸ μηδεὶς ἀπεχθανέσθω πρὸς τὰ λεγόμενα· ἢ διορθώσασθε τὰ πλημμελῶς διὰ τὴν τῶν πολλῶν ἀδιαφορίαν, ἐπ᾽ αἰσχύνῃ τοῦ ὀνόματος γινόμενα, ἢ καὶ τὸ ὄνομα παραιτήσασθε.
Εἰ γὰρ φιλοσοφεῖν πρόκειται, περιττὰ τὰ κτήματα· τῆς φιλοσοφίας καὶ αὐτοῦ τοῦ σώματος ἀλλοτρίωσιν ἐπαγγελλομένης, διὰ τὴν τῆς ψυχῆς καθαρότητα· εἰ δὲ τὸ κτήσασθαί τισίν ἐστι περισπούδαστον, καὶ τῶν ἡδέων ἀπολαβεῖν τοῦ βίου, τί σεμνύνουσι λόγῳ τὴν φιλοσοφίαν, ἔργῳ τὴν ἀλλοτρίωσιν πρὸς αὐτὴν ἐπανῃρημένοι, καὶ πράξεις ἀλλοτρίας τοῦ ἐπαγγέλματος διαπραττόμενοι, σεμναῖς ἐπαμφίσκοντες κλήσεσιν· εἶτ᾽ οὐκ αἰσχρὸν ἡγούμεθα παρὰ τῶν ὑποδεεστέρων, οὓς κοσμικοὺς ὀνομάζομεν, ἐπὶ τοῖς παρεσπονδημένοις θεσμοῖς τοῦ σωτῆρος ἐξονειδιζόμενοι, τὰς ἠθετημένας αὐτοῦ ἐντολὰς παρὰ τῶν μανθάνειν ὀφειλόντων διδασκόμενοι· ὅταν γὰρ μαχομένοις ἡμῖν λέγωσι· δοῦλον Χριστοῦ οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας· καὶ πάλιν φιλονεικοῦσι περὶ χρημάτων, ἢ κτημάτων, ἐάν σου λάβῃ φησί, τίς τὸν χιτῶνα; ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον, τί ἕτερον ποιοῦσιν, ἢ ἐπισκώπτοντες ἡμᾶς κωμωδοῦσι, καὶ χλευάζουσι τῆς πρὸς τὸ ἐπάγγελμα τῶν ἔργων ἐναντιότητος· ἢ γὰρ, οὐκ ἀνάγκη μάχεσθαι τῶν κτημάτων ἀντιποιουμένους, καὶ πάντα πράττειν ὅσα ἡ τούτων ἀναγκάζει κηδεμονία· ἔλυσέ τις τῆς ἀμπέλου τὸν τέρμονα, καὶ τῇ ἰδίᾳ προσεκλήρωσε χώρᾳ· ἄλλος ἐπαφῆκε τὸ κτῆνος· ἕτερος τὸ ὕδωρ ἐπιρρέον τῷ κήπῳ, ὑπέσπασεν· οὐκοῦν λυσσῆσαι δεῖ, καὶ τῶν μαινομένων χείρους γενέσθαι, τούτοις πᾶσιν ἐπιμερίζοντα τὴν ἄμυναν· καὶ δικαστηρίοις προσηλῶσθαι, τὸν τῇ θεωρίᾳ τῶν ὄντων προσασχολεῖσθαι ὀφείλοντα νοῦν, καὶ εἰς πανουργίαν πραγματικὴν μεταβάλλειν τὴν δύναμιν τὴν θεωρητικήν, ἵν᾽ ἡμῖν τῶν μηδὲν χρησιμευόντων εὐοδῶται ἡ εὐπορία· τί τῶν ἀλλοτρίων ὡς οἰκείων ἀντιποιούμεθα, βαρέας ἑαυτοῖς τὰς πέδας τῆς ὕλης κατασκευάζοντες· καὶ τοῦ ταλανίζοντος τοὺς τοιούτους οὐκ ἀκούοντες; οὐαὶ γὰρ, φησὶν ὁ προφήτης, ὁ συνάγων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς· εἰ γὰρ κοῦφοι εἰσὶν οἱ διώκοντες, κατὰ τὸν λέγοντα· κοῦφοι ἐγένοντο οἱ διώκοντες ὑμᾶς, ὑπὲρ ἀετοὺς οὐρανοῦ· ἡμεῖς δὲ βαρύνομεν ἑαυτοὺς κοσμικοῖς πράγμασι· δηλονότι ἀργότερον κινούμενοι πρὸς δρόμον, εὐχερῶς παρὰ τῶν ἐχθρῶν καταληφθησόμεθα· οὓς φεύγειν ἡμᾶς ὁ Παῦλος ἐδίδαξε λέγων· φεύγετε τὴν πλεονεξίαν· ὁπότε καὶ οἱ εὐσταλεῖς ἐν τῷ τρέχειν ἐπὶ τὸ βραβεῖον, ἐὰν μὴ συντόνῳ ῥώμῃ φέρωνται, πολὺ τῆς καταλήψεως καταλιμπάνονται, τῶν διωκόντων ἐχθρῶν, ἴσως ταχυτέρας ἐχόντων τὰς βάσεις.
Μέγα τοῖς πρὸς ἀρετὴν ἐπειγομένοις ἐμπόδιον, ἡ τῶν κοσμικῶν πραγμάτων προσπάθεια· καὶ ψυχῇ καὶ σώματι, πολλάκις ὄλεθρον προξενοῦσα. τί γὰρ τὸν Ναβουθὲ τὸν Ἰσραηλίτην ἀπώλεσεν· οὐκ ἀμπελὼν ἐπίφθονος, αἴτιος αὐτῷ θανάτου γεγένηται, πρὸς φθόνον κινήσας κατ᾽ αὐτοῦ τὸν γείτονα Ἀχαάβ; τὶ δὲ, τὰς δύο ἥμισυ φυλὰς ἔξω τῆς γῆς ἐπαγγελίας μεῖναι παρεσκεύασεν, οὐχὶ πλῆθος κτηνῶν; τί δὲ καὶ τὸν Λὼτ ἀπὸ τοῦ Ἀβραὰμ διεχώρισεν, οὐ τὸ τῶν βοσκημάτων πλῆθος, συνεχεῖς τοῖς ποιμέσι κινῆσαν ἔριδας; τέλεον, ἀπέρρηξαν ἀπ᾽ ἀλλήλων αὐτούς. Εἰ οὖν καὶ πρὸς φθόνον τοὺς βασκάνους κατὰ τῶν ἐχόντων ἐρεθίζει τὰ κτήματα, καὶ τῶν σπουδαιοτέρων ἀποκλείει τοὺς κεκτημένους, καὶ συγγένειαν διατέμνει, καὶ φίλους ἔχειν ἔχθραν καθίστησι· καὶ πρὸς τὴν μέλλουσαν ζωὴν οὐδὲν κοινόν, καὶ πρὸς τὴν ἐν σώματι οὐδὲν μέγα χρησιμεύει· τί τῆς θεραπείας τοῦ Θεοῦ ἀφιστάμενοι, ὅλοι γινόμεθα τῆς ματαιότητος; μὴ γὰρ ἡμεῖς ἐσμέν, οἱ τὰ τῆς ζωῆς ἀνύοντες τῆς ἑαυτῶν; Θεός ἐστιν ὁ ταύτην οἰκονομῶν. καὶ ἡ μὲν ἀνθρωπίνη σπουδὴ μὴ τυχοῦσα τῆς τοῦ Θεοῦ βοηθείας, ἐξ ἀνάγκης ἀστοχεῖ τοῦ τέλους· ἡ δὲ τοῦ Θεοῦ οἰκονομία, καὶ δίχα τῆς ἀνθρωπίνης συμπράξεως, τέλεια παρέχει ἀγαθά. Τί ὤνησεν ἐκείνους ἡ ἰδία σπουδή, πρὸς οὓς ἔλεγεν ὁ Θεός· ἐσπείρατε πολλά, καὶ εἰσηνέγκατε ὀλίγα, καὶ ἐξεφύσησα αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; τί δὲ τοῖς κατ᾽ ἀρετὴν βιώσασιν ἔλειψε τῶν ἀναγκαίων, μηδ᾽ ὅλως φροντίσασι περὶ τούτων; οὐκ ἐν ἐρήμῳ τεσσαράκοντα ἔτη ὁ Ἰσραὴλ ἐτρέφετο, μηδενὸς τῶν ἐκ γεωργίας ἀπολαύοντες; καὶ οὐκ ἐπεδεήθησαν βρώματος· ἀλλὰ θάλασσα μὲν, ἐκαινούργει τροφὴν παράδοξον, ὀρτυγομήτραν ἐρευγομένη· οὐρανὸς δὲ, Μάννα καταφέρων, ὑετὸν ἀήθη καὶ ξένον.
Πέτρα δὲ νοτίδος ἄμοιρος. ῥαγεῖσα παρεῖχεν ἄφθονον τὸ νάμα· ἱμάτια δὲ καὶ ὑποδήματα, ὑπηρέτει πάντα τὸν χρόνον μὴ παλαιούμενα. ποίᾳ δὲ γεωργίᾳ, ἐν τῷ χειμάρρῳ ὁ Ἠλίας ἐτρέφετο; οὐ κόρακες αὐτῷ παρεκόμιζον τὴν τροφήν; οὐκ ἐν Σάρεφθᾳ ἐλθόντι, χήρα, καὶ τῶν ἀναγκαίων ἐνδεής, ἄρτον παρέσχε, τοῦ στόματος τῶν ἰδίων τέκνων ἀφαρπάσασα; ἵνα δειχθῇ, ὅτι καὶ φύσεως προτιμοτέρα ἡ ἀρετή. καὶ ταῦτα, παράδοξα μέν· ὅμως, καὶ τοῦ εἰκότως ἐχόμενα· δυνατὸν γὰρ καὶ τὸν μὴ ἐσθίοντα ζῆν, ὅταν βούληται ὁ Θεός. πῶς γὰρ ὁ Ἠλίας τεσσαράκοντα ἡμερῶν ὁδὸν ἤνυσεν, ἐν ἰσχύϊ βρώσεως μιᾶς; πῶς δὲ ὁ Μωϋσῆς, ὀγδοήκοντα ἡμέρας ἐπὶ τοῦ ὅρους προσφιλοσοφῶν τῷ Θεῷ, ἀνθρωπίνης τροφῆς ἔμεινεν ἄγευστος; μετὰ δὲ τεσσαράκοντα ἡμέρας κατελθών, καὶ διὰ τὴν μοσχοποιίαν θυμωθείς, εὐθέως συντρίψας τὰς πλάκας, ἐπὶ τὸ ὄρος ἀνέδραμε, καὶ τοσαύτας ἄλλας ἐνδιατρίψας ἐν τῷ ὄρει, οὕτω τὰς δευτέρας πλάκας λαβών, κατῆλθε πρὸς τὸν λαόν. Ποῖος δὲ λογισμὸς ἀνθρώπινος τὸ εὔλογον τοῦ θαύματος τούτου παραστῆσαι δύναται; πῶς ἡ ῥοώδης τοῦ σώματος φύσις, τοσοῦτον κινουμένη διήρκεσεν, οὐδ᾽ ἑνὸς ἀντιπληροῦντος τὸ καθ᾽ ἡμέραν διαπνεόμενον τῆς δυνάμεως; λύει δὲ τοῦτο τὸ ἄπορον ὁ θεῖος λόγος, ὅταν λέγῃ· οὐκ ἐπ᾽ ἄρτῳ μόνον ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τί τοίνυν τὸ πολίτευμα τὸ οὐράνιον εἰς γῆν κατασπῶμεν, ταῖς ὑλικαῖς ἐμβαθύνοντες ταλαιπωρίαις; καὶ κοπρίας περιβάλλομεν ἑαυτοῖς, οἱ ποτὲ τιθηνούμενοι ἐπὶ κόκκῳ; ὡς περί τινων ὁ Ἱερεμίας θρηνῶν ἔλεγεν· ὅταν γὰρ ἐπὶ τῶν λαμπρῶν καὶ διαπύρων ἀναπαυώμεθα νοημάτων, ἐπὶ κόκκῳ τιθηνούμεθα· ὅταν δὲ τὴν τοιαύτην ἀφέντες κατάστασιν, τοῖς γηίνοις ἐμφυρώμεθα πράγμασι, κοπρίας περιβαλλόμεθα.
Τί τὴν ἐλπίδα ἀφιστῶντες ἀπὸ τοῦ Θεοῦ, τὴν σάρκα τοῦ βραχίονος στηρίζομεν, τὴν τοῦ δεσπότου πρόνοιαν ταῖς ἑαυτῶν ἐπιγράφοντες χερσίν· ἥν περ εἰς μεγίστην ἁμαρτίαν ἑαυτῷ λογισθῆναι ὁ Ἰὼβ ἐπηράσατο· τὸν ἐπιθέντα τὴν χεῖρα τῷ στόματι καταφιλῆσαι, τοῦτο ποιοῦντες νῦν οὐ δεδοίκαμεν· ἔθος γὰρ τοῖς πολλοῖς, τὰς χεῖρας καταφιλεῖν. ἐξ ἐκείνων ἔχειν τὴν εὐπορίαν λέγοντες· οὓς αἰνιττόμενος διὰ συμβόλου 8ὀνόματος φησίν· ὃς πορεύεται ἐπὶ χειρῶν, ἀκάθαρτος· καὶ ὃς πορεύεται ἐπὶ τεσσάρων διαπαντός, ἀκάθαρτος· ἐπὶ χειρῶν δὲ πορεύεται, ὁ ταῖς χερσὶν ἐπερειδόμενος, καὶ πᾶσαν ἐπ᾽ αὐτῶν ἔχων τὴν ἐλπίδα· ἐπὶ τεσσάρων δὲ πορεύεται, ὁ τοῖς αἰσθητοῖς πράγμασι προσπεποιθώς, καὶ τῇ τούτων ἀσχολίᾳ διαπαντὸς ὑποσύρων τὸ ἡγεμονικόν· πολυπληθεῖ δὲ ποσίν, ὁ ἀπρὶξ τῶν σωματικῶν περιερχόμενος· διὰ τοῦτο ὁ σοφὸς παροιμιαστής, οὐδὲ δύο πόδας ἔχειν βούλεται τὸν τέλειον, ἀλλ᾽ ἕνα, καὶ τοῦτον σπανίως ἐπὶ τὰ σωματικὰ κινούμενον πράγματα· σπάνιον λέγων εἰσάγαγε σὸν πόδα πρὸς τὸν ἑαυτοῦ φίλον, μή ποτε πλησθείς σου, μισήσῃ σε. Εἰ γὰρ ὁ σπανιάκις τῷ Χριστῷ περὶ τῆς χρείας ἐνοχλῶν τοῦ σώματος, οὗτος γὰρ ὁ σκοπὸς τῶν φίλων τῶν τοιούτων ἐστίν, ὡς πρὸς τοὺς ἑαυτοῦ μαθητάς φησιν ὁ Σωτήρ· ὑμεῖς φίλοι μου ἐστέ. ἐὰν συνεχέστερον τοῦτο ποιῇ, μισητὸς γίνεται· τί ἄρα πείσεται, καὶ πῶς οὐ βδελυκτὸς ἔσται, ὁ διαπαντὸς ταύταις ἐνασχολούμενος ταῖς χρείαις, καὶ μηδέποτε πρὸς τὴν ὄρθιον ἐγειρόμενος ζωήν· διὰ τὸ μὴ ἔχειν σκέλη ἐπάνω τῶν ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖς ἀπὸ τῆς γῆς· ὡς γὰρ τὰ σκέλη διὰ τῆς συνεύσεως, ὅλον μὲν δέχεται πρότερον ἐφ᾽ ἑαυτῶν τὸν ὄγκον τοῦ σώματος· μικρὸν δὲ προσεγγίσαντα τῇ γῇ, ἀθρόον ἐνάλλεσθαι παρασκευάζει πρὸς τὸ μετέωρον· οὕτως ὁ διακριτικὸς τῶν τῆς φύσεως πραγμάτων λογισμός, μετὰ τὸ προσταπεινωθῆναι τῇ χρείᾳ τοῦ σώματος, ὀξέως πάλιν τῆς ἄνω κοῦφον ἀναπέμπει τὸ φρόνημα, μηδὲν τῶν χοϊκῶν σὺν αὐτῷ ἀνακουφίζων λογισμῶν· τὸ μὲν ἔχειν ὀρθὰ τὰ σκέλη, πρόσεστι μὲν καὶ τοῖς μὴ ἄγαν ἀπολαυστικοῖς καὶ κάτω κειμένοις διαπαντός, πρόσεστι δὲ καὶ ταῖς ἁγίαις δυνάμεσι, διὰ τὸ μηδ᾽ ὅλως προσδέεσθαι τῶν σωματικῶν, μηδὲ τῆς πρός ταῦτα χρήζειν ἐπινεύσεως· τοῦτο γὰρ προσημαίνων ὁ μέγας Ἰεζεκιήλ, ἔλεγεν, ὅτι ἦν τὰ σκέλη αὐτῶν ὀρθά, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν· ὅπερ δηλοῖ τὸ ἀκλινὲς τῆς γνώμης, καὶ τὸ πρὸς τὰ νοητὰ τῆς φύσεως ἐκείνης ὀξυκίνητον. ἀνθρώποις δὲ ἱκανόν, σκέλη σχεῖν κλινόμενα· καὶ ποτὲ μὲν, πρὸς τὰς σωματικὰς ἀνάγκας· ποτὲ δὲ, πρὸς τὰς τῆς ψυχῆς ἀνωφερεῖς χρησιμεύειν διατριβάς· διὰ μὲν τὴν πρὸς τὰς ἄνω δυνάμεις τῆς ψυχῆς συγγένειαν, τὰ πολλὰ συμμετεωροπολεῖν ἐκείναις, διὰ δὲ τὸ σῶμα, τοσοῦτον ἀποσχολεῖν τῇ γῇ τὴν φροντίδα, ὅσον ἡ χρεία βιάζεται· ἐφέρπειν δὲ διαπαντὸς ταῖς ἀπολαυστικαῖς παρασκευαῖς, ἀκάθαρτον ὄντως, καὶ οὐχ ἁρμόζον ἀνθρώπῳ λογικῆς πεπειραμένῳ γνώσεως.
Παρατετηρημένως γὰρ καὶ τὸν ἐπὶ τεσσάρων πορευόμενον, οὐχ ἁπλῶς εἶπεν ἀκάθαρτον, ἀλλ᾽ εἰ διαπαντὸς ἐπὶ τεσσάρων πορεύοιτο· ἔδωκε γὰρ τοῖς ἐν σώματι καιρόν, καταβαίνειν πρὸς τὴν χρείαν τοῦ σώματος. καὶ γὰρ ὁ Ἰωνάθαν τῷ Ναὰς πολεμῶν τῷ Ἀμμανίτῃ, ἐπὶ τεσσάρων περιπατήσας ἐνίκησεν, ἐπειδὴ τῇ ἀνάγκῃ τῆς φύσεως ὑπηρέτησε μόνον. ἔδει γὰρ τὸν πρὸς τὸν ἐπὶ τῷ στήθει συρόμενον ὄφιν πολεμοῦντα· τοῦτο γὰρ Ναὰς ἑρμηνεύεται. σχηματίσασθαι πρὸς ὀλίγον τὴν πρὸς αὐτὸν ὁμοιότητα, διὰ τοῦ πορευθῆναι ἐπὶ τεσσάρων· καὶ οὕτω διαναστάντα ἐπὶ τὴν οἰκείαν ἔξιν, χειρώσασθαι τοῦτον μετὰ πολλῆς εὐκολίας· Τί δέ; καὶ ἡ κατὰ τὸν Ἱεβοσθὲ ἱστορία ἡμᾶς οὐ παιδεύει, μὴ πεφροντισμένως ἀντέχεσθαι τῶν σωματικῶν, μηδὲ τῇ αἰσθήσει τὴν ἑαυτῶν ἐγχειρίζειν φυλακήν; οὗτος γὰρ βασιλεὺς ὤν, καὶ ἐν τῷ ταμιείῳ ἀναπαυόμενος τῷ ἑαυτοῦ, γυναικὶ θυρωρεῖν ἐπέτρεψεν· ἐλθόντες δὲ οἱ περὶ τὸν Ῥιχάβ, καὶ εὑρόντες αὐτὴν 9πυροὺς καθαίρουσαν καὶ νυστάζουσαν, διαλαθόντες εἰσῆλθον καὶ ἀνεῖλον τὸν Ἰεβοσθέ, καὶ αὐτὸν εὑρόντες καθεύδοντα· πάντα γὰρ ὑπνοῖ καὶ νοῦς, καὶ ψυχή, καὶ αἴσθησις, τῶν σωματικῶν κρατούντων. τὸ γὰρ θυρωρὸν καθαίρειν πυρούς, δείκνυσι τὸ ἐπιμελῶς προσησχολεῖσθαι τὴν διάνοιαν τοῖς σωματικοῖς· καὶ οὐ παρέργως, ἀλλὰ μετά τινος σπουδῆς, τὴν τούτων ἐπιτηδεύουσαν καθαρότητα. ὅτι γὰρ οὐκ ἐν ἱστορίας εἴδει τοῦτο διδάσκει ἡ γραφή, δῆλον ἐκεῖθεν· πῶς γὰρ βασιλεὺς γυναῖκα θυρωρὸν εἶχεν, ὀφείλων παρὰ πλήθους δορυφορεῖσθαι στρατιωτῶν, καὶ πᾶσαν περὶ αὐτὸν ἔχειν τὴν τοῦ ἀξιώματος σκηνήν; ἢ πῶς οὕτως ἐνδεής, ὡς δι᾽ αὐτῆς καθαίρειν τοὺς πυρούς; ἀλλὰ πολλάκις τῇ ἱστορίᾳ μίγνυται τὸ παράλογον, διὰ τὴν τῶν σημαινομένων ἀλήθειαν. ὁ γὰρ ἑκάστου νοῦς, καθάπερ βασιλεύς, ἔσωπου διατρίβει, θυρωρὸν τῶν αἰσθήσεων ἔχων τὴν διάνοιαν· ἥτις ὅταν τοῖς σωματικοῖς ἑαυτὴν ἐγχειρίσῃ· σωματικὸν δὲ, τὸ καθαίρειν πυρούς· εὐχερῶς διαλαθόντες οἱ ἐπίβουλοι, θανατοῦσι τὸν νοῦν. διά τοῦτο ὁ μέγας Ἀβραάμ, οὐ πιστεύει γυναικὶ τὴν θύραν φυλάττειν· οἶδε γὰρ τὸ εὐεξαπάτητον τῆς αἰσθήσεως· ὅπως τῇ ὄψει τῶν αἰσθητῶν ἐπιτερπομένη διχάζῃ τὸν νοῦν, καὶ πείθῃ συμμεταλαβεῖν αὐτῇ τῶν τερπνῶν, κἂν ἐπικίνδυνος ἡ μετάληψις εἴη σαφῶς· ἀλλ᾽ αὐτὸς ἐκεῖνος παρακαθέζεται, τοῖς μὲν θείοις νοήμασιν ἀναπεπετασμένην παρέχων τὴν εἴσοδον, ταῖς δὲ κοσμικαῖς φροντίσιν ἀποκλείων τὴν θύραν. τί γὰρ ἡμῖν ἐκ τῆς περὶ ταῦτα ματαιοπονίας, εἰς τὴν ζωὴν περιγίνεται; οὐ πᾶς μόχθος, κατὰ τὸν ἐκκλησιαστήν, εἰς στόμα αὐτοῦ; διατροφὴ δὲ, καὶ σκεπάσματα, κατὰ τὸν ἀπόστολον, ἱκανὰ πρὸς τὴν σύστασιν τῆς δυστήνου σαρκός.
Τί οὖν ἀπέραντα ποιοῦμεν καὶ μοχθοῦμεν εἰς ἄνεμον, ὥς φησιν ὁ Σολομῶν· ἐκ τῆς περὶ τὰ γήϊνα σπουδῆς, ἐμποδίζοντες τῇ ψυχῇ πρὸς τὴν τῶν θείων ἀγαθῶν ἀπόλαυσιν· καὶ τὴν σάρκα περιέποντες καὶ θάλποντες πλέον, ἢ καλῶς ἔγει; ἐχθρὸν ἐκ γειτόνων αὐτὴν καὶ πολεμίων τρέφομεν, ὡς μὴ μόνον ἀμφήριστον αὐτῆς γενέσθαι τὴν μάχην, ἀλλ᾽ ἐκ πολλοῦ τοῦ περιόντος, ἐρρωμενέστερον ἀγωνιζομένην κατὰ τῆς ψυχῆς, τιμῶν καὶ στεφάνων ἐφίεσθαι. τί γάρ ἐστιν ἡ χρεία τοῦ σώματος, ὅτι ταύτην προφασιζόμενοι, εἰς ἀνήνυτον ἀμηχανίαν τὴν ἐπιθυμίαν ἐκτείνομεν; ἄρτος ἐστι πάντως, καὶ ὕδωρ· εἶτα, οὐχὶ αἱ μὲν πηγαὶ ἄφθονον παρέχουσι τὸ νάμα; ὁ δὲ ἄρτος, εὐπόριστος τοῖς χεῖρας ἔχουσι; καὶ ἐκ τοιούτων ἔργων δυνάμεθα περιγενέσθαι, ἐξ ὧν καὶ ἡ χρεία πληροῦται τοῦ σώματος, καὶ δλίγον ἢ οὐδ᾽ ὅλως περισπώμενον. Ἀλλ᾽ ἔνδυμα πολλὴν παρέχει φροντίδα; οὐδὲ τοῦτο. ἐὰν μὴ πρὸς τὴν ἐκ τῆς συνηθείας βλακείαν, ἀλλὰ πρὸς τὴν χρείαν βλέπωμεν μόνην· Ποίας γὰρ ἀραχνοϋφεῖς ἐσθῆτας, ποίαν δὲ βῦσσον, ἢ πορφύραν ἢ σηρικοῦν, ὁ πρῶτος ἐφόρησεν ἄνθρωπος; οὐκ ἐκ δερμάτων αὐτῷ τὸ ἔνδυμα ὁ δημιουργός, καὶ χόρτῳ τρέφεσθαι παρήγγειλε; τούτους τιθεὶς τοὺς ὅρους τῇ χρείᾳ τοῦ σώματος, οὕτω διαταξάμενος, καὶ πόρρωθεν ἀναστέλλων τὴν νῦν πολιτευομένην αἰσχρότητα τοῦ ἀνθρώπου. Οὐ λέγω δὲ, ὅτι καὶ νῦν θρέψει πάντως εὐσεβοῦντας ἡμᾶς, ὁ τὰ πετεινὰ τρέφων τοῦ οὐρανοῦ· καὶ ἐνδύσει, ὁ τοῖς κρίνοις τοῦ ἀγροῦ τοσαύτην περιθεὶς δόξαν. ἐπεί, μηδέπω πείθειν δυνατόν, τοὺς πολὺ ταύτης ἀφεστῶτας τῆς πίστεως.
Τίς γὰρ οὐ μεθ᾽ ἱκεσίας παρέξει τὰ ἐπιτήδεια, τῷ κατ᾽ ἀρετὴν βιοῦντι; Εἰ γὰρ ἄνθρωποι βάρβαροι καὶ πολέμου νόμῳ λαβόντες τὰ Ἱεροσόλυμα· οἱ Βαβυλώνιοι, τὴν ἀρετὴν ἠδέσθησαν τοῦ Ἱερεμίου, καὶ πᾶσαν θεραπείαν παρέσχον σωματικὴν ἀφθόνως, οὐ τὰ πρὸς τροφὴν μόνον δεδωκότες, ἀλλὰ καὶ σκεύη, οἷς ἔθος διακονεῖσθαι τοὺς ἑστιωμένους· πῶς οὐκ αἰδεσθήσονται βίον ἐνάρετον οἱ ὁμόφυλοι, καὶ τὸν λογισμὸν ἐκ παιδείας βαρβαρικῆς μᾶλλον κεκαθαρμένοι πρὸς τὴν τῶν καλῶν κατανόησιν, καὶ ἀρετῆς ζηλωταί; εἰ γὰρ καὶ μὴ δεδύνηνται ταύτης ἀσκηταὶ γενέσθαι διὰ τὴν ἀσθένειαν τῆς φύσεως, ἀλλ᾽ οὖν γε τιμῶσιν ἀρετήν, καὶ τοὺς ἀθλητὰς αὐτῆς θαυμάζουσι. Τίς ἔπεισε τὴν Σουμανίτιν οἰκοδομῆσαι τῷ Ἐλισσαίῳ καταγώγιον, καὶ θεῖναι τράπεζαν ἐκεῖ, καὶ δίφρον καὶ λυχνίαν; οὐχ ἡ ἀρετὴ τοῦ ἀνδρός; Τί δὲ τὴν χήραν ἐκείνην ἐδυσώπησε, λιμοῦ πᾶσαν κατανεμομένου τὴν χώραν, τῆς ἰδίας χρείας προκρῖναι τὴν τοῦ προφήτου θεραπείαν; πάντως γάρ, εἰ μὴ τὴν φιλοσοφίαν κατεπέπληκτο τοῦ Ἠλιού, οὐκ ἂν τὴν μικρὰν τῆς ζωῆς παραμυθίαν ἑαυτῆς καὶ τῶν τέκνων ἀφελομένη, παρεχώρησεν ἐκείνῳ· ὃν μετ᾽ ὀλίγον ἐφαντάζετο θάνατον, πρὸ καιροῦ τοῦτον ἑλομένη, διὰ τὴν εἰς τὸν ξένον φιλοτιμίαν. ἐποίησε δὲ τοιούτους αὐτοὺς τὸ γενναῖον, καὶ τὸ πρὸς τοὺς πόνους ἀνένδοτον, καὶ τὸ καταφρονητικῶς ἔχειν πρὸς τὰ τοῦ βίου πράγματα· εὐτέλειαν γὰρ ἐπιτηδεύσαντες, καὶ ἐπὶ τὸ ἀνενδεὲς ἐλθεῖν ἐκ τῆς ὀλιγοδείας προκόψαντες, πλησίον τῶν ἀσωμάτων ἔστησαν δυνάμεων· ὅθεν, καίτοι ἀφανεῖς ὄντες κατὰ τὸ σωματικόν, καὶ ἄσημοι, τῶν πάντα φερόντων, καὶ ἀγόντων, ἐγένοντο δυνατώτεροι· μετὰ τοσαύτης παρρησίας τοῖς τὰ διαδήματα περικειμένοις διαλεγόμενοι, μεθ᾽ ὅσης οὐδὲ ἐκεῖνοι τοῖς ὑποχειρίοις.
Ποίοις γὰρ ὅπλοις θαρρῶν, ποίᾳ δὲ δυνάμει, πρὸς τὸν Ἀχαὰβ ἔλεγεν ὁ Ἠλιοὺ, οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραήλ, ἀλλ᾽ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου; Πῶς δὲ ὁ Μωϋσῆς ἀντικαθίστατο τῷ Φαραὼ πρὸς ἅμιλλαν, οὐδὲν ἔχων πλὴν τῆς ἀρετῆς, θάρσους ἐφόδιον; πῶς δὲ Ἐλισσαιὲ συνηγμένης ἐπὶ πολέμου τῆς στρατιᾶς, καὶ τῶν δύο βασιλέων Ἰσραήλ, καὶ Ἰούδα, ἔλεγε τῷ Ἰωράμ, ζῇ κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ· ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφάτ ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα ἐπὶ σὲ καὶ εἶδον σε· οὔτε τὴν στρατιὰν κεκινημένην φοβηθείς, οὔτε τὸν θυμὸν δείσας τοῦ βασιλέως, ᾧ παρὰ καιρὸν τοῦ πολέμου εἰκὸς χρήσασθαι, καὶ ἀλόγῳ ὁρμῇ, τοῦ λογισμοῦ δι᾽ ἀγωνίαν συγκεχυμένου. τί γὰρ δύναται τοιοῦτον βασιλεύς, οἷον ἀρετή; ποία πορφυρὶς ἔρρηξε ποταμόν, ὡς ἡ μηλωτὴ τοῦ Ἠλιού; ποῖον δὲ διάδημα νοσήματα ἔλυσεν, ὡς τὰ τῶν Ἀποστόλων σουδάρια; Ἤλεγχέ ποτε Προφήτης βασιλέα παρανομήσαντα μόνος, μετὰ πάσης ὄντα τῆς στρατιᾶς· καὶ ἐπειδὴ τὸν θυμὸν ὁ ἐλεγχος ἠρέθισεν, ἐκτείνας ὁ βασιλεὺς τὴν χεῖρα ἐπὶ τὸν προφήτην, οὔτε ἐκείνου ἐπελάβετο, καὶ τὴν χεῖρα πρὸς ἑαυτὸν συναγαγεῖν ξηρανθεῖσαν οὐκ ἠδυνήθη· καὶ ἦν ἀγὼν ἀρετῆς, καὶ δυναστείας βασιλικῆς· καὶ ἡ νίκη τῆς ἀρετῆς ἐγένετο· οὐκ ἐμάχετο ὁ προφήτης, καὶ ἡ ἀρετὴ ἐτροποῦτο τὸν πολέμιον· ἤργει ὁ ἀγωνιστής, καὶ ἡ πίστις εἰργάζετο. οἱ σύμμαχοι τοῦ βασιλέως, βραβευταὶ τοῦ ἀγῶνος ἐγένοντο· καὶ ἡ χεὶρ εἱστήκει, μαρτυροῦσα τῇ ἀρετῇ τὴν νίκην.
Ταῦτα δὲ ἔπραττον, ἐπειδὴ ψυχῇ μόνῃ ζῆν ἐκριναν, τὸ σῶμα, καὶ τὰς τοῦ σώματος ἀνάγκας ἀποστρεφόμενοι· καὶ πάντων αὐτοὺς ὑψηλοτέρους ἐποίει, τὸ μηδενὸς χρείαν ἔχειν· μᾶλλον γὰρ καταλιπεῖν ἡροῦντο τὸ σῶμα, καὶ τῆς ἐν σαρκὶ ζωῆς ἀπαλλαγῆναι, ἢ καταπροδοῦναι τῆς ἀρετῆς τὸ ἀξίωμα, καὶ χρείας ἕνεκεν σωματικῆς κολακεῦσαι τινὰ τῶν εὐπόρων. Ἡμεῖς δὲ ὅταν ἐν χρείᾳ καταστῶμεν τινός, ἀφέντες τὸ γενναίως ἀγωνίζεσθαι θλιβεροῖς, καθάπερ κυνίδια μεθ᾽ ἱλαρωτέρας κινήσεως τῆς κέρκου, σαίνουσι τοὺς ὀστέον ἴσως γυμνὸν ἢ ψίχας προσακοντίζοντας· οὕτως τοῖς πλουσίοις προστρέχομεν, εὐεργέτας αὐτοὺς καὶ τῶν χριστιανῶν κηδεμόνας λέγοντες· καὶ πᾶσαν αὐτοῖς ἁπλῶς μαρτυροῦντες ἀρετήν, κἂν ἐν ἐσχάτῃ κακίᾳ τυγχάνωσιν, ὑπὲρ τοῦ ἀνῦσαι τὸ σπουδαζόμενον οὐ περιεργαζόμενοι τὴν τῶν ἁγίων διαγωγήν, ὧν δῆθεν ζηλοῦν τὴν ἀρετὴν προεθέμεθα. ἦλθε πρὸς τὸν Ἐλισσαῖον, Νεεμὰν ὁ τῆς Συρίας Στρατηλάτης, πολλὰ κομίσας δῶρα μεθ᾽ ἑαυτοῦ. Τί οὖν ὁ προφήτης· ἄρα ὑπήντησεν; ἄρα προσέδραμεν; οὐχὶ δι᾽ ἑνὸς μειρακίου, τὴν χρείαν ἐφ᾽ ᾗ παρῆν, ἐδήλωσεν; οὐδὲ εἰς ὄψιν αὐτὸν δεξάμενος, ἵνα μὴ τῶν κομισθέντων ἕνεκα τὴν θεραπείαν προσαγηοχέναι νομισθῇ. Ταῦτα δὲ εἴρηται· οὐχ ἵνα μάθωμεν ἀλαζονείαν, ἀλλ᾽ ἵνα μὴ χρείας ἕνεκεν κολακεύωμεν τοὺς ἐκεῖνα περιέποντας, ὧν ἡμεῖς καταφρονεῖν ἐπαγγελλόμεθα. Τί οὖν ἀφέντες τὸν σκοπὸν φιλοσοφίας, γεωργίας, καὶ ἐμπορίας ἐπιτηδεύομεν; τί μέγα τῷ Θεῷ εἰ τὴν ἑαυτῶν φροντίδα συνεισφέρομεν, ἵνα δὲ καὶ δοθῇ κοινὴν εἶναι τὴν τῆς γεωργίας ἐπιμέλειαν; ἡ ἀνθρωπίνη σπουδὴ τὴν γῆν ἀνατέμνει, καὶ σπέρματα καταβάλλει· ὁ δὲ Θεὸς ὑετοῖς ἐπαλλήλοις ἄρδει τὰ σπέρματα ἁπαλαῖς ταῖς λαγότι τῆς γῆς τὰς ῥίζας ἐνδιατείνεσθαι παρασκευάζων· ἥλιον ἀνατέλλει διαθερμαίνοντα τὴν γῆν, καὶ τῇ θέρμῃ προσκαλούμενον ἄνω τὰ φυτά· αὔρας ἀνέμων ἐπιπέμπει, τῇ ἡλικίᾳ τῶν τρεφομένων γεννημάτων συμμέτρους· μαλακαῖς μὲν πνοαῖς ἐπιρριπίζων ἐν ἀρχῇ χλοηφοροῦσαν τὴν πεδιάδα, ὡς ἂν μὴ θερμοῖς λεαινόμενα πνεύμασι περιφλέγοιτο τὰ σπαρέντα· σταθερωτέραις δὲ ἐμβολαῖς πνευμάτων, ταῖς θήκαις τὸ γαλακτῶδες ἐμπεπαίνων τοῦ κόκκου, ἀλοητῷ φλογμὸν παρέχων ἐπιτήδειον, λικμητῷ προσφόρους ἀνέμους· κἂν ἕντι τούτων ἐπιλίπῃ, μάταιος ἠλέγχθη ὁ ἀνθρώπινος πόνος· καὶ ἤργησεν ἡ ἡμετέρα σπουδή, μὴ σφραγισθεῖσα ταῖς τοῦ Θεοῦ δωρεαῖς· πολλάκις δὲ καὶ τούτων πρὸς τὴν τελείωσιν ἐνέλιπεν οὐδέν, ὑετὸς δὲ λαῦρος παρὰ καιρὸν γενόμενος καὶ πολύς, ἢ τριβόμενον ἔτι τὸν στάχυν, ἢ καθαρὸν σωρευθέντα τὸν σῖτον, κατέσυρεν· ἔστι δ᾽ ὅτε καὶ ἐν αὐτῇ τῇ ἀποθήκη, σκώληξ διέφθειρεν· ἐξ αὐτοῦ τοῦ στόματος, ὡς εἰπεῖν, ἑτοίμην ἀποσυλήσας τὴν τράπεζαν.
Ποῦ τοίνυν ἡμῖν, καὶ εἰς τί χρήσιμος ἡ ἡμετέρα σπουδή, Θεοῦ τοὺς οἴακας τῶν πραγμάτων κρατοῦντος, καὶ πάντα φέροντος καὶ ἄγοντος, ὡς ἂν βούληται; Ἀλλ᾽ ἐν ταῖς ἀσθενείαις παραμυθίας χρήζειν ἐροῦμεν τὸ σῶμα· καὶ πόσῳ βελτίων; τεθνάναι, ἢ πράξαι τι τῶν τῷ ἐπαγγέλματι μὴ πρεπόντων; πάντως δὲ ἐὰν ἔτι ζῆν ἡμᾶς βούλεται ὁ Θεός, ἢ Ἰσχὺν ἐντίθησι τῷ σώματι ἰσόρροπον, ὡς, καὶ τὸν ἐκ τῆς ἀρρωστίας πόνον φέρειν· ἢ τοὺς ἐπὶ τῇ γενναιότητι δέξασθαι Στεφάνους· ἢ πόρον ἐπινοήσει πρὸς παραμυθίαν τοῦ κάμνοντος· καὶ οὐκ ἐπιλείψει πρὸς παραμυθίαν ἐπίνοια, τῇ πηγῇ τῆς σοφίας. Καλὸν οὖν, ἀγαπητοὶ, καὶ σφόδρα καλόν, εἰς τὴν ἀρχαίαν ἀναβῆναι μακαριότητα, καὶ τῆς τῶν παλαιῶν ἐπιδράξασθαι πολιτείας· ἔσται γὰρ πᾶσιν εὔκολος, ὡς νομίζω, θελήσασι· κἂν δὲ προσείῃ τίς πόνος, οὐκ ἄκαρπος ἔσται· ἱκανὴν ἔχων παραμυθίαν, τήντε τῶν προωδευκότων εὔκλειαν, καὶ τῶν ἐφεπομένων τὴν διόρθωσιν· οὐ μικρὸν δὲ ἔσται κέρδος τοῖς ἀρξαμένοις τῆς τοιαύτης διαγωγῆς, καὶ τοῖς μετέπειτα καταλιποῦσι πολιτείας ἀρίστης εἰκόνα, ἡ τῶν ἀπολειφθέντων ἀνάληψις. Φύγωμεν τὰς ἐν πόλεσι καὶ κώμαις διαγωγάς, ἵνα οἱ ἐν πόλεσι καὶ κώμαις τρέχωσι πρὸς ἡμᾶς· ἐρημίας μεταδιώξωμεν, ἵνα ἐπισπασώμεθα τοὺς νῦν ἡμᾶς φεύγοντας. εἰ φίλον ὅλως τοῦτό τισι· καὶ γὰρ περί τινων ἐν ἐπαίνῳ γέγραπται, ὅτι κατέλιπον τὰς πόλεις, καὶ ᾧκησαν ἐν πέτραις καὶ ἐγένοντο ὡς περιστεραὶ πελετητικαί· καὶ ὁ Βαπτιστὴς δὲ Ἰωάννης ἐν ἐρήμῳ διέτριβε, καὶ πᾶσαι πρὸς αὐτὸν αὔτανδροι παρῆσαν αἱ πόλεις· καὶ πρὸς τὴν θεωρίαν τῆς δερματίνης ζώνης ἠπείγοντο, οἱ τὰ σηρικὰ περιβεβλημένοι ἱμάτια· καὶ τὴν ὕπαιθρον ἡροῦντο ταλαιπωρίαν, οἱ τὰς χρυσορόφους ἔχοντες οἰκίας· καὶ τὰς ἐπὶ λιθοκολλήτων κλινῶν ἀναπαύσεις, ἡ ἐπὶ τῆς ψάμμου παρευδοκίμει κατάκλισις· καὶ πάντα ἦν αὐτοῖς ἀνεκτά, καίτοι παρὰ τὸ ἔθος γινόμενα· ὑπέτεμνε γὰρ τὴν ἐπὶ τοῖς ἀλγηνοῖς αἴσθησιν, ὁ πόθος τῆς θεωρίας τοῦ ἀνδρός· καὶ τὸν ἐπὶ τῇ σκληραγωγίᾳ πόνον, ἔκλεπτε τὸ θαῦμα τῆς ἀρετῆς.
Τοσοῦτόν ἐστιν ἀρετὴ πλούτου τιμιωτέρα, καὶ βίος ἡσύχιος χρημάτων πολλῶν περιφανέστερος. πόσοι κατὰ τὸν καιρὸν ἐκεῖνον ἦσαν πλούσιοι, καὶ μέγα φρονοῦντες ἐπὶ δόξῃ, καὶ σεσίγηνται· καὶ τὸ θαῦμα τοῦ ἀδόξου, μέχρι τοῦ νῦν ἄδεται· καὶ ἡ μνήμη τοῦ ἐρημοπολίτου, πᾶσίν ἐστι περισπούδαστος· ἀΐδιον γὰρ τῆς ἀρετῆς τὸ ἀοίδιμον, καὶ τὴν φήμην ἐξαποστέλλει Ἀγγελον τῶν οἰκείων καλῶν. Παραιτησώμεθα κτηνοτροφίαν, ἵνα ποιμαντικὴν ἕξιν ἀναλάβωμεν· καταλίπωμεν ἐμπορίαν ἐπονείδιστον, ἵνα τὸν πολύτιμον κτησώμεθα μαργαρίτην· φύγωμεν γεωργίαν γῆς, ἀκάνθας καὶ τριβόλους ἀνατελλούσης, ἵνα ἐργάται καὶ φύλακες τοῦ παραδείσου γενώμεθα· πάντα ῥίψωμεν καὶ τὸν ἡσύχιον ἑλώμεθα βίον, ἵνα ἐντρέψωμεν τοὺς νῦν ἡμῖν ὄνειδος τὸ κεκτῆσθαι προφέροντας· οὐδὲν γὰρ οὕτως δυσωπεῖ τοὺς ἐπεμβαίνοντας, ὡς ἡ ἐπὶ τοῖς ὀνειδιζομένοις μετ᾽ ἐπιεικείας διόρθωσις· γίνεται γὰρ ἡ τῶν ὀνειδιζομένων μεταβολή, τοῖς ὀνειδίζουσι διατροπή. Αἰσχρὸν δὲ καὶ τοῦτο νομίζω, καὶ ἔστιν αἰσχρὸν ἀληθῶς, ἐφ᾽ ᾧ καὶ παρὰ πάντων εἰκότως γελώμεθα· ἄρτι γάρ τις προσελθὼν τῷ μονήρει βίῳ, καὶ τὰ ἤθη μόνον μαθὼν τῆς ἀσκήσεως, ὅπως τε προσεύχονται καὶ πότε. καὶ ποία τίς ἐστιν ἡ τῆς διαίτης διαγωγή· διδάσκαλος εὐθέως ὧν οὐ μεμάθηκε γίνεται· καὶ προέρχεται ὀρμαθὸν μαθητῶν ἐπισυρόμενος, αὐτὸς ἔτι δεόμενος διδασκαλίας, καὶ τοσοῦτον πλέον καὶ εὔκολον τὸ πρᾶγμα ἐνόμισεν· οὐκ εἰδώς, ὅτι πάντων ἐστὶ χαλεπώτατον, ψυχῶν ἐπιμέλεια· δεομένων πρότερον μὲν καθάρσεως τῶν παλαιῶν μολυσμῶν, ἔπειτα πολλῆς προσοχῆς. εἰς τὸ δέξασθαι τύπους τῶν μαθημάτων τῆς ἀρετῆς· ὁ δὲ μηδὲν πλέον τῆς σωματικῆς ἀσκήσεως φαντασθείς, πῶς διορθώσεται τὰ ἤθη τῶν ὑποτεταγμένων;
Πῶς δὲ μεταρρυθμίσει τοὺς τῇ πονηρᾷ συνηθείᾳ κεκρατημένους; Πῶς δὲ τοῖς πολεμουμένοις ὑπὸ παθῶν βοηθήσει, μηδ᾽ ὅλως τὸν κατὰ διάνοιαν εἰδὼς πόλεμον; ἢ πῶς τὰ ἐν πολέμῳ συμβαίνοντα τραύματα θεραπεύσει, αὐτὸς ἔτι τραυματίας κατακείμενος, καὶ καταδέσμων δεόμενος; ἢ πᾶσα μὲν τέχνη χρόνου δεῖται καὶ διδασκαλίας πολλῆς πρὸς κατόρθωσιν, μόνη δὲ ἡ τέχνη τῶν τεχνῶν ἀμαθητεύτως ἐπιτηδεύεται; καὶ γεωργίας μὲν οὐ καταθαρρήσειεν ἄπειρος, οὐδὲ ἀμύητος ἰατρικῆς, ἐγχειρίσεται ἔργοις ἰατρικοῖς· ἐλεγχθήσεται γὰρ ὁ μὲν, πρὸς τὸ μηδὲν ὀνῆσαι τοὺς κάμνοντας, ἔτι καὶ βαρυτέραν κατασκευάσαι τὴν νόσον· ὁ δὲ, χέρσον, καὶ ῥυπαρὰν τὴν ἀρῶσαν γῆν καταστήσας· μόνης δὲ τῆς θεοσεβείας, ὡς πάντων εὐκολωτέρας, κατατολμῶσιν ἀπαιδότριβοι· καὶ τὸ δυσκατόρθωτον πρᾶγμα, εὐχερὲς εἶναι νενόμισται τοῖς πολλοῖς· καὶ ὁ μηδέπω Παῦλος κατειληφέναι λέγει, τοῦτο ἀκριβῶς ἐγνωκέναι διαβεβαιοῦνται, οἱ μηδὲ αὐτὸ τοῦτο εἰδότες, ὅτι ἀγνοοῦσι. Διὰ τοῦτο εὐκαταφρόνητος ὁ βίος ἐγένετο, καὶ οἱ μετερχόμενοι αὐτὸν παρὰ πάντων χλευάζονται· τίς γὰρ μὴ γελάσεται τὸν χθὲς ἐν καπηλείῳ ὑδροφοροῦντα, σήμερον ὁρῶν ὡς διδάσκαλον ἀρετῆς, παρὰ μαθητῶν δορυφορούμενον; ἢ τὸν πρώην τῶν πολιτικῶν ἀναχωρήσαντα κακοπραγιῶν, σήμερον μετὰ πλήθους μαθητῶν, διὰ πάσης σοβοῦντα τῆς ἀγορᾶς; εἰ δὲ ἦσαν πεπεισμένοι σαφῶς, ὅτι πολύς ἐστιν ὁ πόνος, ἄγειν τινὰς εἰς θεοσέβειαν, καὶ τὸν ἀκολουθοῦντα τῷ πράγματι κίνδυνον ἤδεισαν ἀκριβῶς, πάντως ἂν ὡς ὑπερβαῖνον αὐτοὺς παρητήσαντο τὸ πρᾶγμα· ἕως δὲ ὅτε τοῦτο ἀγνοοῦσι, καὶ δόξαν ἡγοῦνται τὸ προεστάναι τινῶν, εὐκαίρως κυβιστῶσι κατὰ τοῦ βαράθρου· καὶ τὸ ἐνάλλεσθαι καιομένη τῇ καμίνῳ, κοῦφον νομίζουσι· γέλωτα μὲν κινοῦντες τοῖς ἐπισταμένοις τὸν χθὲς αὐτῶν βίον, Θεῷ δὲ ἀγανάκτησιν ἐπὶ τῇ τοιαύτῃ προπετείᾳ.
Εἰ γὰρ τὸν Ἠλεὶ οὐδὲν παρῃτήσατο τῆς ὀργῆς τοῦ Θεοῦ, οὐ γῆρας σεμνόν. οὐ παλαιὰ παρρησία· οὐχ ἱερατικὴ τιμή, ἀμελήσαντα τῆς τῶν τέκνων διορθώσεως. πῶς ἐξελεῖται νῦν τῆς τοιαύτης ἀγανακτήσεως, τοὺς οὔτε ἐκ παλαιῶν ἔργων ἀξιοπιστίαν ἔχοντας παρὰ Θεῷ, οὔτε εἰδότας οὔτε τὸν τοῦ ἁμαρτήματος τρόπον, ἢ τὴν τῆς διορθώσεως μέθοδον· ἀλλ᾽ ἀπείρως δι᾽ ἔρωτα δόξης, ἐγχειροῦντας ἐπικινδύνῳ πράγματι, διὰ τοῦτο τῷ μὲν δοκεῖν, Φαρισαίους Διδασκάλους, ὁ Κύριος ἔλεγεν· οὐαὶ ὑμεῖν Γραμματεῖς, καὶ Φἀρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηράν, τοῦ ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν· τῷ δὲ ἀληθεῖ, διὰ τῆς ἐκείνων ἐπιπλήξεως. νουθετῶν τοὺς ὕστερον τοῖς αὐτοῖς ἀλίσκεσθαι μέλλοντας παραπτώμασιν· ἵνα τῷ οὐαὶ προσέχοντες, εἴρξωσιν ἑαυτοὺς τῆς ἀκαίρου ἐπιθυμίας τῆς παρὰ τοῖς ἀνθρώποις δόξης, φοβερώτερον κρίνοντες τὸν ταλανισμόν· δυσωπείτω δὲ καὶ ὁ Ἰὼβ αὐτούς, ἢ ὁμοίως κήδεσθαι τῶν ὑποτεταγμένων, ἢ παραιτεῖσθαι τὴν τοιαύτην προστασίαν, μὴ εἰδότας τὰ αὐτὰ ἐκείνῳ ποιεῖν, μηδὲ τὴν αὐτὴν ὑπὲρ τῶν προνοουμένων εἰσφέρειν βουλομένους σπουδήν· εἰ γὰρ ἐκεῖνος, καὶ ἀπὸ τῶν κατὰ διάνοιαν ῥύπων τοὺς υἱοὺς καθαροὺς εἶναι θέλων, θυσίας καθ᾽ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῶν προσέφερε, μήποτε λέγων οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν Θεόν· πῶς οὖτοι καὶ φανερῶν ἁμαρτημάτων ἀγνοοῦντες τὴν διάκρισιν, διὰ τὸν ἔτι καὶ πρὸς τὰ πάθη μάχης κονιορτὸν ἐπισκοτεῖν αὐτοῖς τῷ λογιστικῷ, ἐπιπηδῶσιν εἰς ἑτέρων προστασίαν, καὶ θεραπείας ἄλλων ἀναδέχονται, οὔπω τὰ ἑαυτῶν πάθη θεραπεύσαντες. οὐδὲ ἐκ τῆς ἑαυτῶν νίκης, ἑτέρους ἐπὶ τὸ νικᾶν ὁμοίως ὁδηγεῖν δυνάμενοι; δεῖ γὰρ πρότερον μαχήσασθαι τοῖς πάθεσι, καὶ μετὰ πολλῆς νήψεως τὰ ἐν τῷ πολέμῳ τῇ μνήμῃ παραδοῦναι· καὶ οὕτως ἐκ τῶν καθ᾽ ἑαυτούς, ἑτέροις ὑποτίθεσθαι τὰ τῆς μάχης· καὶ τὴν νίκην αὐτοῖς εὐχερεστέραν ποιῆσαι, διὰ τὸ προλέγειν τὰς ἐν τῷ πολέμῳ μεθόδους· Εἰσὶ γάρ τινες κεκρατηκότες τῶν παθῶν, διὰ πολλὴν ἴσως σκληραγωγίαν· καὶ τὸν τρόπον ἀγνοοῦντες τῆς νίκης, διὰ τὸ ὡς ἐν νυκτομαχίᾳ παρηκολουθηκέναι ταῖς συμβολαῖς, μηδὲ ταῖς τῶν ἐχθρῶν ἐπιβουλαῖς παραστῆσαι τὸν νοῦν.
Τοῦτο συμβολικῶς ἐποίει καὶ ὁ Ἰησοῦς, ἐν νυκτὶ τὸν Ἰορδάνην διαβαινούσῃ τῇ στρατιᾷ, προστάξας ἐκ τοῦ ποταμοῦ λίθους ἀνιμῆσαι· καὶ ἔξω τοῦ ποταμοῦ στηλώσαντας κονιάσαι καὶ ἐπιγράψαι, ὅπως παρῆλθον τὸν Ἰορδάνην· σημαίνων ὅτι δεῖ τὰ βύθια τῆς ἐμπαθοῦς διαγωγῆς νοήματα εἰς φανερὸν ἄγειν, καὶ σαφῶς στηλιτεύειν, καὶ μὴ φθονεῖν ἑτέροις τῆς γνώσεως· ἵνα μὴ μόνον ὁ παρελθὼν γινώσκῃ τὸν τρόπον τῆς διαβάσεως, ἀλλὰ καὶ οἱ τὸ αὐτὸ ποιεῖν προαιρούμενοι, εὐχερῆ τὴν διάβασιν ἐκ τῆς μαθήσεως ποιήσωνται· καὶ ἡ ἑτέρων πεῖρα, γένηται καὶ ἑτέρων διδιδασκαλία· Ἀλλὰ ταῦτα μὲν οὔτε ὁρῶσιν ἐκεῖνοι, οὔτε δὲ ἑτέρων λεγόντων ἀκούουσιν· εἰς μόνην δὲ αὐτῶν ὁρῶντες πληροφορίαν, καθάπερ ἀργυρωνήτοις, δουλικὰς ἐπιτάττουσιν ὑπηρεσίας τοῖς ἀδελφοῖς· ἐν τούτῳ τὸ πᾶν τῆς δόξης τιθέμενοι, ἐν τῷ προεστάναι πλειόνων· καὶ ἔστιν αὐτοῖς ἅμιλλα μὴ ἥττονας τῶν λοιπῶν ἀδελφοτήτων ἐν ταῖς προόδοις ἐπισύρεσθαι, δίκην ἀνδραπόδων· καπήλων μᾶλλον, ἢ διδασκάλων κατάστασιν ἐπιδεικνυμένους· ὅταν γὰρ λόγῳ μὲν εὐχερὲς εἶναι τὸ ἐπιτάσσειν ἡγῶνται, κἂν βαρέα ἦν τὰ ἐπιτασσόμενα, ἔργῳ δὲ διδάσκειν οὐδὲν ἀνέχωνται, πρόδηλον πᾶσι τὸν ἑαυτῶν ποιοῦσι σκοπόν, ὅτι οὐκ ὠφελῆσαι τοὺς προσερχομένους, ἀλλ᾽ ἰδίαν ἡδονὴν ἀνύσαι σπουδάζοντες, τὴν ἡγεμονίαν ὑποδύονται ταύτην. μαθέτωσαν δὲ οὗτοι, εἰ βούλονται, παρὰ τοῦ Ἀβιμέλεχ, καὶ τοῦ Γεδεών, ὅτι οὐ λόγος, ἀλλ᾽ ἔργον τοὺς ἀρχομένους ἐνάγει πρὸς τὴν μίμησιν· τοῦ μὲν ποιήσαντος φορτίον ξύλον, καὶ μετὰ τὸ ποιῆσαι βαστάζοντος καὶ λέγοντος, ὃν τρόπον εἴδετέ με ποιοῦντα, ποιήσατε καὶ ἡμεῖς. τοῦτο δὲ τὸ ἔργον εἰσηγουμένου κοινόν, καὶ ἑαυτὸν προτάσσοντος τῆς ἐργασίας, καὶ λέγοντος, ἀπ᾽ ἐμοῦ ὄψεσθε καὶ οὕτω ποιήσατὲ· καὶ ὁ Ἀπόστολος λέγων, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὖται· καὶ αὐτὸς ὁ Κύριος ποιῶν, καὶ τότε διδάσκων· τίνα οὐ πείθουσιν, ἀξιοπιστοτέραν τὴν ἐν τοῖς ἔργοις διδασκαλίαν, τῆς διὰ λόγων ἡγεῖσθαι;
Οἱ δὲ, πρὸς μὲν τὰς τοιαύτας εἰκόνας, καμμύουσιν· ἀλαζωνικῶς δὲ, τὰ πρακτέα προτάσσουσιν· ὅταν δὲ εἰδέναι τί τούτων δόξωσιν ἐξ ἀκοῆς, κατὰ τοὺς ἐπὶ ἀπειρίᾳ διαβαλλομένους παρὰ τοῦ Προφήτου ποιμένας, μάχαιραν ἐπὶ τοῦ βραχίονος φοροῦσι· διὸ καὶ ἐπὶ τὸν βραχίονα, ὁ δεξιὸς ὀφθαλμὸς αὐτῶν ἐκτυφλοῦται· ἀμελουμένη γὰρ δι᾽ ἀπόνοιαν ἡ δεξιὰ πρᾶξις, συγκατασβέννυσιν ἑαυτῇ καὶ τὴν λαμπηδόνα τῆς θεωρίας· τοῦτο δὲ οἱ ὠμῶς καὶ ἀπανθρώπως ποιμαίνοντες πάσχουσιν, ὅταν πρόχειρον τὴν τιμωρητικὴν ἔχωσι δύναμιν· εὐθέως γὰρ τὰ μὲν θεωρητικὰ νοήματα ἐκ δεξιῶν, σβέννυνται· πάλιν δὲ αἱ πράξεις, στερηθεῖσαι τῆς θεωρίας, μαραίνονται· οὔτε πρᾶξαί τι, οὔτε ἰδεῖν δυναμένων, τῶν μὴ τῷ μηρῷ, ἀλλὰ τῷ βραχίονι συζευξάντων τὴν μάχαιραν· ἐπὶ μὲν τοῦ μηροῦ φοροῦσι τὴν μάχαιραν, οἱ κατὰ τῶν ἰδίων παθῶν κεχρημένοι τῷ τομικῷ λόγῳ· ἐπὶ τοῦ βραχίονος δὲ, οἱ τὴν τιμωρίαν πρόχειρον ἔχοντες ἐπὶ τῶν ἀλλοτρίων ἁμαρτημάτων. Οὕτω γὰρ καὶ Ναὰς ὁ Ἀμμανίτης, ὃς ἑρμηνεύεται ὄφις, ἀπειλῶν τῷ διορατικῷ Ἰσραήλ, ἐξορύξαι πάντα δεξιὸν αὐτοῦ ὀφθαλμόν, ἵνα μηδὲν νόημα δεξιὸν ἐνυπάρχον, ἐπὶ δεξιὰν πρᾶξιν ὁδηγήσῃ τὸν κεκτημένον· εἰδὼς αἴτιον τοῦτο μεγάλης προκοπῆς, τοῖς ἀπὸ τῆς θεωρίας ἐπὶ τὴν πρακτικὴν ἐρχομένοις· γίνεται γὰρ τοῖς τοιούτοις ἀνυπαίτιον τὸ πραχθέν, προθεωρηθὲν τοῖς τῆς γνώσεως ὀξυδερκεστάτοις ὀφθαλμοῖς. Ὅτι δὲ εὐχερῶν ἀνθρώπων καὶ μηδεμίαν οἴκοθεν ἐχόντων ὠφέλειαν ἐστὶ τὸ τὴν ἑτέρων ἀναδέχεσθαι προστασίαν, δῆλον μὲν καὶ ἐκ τῆς πείρας· οὐ γὰρ ἕλοιτό τις ἡσυχίας γευσάμενος καὶ θεωρίας, ποσῶς σχολάζειν ἀρξάμενος, ταῖς περὶ τῶν σωματικῶν φροντίσιν ἐνδῆσαι τὸν νοῦν· ἀποστήσας αὐτὸν τῆς γνώσεως, καὶ μετάρσιον ὄντα πολλὰ φερόμενον, ἐπὶ τὰ γήϊνα κατασύρεσθαι πράγματα· εὐδηλότερον δὲ καὶ ἐκ τῆς πολυθρυλλήτου παραβολῆς ἐκείνης, ἣν ὁ Ἰωνάθαν τοῖς Σικιμίταις προεβάλετο, λέγων· πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ δρυμοῦ τοῦ χρίσαι ἐφ᾽ ἑαυτὰ βασιλέα· καὶ εἶπον τῇ ἀμπέλῳ βασίλευσον ἐφ᾽ ἡμᾶς· καὶ εἶπεν ἡ ἄμπελος· ἀφήσω τὸν καρπόν μου τὸν ἀγαθόν, ὃν ἐδόξασεν ὁ Θεὸς καὶ οἱ ἄνθρωποι, καὶ πορευθῶ τοῦ ἄρχειν ξύλων; ὁμοίως δὲ, καὶ τῆς συκῆς διὰ τὴν ἰδίαν γλυκύτητα· καὶ τῆς ἐλαίας, διὰ τὴν οἰκείαν ποιότητα, παραιτησαμένων· θάμνος, ξύλον ἄκαρπον καὶ ἀκανθῶδες, τήν τούτων ἀρχὴν κατεδέξατο, οὔτε οἰκείαν ἔχουσαν ποιότητα, οὔτε τῶν ὑποτεταγμένων ξύλων· οὐ γὰρ παραδείσου ξύλα, ἀλλὰ δρυμοῦ, τὰ δεόμενα τῆς ἐπιστασίας, εἶπεν ἡ παραβολή.
Ὡς γὰρ ἡ ἄμπελος, καὶ ἡ συκῆ, καὶ ἡ ἐλαία παρῃτήσαντο τὸ ἄρχειν τῶν ξύλων τοῦ δρυμοῦ, μᾶλλον τῷ ἑαυτῶν εὐφραινόμεναι καρπῷ, ἢ τῷ τῆς ἀρχῆς ἀξιώματι, οὕτως οἱ ἐν ἑαυτοῖς τινὰ ἐμβλέποντες καρπὸν ἀρετῆς, καὶ τῆς ἐκ τούτου ὠφελείας αἰσθανόμενοι· κἂν πολλοὶ πρὸς τὴν τοιαύτην ἀρχὴν βιάζωνται, ἀνανεύουσι· τῆς παρὰ τῶν πολλῶν τιμῆς, τὴν ἑαυτῶν ὠφέλειαν προκρίνοντες. Ὅπερ δὲ ἐπῃράσατο τοῖς ἐν τῇ παραβολῇ ξύλοις, τοῦτο καὶ τοῖς ὁμοίως ἐκείνοις πραγματευομένοις ἀνθρώποις συμβαίνει· ἢ γὰρ ἐξέλθοι, φησί, πῦρ ἐκ τῆς θάμνου, καὶ καταφάγοι τὰ ξύλα τοῦ δρυμοῦ· ἢ ἐκ τῶν ξύλων ἐξέλθοι, καὶ καταφάγοι τὴν θάμνον· τῶν γὰρ συνθηκῶν ἀνωφελῶν γινομένων, ἀνάγκη κίνδυνον ἀκολουθεῖν τοῖς τε ὑποτάσσουσιν ἑαυτοὺς διδασκάλῳ ἀπείρῳ, αὐτοῖς τε τοῖς τὴν ἀρχὴν ἀναδεχομένοις, ἐπὶ τῇ τῶν μαθητευομένων ἀπροσεξίᾳ. καὶ γὰρ ἡ τοῦ διδασκάλου ἀπειρίᾳ, ἀπόλλυσι τοὺς μαθητευομένους. καὶ ἡ τῶν μαθητῶν ἀμέλεια, κίνδυνον φέρει τῷ διδασκάλῳ, καὶ μάλιστα ὅταν παρὰ τὴν αὐτοῦ ἀνεπιστημοσύνην ῥᾳθυμῶσιν ἐκεῖνοι· οὔτε γὰρ τὸν διδάσκαλον λανθάνειν τί ὀφείλει τῶν εἰς διόρθωσιν τῶν ὑποτεταγμένων ἡκόντων, οὔτε οἱ μαθητευόμενοι παρορᾶν τι τῶν τοῦ διδασκάλου παραγγελμάτων ὀφείλουσι· καὶ γὰρ καὶ τούτων τὸ παρασκευᾶσαι, κἀκείνου τὸ παριδεῖν πλημμελοῦντας, βαρὺ καὶ ἐπικίνδυνον. μηδὲ νομιζέτωσαν ἀνέσεως καὶ ἀπολαύσεως εἶναι πρόφασιν, τὸ πρᾶγμα· πάντων γάρ ἐστιν ἐπιπονώτερον, τὸ ἄρχειν ψυχῶν. οἱ μὲν γὰρ ἀλόγων ἄρχοντες καὶ κτηνῶν, πρὸς οὐδὲν ἀντιτασσομένας ἔχουσι τὰς ἀγέλας, καὶ διὰ τοῦτο αὐτοῖς τὰ τῆς ἀρχῆς εὐοδοῦνται πολλάκις· τοῖς δὲ ἀνθρώπων ἐπιστατοῦσιν, ἡ ποικοιλία τῶν ἠθῶν, καὶ τὸ ἐκ τοῦ λογισμοῦ πανοῦργον, δυσχερεστέραν ποιεῖ τὴν ἐπιστασίαν· καὶ δεῖ τοὺς ἐπὶ τοῦτο ἐρχομένους, ἀλείψασθαι, ὡς πρὸς ἀγῶνα ἐπίπονον· ἵνα καὶ τὰ πάντων ἐλαττώματα, μετὰ πολλῆς φέρωσιν ἀνεξικακίας, καὶ τὰ λανθάνοντα διὰ τὴν ἀγνωσίαν, διδάσκωσιν αὐτοὺς μακροθύμως. διὰ τοῦτο γὰρ, τὸν μὲν νιπτῆρα βόες ἐν τῷ ναῷ βαστάζουσιν· ἡ δὲ λυχνία, ὅλη στερεά, καὶ τορευτὴ κατεσκευάσθη· δηλούσης μὲν τῆς λυχνίας, ὅτι ὁ φωτίζειν ἑτέρους προθέμενος, ὀφείλει δι᾽ ὅλων στερεοῦσθαι τῶν μερῶν, καὶ μηδὲν κοῦφον ἔχειν ἢ ὑπόκενον· καὶ πάντα περιτετορεῦσθαι τὰ περισσά, ὅσα μὴ χρησιμεύειν εἰς παράδειγμα πολιτείας ἀνεπιλήπτου τοῖς ὁρῶσιν ἔμελλε· τῶν δὲ ὑπὸ τὸν νιπτῆρα βοῶν, μηδὲν παραιτεῖσθαι τῶν ἐπερχομένων, τὸν ὑπελθόντα τὸ τοιοῦτον ἔργον, ἀλλὰ καὶ τὰ βάρη καὶ τὸ ῥύπον φέρει τῶν ἐλαττόνων, ἕως ὅτε ἀκίνδυνόν ἐστι τὸ φέρειν· πάντως γάρ, εἰ μέλλοι καθαρὰς ἐργάζεσθαι τὰς πράξεις τῶν προσιόντων, ἀνάγκη καὶ αὐτὸν τινὸς παραπολαῦσαι ῥύπου· ἐπεὶ καὶ ὁ νιπτὴρ καθαίρων τὰς τῶν νιπτομένων χεῖρας, αὐτὸς δέχεται τὸν ἐκείνων ῥύπον· τὸν γὰρ περὶ παθῶν διαλεγόμενον, καὶ ἑτέρους τῶν τοιούτων ἀποσμήχοντα κηλίδων, οὐκ ἔστιν ἀμόλυντον παρελθεῖν· αὐτὴ γὰρ ἡ μνήμη, ῥυποῦν τὴν διάνοιαν τοῦ λέγοντος πέφυκε· κἂν δὲ γλαφυρωτέραις βαφαῖς τῶν αἰσχρῶν μὴ σφραγίσητε τοὺς τύπους, ἀλλ᾽ ὅμως τὴν ἐπιπολὴν μιαίνει τοῦ νοῦ, ταῖς τοῦ λόγου διεξόδοις, χρώμασιν οὐ καθαροῖς ἐπιθολοῦσα.
δεῖ δὲ καὶ ἐπιστήμονα τὸν ἡγούμενον οὕτως εἶναι, ὡς μηδὲν ἀγνοεῖν τῶν τοῦ ἐχθροῦ ἐνθυμημάτων· ἵνα τὰ λανθάνοντα τοῖς ἐγκεχειρισμένοις αὐτῷ τῶν παλαισμάτων ἀπογυμνῶν. ὑποδεικνύναι, καὶ τὰς ἐπιβουλὰς προλέγων τοῦ ἀντιπάλου, ἀπονητὶ τὴν νίκην αὐτοῖς βραβεύσῃ, καὶ στεφανίτας ἐξαγάγῃ τοῦ ἀγῶνος αὐτούς· σπάνιος δὲ ὁ τοιοῦτος, καὶ οὐ ῥαδίως εὑρισκόμενος. ὁ μὲν γὰρ μέγας Παῦλος, τοῦτο ἑαυτῷ μαρτυρεῖ λέγων· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· ὁ δὲ θαυμάσιος Ἰώβ, ἀπορῶν περὶ τοῦ τοιούτου, φησί· τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; εἰς δὲ πτύξιν θῶρακος αὐτοῦ, τίς ἂν εἰσέλθοι; πύλας δὲ προσώπου αὐτοῦ τίς ἀνοίξει; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἔστι· φησί· τὸ φαινόμενον πρόσωπον ἐπ᾽ αὐτοῦ, πολλοῖς γὰρ ἐνδύμασι καλύπτει τὴν πονηρίαν· δελεάζων μὲν τῷ φαινομένῳ ἀπατηλῶς, ἐνεδρευτικῶς δὲ τῷ κεκρυμμένῳ τεκταίνων τὸν ὄλεθρον· καὶ ἵνα μὴ καὶ ἑαυτὸν συναριθμήσῃ τοῖς ἀγνοοῦσι τὰ κατ᾽ αὐτόν, λέγει τὰ τεκμήρια αὐτοῦ σαφῶς· εἰδὼς πᾶσαν τὴν περὶ αὐτὸν τερατουργίαν· οἱ ὀφθαλμοὶ αὐτοῦ, λέγων, εἶδος Ἑωσφόρου· τὰ δὲ ἔγκατα αὐτοῦ, ἀσπίδες· καὶ ταῦτά φησιν ἐλέγχων τὴν ἐκείνου κακουργίαν. ὡς διὰ μὲν τοῦ ἐπιμορφάζεσθαι τὸ τοῦ Ἑωσφόρου εἶδος, ἐπισπᾶσθαι πρὸς ἑαυτὸν τοὺς ὁρῶντας μηχανωμένου· διὰ δὲ τῶν ἐντὸς ἀσπίδων, θάνατον τοῖς προσεγγίζουσι πραγματευομένου. Καὶ ἡ παροιμία δὲ τὸ ἐπικίνδυνον τοῦ πράγματος ἐλέγχουσα, λέγει· σχίζων ξύλα, κινδυνεύει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον· ὁ γὰρ διαιρῶν τῷ λόγῳ τὰ πράγματα, καὶ τὰ νομιζόμενα ἡνῶσθαι χωρίζων τῆς συμφυίας· καὶ ξένα πάντῃ ἀλλήλων δεικνύναι βουλόμενος, τὰ ὄντως ἀγαθά, τῶν νομιζομένων τοιούτων, ἐὰν μὴ πάντοθεν ἠσφαλισμένον ἔχῃ τὸν λόγον, κινδυνεύει ἐν τοῖς ἀκούουσι· τοῦ ἐκπεσόντος τῆς ἀσφαλείας λόγου, σκανδάλου ἀφορμὴν τοῖς ἀκούουσι παρέχοντος. οὕτω τὶς τῶν τῷ Ἐλισσαίῳ φοιτησάντων κόπτων ξύλον ἐν τῷ Ἰορδάνη, καὶ τοῦ Σιδήρου εἰς τὸν ποταμὸν ἐκπεσόντος, τὸν κίνδυνον ὑφορώμενος, πρὸς τὸν διδάσκαλον ἐβόα λέγων· οἴμοι Κύριε, καὶ αὐτῷ κεχρημένον.
Τοῦτο δὲ πάσχουσιν, οἱ ἐκ παρακουσμάτων διδάσκειν ἐπιχειροῦντες, καὶ πρὸς τὸ τέλος ἐλθεῖν ἀδυνατοῦντες, διὰ τὸ μὴ ἀπὸ οἰκείας ἕξεως λέγειν· ὅταν δὲ ἐν τῷ μεταξὺ ἐναντίον τί τῷ προκειμένῳ φωραθῶσι λέγοντες, τότε τὴν ἄγνοιαν ὁμολογοῦσιν, ἐπὶ τῷ κεχρημένῳ λόγῳ κινδυνεύόντες· διὸ καὶ ὁ μέγας Ἐλισσαῖος, ξύλον εἰς τὸν βυθὸν ἐμβαλῶν, ἐπιπολάσαι πεποίηκε τὸ ἀπορηθὲν παρὰ τοῦ μαθητοῦ, καὶ ἐν βυθῷ κεκαλύφθαι νομισθὲν νόημα σαφηνίσας, καὶ ὑπ᾽ ὄψιν ἀγαγὼν τῶν ἀκουόντων. Ἰδοὺ ὁ Ἰορδάνης τὸν τῆς μετανοίας σημαίνει λόγον· ἐκεῖ γὰρ ἐτελεῖτο παρὰ τοῦ Ἰωάννου τὸ Βάπτισμα τῆς μετανοίας· ὁ δὲ περὶ μετανοίας οὐκ ἠκριβωμένως εἰρηκώς, ἀλλὰ διὰ τοῦ γυμνῶσαι τὴν κεκρυμμένην χρηστότητα, εἰς καταφρόνησιν ἐλθεῖν παρασκευάσαι τοὺς ἀκροατάς, ἐν τῷ Ἰορδάνῃ κατέλαβε τὸ σιδήριον· εὖ δὴ καὶ τὸ φανὲν ξύλον ἀναφέρει ἐκ τοῦ βυθοῦ τὸ σιδήριον, καὶ ἐπιπολάζειν ποιεῖ. Πρὸ μὲν γὰρ τοῦ Σταυροῦ, ἐκέκρυπτο ὁ περὶ μετανοίας λόγος διὸ καὶ ὁ περὶ αὐτοῦ βουληθεὶς εἰπεῖν τι, ἠλέγχθη προχείρως τολμήσας· μετὰ δὲ τὸν Σταυρόν, φανερὸς πᾶσι γέγονε, τῷ οἰκείῳ καιρῷ διὰ τοῦ ξύλου ἀναδειχθείς. Ταῦτα δέ φημι οὐκ ἀποτρέπων ἡγεῖσθαι τινῶν, οὐδὲ κωλύων ὁδηγεῖν τινας τῶν νέων ἐπὶ τὴν θεοσέβειαν· ἀλλὰ παρακαλῶν, πρῶτον ἀναλαβεῖν ἔξιν ἐπὶ τὴν ἀρετήν, ἀναλογοῦσαν τῷ μεγέθει τοῦ πράγματος, καὶ μὴ προχείρως ἐπιδιδόναι ἑαυτοὺς τῷ σκοπῷ. τὰ μὲν ἡδέα λογιζομένους, καὶ τὴν ἐκ τῶν Μαθητῶν θεραπείαν, καὶ τὴν παρὰ τῶν ἔξωθεν εὐφημίαν· τὸν δὲ ἀκολουθοῦντα κίνδυνον παραλογιζομένους· καὶ μὴ πρὸ τῆς εἰρηνικῆς καταστάσεως, τὰ πολεμικὰ ὄργανα σκεύη ποιεῖν γεωργικά.
Μετὰ γὰρ τὸ πάντα ὑποτάξαι τὰ πάθη, καὶ μηδαμόθεν ἔτι πολέμους ὀχλεῖν, μηδὲ εἰς ἀνάγκην χρήσεως ἀμυντηρίων ὀργάνων ἕλκεσθαι, καλὸν τὸ γεωργεῖν ἑτέρους· ἕως δὲ ὅτε τυραννεῖ τὰ πάθη, καὶ συνέστηκεν ὁ τῆς σαρκὸς πόλεμος πρὸς τὸ φρόνημα τῆς σαρκός, οὐδεῖ ἀνέχειν τὰς χεῖρας τῶν ὅπλων, ἀλλ᾽ ἐπ᾽ αὐτοῖς ἀδιαλείπτως ἔχειν· ἵνα μὴ καιρὸν ἐπιθέσεως, οἱ ἐπίβουλοι τὴν ἡμετέραν ἄνεσιν λαβόντες, ἀναιμοτὶ χειρώσωνται ἡμᾶς. Ὡς γὰρ τοῖς καλῶς ὑπὲρ τῆς ἀρετῆς ἀγωνιζομένοις, καὶ διὰ πολλὴν ταπεινοφροσύνην οὐδέπω νενικηκέναι νομίζουσι, φησὶ προτρεπτικῶς ὁ λόγος, συγκόψατε τὰς μαχαίρας ὑμῶν εἰς ἄροτρα, καὶ τὰς ζηβίνας ὑμῶν εἰς δρέπανα· παραινῶν αὐτοῖς μὴ τοῖς ἡττημένοις ἐχθροῖς μάτην λοιπὸν προσασχολεῖν ἑαυτούς, ἀλλ᾽ ἐπ᾽ ὠφελείᾳ τῶν πολλῶν ἀπὸ τῆς πολεμικῆς ἕξεως μετασκευάσαι τὰς δυνάμεις τῆς ψυχῆς, ἐπὶ τὸ γεωργεῖν ἐκείνους, ὅσοι ἔτι ἐν τοῖς τῆς κακίας ὑλομανοῦσιν ἔργοις· οὕτω τοῖς πρὸ τῆς τοιαύτης καταστάσεως, εἴτε δι᾽ ἀπειρίαν, ἢ δι᾽ ἀπόνοιαν ἐγχειρήσασιν ὑπὲρ τὴν ἑαυτῶν δύναμιν, συμβουλεύει τὸ ἐναντίον, λέγων· συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· τί γὰρ καὶ ὥφελος γεωργίας, πολέμου τὴν γῆν κατέχοντος, καὶ τὴν ἀπόλαυσιν τῶν γεωργηθέντων τοῖς πολεμίοις μᾶλλον, ἢ τοῖς πονέσασιν τὴν ἀφθονίαν παρέχοντος; διὰ τοῦτο τάχα καὶ τοῖς ἔτι κατὰ τὴν ἔρημον πρὸς διάφορα μαχομένοις ἔθνη Ἰσραηλίταις, οὐκ ἐπιτρέπει τὴν τῆς γεωργίας ἐπιμέλειαν, ἵνα μὴ ταῖς πολεμικαῖς ἐμποδίσῃ γυμνασίαις· μετὰ δὲ τὴν τῶν πολεμίων ἐκκεχειρίαν, ταύτῃ χρήσασθαι συμβουλεύει λέγων· ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς ἐπαγγελίας, οὐ φυτεύσετε· προσυπακούεται γὰρ τοῦτο παρ᾽ ἐκείνῳ, καὶ εἰκότως· πρὸ γὰρ τῆς τελειότητος, τὰ φυτευόμενα οὐ γίνεται βέβαια, περιφερομένων ἔτι ἐν ἀστάτῳ ἤθη τῶν φυτεύειν ὀφειλόντων· τάξις γὰρ καὶ ἀκολουθία, εἴπερ ἐν ἄλλῳ τινὶ, καὶ ἐν τοῖς τῆς θεοσεβείας ἐστί, καὶ δεῖ ἀπὸ τῶν ἀρχῶν προσάγεσθαι. οἱ γὰρ παριδόντες τὰ τῆς εἰσαγωγῆς, καὶ τοῖς λιχνοτέροις δελεασθέντες, καὶ κατ᾽ ἀνάγκην στοιχεῖν τῇ τῆς τάξεως ἀκολουθίᾳ πείθονται· καθάπερ Ἰακὼβ τῷ κάλλει τῆς Ραχὴλ ἑλκυσθείς, ὑπερεῖδε τὸ ἀσθενὲς τῶν τῆς Λείας ὀφθαλμῶν, οὐ μὴν ἔφυγε τὸν ἐπὶ τῇ κτήσει τῆς τοιαύτης ἀρετῆς πόνον· ἀνεπλήρωσε γὰρ καὶ ταύτης τὰ ἕβδομα· δεῖ οὖν τὸν ἐννόμως στοιχεῖν τῇ πολιτείᾳ θέλοντα, μὴ ἀπὸ τοῦ τέλους ἐπὶ τὰς ἀρχὰς κατάγεσθαι, ἀλλ᾽ ἀπὸ τῆς ἀρχῆς προκόπτειν ἐπὶ τὴν τελειότητα· οὕτω γὰρ καὶ αὐτὸς ἐπιτεύξεται τοῦ σπουδαζομένου, καὶ τοὺς γνωρίμους ἀμέμπτως ὁδηγήσει πρὸς τὸ τέλος τῆς ἀρετῆς· ἀλλ᾽ οἱ πολλοὶ μηδένα πόνον συνεισενέγκαντες, μηδὲ μικρὸν, ἢ μέγα κατορθώσαντες ἔργον θεοσεβείας, ὡς ἔτυχεν ἐπιτρέχουσι τῷ ὀνόματι, μὴ κίνδυνον τοῦτο ἡγούμενοι· καὶ οὐ μόνον οὐ παραιτοῦνται προτρεπομένων αὐτοὺς τινῶν ἐπὶ τὸ ἔργον, ἀλλὰ καὶ περιερχόμενοι τοὺς στενωποὺς, ἅπαντας ἕλκουσι τοὺς παρατυγχάνοντας, πᾶσαν ἐπαγγελλόμενοι θεραπείαν, καθάπερ πρὸς μισθωτούς, συνθήκας περὶ τροφῆς, καὶ ἐνδυμάτων τιθέμενοι· ἀνάγκη δὲ τοὺς οὕτως ἐρῶντας τοῦ πράγματος, καὶ βουλομένους μετὰ πλήθους ἐν ταῖς προόδοις φαίνεσθαι, καὶ χειραγωγοῖς ἐπαναπαύεσθαι, καὶ πᾶσαν τὴν σκηνὴν σώζειν τῶν καθηγουμένων, ὡς δράματος ὑπόκρισιν ὑπελθόντας, ὑπὲρ τοῦ μὴ καταλειφθῆναι παρὰ τῶν ταύτην αὐτοῖς ἐκτελούντων τὴν ὑπουργίαν, χαρίζεσθαι τὰ πολλὰ ταῖς ἡδοναῖς αὐτῶν· καὶ ταῖς ἐπιθυμίαις, φέρεσθαι ἀκωλύτως κατὰ βαράθρων, καθάπερ ἡνιόχους ἀφέντας τὰς ἡνίας, καὶ αὐτεξούσιον αὐτοῖς τὸν δρόμον· ἐπιτρέψαντας· ὡς ἐκ τούτου κατὰ κρημνῶν φέρεσθαι, καὶ βαράθρων, καὶ παντὶ προσπταίειν τῷ ἐν ποσὶ, μηδενὸς ὄντος τοῦ ἀνακόπτοντος, καὶ ταῖς ἀτάκτοις ὁρμαῖς ἐμποδίζοντος.
Ἀλλ᾽ ἀκουέτωσαν οἱ τοιοῦτοι τοῦ μακαρίου Ἰεζεκιήλ, ταλανίζοντος τοὺς ταῖς ἑτέρων ἡδοναῖς ὕλας ἐκπορίζοντας· καὶ διὰ τὸ συμπεριφέρεσθαι τοῖς ἑκάστου θελήμασιν, ἑαυτοῖς τὸ οὐαὶ θησαυρίζοντας· φησὶ γάρ· οὐαὶ συρραπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ ἀπολέσαι ψυχὰς ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλάσματος ἄρτου· οὕτως δὲ καὶ οὗτοι, τὰς χρείας τοῦ σώματος ἐξ ἐράνων συλλέγοντες, καὶ ταῖς συνερραμέναις ὡς ἐκ ῥακῶν παρασκευαῖς ἐπαναπαύοντες· τοὺς γυμνῇ τῇ κεφαλῇ προσεύχεσθαι, ἢ προφητεύειν ὀφείλοντας, διὰ τῶν ἐπιβολαίων αἰσχύνουσι· τὴν ἀνδρείαν κατάστασιν ταῖς τῶν σκεπασμάτων ἐπιβολαῖς ἐκθηλύνοντες, καὶ ψυχὰς ἀπολλύντες, ἃς οὐκ ἔδει ἀποθανεῖν. καὶ μάλιστα μὲν ἔδει, πειθομένους τῷ ὄντως διδασκάλῳ Χριστῷ, παραιτήσασθαι ὅση δύναμις· τὴν ἑτέρων κηδεμονίαν· φησὶ γὰρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· ἡμεῖς μὴ κληθῆτε Ῥαββί. εἰ δὲ Πέτρῳ καὶ Ἰωάννῃ, καὶ παντὶ τῷ χορῷ τῶν Ἀποστόλων, παρήνει μακρὰν ἑστάναι τοῦ τοιούτου ἔργου, καὶ μικροὺς ἑαυτοὺς ἡγῆσθαι τῆς τοιαύτης ἀξίας· τίς ἔσται λοιπὸν ὁ ὑπὲρ ἐκείνους ἑαυτὸν φανταζόμενος, καὶ ἐγκρίνων ἀξιώματι, οὗπερ ἐκωλύθησαν ἐκεῖνοι; ἢ τάγα λέγων μὴ κληθῆτε Ῥαββὶ, οὐ τὸ εἶναι, ἀλλὰ τὸ καλεῖσθαι κωλύει. Εἰ δέ τις ἀπροαιρέτως ἐκ τοῦ ἕνα καὶ δεύτερον καταδέξασθαι ἐκβιασθείη, καὶ πλειόνων ἡγεῖσθαι· πρῶτον μὲν, ἑαυτὸν ἀκριβῶς δοκιμαζέτω, εἰ οἷός τε ἐστὶν, ἔργῳ μᾶλλον ἢ λόγῳ διδάσκειν τὰ πρακτέα, εἰκόνα πάσης ἀρετῆς τὸν ἑαυτοῦ βίον προτιθεὶς τοῖς μανθάνουσιν· ὡς μὴ τοὺς μεταγράφοντας ἐκεῖθεν, ἀμορφίᾳ τοῦ σφάλματος ἀμβλύναι τὸ κάλλος τῆς ἀρετῆς.
Ἔπειτα γινωσκέτω, ὅτι οὐκ ἔλαττον ὑπὲρ τῶν ἀρχομένων, ἢ ὑπὲρ ἑαυτοῦ ἀγωνιᾶν ὀφείλει· ὡς γὰρ ὑπὲρ ἑαυτοῦ, οὕτω καὶ ὑπὲρ ἐκείνων ὑφέξει λόγον, ἅπαξ καταδεξάμενος τὴν σωτηρίαν αὐτῶν· καὶ γὰρ τοῖς Ἁγίοις σπουδὴ γέγονε, μὴ ἐλατουμένους τῆς ἑαυτῶν ἀρετῆς καταλιπεῖν τοὺς μαθητάς. ἀλλ᾽ ἐκ τῆς πρώτης καταστάσεως, μεταρρυθμῖσαι εἰς βελτίονα κατάστασιν· οὕτως ὁ μὲν Ἀπόστολος Παῦλος τὸν Ὁνήσιμον, ἐκ δραπέτου, μάρτυρα πεποίηκεν· Ὁ δὲ Ἠλίας, ἐξ ἀροτῆρος, προφήτην τὸν Ἐλισσαῖον κατέστησεν· ὁ δὲ Μωϋσῆς, τὸν Ἰησοῦν πάντων νεώτερον, ἐπὶ τὸ βέλτιον κατεκόσμησεν· ὁ δὲ Ἠλεὶ, τὸν Σαμουὴλ καὶ μείζονα ἑαυτοῦ ἀπέδειξεν· εἰ δὲ καὶ ἡ τούτων σπουδὴ συνήργησεν αὐτοῖς πρὸς τὴν κτίσιν τῆς ἀρετῆς, ἀλλὰ τὸ πᾶν τῆς προκοπῆς αἴτιον αὐτοῖς γεγένηται, τὸ τυχεῖν διδασκάλων, δυνηθέντων τὸν τυφόμενον σπινθῆρα τῆς προθυμίας, ἐπὶ τὸ μεῖζον τῆς προτροπῆς ἀναρριπίσαι, καὶ ἐκλάμψαι ποιῆσαι· διὰ τοῦτο καὶ στόμα Θεοῦ γεγόνασιν, οἱ τὰ αὐτοῦ βουλήματα τοῖς ἀνθρώποις διακονήσαντες, ἤκουσαν γὰρ τούτου λέγοντος· ἐὰν ἐξάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Τὴν δὲ τοῦ διδασκάλου ἔξιν, καὶ τῷ Ἰεζεκιὴλ ὁ Θεὸς ὑποτίθεται· διδάσκων, οἵους ἐξ οἵων δεῖ τοὺς μαθητὰς κατασκευάζειν· υἱέ, γάρ φησιν, ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον, καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου· καὶ διαγράψεις ἐπ᾽ αὐτῇ, πόλιν Ἱερουσαλήμ· σημαίνων ὅτι δὴ ἐκ πηλοῦ Ναὸν ἅγιον ὁ Διδάσκαλος, τὸν μαθητὴν ἐργάζεται. καλὸν δὲ καὶ τὸ, θήσεις αὐτὴν πρὸ προσώπου σου· οὕτω γὰρ ταχεῖα ἡ βελτίωσις ἔσται τῷ μαθητῇ, ἐὰν ἐν ὄψει τοῦ Διδασκάλου ἢ διαπαντός. αἱ γὰρ συνεγεῖς τῶν καλῶν παραδειγμάτων ἐνέργειαι, παραπλησίας εἰκόνας ἐγχαράττουσι, ταῖς μὴ πάνυ σκληραῖς καὶ ἀποκρότοις ψυχαῖς· διὰ τοῦτο Γιεζὴ, καὶ Ἰούδας ὑπέπεσαν, ὁ μὲν, τῇ κλοπῇ· ὁ δὲ, τῇ προδοσίᾳ· ἐπειδὴ ὑπεξήγαγον ἑαυτοὺς, τῶν τοῦ Διδασκάλου ὀφθαλμῶν· ὡς εἰ ἔμειναν παρὰ τοῖς σωφρονισταῖς, οὐκ ἂν ἐπλημμέλησαν. ὅτι δὲ κίνδυνος ἀκολουθεῖ τῷ διδασκάλῳ ἐκ τῆς ἀμελείας τῶν μαθητῶν, διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπών· καὶ θήσεις τήγανον σιδηροῦν ἀνὰ μέσον σου, καὶ ἀνὰ μέσον τῆς πλίνθου· καὶ ἔσται τεῖχος ἀνὰ μέσον σου, καὶ ἀνὰ μέσον αὐτῆς. ὁ γὰρ θέλων μὴ κοινωνεῖν τῷ ῥαθυμοῦντι τῆς κολάσεως, μετὰ τὸ ποιῆσαι αὐτῷ ἐκ πηλοῦ πόλιν, τὰς τοῖς παλινδρομοῦσιν ἀπὸ τοιαύτης καταστάσεως ἀπειλημένας τιμωρίας, ἐπιλέγειν ὀφείλει· ἵνα τεῖχος γενόμεναι, εἴργωσι τὸν ἀναίτιον ἀπὸ τοῦ αἰτίου· τοῦτο προστάσσων ὁ Θεὸς τῷ Ἰεζεκιὴλ, φησί· υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ· καὶ ἐὰν ἴδῃς τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ διαμαρτύρῃ αὐτοῖς, λάβῃ δέ τινα ἐξ αὐτῶν, τὴν ψυχὴν αὐτοῦ ὡς ἐκ χειρός σου ἐκζητήσω.
Τοιοῦτον τεῖχος ἐτίθει καὶ Μωϋσῆς ἑαυτῷ, λέγων τοῖς Ἰσραηλίταις· πρόσεχε σεαυτῷ, μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς, μετὰ τὸ ἐξολοθρεῦσαι αὐτοὺς ἀπὸ σοῦ· γίνεται γὰρ τοῖς ἀμελέστερον τῇ διανοία προσέχουσι τῇ ἑαυτῶν, μετὰ τὴν τῶν παθῶν ἐκκοπήν, ὥσπερ βλαστοί τινες παρακύπτειν ἄρχωνται αἱ εἰκόνες τῶν παλαιῶν φαντασιῶν· αἷς εἴ τις δῷ χώραν συνεχῶς ἐμπίπτειν τῷ ἡγεμονικῷ, καὶ μὴ κωλύῃ τὴν εἴσοδον αὐτοῖς, αὖθις εἰσοικίσει τὰ πάθη, ἐναγώνιον ἑαυτῷ μετὰ τὴν νίκην πάλιν ποιῶν τὴν διαγωγήν. Ἔστι καὶ γὰρ τῶν παθῶν ἐξημερωθέντων, καὶ χόρτον ἴσα βουσὶν ἐσθίειν δεδιδαγμένων, ἀμελείᾳ τοῦ τιθασσεύοντος πάλιν ἐξαγριωθῆναι, καὶ τὴν τῶν θηρίων ἀναλαβεῖν ὠμότητα· ὡς ἂν οὖν μὴ τοῦτο γένηται, φησί· μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς, μετὰ τὸ ἐξολοθρευθῆναι αὐτοὺς ἀπὸ σοῦ· ἵνα μὴ ἐν τῷ ἐκζητεῖν, ἔξιν λαβοῦσα ἡ ψυχὴ ἐνήδεσθαι ταῖς τοιαύταις φαντασίαις, ἐπὶ τὴν ἀρχαίαν παλινδρομήσῃ κακίαν. ταῦτα εἰδὼς ὁ μακάριος Ἰακὼβ γινόμενα, ὅτι θεωρούμενα καὶ συνεχῶς μελετώμενα τὰ τοιαῦτα, μᾶλλον βλάπτει τὴν διάνοιαν· τρανοτάτας, καὶ ἀριδήλους ἐνσφραγίζοντα, τὰς τῶν αἰσχρῶν φαντασιῶν εἰκόνας, ἐν Σικίμοις κρύπτει τοὺς Θεοὺς τοὺς ἀλλοτρίους· ὁ γὰρ περὶ τὰ πάθη πόνος κρύπτει καὶ ἀπόλλυσι ταῦτα, οὐ πρὸς βραχύν τινα χρόνον, ἀλλ᾽ ἕως τῆς σήμερον ἡμέρας· τουτέστι τὸν ἅπαντα χρόνον· ἐπειδὴ τῷ παντὶ αἰῶνι συμπαρεκτείνεται τὸ σήμερον· τὸν ἐνεστῶτα πάντοτε σημαίνων καιρόν.
Σίκιμα δὲ, ὠμίασις ἑρμηνεύεται· ὅπερ δηλοῖ τὸν περὶ τὰ πάθη πόνον· διὸ καὶ τῷ Ἰωσὴφ δίδωσι Σίκιμα, ἐξαίρετον τῷ πρὸς τὰ πάθη μαχομένῳ τὸν ἐν αὐτοῖς πόνον. καὶ γὰρ αὐτοῖς ὁ Ἰακώβ, ἐν μαχαίρᾳ καὶ τόξῳ λαβεῖν λέγων τὰ Σίκιμα, δείκνυσιν, ὅτι μάχῃ καὶ πόνῳ κεκράτηκε τῶν παθῶν, κατακρύψας αὐτὰ ἐν τῇ Σικίμων γῇ· δοκεῖ δέ πως ἐναντίον φαίνεσθαι, τὸ κρύπτειν ἐν Σικίμοις τοὺς Θεούς, καὶ τὸ τιθέναι εἴδωλον ἐν ἀποκρύφῳ. τὸ μὲν γάρ ἐστιν ἐπαινετόν, τὸ, ἐν Σικίμοις κατακρύπτειν· τὸ δὲ ψεκτόν, τὸ, τιθέναι εἴδωλον ἐν ἀποκρύφῳ· οὕτω γοῦν καὶ μετὰ κατάρας ἔθηκε τοῦτο εἰπών, ἐπικατάρατος ὁ τιθεὶς εἴδωλον ἐν ἀποκρύφῳ. οὐ ταὐτὸν γάρ ἐστιν ἐν γῇ πρὸς τὸ παντελῶς κατακρύψαι, καὶ τὸ θεῖναι ἐν ἀποκρύφῳ· τὸ μὲν γὰρ ἐν γῇ κατακρυφθέν, καὶ μηκέτι τῇ αἰσθήσει φαινόμενον, τῷ χρόνῳ, καὶ τῆς μνήμης ἀπολείφεται· τὸ δὲ ἐν ἀποκρύφῳ τεθέν, τοὺς μὲν ἔξωθεν ἴσως λανθάνει, παρ᾽ αὐτοῦ δὲ τοῦ τεθεικότος ὁρώμενον συνεχῶς, τὴν μνήμην ἀνακαινίζει ἀγαλματοφορούμενον λαθραίως. πᾶς γὰρ λογισμὸς αἰσχρός, μορφούμενος ἐν τῇ διανοίᾳ, γλυπτὸν ἐστιν ἀπόκρυφον· οὕτω γοῦν αἰσχύνη ἐστίν, εἰς μέσον προτιθέναι τὰς τοιαύτας ἐννοίας· ἐπισφαλὲς οὖν καὶ τὸ ἐν ἀποκρύφῳ θεῖναι γλυπτόν, ἐπισφαλέστερον δὲ, καὶ τὸ ἐπακολουθεῖν καὶ ἐκζητεῖν τὰς ἤδη ἐξαφανισθείσας μορφάς, εὐχερῶς τῆς διανοίας πάλιν ῥεπούσης ἐπὶ τὸ ἐκβληθὲν πάθος; καὶ τὴν τῶν ἡδονῶν πλάστιγγα ἐπιβριθούσης ἕως ἐδάφους. τοιαύτη γὰρ ἡ ἕξις τῆς ἀρετῆς, ὀξυρρεπής τις ἐστὶν ἄγαν, εἰ ἀμελεῖτο, ἐπὶ τἀναντία ταλαντεύουσα. τοῦτο γὰρ διὰ συμβόλου ἡμῖν σημαίνειν ἔοικεν ἡ γραφή· ὅταν φησίν, ἡ γῆ εἰς ἣν πορεύεσθε, μετακινουμένη ἐστίν, ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν· ἅμα γὰρ εἰ κινήσει πρὸς τἀναντία ὁ τὴν ἕξιν ἔχων τῆς ἀρετῆς, συμμετεκινήθη καὶ αὕτη· γῆ γὰρ μετακινουμένη ἐστί· διὸ χρὴ τὴν ἀρχὴν μὴ διδόναι πάροδον ἐπὶ τὴν διάνοιαν, ταῖς τῶν βλάπτειν πεφυκότων λογισμῶν φαντασίαις· μηδὲ συγχωρεῖν αὐτῇ καταβαίνειν εἰς Αἴγυπτον, ἐκεῖθεν γὰρ εἰς Ἀσσυρίους κατάγεται.
Ἐὰν γὰρ εἰς τὸν σκοτασμὸν τῶν ἀκαθάρτων λογισμῶν κατέλθῃ ἡ διάνοια, τοῦτο γὰρ Αἴγυπτος ἑρμηνεύεται, βίᾳ λοιπόν, καὶ μὴ θέλουσα ὑπὸ τῶν παθῶν ἐπὶ τὴν ἐργασίαν ἕλκεται· διὰ τοῦτο συμβολικῶς καὶ ὁ νομοθέτης ἀποκλείων τῇ ἡδονῇ τὴν παρείσδυσιν, τὴν κεφαλὴν τοῦ ὄφεως τηρεῖν ἐκέλευσεν, ἐπειδὴ κἀκεῖνος τὴν πτέρναν τηρεῖ· ἐκείνῳ μὲν γὰρ σκοπός, ἡ ἐνέργεια πρόκειται· ἧς εἰ μὴ ἐπιλάβηται, ἐγκεράσαι τῷ δήγματι τὸν ἰὸν οὐκ εὐχερῶς δύναται· ἡμῖν δὲ σπουδή, αὐτὴν συνθλάσαι τὴν προσβολὴν τῆς ἡδονῆς· ταύτης γὰρ συντριβείσης, ἀσθενὴς ἡ ἐνέργεια. τάχα δὲ καὶ ὁ Σαμψὼν, οὐκ ἂν ἐνέπρησε τὰ τῶν ἀλλοφύλων θέρη, εἰ μὴ τὰς κεφαλὰς ἀντιστρέψας τῶν ἀλωπέκων συνέδησε τὰς οὐράς· ὁ γὰρ δυνηθεὶς τῶν πανούργων λογισμῶν, ἐκ προοιμίων, στοχάσασθαι τὴν ἔνεδραν, καὶ τὰς ἀρχὰς παριδών, σεμνὰς γὰρ τῷ δοκεῖν αὐτὰς ποιεῖσθαι μηχανῶνται, τοῦ ἐπιλαβέσθαι τοῦ τέλους. καὶ ἐκ τῆς τῶν περάτων συγκρίσεως πρὸς ἄλληλα ἐλέγξει τὸ ἄτοπον τῶν λογισμῶν, κέρκῳ συνδήσας κέρκον, λαμπάδα θεὶς ἀνὰ μέσον αὐτῶν τὸν ἔλεγχον· καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ δύο λογισμῶν γυμνάσω τὸ εἰρημένον· ἔσται γὰρ τοῦτο καὶ τῶν λοιπῶν πίστις ἀληθής. Πολλάκις ἀπὸ κενοδοξίας ἔρχεται ὁ τῆς πορνείας λογισμός, καὶ σεμνὰ μὲν δείκνυσι τὰ προπύλαια, τῶν εἰς τὸν ἅδην φερουσῶν ὁδῶν· κρύπτει δὲ τοὺς ὀλεθρίους τόπους, δι᾽ ὧν εἰς τὰ ταμιεῖα τοῦ θανάτου κατάγει τοὺς ἑπομένους ἀλογίστως αὐτῷ· ὑποτίθεται, γὰρ ἔσθ᾽ ὅτε μὲν ἱερωσύνην, ἔσθ᾽ ὅτε δὲ βίον Μοναχοῦ τέλειον· πολλοὺς δὲ τοὺς ἐπ᾽ ὠφελείᾳ παραγινομένους ποιεῖ πρὸς αὐτόν, καὶ τὴν εὐδοκίμησιν ἐκ τε λόγου καὶ πράξεως αὐτὸν φαντάζεσθαι παρασκευάζει· καὶ ὅταν ἱκανῶς αὐτὸν αὐταῖς περιβουκολήσας ταῖς ἐννοίαις, ἀπαγάγῃ πολὺ τῆς φυσικῆς νήψεως, τότε συντυχίαν σεμνῆς δῆθεν γυναικὸς ὑπογράψας, ἐπὶ τὴν τοῦ μιαροῦ πράγματος φέρει συγκατάθεσιν, τὴν τῆς συνειδήσεως παρρησίαν εἰς ἐσχάτην καταφέρων αἰσχύνην. ὁ τοίνυν τὰς κέρκους συνδῆσαι βουλόμενος, λαμβανέτω τῶν λογισμῶν τὰ τέλη. τῆς μὲν κενοδοξίας τὸ ἐπιτίμιον, καὶ τῆς πορνείας τὸ ἄτιμον· καὶ ὅταν ἐναντιουμένας ἀλλήλαις ἴδῃ σαφῶς, τότε νομιζέτω τὸ τοῦ Σαμψὼν πεποιηκέναι.
Πάλιν ὁ τῆς γαστριμαργίας λογισμός, τέλος ἔχει τὸν τῆς πορνείας· ὁ δὲ τῆς πορνείας, τέλος ἔχει τὸν τῆς λύπης εὐθέως γὰρ ἀθυμία καὶ λύπη ἕπεται τῷ ἡττηθέντι τοῖς τοιούτοις λογισμοῖς, μετὰ τὴν ἀνάνηψιν· λογιζέσθω γοῦν ὁ ἀγωνιζόμενος, μὴ τὴν ἀπόλαυσιν τῶν βρωμάτων, μηδὲ τὸ λεῖον τῆς ἡδονῆς, ἀλλ᾽ ἑκατέρων τὰ τέλη· καὶ ὅταν εὕρῃ λύπην ἀκολουθοῦσαν ἀμφοτέροις, ἴστω κέρκῳ κέρκον συνδεδεκὼς, καὶ τῷ ἐλέγχῳ τὰ τῶν ἀλλοφύλων ἀφανίσας θέρη. Εἰ τοίνυν τοσαύτης ἐπιστήμης καὶ ἐμπειρίας δεῖται ὁ πρὸς τὰ πάθη πόλεμος, γινωσκέτωσαν οἱ τὴν ἑτέρων ἀναδεχόμενοι προστασίαν, πόσης αὐτοῖς χρεία τῆς γνώσεως, ἵνα καὶ τοὺς ὑποτεταγμένους ἐμφρόνως ὁδηγῶσιν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ πάντα σαφῶς τὰ τῆς πάλης διδάξωσιν· ὡς μὴ χειρονομοῦντας μόνον ἐν ἀέρι τὰ τῆς νίκης σχηματίζειν, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ πρὸς τὸν ἀντίπαλον μάχῃ, καιρίας ἐπιφέρειν τὰς πληγάς· ἵνα μὴ διακενῆς ῥιπτῶσιν ἐν ἀέρι τὰς χεῖρας, ἀλλ᾽ αὐτὸν θλίβωσι τὸν ἀντίπαλον· τοῦ γὰρ γυμνικοῦ ἀγῶνος, οὗτος ὁ ἀγὼν δυσχερέστερος· ἐκεῖ μὲν γάρ, ἀθλητῶν σώματα κλίνεται, ῥαδίως ἀνορθοῦσθαι δυνάμενα· ἐνταῦθα δὲ, ψυχαὶ καταπίπτουσιν, ἃς ἅπαξ ἀνατραπείσας, μόλις ἐστὶν ἀναγεῖραι. Εἰ δέ τις ἔτι τὸν ἐμπαθῆ βίον διαπυκτεύων καὶ πεφυρμένος ἐν αἵμασι, Ναὸν Θεοῦ ἐκ λογικῶν ἐπιχειροίη ψυχῶν οἰκοδομεῖν, πάντως ἀκούσεται ὁ τοιοῦτος· ὅτι οὐ σὺ οἰκοδομήσεις μοι Ναόν, ὅτι ἀνὴρ αἱμάτων εἶ σύ· εἰρηνικῆς γάρ ἐστι καταστάσεως οἰκοδομεῖν Ναὸν τῷ Θεῷ.
Καὶ Μωϋσῆς δὲ λαβὼν τὴν σκηνήν, ἔξω τῆς παρεμβολῆς πηξάμενος, δηλοῖ ὅτι πορρωτάτω τοῦ πολεμικοῦ θορύβου, δεῖν εἶναι τὸν διδάσκαλον· καὶ μακρὰν τοῦ πεφυρμένου ἀπῳκίσθαι στρατοπέδου, πρὸς εἰρηνικὸν καὶ ἀπόλεμον μεταστάντα βίον. ἀλλ᾽ ὅταν εὑρεθῶσι τοιοῦτοι διδάσκαλοι, χρῇζουσι μαθητῶν οὕτως ἀρνησαμένων ἑαυτούς, καὶ τὰ ἑαυτῶν θελήματα, ὡς μηδὲν ἀψύχου σώματος αὐτοὺς διαφέρειν, ἢ ὕλης ὑποβεβλημένης τεχνίτῃ. ἵν᾽ ὥσπερ ψυχὴ ἐν σώματι ἐνεργῇ ὅπερ βούλεται, μηδὲν τοῦ σώματος ἀντιπράττοντος· ἢ ὡς τεχνίτης ἐν ὕλῃ τὴν οἰκείαν ἐπιδείκνυται τέχνην, οὐδὲν παρὰ τῆς ὕλης ἐμποδιζόμενος πρὸς τὸν σκοπὸν τὸν ἴδιον· οὕτως ὁ διδάσκαλος τοῖς μαθηταῖς τὴν τῆς ἀρετῆς πίστιν ἐργάσηται ἔχων πειθηνίους καὶ πρὸς μηδὲν ἀντιλέγοντας· τὸ γὰρ περιεργάζεσθαι τὰς τοῦ διδασκάλου οἰκονομίας, καὶ δοκιμάζειν ἐθέλειν τὰ παρ᾽ αὐτοῦ προσταττόμενα, ἐμποδίζειν ἐστὶ τῇ ἰδίᾳ προκοπῇ· οὐ γὰρ πάντως ὅπερ εὔλογον, καὶ πιθανὸν φαίνεται τῷ ἀπείρῳ, τοῦτο καὶ ἀληθῶς εὔλογον ἐστιν· ἄλλως γὰρ ὁ τεχνίτης, καὶ ἄλλως ὁ ἀτεχνὴς κρίνει τὰ τῆς τέχνης· κανόνι γάρ, ὁ μὲν, τῇ ἐπιστήμῃ· ὁ δὲ, τῷ εἰκότι κέχρηται· τὸ δὲ εἰκὸς ὀλιγάκις μὲν στοχάζεται διὰ τῆς ἀληθείας τὰ πολλὰ δὲ μᾶλλον ἀποτυγχάνει τῆς ὀρθότητος, πρὸς τὴν ἀπάτην ἔχον τὴν συγγένειαν. Τί γὰρ κατὰ τὸ φαινόμενον ὀλιγώτερον δοκεῖ, τοῦ τὸν κυβερνήτην πλαγίας φερομένης τῆς Νηὸς κατὰ τὸν πρὸς ὄρθιον τὸν ὑπὸ τῶν ναυτικῶν καλούμενον πλοῦν, ἐπὶ τὸν βαπτιζόμενον τοῖχον προστάττειν καθῆσθαι, ἀφέντας τὸν ὑπερανεστῶτα, καὶ τοῦ ἀνέμου ἐπ᾽ ἐκείνῳ μᾶλλον ᾠθοῦντος καὶ ἀνατρέποντος ἐφ᾽ ὃν βαρεῖν ἐκέλευσεν; καὶ μὴν τὸ εἰκὸς ἦν τὸν ἐπανιστάμενον τοῖχον βαρεῖν συμβουλεύειν, οὐχὶ δὲ τρέχειν ἐπὶ τὸν κινδυνεύοντα· ἀλλ᾽ ὅμως τῷ κυβερνήτῃ πείθονται μᾶλλον οἱ ἐμπλέοντες, ἢ ταῖς ἑαυτῶν ἐπινοίαις· πείθει γὰρ αὐτοὺς ἡ ἀνάγκη, δουλεύειν τῆ τέχνῃ τοῦ τὴν ἐξουσίαν ἐγκεχειρισμένου; κἂν τὸ πιθανὸν ἐκ τῶν ὁρωμένων μὴ ἔχῃ τὸ γινόμενον.
Οὐκοῦν καὶ οἱ ἐπιτρέψαντες ἑτέροις τὴν ἑαυτῶν σωτηρίαν, ἀφέντες τὰ εἰκότα, τῇ τέχνῃ τοῦ εἰδότος παραχωρείτωσαν, τῶν ἰδίων λογισμῶν ἀξιοπιστοτέραν τὴν ἐκείνων κρίνοντες ἐπιστήμην. Καὶ πρῶτον μὲν ἀποτασσόμενοι, μηδὲν ἔξω καταλιμπανέτωσαν, τὸ τοῦ Ἀνανίου βαρύτατον δεδοικότες ὑπόδειγμα. Ὁς ἀνθρώπους νομίσας λαθεῖν τῷ νοσφίσασθαι, θεόθεν ἐπὶ τῇ κλοπῇ καταδίκην ἐδέξατο· ἀλλ᾽ ὡς ἑαυτούς, οὕτω καὶ τὰ ἑαυτῶν πάντα ἐπιδιδότωσαν· εὖ εἰδότες; ὅτι τὸ ἀπολειφθέν, συνεχῶς πρὸς ἑαυτὸ τὴν διάνοιαν ἕλκον, ἐπὶ πολὺ μὲν περισπάσει τῶν κρειττόνων· ὕστερον δὲ, καὶ τέλεον ἀπορρήξει τῆς ἀδελφότητος· διὰ τοῦτο γὰρ τοὺς βίους τῶν ἀρχαίων ἔγραψε τὸ Πνεῦμα τὸ Ἅγιον, ἵν᾽ ἕκαστον τῶν ἥντινα οὖν ἐπιτηδευόντων ἀγωγήν, ἐξ οἰκείων ὑποδειγμάτων προσαγάγῃ τῇ ἀληθείᾳ. Πῶς οὖν ὁ Ἐλισσαῖος συντασσόμενος τῷ διδασκάλῳ ἀπετάξατο τῷ κόσμῳ; ἠρωτρία φησὶν ἐν βουσί· καὶ δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ· καὶ ἔσφαξε τὰς βοῦς, καὶ ἕψησεν αὐτὰς ἐν τοῖς σκεύεσι τῶν βοῶν· τοῦτο δὲ, τὸ θερμόν τῆς προθυμίας αἰνίσσεται. οὐ γὰρ εἶπε, πωλήσω τὰ σκεύη τῶν βοῶν, καθηκόντως οἰκονομήσω· οὐδ᾽ ὅτι πραθέντα ταῦτα, πλείονα χρείαν ἀνοίσειν ἔμελλεν, ἐλογίσατο. Ὅλος δὲ τῆς ἐπιθυμίας γενόμενος, τῆς ἑλκούσης αὐτὸν πρὸς τὴν τοῦ διδασκάλου συνουσίαν, κατεφρόνησε τῶν ὁρωμένων· καὶ μᾶλλον, ὡς περισπώντων ἀπὸ τῆς ὀρθῆς προαιρέσεως, ἀπαλλαγῆναι τούτων ἐσπούδασεν· εἰδὼς τὴν ἀναβολήν, καὶ μεταμελείας αἰτίαν πολλάκις. Πῶς οὖν ὁ Κύριος τῷ πλουσίῳ τὴν τελειότητα τοῦ κατὰ Θεὸν ὑποτιθέμενος βίου πωλῆσαι τὰ ὑπάρχοντα καὶ διδόναι πτωχοῖς προσέτασσε, μηδὲν ἑαυτῷ καταλιπεῖν, εἰ μὴ τὸ καταλιμπανόμενον ἤδει ὁμοίως τῷ παντὶ περισπασμῷ γενόμενον αἴτιον, Νομίζω δὲ καὶ τὸν Μωσέα τοῖς ἀφαγνίζειν ἑαυτοὺς ἐν τῇ μεγάλῃ βουλομένους εὐχῇ διὰ τοῦ προστάσσειν ἅπαν ξυρᾶσθαι τὸ σῶμα, τὴν παντελῆ τῶν ὑπαρχόντων ἐπιτάσσειν ἀπόθεσιν. δεύτερον δὲ, συγγενείας καὶ οἰκειότητος οὕτως ἐπιλανθανέσθωσαν, ὡς μηδ᾽ ὅλως ταῖς τούτων μνήμαις ἐνοχλεῖσθαί ποτε.
Εἰ γὰρ τὰς βοῦς τὰς ἐν τῇ ἁμάξῃ ὑποζευγθείσας τῆς Κιβωτοῦ, ἐπιλαθέσθαι τῆς φύσεως ἡ Κιβωτὸς ἐποίησε· καὶ τῶν Μόσχων αὐταῖς ἀποκλεισθέντων οἴκοι, καὶ οὐδενὸς ὄντος τοῦ βιαζομένου, ἀμέμπτως ἦνυσαν τὴν ὁδόν, οὐκ ἐκκλίνασαι δεξιὰ ἢ ἀριστερά· οὐδὲ μυκηθμῷ τὴν ἐπὶ τῇ διαζεύξει τῶν ἐκγόνων ὀδύνην ἐμφήνασαι· ἀλλὰ καὶ τῷ βάρει τῆς Κιβωτοῦ θλιβόμεναι, καὶ τῇ τῆς φύσεως τυραννίδι τραχηλιζόμεναι, ὥσπερ ἐπὶ κανόνος βαδίζουσαι τῆς εὐθείας παρετράπησαν. ἡττηθεῖσαι τῷ τῆς ἐπικειμένης Κιβωτοῦ σεβάσματι. Εἰ γοῦν αἱ βοῦς ἐκεῖναι οὕτω διετέθησαν, διατὶ μὴ καὶ τοῖς τὴν νοητὴν Κιβωτὸν αἴρειν μέλλουσι τὸ αὐτὸ πρακτέον; ἔδει μὲν οὖν καὶ πλέον ἵνα μὴ παρὰ τῆς ἀλόγου φύσεως ἐν τοῖς ἀναγκαίοις ἔργοις, ἡ λογικὴ παρευδοκιμουμένη ἐλέγχηται, τῷ μὴ πράττειν ἐκεῖνα λογισμῷ, ἅπερ ἀνάγκη πράττει τὰ ἄλογα. Ἴσως δὲ καὶ Ἰωσὴφ διὰ τοῦτο πλανᾶται κατὰ τὴν ἔρημον, ἐπειδὴ ἐν τοῖς τῆς συγγενείας ὀνόμασιν ἐζήτει τὸν τῆς τελειότητος ὅρον· διόπερ ὁ πρὸς ἀλήθειαν ἄνθρωπος πυνθανόμενος παρ᾽ αὐτοῦ τὴν αἰτίαν τῆς πλάνης, καὶ μαθών, ὅτι ἡ τῶν οἰκείων ἐστὶ προσπάθεια· οὐ γὰρ ἂν βόσκειν αὐτούς, ἀλλὰ ποιμαίνειν εἶπεν, εἰ μὴ πεπλανημένην εἶχεν περὶ τῆς τέχνης τὴν κρίσιν· φησὶ γὰρ πρὸς αὐτὸν ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων, πορευθῶμεν εἰς Δωθαείμ· Δωθαεὶμ δὲ ἑρμηνεύεται, ἔκλειψις ἱκανή· διδάσκων τὸν ἐν τοῖς περὶ τὸ σῶμα φίλοις. ἔτι πλανώμενον· ὅτι οὐκ ἐστιν ἄλλως ἐπιτυχεῖν τῆς τελειότητος, μὴ ἱκανῶς ἐκλιπόντα τὴν περὶ τὰ οἰκεῖα τῆς σαρκὸς προσπάθειαν· κἂν γὰρ ἀπολίπῃ τὶ τὴν Χαρράν, ὅπερ σημαίνει τὰς αἰσθήσεις, τρῶγλαι γὰρ ἑρμηνεύονται· καὶ ἐκ τῆς κοιλάδος Χεβρῶν ἐξέλθῃ, τῶν ταπεινῶν ἔργων· καὶ ἐκ τῆς ἐρήμου, καθ᾽ ἣν ἡ πλάνη γίνεται τῷ ζητοῦντι τὴν τελείωσιν· εἰς δὲ τὴν ἱκανὴν ἔκλειψιν μὴ μετοικίσηται, οὐδὲν ὄφελος αὐτῷ τῆς ματαίας ταλαιπωρίας, διὰ τὸ περὶ τὴν συγγένειαν φίλτρον ἀποσφαλλομένῳ τῆς τελειότητος· οὐ μὴν, ἀλλὰ καὶ ὁ Κύριος ἐπιτιμῶν τῇ Θεοτόκῳ Μαρίᾳ ἐν τοῖς συγγενέσιν ἀναζητούσῃ αὐτόν· καὶ τὸν φιλοῦντα πατέρα ἢ μητέρα ὑπὲρ αὐτόν, ἀνάξιον ἑαυτοῦ κρίνων· ἀραρότως ἔκλειψιν τῶν συγγενικῶν ὑποτίθεται δεσμῶν. μετὰ δὲ τὴν τούτων κατόρθωσιν, συμβουλευτέον αὐτοῖς, εἴ τινες εἶεν ἔτι νεωστὶ τῶν θορύβων ἀπηλλαγμένοι, ἡσυχίαν ἄγειν. καὶ μὴ ταῖς συνεχέσι προόδοις, τὰ διὰ τῶν αἰσθήσεων ἐγγινόμενα τραύματα, τῇ διανοίᾳ ἀναξαίνειν· μηδὲ τοῖς παλαιοῖς τῶν ἁμαρτημάτων εἰδώλοις, ἐπεισφέρειν ἑτέρας μορφάς ἀλλ᾽ ἐκκλίνειν μὲν τὴν τῶν νεαρῶν προσβολήν, ἔχειν δὲ πᾶσαν σπουδὴν πρὸς τὸ ἐξαλεῖψαι τὰς παλαιὰς φαντασίας· ἐπίπονος μὲν γὰρ τοῖς νεωστὶ ἀποτασσομένοις ἡ ἡσυχία· τότε γὰρ καιρὸν λαβοῦσα ἡ μνήμη, πᾶσαν ἀνακινεῖ τὴν ἐγκειμένην ἀκαθαρσίαν· οὐ σχολάζουσα πρότερον τοῦτο ποιεῖν, διὰ τὸ πλῆθος τῶν περισσευόντων πραγμάτων· ἔχει γὰρ μετὰ τοῦ πόνου καὶ τὸ ὠφέλιμον, ἀπαλλάττουσα τὸν νοῦν τῷ χρόνῳ τῆς ὀχλήσεως τῶν μιαρῶν λογισμῶν.
Εἰ γὰρ αὐτοὺς ἐκνίψασθαι πρόκειται τὴν ψυχήν, καὶ καθαρεῦσαι πάντων τῶν μολυνόντων· ἀναχωρεῖν πάντῃ τῶν πραγμάτων ὀφείλουσι, δι᾽ ὧν ὁ ῥύπος αὐξάνεται· καὶ πολλὴν τῷ λογιστικῷ παρέχειν γαλήνην, καὶ μακρὰν τῶν ἐρεθιζόντων γίνεσθαι, καὶ τὰς τῶν οἰκαιοτέρων φεύγειν συνδιαιτήσεις, μόνωσιν ἀσπαζομένους, τὴν τῆς φιλοσοφίας μητέρα. Ἔστι δὲ εὐχερὲς πάλιν τοῖς αὐτοῖς περιπεσεῖν δικτύοις, ὧν ἀπηλλάχθαι ἐνόμισαν, ὅταν ἀδεῶς τοῖς πεφυρμένοις ὄχλοις συνδιαιτᾶσθαι σπουδάζωσιν· ἀλυσιτελὲς γὰρ τῷ μετῳκισμένῳ πρὸς ἀρετήν, τὸ τοῖς αὐτοῖς χαίρειν πράγμασιν, ὧν καταγνοὺς ἀπέδρα· ὁλκὸν γὰρ ἡ συνήθεια ὡς δέος εἶναι· μὴ τὴν ἐκ πολλῆς σπουδῆς ἐγγινομένην ἡσυχίαν, τῶν αἰσχρῶν ἐπιτηδευμάτων πάλιν ἀνακαινίσωσι, καὶ μνήμας τῶν ἐπιλελησμένων κακῶν ἐργάσωνται. Ἔοικε γὰρ ὁ νοῦς τῶν ἔναγχος τῆς κακίας ἀναχωρησάντων, σώματι ἐκ μακρᾶς ἀρρωστίας ἀναλαμβάνειν ἀρξαμένῳ· ᾧ καὶ τυχοῦσα πρόφασις τὴν νόσον ἀναλήψεσθαι, αἰτία γίνεται, μήπω πρὸς ἰσχὺν παγέντι κραταιάν. πλαδῶσι γὰρ καὶ τούτου οἱ νοεροὶ τόνοι καὶ κραδαίνονται· ὡς δέος εἶναι, μὴ παλινδρομῆσαι τὸ πάθος, πεφυκὸς ἐκ τῆς ἐν τοῖς ὄχλοις ἀναχύσεως διερεθίζεσθαι· διὰ τοῦτο μένειν ἐντὸς τῶν κλισιάδων τοὺς μηδὲν παθεῖν ὑπὸ τοῦ ὀλοθρευτοῦ βουλομένους, ὁ Μωϋσῆς ἐκέλευσε λέγων· οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου ὑμῶν, ἵνα μὴ ὁ ὀλοθρευτὴς ἅψηται ὑμῶν· καὶ ὁ Ἱερεμίας δὲ, τοῦτο προστάσσειν ἔοικεν, ὅταν λέγῃ· μὴ ἐκπορεύεσθε εἰς ἀγρόν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν. παροικεῖ κυκλόθεν.
Γενναίων γὰρ ἀγωνιστῶν τὸ ὁμόσε χωρεῖν τοῖς πολεμίοις. εἰ δέ τις εἴη τῶν οὐδ᾽ ὅλως μάχεσθαι δυναμένων, ἀνεπηρεάστως οἴκοι μενέτω ἀσφάλειαν ἀκίνδυνον ἐκ τῆς ἡσυχίας ἑαυτῷ ποριζόμενος. Τοιοῦτος ἦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, περὶ οὖ γέγραπται· ὁ δὲ θεράπων Ἰησοῦς νέος ὢν, οὐκ ἐξεπορεύετο ἔξω τῆς σκηνῆς· ἤδει γὰρ τοὺς ἐπὶ τὸ πεδίον ἐκπορευομένους, ὑπὸ τῶν ἀδελφῶν τοῦ σώματος καὶ τῇ σαρκὶ φίλων; διὰ τὴν πρόωρον ἁμιλλαν ἀναιρουμένους, ἐκ τῆς κατὰ τὸν Ἄβελ παιδευόμενος ἱστορίας· οὐχ ἥκιστα δὲ, καὶ ἐκ τῶν κατὰ τὴν Δίναν ἔστιν ἀκριβῶς τοῦτο μαθεῖν, ὅτι κορικῆς ὄντως καὶ γυναικώδους ἐστι διανοίας, τὸ τοῖς ὑπὲρ τὴν οἰκείαν ἕξιν ἐγχειρεῖν, καὶ τοῖς περὶ ἑαυτῶν ὡς ἱκανῶν ὑπολήψεως ἀπατᾶσθαι. Εἰ μὴ γὰρ αὕτη προχείρως ἐπαπεδύσατο τῇ τῶν ἐγχωρίων πραγμάτων θεωρίᾳ, ὡς δυνατὴ δῆθεν, καὶ μηδ᾽ ὅλως ἐκ τῆς τούτων θελχθῆναι τέρψεως; ἐνόμισεν, οὐκ ἂν ἀώρως τὸ κριτικὸν διεφθάρη τῆς ψυχῆς δελεασθὲν ὑπὸ τῆς τῶν αἰσθητῶν φαντασίας; οὕπω νομίμῳ, καὶ ἀνδρείῳ ὁμιλήσασα λόγῳ. Τοῦτο τὸ πάθος ἐμπολιτευόμενον εἰδὼς ὁ Θεὸς τοῖς ἀνθρώποις, τὸ τῆς οἰήσεως λέγω· καὶ βουλόμενος πρόρριζον αὐτὸ, τῆς ἕξεως ἀνασπᾶσαι τῆς ἡμετέρας, φησὶ πρὸς τὸν Μωϋσῆν· εὐλαβεῖς ποίησον τοὺς υἱοὺς Ἰσραήλ· ὡς τό γε προχείρως τοῖς ὑπὲρ δύναμιν ἄθλοις ἐπαποδύεσθαι, ἀλλότριον εὐλαβείας ἦθος· οὐκοῦν, οὐ καταμικτέον ἑαυτοὺς πρὸ τῆς ἕξεως πολιτικοῖς θορύβοις· ἀλλὰ πορρωτάτω φευκτέον, μακρὰν τῶν περιηχούντων ψόφων ἱστῶντας τὴν διάνοιαν. οὔτε γὰρ μέγα ὀφελος τῶν πραγμάτων ἀναχωρήσαντας, ταῖς περὶ αὐτῶν φήμαις περικτυπεῖσθαι· καὶ τὴν πόλιν ἐκλιπόντας τῶν ἐνεργειῶν, τῇ πύλῃ, καθάπερ Λὼτ, παρακαθέζεσθαι, τῆς ἐκεῖθεν ἀναπιμπλαμένους ταραχῆς· ἔξω δὲ κατὰ τὸν μέγαν Μωϋσῆν ἀναχωρητέον. ἵνα μὴ μόνον τὰ ἔργα, ἀλλὰ καὶ αἱ φωναὶ παύσωνται τούτων, ὥς φησιν· ὅταν ἐξέλθω τὴν πόλιν, καὶ ἐκπετάσω τὰς χεῖράς μου, αἱ φωναὶ παύσονται.
Τότε γὰρ ἡ ἀληθινὴ γαλήνη, ὅταν μὴ μόνον αἱ ἐνέργειαι, ἀλλὰ καὶ αἱ αὐτῶν μνῆμαι σχολάζουσαι, καιρὸν παρέχωσι τῇ ψυχῇ δυνηθῆναι τοὺς ἐσφραγισμένους τύπους ἰδεῖν, καὶ πρὸς ἕκαστον ἀγωνίσασθαι καὶ ἐκκόψαι τῆς διανοίας. Ἐπεισερχομένων δὲ καὶ ἑτέρων μορφῶν, οὔτε τοὺς προγενομένους τύπους ἀπαλεῖψαι δυνατόν, τοῦ λογιστικοῦ τοῖς ἐπιγενομένοις προσασχολουμένου· καὶ τὸν πόνον αὐτοῖς τὸν πρὸς τὸ ἐκκόψαι τὰ πάθη, ἀνάγκη γίνεσθαι χαλεπώτερον· ἰσχὺν κτησαμένων ἐκ τῆς κατ᾽ ὀλίγον αὐξήσεως· καὶ δίκην ποταμοῦ ἀδιαστάτῳ φορᾷ, ταῖς ἐπιρρεούσαις φαντασίαις, τὸ διορατικὸν ἐπικλυζόντων τῆς ψυχῆς. Ὡς γὰρ οἱ ποταμοῦ ῥεῖθρον ξηρὸν ἰδεῖν θέλοντες, ἴσως τινῶν ἱστορίας ἀξίων ἐναποκειμένων, οὐδὲν ὠφελοῦσιν ἐξαντλοῦντες τὸ κατ᾽ ἐκεῖνον τὸν τόπον ὕδωρ, ἐν ᾧ τὸ ζητούμενον ἀποκεῖσθαι νομίζουσι, τοῦ κενουμένου τὴν χώραν εὐθὺς· ἀναπληροῦντος τοῦ ἐπιρρέοντος. ὅταν δὲ τὴν ἄνωθεν φορὰν ἀναστείλωσιν, ἀκαμάτως αὐτοῖς τὸ ἔδαφος ἀναφαίνεται· τοῦ καταλειφθέντος ὑδατος αὐτομάτως ὑποχωροῦντος, καὶ ξηρὰν αὐτοῖς παραχωροῦντος τὴν γῆν, πρὸς τὴν τῶν ποθουμένων ἱστορίαν· οὕτω καὶ τὸ κενωθῆναι καὶ τὰς ποιητικὰς τῶν παθῶν μορφάς, εὔκολον γίνεται, μηκέτι τῶν αἰσθήσεων τὰ ἔξωθεν ἐπιχορηγουσῶν· τούτων δὲ ἐπιπεμπουσῶν δίκην ῥεύματος τὰ αἰσθητὰ οὐ μόνον δυσχερές, ἀλλὰ καὶ ἀδύνατον πάντῃ, καθαρεῦσαι τὸν νοῦν τῆς τοιαύτης πλημμύρας. κἂν γὰρ μὴ ὀχλῶσι τὰ πάθη διὰ τὰς συνεχεῖς συντυχίας, καιρὸν κινήσεως οὐχ εὑρίσκοντα, ἄλλα γοῦν λεληθότως ὑποστρεφόμενα, πλέον ἁδρύνεται, τὴν ἐκ τοῦ χρόνου ἰσχὺν προσλαμβάνοντα· καὶ ὥσπερ ἡ συνεχῶς πατουμένη γῆ, κἂν ἔχῃ ἀκάνθας, οὐκ ἀναδίδωσι μὲν αὐτάς· κωλύει γὰρ τὴν φύσιν ἡ τριβὴ τῶν ποδῶν· βαθείας δὲ ἐν τοῖς ταύτης κόλποις τὰς ῥίζας ἐνδιατείνουσα, εὐερνεῖς καὶ πάνυ τεθηλυίας, ὅταν καιροῦ τοῦ συγχωροῦντος, τὴν ἀνατολὴν λάβηται, βλαστάνει· οὕτω τὰ πάθη ταῖς συνεχέσει συντυχίαις προκύπτειν εἰς φανερὸν κωλυόμενα, ἀλκιμώτερα γίνεται· καὶ ἡσυχίας εὐπορήσαντα, μετὰ πολλῆς τῆς ῥώμης ἐπιτίθενται, βαρὺν καὶ ἐπικίνδυνον τοῖς ἐν ἀρχῇ τῆς πρὸς αὐτὰ μάχης ἀμελήσασι, ποιοῦντα τὸν πόλεμον· διὰ τοῦτο καὶ ὁ προφήτης ἐξολοθρεῦσαι σπέρμα ἐκ Βαβυλῶνος κελεύει, ὡς ἔτι ἐν ταῖς τῶν αἰσθήσεων ἀποθήκαις εἰσὶν αἱ μορφαί, ἐξαφανίσαι συμβουλεύων αὐτάς· ἵνα μὴ τῇ τῆς διανοίας ἐμπεσοῦσαι γῇ, βλαστήσωσι· καὶ τοῖς λαύροις, καὶ ἀνωφελέσιν ὑετοῖς τῆς ἐπαλλήλου μελέτης ποτισθεῖσαι, πολύχουν τὸν τῆς κακίας ἐνέγκωσι καρπόν.
Ἕτερος δὲ προφήτης καὶ μακαρίζει τοὺς μὴ τὴν ἀκμὴν τῶν παθῶν ἐνδεχομένους, ἀλλ᾽ αὐτῇ προσπεφυκότα τῇ θηλῇ, διαφθείροντας· μακάριος, λέγων, ὃς κρατήσει τὰ νήπιά σου, καὶ ἐδαφιεῖ πρὸς τὴν πέτραν. Τάχα δὲ καὶ ὁ μέγας Ἰὼβ τὰ καθ᾽ ἑαυτὸν φιλοσοφῶν, τοιοῦτόν τι αἰνίσσεται· ἐν ὕδατι μὲν θάλλειν Πάπυρον καὶ Βούτομον, λέγων· στερηθεῖσαν δὲ ποταμοῦ πᾶσαν βοτάνην ξηραίνεσθαι· καὶ τὸ, Μυρμηκολέων ὥλετο, παρὰ τὸ μὴ ἔχειν βοράν, τοιοῦτόν τι σημαίνειν ἔοικε· τὸ γὰρ ἐνεδρευτικὸν τοῦ πάθους δεῖξαι θελήσας ὁ μέγας Ἰώβ, συνεξεῦρεν αὐτοῦ τὴν προσηγορίαν, ἐκ τοῦ θρασυτάτου Λέοντος, καὶ ἐκ τοῦ πάντων εὐτελεστάτου Μύρμηκος συνθεὶς τὸ ὄνομα. αἱ μὲν γὰρ προσβολαὶ τῶν παθῶν ἀπὸ τῶν εὐτελῶν ἄρχονται φαντασιῶν, Μύρμηκος δίκην, λανθανόντως προσέρπουσαι· τὰ δὲ τελευταῖα, ἐπὶ μέγαν ἐξαίρετον ὅγκον, ὡς οὐκ ἔλαττον Λέοντος ἐπιδρομῆς τῷ παρατυχόντι παρέχειν τὸν κίνδυνον· διὸ χρὴ τὸν ἀγωνιστήν, τότε παλαίειν πρὸς τὰ πάθη, ὅταν ὡς Μύρμηξ προσέρχωνται, δέλεαρ τὴν εὐτέλειαν προβαλλόμενα. Ἐὰν γὰρ ἐπὶ τὴν τοῦ Λέοντος φθάσωσιν ἰσχὺν προελθεῖν, δυσκαταγώνιστα γίνεται, ἢ βορὰν αὐτοῖς μὴ παρέχειν· βορὰ δὲ αὐτῶν, ὡς ἤδη πολλάκις εἴρηται, αἱ διὰ τῶν αἰσθήσεων εἰσερχόμεναι τῶν αἰσθητῶν εἰκόνες· αὗται γὰρ τρέφουσι τὰ πάθη, ἕκαστον εἴδωλον ἐκ διαδοχῆς ὁπλίζουσαι κατὰ τῆς ψυχῆς. διὰ τοῦτο καὶ τῷ ναῷ τὰς δικτυωτὰς ὁ νομοθέτης κατεσκεύασε, σημαίνων, ὅτι δεῖ τοὺς εἰς ναὸν καθαρὰν τὴν αὐτῶν διάνοιαν φυλάττειν βουλομένους· καθάπερ ἐκεῖ δικτύῳ ταῖς θυρίσι πρὸς τὸ μηδὲν εἰσέρπειν τῶν ἀκαθάρτων κατεσκευάσθη, οὕτω καὶ ταῖς αἰσθήσεσι κωλύματα λογισμῶν ἐνδιαπλέκειν τὰ δυσχερῆ τῆς μελλούσης κρίσεως, ταῖς εἰσερπούσαις ἀκαθάρτοις μορφαῖς, ἀποτειχίζοντα τὴν εἴσοδον.
Καὶ τάχα διὰ τοῦτο ὁ Χοζίας ἠρρώστησεν, ἐπειδὴ ἀπὸ τοῦ δικτυωτοῦ ἔπεσε· τὸ γὰρ τοὺς τῆς ἀνταποδόσεως λόγους ἐν καιρῷ τῶν πειρασμῶν παραλογίσασθαι κατενεχθέντα ἐπὶ τὰς ἡδονάς, ἀπὸ τοῦ δικτυωτοῦ πεσεῖν ἐστι. Τί δὲ ταύτης τῆς ἀρρωστίας χαλεπώτερον; σώματος γὰρ ἐστιν ἀρρωστία, τὸ παρὰ φύσιν ἔχειν τῆς τῶν στοιχείων ἰσονομίας, ἐκ τῆς ἑνὸς ἐπικρατείας εἰς τὸ παρὰ φύσιν ἐπιτραπείσης· ψυχῆς δέ, τὸ ἐκκλίναι τοῦ ὀρθοῦ λογισμοῦ, τοῖς νοσοποιοῖς, ἡττηθείσης πάθεσι. Τοιαῦτα δίκτυα τῇ ὁράσει τοῦ ἀκούειν δυναμένου διέπλεκεν ὁ Σολομών, λέγων· ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά· σκολιὰ λέγων, τὰ μετὰ τὴν ἁμαρτίαν ἀπαντᾶν μέλλοντα, ἐν καιρῷ τῆς ἀνταποδόσεως. Ταῦτα γὰρ λογισθέντα μετὰ τῆς προσηκούσης καταστάσεως, ἀπείργει πᾶσαν ἐπικίνδυνον τῶν ὀφθαλμῶν θεωρίαν· εἴτε δὲ καὶ τὴν κατάστασιν τοῦ λογισμοῦ ὁποίαν εἶναι δεῖ κατὰ τὸν καιρὸν ἐκεῖνον· κατάκεισαι γάρ, φησιν, ὥσπερ ἐν καρδίᾳ θαλάσσης, καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδωνι. Ἐὰν γὰρ δυνηθῇ τις ἐν τῷ καιρῷ πρὸς τὴν ἐρεθίζουσαν ὄψιν μαχήσασθαι, οὕτως ἐναγώνιον ἑαυτὸν ποιήσει ταῖς ἡπειλημέναις τιμωρίαις, ὡς ὁ ἐν θαλάσσῃ χειμαζόμενος· ἀπόνως γὰρ περιέσεται τῶν παλαιόντων, μὴ αἰσθανόμενος τῶν προσφερομένων πληγῶν· ὡς εἰπεῖν, τύπτουσί με, καὶ οὐκ ἐπόνεσα· καὶ ἐνέπριζόν μοι, ἐγώ δὲ οὐκ ἤδειν. Ἐκεῖνοι μὲν γὰρ ἐτυπτον, φησί, καὶ ἐμπαίζειν ἐνόμιζον, ἐγὼ δὲ οὔτε τῶν πληγῶν ἠσθανόμην, βέλη γὰρ νηπίων ἦσαν· οὐδὲ πρὸς τὰς ἀπάτας αὐτῶν ἐπεστράφην, ὡς μηδὲ ὅτι πάρεισι, προσποιούμενος.
Οὕτω καὶ ὁ Δαβὶδ καταφρονῶν τῶν τοιούτων ἀντιπάλων, ἔλεγεν· ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον· οὐδὲ ὅτε προσῆλθον, φησίν, οὐδὲ ὅτε ὑπεχώρουν, αἴσθησιν ἐλάμβανον. ὁ δὲ μηδὲ αὐτὸ τοῦτο εἰδώς, ὅτι ταῖς αἰσθήσεσι πρὸς τὰ αἰσθητὰ κοινωνία μέν ἐστι πολλή, ἀπάτη δὲ ἐκ τῆς κοινωνίας εὐχερῶς γίνεται· καὶ μὴ τὴν ἐκ τούτων βλάβην ὑφορώμενος, ἀλλ᾽ ἀφυλάκτως αὐτῶν ἐμφορούμενος, πῶς ἐν καιρῷ τῆς ἀπάτης γνώσεται τὴν ἐπιβουλήν, μὴ προπαιδευθεὶς τὴν τούτων διάκρισιν; Ὅτι γάρ ταῖς αἰσθήσεσι μάχῃ γίνεται πρὸς τὰ αἰσθητά, καὶ φόρους ἐπιτάσσουσι ταῖς ἡττημέναις αἰσθήσεσι τὰ αἰσθητά, δῆλον ἐκ τοῦ πρὸς Σοδομίτας τῶν Ἀσσυρίων πολέμου· ἱστορικῶς γὰρ ἡ γραφή, τῶν τεσσάρων βασιλέων τοῦ Ἀσσυρίων ἐθνους εἰσάγει πρὸς τοὺς πέντε βασιλεῖς τοὺς περὶ Σόδομα, πρῶτον μὲν συμφωνίαν, καὶ σπονδάς, καὶ θυσίας εἰρηνικὰς ἐπὶ τὴν θάλασσαν τὴν ἁλικήν· εἶτα δουλείαν τῶν πέντε, ἐπὶ δώδεκα ἔτη· εἶτα, τῷ τρισκαιδεκάτῳ, ἀποστασίαν· ἐν δὲ τῷ τεσσαρεσκαιδετῳ, πόλεμον ἐπιθεμένων τῶν τεσσάρων τοῖς πέντε, καὶ αἰχμαλώτων λαβόντων αὐτούς. καὶ ἡ μὲν ἱστορίᾳ, ᾧδε τὸ τέλος ἔχει· ἡμεῖς δὲ ἐκ τῆς ἱστορίας ταύτης παιδευόμεθα τὸ καθ᾽ ἑαυτούς, καὶ τὸν τῶν αἰσθήσεων πρὸς τὰ αἰσθητὰ διδασκόμεθα πόλεμον· ἕκαστος γὰρ ἡμῶν, ἀπὸ γεννήσεως ἄχρι τῶν δώδεκα ἐτῶν, οὕπω τὴν διάκρισιν κεκαθαρμένος, ὑποτίθησιν ἀνεξετάστως τὰς αἰσθήσεις τοῖς αἰσθητοῖς, καθάπερ δεσπόταις ὑπουργούσας πρὸς τὰ κελευόμενα· ὅρασιν μὲν γὰρ, ὁρατοῖς· ἀκοὴν δὲ, φωναῖς· γεῦσιν δέ, χυμοῖς· ἀτμοῖς δέ, τὴν ὄσφρησιν· ἀφὴν δέ, τοῖς αὐτὴν κινεῖν πεφυκόσιν αἰσθητοῖς· οὐδεμίαν τῶν ἀντιλήψεων διακρῖναι κώλυσιν δυνάμενος εὑρεῖν διὰ τὴν νηπιότητα· ὅταν δὲ ὁ λογισμὸς ὑφαδρύνεσθαι μέλλῃ, καὶ τῆς βλάβης ἄρξηται αἰσθάνεσθαι, ἀποστασίαν εὐθὺς ἐννοεῖ, καὶ φυγὴν τῆς τοιαύτης δουλείας. κἂν μὲν ἰσχυρὸς γενόμενος τῷ λογισμῷ ταύτην βεβαιώσῃ τὴν γνώμην, ἐλεύθερος εἰσάπαν διαμένει, πικροὺς ἀποδράσας δεσπότας. εἰ δὲ ἀσθενεστέραν τοῦ ἐγχειρήματος ἔχει τὴν κρίσιν, πάλιν αἰχμαλώτους τὰς αἰσθήσεις προδίδωσιν, ἡττημένας τῇ τῶν αἰσθητῶν δυναστείᾳ· καὶ τὴν δουλείαν λοιπὸν τυραννικὴν ὑπομενούσας χωρίς τινος χρηστῆς ἐλπίδος. διὰ τοῦτο γὰρ καὶ οἱ ἐν ἱστορίᾳ πέντε βασιλεῖς ἡττηθέντες παρὰ τῶν τεσσάρων, συνελαύνονται εἰς φρέατα ἀσφάλτου ἵνα ἡμεῖς μάθωμεν, ὅτι οἱ τοῖς αἰσθητοῖς ἡττημένοι, ὥσπερ βαράθροις, ἢ φρέασιν, ἑκάστῃ αἰσθήσει τῷ κατ᾽ αὐτὴν ἐγκαταστρέφουσιν αἰσθητῷ. μηδὲν πλέον τῶν ὁρωμένων ἐννοοῦντες λοιπόν, διὰ τὸ τοῖς γηίνοις ἐνδῆσαι τὴν ἐπιθυμίαν· καὶ τὴν ἀπόλαυσιν τῶν ἐνταῦθα πραγμάτων ἠγαπηκέναι μᾶλλον, ἢ τῶν νοητῶν. οὕτως καὶ ὁ ἠγαπηκὼς τὸν κύριον ἑαυτοῦ δοῦλος, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδιά, τὴν ἀληθῆ παραιτούμενος ἐλευθερίαν διὰ τὴν πρὸς τὰ σωματικὰ συγγένειαν, δοῦλος αἰώνιος γίνεται μετατρυπηθεὶς τὸ οὖς ὀπητίῳ· ἵνα μὴ τῇ φυσικῇ τῆς ἀκοῆς ἀκούων ὅπη, δέξηταί ποτε λόγον ἐλευθερίας· ἀλλὰ δοῦλος μένῃ διηνεκῶς, ἠγαπηκὼς τὰ παρόντα· διὰ τοῦτο καὶ τὴν χεῖρα τῆς ἐπιλαβομένης τῶν διδύμων γυναικός, ἐν τῷ μάχεσθαι τοὺς δύο ἄνδρας, ἀποκόπτειν ὁ νόμος ἐκέλευσεν· ὅτι μάχης οὔσης τῶν λογισμῶν, περὶ τῆς αἱρέσεως τῶν κοσμικῶν, καὶ τῶν οὐρανίων ἀγαθῶν, ἀφεῖσα τὴν αἵρεσιν τῶν οὐρανίων τῶν γενέσως, καὶ φθορᾶς ἐπεδράξατο· διὰ γὰρ τῶν γεννητικῶν, τὰ γενέσεως ἐδήλωσεν πράγματα.
οὐδὲν οὖν ὄφελος τὸ ἀποτάξασθαι τοῖς πράγμασι, μὴ ἐπιμένοντας τῇ κρίσει, ἀλλ᾽ ὑποσυρομένους πάλιν καὶ ὑπενδιδόντας τῷ λογισμῷ· καὶ διὰ τοῦ συνεχῶς ἐπὶ τὰ καταλειφθέντα στρέφεσθαι, τὴν πρὸς ἐκεῖνα κηρύσσοντας προσπάθειαν, ὡς ἡ γυνὴ τοῦ Λώτ· ἐπιστραφεῖσα γάρ, ἕστηκεν ἕως τοῦ νῦν, ὑπόδειγμα τοῖς ἀπειθέσι, μεταβληθεῖσα εἰς στήλην ἁλός· τοιοῦτον γὰρ ἡ συνήθεια, ἧς σύμβολον αὕτη, τοὺς ἀναχωρεῖν ἀμεταστρεπτὶ βουλομένους πρὸς ἑαυτὴν ἐπιστρέφουσα. Τί δὲ καὶ ὁ κελεύων νόμος τὸν εἰσερχόμενον εἰς τὸν ναόν, μετὰ τὸ τελέσαι τὰ τῆς εὐχῆς, μὴ ἐπ᾽ ἐκείνην ἀνακάμπτειν τὴν πύλην δι᾽ ἧς εἰσελήλυθεν· ἀλλὰ διὰ τῆς ἄντικρυς ἐκπορεύεσθαι, ἀνεπίστροφον τὴν κατ᾽ εὐθὺ πορείαν ποιούμενον; ἢ, τὸ μὴ χρῆναι τὸ σύντονον τῆς ἐπὶ τὴν ἀρετὴν εὐθύτητος, ἀντιστρόφοις ἐκκλίνειν ἐνδοιασμοῖς· αἱ γὰρ συνεχεῖς πρὸς τὰ ἀφ᾽ ὧν ἐξεληλύθαμεν νεύσεις, παντελῶς ἀπὸ τῆς συνηθείας ἐπὶ τὰ ὀπίσω ἕλκουσι· καὶ τὴν ἐπὶ τὰ πρόσω χαυνώσασαι ὁρμήν, ὅλην ἀντισπῶσι, καὶ νοστῆσαι ἐπὶ τὰ ἀρχαῖα παρασκευάζουσι κακά· δεινὸν γὰρ ἡ συνήθεια κατασχεῖν πρὸς ἑαυτήν, καὶ μὴ συγχωρῆσαι πάλιν ἐπὶ τὴν πρώτην ἕξιν διαναστῆναι τῆς ἀρετῆς. ἕξις μὲν γὰρ ἀπὸ συνηθείας, ἀπὸ δὲ ἕξεως φύσις ἐγγίνεται· φύσιν δὲ μετακινῆσαι, καὶ μεταβαλεῖν, χαλεπόν· κἂν γὰρ κλιθῇ μικρὸν βίᾳ, ταχέως πρὸς ἑαυτὴν ἀνατρέχει· σαλευομένη μὲν τῶν οἰκείων ὅρων, οὐ μέντοι εἰς τὸ παντελὲς μεταβαίνουσα, εἰ μὴ πάλιν πολύς πόνος αὐτὴν διὰ τῆς αὐτῆς παλινδρομῆσαι παρασκευάσοι, ὡς ἐπὶ τὴν καταλειφθεῖσαν ἔξιν ἀπὸ τῆς συνηθείας ἐπανελθεῖν· ὅρα γὰρ τὴν ἐθισμοῖς ἀκολουθοῦσαν ψυχήν, πῶς εἰδώλοις ἐπικαθέζεται, προσηλώσασα ἑαυτὴν ταῖς ἀμόρφοις ὕλαις· καὶ πρὸς τὸν ἐπὶ τὰ ὑψηλότερα χειραγωγεῖν ἐθέλοντα λόγον οὐ προσιζημένη, ἀρνεῖται τὴν συνανάβασιν, λέγουσα· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ᾽ ἐθισμὸν τῶν γυναικείων μου ἐστίν· ἡ γὰρ τοῖς τοῦ βίου πράγμασιν ἐπαναπαυομένη ἀπὸ πολλοῦ χρόνου ψυχή, εἰδώλοις ἐπικαθέζεται, τοῖς ἐξ αὐτῶν μὲν ἀμόρφοις, τέχνῃ δὲ ἀνθρωπίνῃ τὴν μορφὴν δεχομένοις· ἢ γάρ, οὐκ ἄμορφον πρᾶγμα πλοῦτος, καὶ δόξα καὶ τὰ λοιπὰ τοῦ βίου πράγματα, οὐδὲν ἔχοντα τρανόν, οὐδὲ διηρθρωμένον· ὁμοιότητι δὲ εὐπαραγώγῳ ψευδόμενον τὴν ἀλήθειαν, τῷ καθ᾽ ἑκάστην ἄλλας ἐξ ἄλλων δέχεσθαι μεταβολάς· μορφὴν δὲ περιτίθεμεν αὐτοῖς ἡμεῖς, ὅταν τοῖς πρὸς μηδὲν τῶν λυσιτελῶν χρησιμεύουσι χρησίμων φαντασίας· περιπλάττωμεν διὰ τῶν ἀνθρωπίνων λογισμῶν. ὅταν γὰρ τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν ταῖς ἐπινοίαις εἷς ἀμήχανον πλατύνωμεν πολυτέλειαν, τὴν μὲν τροφὴν μυρίοις ἐπαρτύοντες ἠδύσματι καὶ παραρτύοντες, τὰ δὲ ἐνδύματα πρὸς χλιδὴν καὶ θρύψιν φιλοτίμως ποικίλλοντες· εἶτα ἐγκαλούμενοι περὶ τῆς ματαιότητος ταύτης ὡς εἰκῆ καὶ μάτην τὴν δι᾽ ὀλίγων πληροῦσθαι δυναμένην χρείαν, ἁβροῖς ἀναλώμασι κομποστολοῦντες, ἀπολογίας ὡς περὶ καθηκόντων· τεκταίνομεν· τί ἕτερον ἢ ταῖς ἀμόρφοις ὕλαις μορφὴν περιτιθέναι φιλονεικοῦμεν;
καλῶς δὲ καὶ τὸ, ἐπικαθεζομένην τούτοις εἴπομεν τὴν τοιαύτην ψυχήν· ἡ γὰρ περὶ τῶν εἰρημένων τοιαύτας παρ᾽ ἑαυτῇ τὰς κρίσεις βεβαιώσασα, προσήλωται τοῖς τῇ δε πράγμασιν, ἔθει λοιπὸν καὶ οὐκ ἀληθείᾳ δουλεύουσα· καὶ τοῖς ἐθισμοῖς, ὥσπερ ἐμμήνῳ ἀκαθαρσίᾳ, τὴν τούτων μολύνουσα φύσιν. τὸ δὲ καθέζεσθαι, ἀργίαν τῶν καλῶν, καὶ φιληδονίαν, ἡ γραφὴ ἐνταῦθα λέγει· ἀργίαν μὲν, ὅταν λέγῃ· καθημένους ἐν σκότει, καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ· τὸ σκότος γὰρ καὶ αἱ πέδαι, κωλύματα ἐργασίας εἰσί· φιληδονίαν δέ, ὅταν εἴπῃ περὶ τῶν στραφέντων τῇ καρδίᾳ εἰς Αἴγυπτον, καὶ πρὸς ἀλλήλους λεγόντων· ἐμνήσθημεν, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν κρέα εἰς πλησμονήν· ὄντως γὰρ ἐπὶ λεβήτων καθέζονται οἱ φιλήδονοι, ὑγρᾷ καὶ ἀπαύστῳ θέρμῃ τὰς ὀρέξεις ἀνακαιόμενοι· φιληδονίας δὲ, ἡ γαστριμαργία μήτηρ. αὕτη γὰρ τίκτει φιληδονίαν, τάχα δὲ καὶ πολλὰ τῶν ἄλλων παθῶν· ἀπὸ γὰρ ταύτης, ὡς ῥίζης, ἀνατρέχουσιν εὐερνῆ τὰ λοιπὰ πάθη, καὶ κατὰ μικρὸν τῇ τεκούσῃ προσαναδενδρούμενα, οὐρανομήκεις στελεχοῦσι κακίας· φιλοχρηματία γὰρ, καὶ θυμός, καὶ λύπη, γαστριμαργίας εἰσὶν ἔκγονα καὶ βλαστοί, χρεία γὰρ πρῶτον χρημάτων τῷ γαστριμάργῳ, πρὸς τὸ τὴν ἐπιθυμίαν ἀεὶ μένουσαν πληροῦν, εἰ καὶ αὕτη οὐδέποτε πληροῦται. πρὸς δὲ τοὺς ἐμποδίζοντας τῇ τούτων κτήσει, ἀνάγκη κινεῖσθαι τὸ θυμικόν· λύπη δὲ ἐξ ἀνάγκης ἕπεται τῷ μὴ εἰς ἔργον δι᾽ ἀσθένειαν προελθόντι θυμῷ· καὶ γὰρ ὁ ἐπὶ τῷ στήθει, καὶ τῇ κοιλίᾳ πορευόμενος, ὅταν μὲν ἔχῃ τὰς ποιητικὰς τῶν ἡδονῶν ὕλας, ἐπὶ γαστέρα πορεύεται· ὅταν δὲ τούτων ἀπορῇ, ἐπὶ τὸ στῆθος, ὅπου ὁ θυμός. οἱ γὰρ φιλήδονοι στερούμενοι τῶν ἡδονῶν, ὀργίζονται, καὶ πικραίνονται. ὅθεν ὁ μέγας Μωϋσῆς, λογεῖον ἐπιτίθησι τῷ στήθει τοῦ ἱερέως· διὰ συμβόλων παραδηλῶν, ὅτι δεῖ κεκρυμμένως τὰς ὁρμὰς τοῦ θυμικοῦ πάθους ἡνιοχεῖν τῷ λογισμῷ· τὸ γὰρ λογεῖον, κρίσεως λογεῖον ἐστι. καὶ οὗτος μὲν λόγῳ κρατεῖ τοῦ πάθους, ἀτελὴς γάρ ἐστιν· ὁ δὲ τέλειος Μωϋσῆς, ὅλον ἀφαιρεῖ τὸ θυμικόν· οὐ γὰρ λογεῖον φέρει, ἀλλ᾽ αὐτὸ τὸ στηθύνιον ἀφαιρεῖ· λαβὼν γάρ φησι Μωϋσῆς τὸ στηθύνιον, ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι Κυρίου. ἕτεροι δέ εἰσιν, οἱ μήτε ὅλον ἐκτεμόντες τὸν θυμόν, μήτε λόγῳ κρατοῦντες τοῦ πάθους, ἀλλὰ πόνῳ περιγενόμενοι· οὗτοι δέ εἰσιν, οἱ τὸ στηθύνιον σὺν τῷ βραχίονι ἀφαιροῦντες. βραχίων γὰρ, πόνου καὶ ἐργασίας σημεῖον. ὁμοίως δὲ καὶ τὸ ἐπὶ τῇ κοιλίᾳ πορεύεσθαι, τὴν ἡδονήν, ἀληθέστατόν ἐστι, σχεδὸν γὰρ αἰτία τῶν ἡδονῶν ἐστιν αὕτη· πληρωθείσης γὰρ γαστρός, ὀρέξεις καὶ τῶν ἄλλων ἡδονῶν γίνονται σύντονοι· ἐνδεῶς δὲ ἐχούσης, ἡρεμαῖαι καὶ σταθερώτεραι· καὶ ἐνταῦθα δέ ἐστι διαφορὰ προκόπτοντος, καὶ τελείου.
Μωϋσῆς μὲν γὰρ τελείως τὴν τῶν βρωμάτων ἡδονὴν ἀπορριπτόμενος, τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι· κοιλίαν μὲν, τὴν ἡδονήν· πόδας δέ, τὰς ἐπιβάσεις, καὶ προκοπὰς αἰνιττόμενος· ὁ δὲ προκόπτων, τὰ ἐν τῇ κοιλίᾳ πλύνει, οὐ τὴν κοιλίαν ὅλην. καὶ τὸ, ἔπλυνε δέ· καὶ τὸ, πλυνοῦσι· πολλὴν ἔχει διαφοράν· τὸ μὲν γάρ ἔστιν ἑκούσιον· τὸ δέ, ἐκπροστάξεως περιγενόμενον· δεῖ γὰρ, τὸν μὲν τέλειον, αὐτοκελεύστῳ προθυμίᾳ πρὸς τὰς κατ᾽ ἀρετὴν κινεῖσθαι πράξεις· τὸν δὲ προκόπτοντα, παραινέσει τοῦ ἡγουμένου πειθόμενον· σφόδρα δὲ παρατετηρημένως· τὸ μὲν στηθύνιον ὅλον ἀφαιρεῖ, τὴν δὲ κοιλίαν οὐκ ἀφαιρεῖ, πλύνει δέ. ὁ γὰρ σοφός, ὅλον μὲν τὸν θυμὸν ἰσχύει παραιτήσασθαι, καὶ ἀποκόψαι· τὴν δὲ κοιλίαν, ἐκτεμεῖν ἀδυνατεῖ· τοῖς γὰρ ἀναγκαίοις σιτίοις ἡ φύσις βιάζεται χρῆσθαι καὶ τὸν ἐγκρατέστατον· τῆς δὲ μὴ στοιχούσης τῷ ὀρθῷ καὶ μονίμῳ λόγῳ ψυχῆς, ἀλλὰ μοιχικαῖς φθαρείσης ἡδοναῖς, διὰ τοῦτο πίμπραται ἡ κοιλία· ἐπειδὴ κἂν αἱ τοῦ σώματος ὑπερπλήθωσι δεξαμεναί, μένει διψαλέα ἡ ἐπιθυμία· ἀκολουθεῖ δὲ, τῷ πρησθῆναι τὴν κοιλίαν, τὸ διαπεσεῖν τὸν μηρόν· ἀτονεῖ γὰρ ἡ διάνοια πρὸς τὴν τῶν καλῶν γένεσιν, φλεγμαινούσης γαστρὸς ἐκ τῆς τῶν βρωμάτων πολυτελείας, καὶ τοὺς πνευματικοὺς παραλύεται πόνους· τούτους γὰρ διὰ τοῦ μηροῦ, ὁ νομικὸς ἠνίξατο λόγος. οὐκοῦν ὁ μὲν φιλήδονος ἐπὶ κοιλίαν πορεύεται, ὅλος ἐπὶ τὰς ἀπολαυστικὰς καταρρέπων ἡδονάς· ὁ δὲ ἀρχόμενος τοῦ κατ᾽ ἀρετὴν βίου, τὸ στέαρ τῆς κοιλίας περιαιρεῖ, τὰς πιαινούσας τὸ σῶμα παραιτούμενος τροφάς· ὁ δὲ προκόπτων, τὰ ἐν τῇ κοιλίᾳ πλύνει· ὁ δὲ τέλειος, ὅλην ἐκπλύνει τὴν κοιλίαν, τὰ περιττὰ τῆς ἀναγκαίας χρείας, παντελῶς ἀπορριπτόμενος. πάνυ δὲ προσφυῶς τῷ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πρόσκειται, τὸ, πορεύσῃ· ἡ γὰρ ἡδονή, οὐ τῶν ἱσταμένων καὶ ἡρεμούντων· ἀλλὰ τῶν κινουμένων καὶ ταραχῆς γεμόντων ἐστί· μᾶλλον δὲ πρὸ τούτων γαστριμαργίᾳ συγγενέστερον, ἡ τῶν ἀφροδισίων κίνησις· παρὸ καὶ ἡ φύσις τὴν οἰκειότητα τούτων δεῖξαι βουλομένη τῶν παθῶν, ὑπογάστρια τὰ συνουσιαστικὰ τέθεικεν ὄργανα, ἐκ τῆς ἐγγύτητος τὴν ἀγχιστίαν σημαίνουσα. ἐάν τε γὰρ ἀσθενῆ τοῦτο τὸ πάθος, ἐκ τῆς τοῦ ὑπερκειμένου ἐνδείας ἀσθενεῖ· ἐάν τε σφριγᾶ καὶ διακεκίνηται, ἐκεῖθεν ἐπιχορηγούμενον ἔχει τὴν δύναμιν· οὐ μόνον δὲ τούτων, γαστριμαργία τιθηνός ἐστι καὶ τροφός, ἀλλὰ καὶ πάντων τῶν καλῶν καθαιρετικὴ πέφυκε· κρατούσης γὰρ ταύτης καὶ τὴν ἀρχὴν ἀνημμένης, πίπτειν καὶ καθαιρεῖσθαι τὰ καλὰ πέφυκεν· ἐγκράτεια, σωφροσύνη, ἀνδρία, καρτερία, καὶ αἱ λοιπαὶ πᾶσαι ἀρεταί. τοῦτο γὰρ αἰνιγματωδῶς ὁ Ἱερεμίας ἐδήλωσεν, εἰπών· ὅτι καθεῖλε κύκλῳ τὸ τεῖχος Ἱερουσαλήμ ὁ ἀρχιμάγειρος τῶν Βαβυλωνίων· τὸ τῆς γαστριμαργίας πάθος, ἀρχιμάγειρον προσειπών. ὡς γὰρ ὁ ἀρχιμάγειρος πᾶσαν ἔχει σπουδὴν γαστέρα θεραπεῦσαι, καὶ τέχνας ἐπινοεῖ, μυρίας ἡδονὰς δημιουργῶν· οὕτως ἡ γαστριμαργία πᾶσαν κινεῖ μηχανήν, ὑπηρετοῦσα τῇ κατὰ τὸν λαιμὸν ἡδονῇ· καθαιρεῖ δὲ καὶ ἐδαφίζει τὴν ὀχυρότητα τῶν ἀρετῶν, ἡ τῶν βρωμάτων ποικιλία.
τὰ γὰρ ἡδύσματα καὶ παραρτύματα, τῆς ἤδη καλῶς ἐστηριγμένης ἀρετῆς, μηχανήματα καὶ ἐλεπόλεις γίνονται, τὸ πάγιον αὐτῆς καὶ βέβαιον εἰς γῆν κατασείοντα καὶ καταβάλλοντα. ὡς δὲ ἡ πολυτέλεια καθαιρετική ἐστι τῶν ἀρετῶν, οὕτω πάλιν καὶ ἡ εὐτέλεια τὰ τῆς κακίας ὀχυρώματα καταλύειν πέφυκεν. ὥσπερ γὰρ τὸ τεῖχος Ἱερουσαλήμ, τῆς εἰρηνικῆς ψυχῆς, ὁ τῶν Βαβυλωνίων καθεῖλεν ἀρχιμάγειρος, τὰς ἡδονὰς τῆς σαρκὸς τῇ ὀψαρτυκῇ προσαναρρήξας τέχνῃ· οὕτω καὶ μαγὶς ἄρτου κριθίνου τῶν Ἰσραηλιτῶν κυλιομένη, τὰς σκηνὰς κατέβαλε τῶν Μαδιανιτῶν. ἡ γὰρ εὐτελὴς δίαιτα κυλιομένη καὶ προκόπτουσα ἐπὶ πολύ, καταλύει τὰ τῆς πορνείας παθήματα· Μαδιανῖται γὰρ, τῶν τῆς πορνείας παθῶν φέρουσι σύμβολον· οὗτοί γάρ εἰσιν οἱ τὰς πορνείας ἐπαγαγόντες τῷ Ἰσραήλ· καὶ πολὺ πλῆθος ἀπατήσαντες τῶν νέων. Πάνυ δὲ προσφυῶς. σκηνὰς μὲν ἔχειν ἡ γραφὴ τοὺς Μαδιανίτας, τεῖχος δὲ τὴν Ἱερουσαλήμ· πάντα γὰρ τὰ περιέχοντα τὴν ἀρετήν. ἐρηρεισμένα καὶ βέβαια· τὰ δὲ τὴν κακίαν συνέχοντα, σχῆμά ἐστι καὶ σκηνή, φαντασίας οὐδὲν διαφέροντα. διὰ τοῦτο τὰς πόλεις ἔφευγον οἱ ἅγιοι, καὶ τὰς συντυχίας ἐξετρέποντο τῶν πολλῶν· μᾶλλον δὲ λοιμικῆς νόσου, φθοροποιὸν εἰδότες τὴν τῶν διεφθαρμένων ἀνθρώπων συνδιαίτησιν· διὰ τοῦτο μηδὲν λαμβάνοντες, μηλοβότους τὰς κτήσεις ἠφίεσαν, τὸν ἐκ τούτων περισπασμὸν παραιτούμενοι. διὰ τοῦτο ὁ μὲν Ἡλίας καταλιπὼν τὴν Ἰουδαίαν, ᾧκει τὸ Καρμήλιον ὄρος, ἔρημόν τε καὶ θηρίων πεπληρωμένον· καὶ πλὴν τῶν δένδρων, εἰς παραμύθιον τροφῆς ἔχον οὐδέν· ἠρκεῖτο οὖν τοῖς ἀκροδρύοις τούτων, τὴν ἀνάγκην τῆς φύσεως πληροφορῶν. ὁ δὲ Ἐλισσαῖος, ὁμοίως τὴν αὐτὴν εἶχε διαγωγήν, μετὰ τῶν ἄλλων καλῶν καὶ τὸ ταῖς ἐρήμοις ἐμφιλοχωρεῖν, παρὰ τοῦ διδασκάλου διαδεξάμενος. καὶ Ἰωάννης δὲ τὴν ἔρημον οἰκῶν τοῦ Ἰορδάνου, ἀκρίδας ἤσθιε, καὶ μέλι ἄγριον· δεικνὺς τοῖς πολλοῖς τὸ ἀταλαίπωρον τῆς χρείας τοῦ σώματος, καὶ ὀνειδίζων αὐτοῖς τὴν πεφροντισμένην ἀπόλαυσιν. τάχα δὲ καὶ καθολικῶς τοιοῦτον ὁ Μωϋσῆς τίθησι νόμον, τὸ περὶ τοῦ Μάννα τοῖς Ἰσραηλίταις παραγγέλλων, τὸ τῆς ἡμέρας εἰς ἡμέραν συνάγειν· ἐφήμερον κεκρυμμένως κελεύων εἶναι τὸν ἀνθρώπινον βίον, καὶ οὐκ ἐμπαράσκευον· πρέπειν ἡγούμενος τοῦτο λογικῇ φύσει, τὸ ἀρκεσθέντας τοῖς παρατυχοῦσι, τῶν λοιπῶν ταμίαν ὁμολογῆσαι τὸν Θεόν· ἢ πρόνοιαν τῶν ἔμπροσθεν ποιουμένους, τῷ δοκεῖν, ἀπιστεῖν ταῖς τοῦ Θεοῦ χάρισιν, ὡς μὴ πάντοτε ὀμβριούσαις τοῖς ἀνθρώποις τὰς ἀεννάους δωρεάς· καὶ συλλήβδην εἰπεῖν, διὰ τοῦτο πάντες οἱ ἅγιοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, κατέλιπον τὴν οἰκουμένην, ἐπ᾽ ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς· καὶ περιηλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. τὰς μὲν χειροήθεις τῶν ἀνθρώπων ἁποδιδράσκοντες κακίας, καὶ τῶν κατὰ τὰς πόλεις πλημμυρούντων ἀλλοκότων πραγμάτων· ὡς ἂν μὴ τῇ ῥύμῃ τῆς φορᾶς, καθάπερ ὑπὸ χειμάρρου βίας, εἰς τὴν τῶν πολλῶν παρενεχθῶσιν ἀδιάφορον ἀνάχυσιν· χαίροντες δὲ τῇ μετὰ τῶν θηρίων διαγωγῇ, καὶ τὴν ἐκ τούτων βλάβην ἐλάττονα τῆς ἐκ τῶν ἀνθρώπων κρίνοντες μᾶλλον· ἀνθρώπους μὲν, ὡς ἐπιβούλους φεύγοντες, θαρροῦντες δὲ τοῖς θηρίοις, ὡς φίλοις· οὔτε γὰρ διδάσκει κακίαν ἐκεῖνα, καὶ τὴν ἀρετὴν τέθηπε καὶ τιμᾷ.
οὕτω γοῦν τὸν Δανιὴλ ἀπώλεσαν ὡς ἐδόκουν οἱ ἄνθρωποι, περιέσωσαν δὲ οἱ λέοντες· τὸν ἐκ βασκανίας ἀδίκως κατακριθέντα, αὐτοὶ φυλάξαντες· καὶ δικαιοσύνην ἐν τοῖς ἀνθρώποις παραβραβευθεῖσαν, αὐτοὶ τὴν ὀρθὴν περὶ τοῦ ἀδίκως κατακριθέντος κρίσιν ἀνακηρύξαντες. καὶ γέγονεν ἡ ἀρετὴ τοῦ ἀνδρός, τοῖς μὲν ἀνθρώποις, φθόνου καὶ ἔριδος ὑπόθεσις· τοῖς δὲ θηρίοις, αἰδοῦς καὶ τιμῆς ἀφορμή. ὅσοις οὖν ὁ τῆς βελτιώσεως ἔρως ἐνέσπαρται, ζηλώσωμεν τὰς τῶν ἁγίων ἀρετάς, καὶ τῆς δουλείας τῶν τοῦ σώματος ἐπιταγμάτων ἀποστάντες, ἐλευθερίαν μεταδιώξωμεν· καὶ τὸν ὑπὸ τοῦ δημιουργοῦ ἐν ἐρήμῳ ἀφεθέντα ἄγριον ὄνον, καὶ μέμψιν φορολόγου οὐκ ἀκούοντα, καὶ καταγελῶντα πολυοχλίας πόλεως, εἰ καὶ μέχρι τοῦ νῦν ἀχθοφορεῖν παρεσκευάσαμεν αὐτόν, πάθεσι καὶ κακίαις ὑποζεύξαντες, ἀλλὰ νῦν γοῦν λύσωμεν τῶν δεσμῶν, κἂν ἀντιλέγωσιν οἱ μὴ φύσει Κύριοι, ἀλλ᾽ ἐκ συνηθείας τὴν δεσποτείαν ἐπικτησάμενοι· πάντως ἀκούοντες, μὴ γλώττῃ μόνῃ καὶ ψιλῇ φωνῇ, ἀλλὰ διαθέσει λεγόντων ἡμῶν, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, εὐθέως ἀποστελοῦσιν αὐτόν· ἵνα κατακοσμηθεὶς τοῖς Ἀποστολικοῖς ἱματίοις, ὄχημα τοῦ λόγου γένηται· ἢ εἰς τὴν ἀρχαίαν ἀπολυθεὶς νομήν, ὀπίσω παντὸς χλωροῦ ζητεῖν· ὅπέρ ἐστι, τοῖς τεθηλόσι τῆς θείας Γραφῆς ἑπόμενον ῥητοῖς, ὁδηγεῖσθαι εἰς ἀνεπίληπτον βίον, καὶ τροφὴν ὁμοῦ καὶ τέρψιν καρπούμενον πολλήν. ἅμα δὲ καὶ ζητητέον, πῶς ὀπίσω παντὸς χλωροῦ ζητεῖ, ὁ ἐν ἐρήμῳ ἀφεθεὶς παρὰ τοῦ Θεοῦ ἄγριος ὄνος, τὴν δίαιταν ἔχων ἔρημον, καὶ τὸ σκήνωμα ἔχων ἁλμυρίδα, τῆς ἁλμυρίδος καὶ τῆς ἐρήμου, ὡς ἐπὶ τὸ πλεῖστον, μὴ πάνυ πρός πόας γένεσιν οὔσης ἐπιτηδείου; εἰ μὴ ἄρα τὶς εἴπῃ τὸν ἔρημον παθῶν, ἱκανὸν εἶναι ζητεῖν τὴν ἐν τοῖς θείοις λόγοις θεωρίαν, μετὰ τὸ ἐξαναλωθῆναι τὴν τῶν παθῶν ὑγρασίαν. καταλίπωμεν τὰ βιωτικὰ πράγματα, καὶ πρὸς τὰ τὴς ψυχῆς ἀνανεύσωμεν ἀγαθά. ἕως πότε τοῖς συνδικοῖς ἀθύρμασι παραμένομεν, ἀνδρεῖον οὐδέποτε ἀναλαμβάνοντες φρόνημα; ἕως πότε τῶν κομιδῇ νηπίων ἀσθενέστερον εἰσπράττομεν, οὐδὲ παρ᾽ ἐκείνων εἰς προκοπὴν τῶν μειζόνων χειραγωγούμενοι; ἐκεῖνοι τὰς ἡλικίας ἀμείβοντες, καὶ τὰς πρὸς παίγνια καταστάσεις ἀμείβουσι, καὶ τὴν πρὸς τὰς ὕλας εὐχερῶς ἀφιᾶσι προσπάθειαν· κάρυα γὰρ τυχὸν αὐτοῖς, καὶ ἀστράγαλοι, καὶ σφαῖραι, τῆς παιδιᾶς ἐστὶν, ὕλη· καὶ τούτοις προσπεπόνθασι, μέχρις ἂν τὸ ἀτελὲς τῆς φρονήσεως ἔχωσι, καὶ τίμια νομίζουσι ταῦτα· ἐὰν δὲ προκόψας τὶς γένηται ἀνήρ, ἔρριψεν ἐκεῖνα, καὶ τῶν πραγμάτων μετὰ πολλῆς ἀντέχεται σπουδῆς. ἡμεῖς δὲ ἐναπεμείναμεν τῇ νηπιότητι, τὰ παιδιᾶς καὶ χλεύης ἄξια τεθαυμακότες· καὶ τῆς τῶν κρειττόνων ἅψασθαι φροντίδος, καὶ ἀναλαβεῖν λογισμὸν ἀνδράσι πρέποντὰ καταλιπόντες, ἐν ταῖς γηίναις καρβατίζομεν τέρψεσι, γέλωτα παρέχοντες τοῖς ἀκολουθίᾳ φύσεως τὰ πράγματα κρίνουσιν. ὡς γὰρ αἰσχρὸν ἄνδρα τέλειον ἰδεῖν ἐν τέφρᾳ καθεζόμενον, καὶ ἐν τῇ κόνει τέρψεις παίδων διαγράφοντα, οὕτως αἰσχρόν, καὶ πολλῷ αἰσχρότερον τοὺς τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν πραγματευομένους, ἐν τῇ τῶν γηίνων τέφρᾳ κυλινδουμένους ὁρᾶν, τῇ τῶν ἐπιτηδευομένων ἀνοικειότητι, αἰσχύνοντας τοῦ ἐπαγγέλματος τὴν τελειότητα.
τούτου δὲ ἡμῖν αἴτιον, ὡς ἔοικε, τὸ μηδὲν τῶν ὁρωμένων ἐννοῆσαι μεῖζον· μηδὲ ἐκ παραθέσεως τῆς τῶν παρόντων εὐτελείας, τὴν ὑπεροχὴν γνωρίσαι τῶν ἐκεῖ ἀγαθῶν, πρὶν αὐγασθέντας ὑπὸ τῆς τῶν ἐνθάδε δοκούντων τιμίων λαμπρότητος κατασχεθῆναι, καὶ τούτοις προσδῆσαι τὴν ἐπιθυμίαν. ἀεὶ γὰρ τῇ ἀπουσίᾳ τῶν κρειττόνων, τιμᾶται τὰ χείρονα τὴν ἐκείνων κληροῦντα τάξιν· ὡς εἴγε ἦμεν ἔχοντες ὑψηλοτέραν περὶ τῶν μελλόντων ἔννοιαν, οὐκ ἂν τούτοις προσκεχηνότες διετελοῦμεν. ἀρξώμεθα τοιγαροῦν ἀναχωρεῖν τῶν παρόντων. καταφρονήσωμεν κτημάτων, καὶ χρημάτων· καὶ πάντων τῶν βαπτιζόντων τὸν λογισμόν, καὶ ὑποβρύχιον καταφερόντων αὐτόν· ἀπορρίψωμεν τὸν φόρτον, καὶ μικρὸν ἀνανεύσει τὸ πλοῖον· ἐκβάλωμεν χειμαζόμενοι καὶ τῶν σκευῶν τὰ πολλά, ἵνα ὁ κυβερνήτης νοῦς μετὰ τῶν ἐμπλεόντων διασωθῆναι δυνηθῇ λογισμῶν. εἰ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες, χειμαζόμενοι καταφρονοῦσι τῆς ἐμπορίας· καὶ τὸν φόρτον αὐτόχειρες εἰς τὴν θάλασσαν ῥίπτουσι, δευτέραν τῆς ζωῆς τὴν ὕπαρξιν κρίνοντες· καὶ ἵνα μὴ ὑπέραντλον τὸ πλοῖον κινδυνεύσῃ τῷ βάρει τοῦ φορτίου καταδυόμενον, κουφίζουσι τοῦτο, τὰ τίμια τῶν κειμηλίων ἴσως κατὰ τοῦ βυθοῦ ἀκοντίζοντες. διατὶ μὴ καὶ ἡμεῖς, διὰ τὴν κρείττονα ζωήν, καταφρονοῦμεν τῶν καθελκόντων εἰς βυθὸν τὴν ψυχήν· διατὶ μὴ δύναται φόβος Θεοῦ, ὅσον δύναται θαλάσσης φόβος; ἑκεῖνοι τῆς προσκαίρου ζωῆς ἐπιθυμοῦντες, τὴν τῶν ἀγῳγίμων ζημίαν οὐ μέγα κρίνουσιν. ἡμεῖς δὲ τῆς αἰωνίου ζωῆς ἀντιποιεῖσθαι λέγοντες, οὐδὲ τοῦ τυχόντος καταφρονοῦμεν· ἀλλ᾽ αἱρούμεθα μᾶλλον τῷ φέρτῳ συναπολέσθαι, ἢ σωθῆναι, ἐκείνων ἀποστερούμενοι. ἀποδυσώμεθα, παρακαλῶ, πάντα· γυμνὸς γὰρ ἕστηκεν ὁ ἀντίπαλος· μὴ γὰρ οἱ ἀθλοῦντες ἐνδεδυμένοι ἀθλοῦσι; γυμνοὺς αὐτοὺς εἰς τὸ στάδιον ὁ ἀθλητικὸς εἰσάγει νόμος· κἂν θάλπος, ἢ κᾶν κρυμός, οὕτως εἰσέρχονται τὰς ἐσθῆτας ἔξω καταλιμπάνοντες· εἰ δέ τις αὐτῶν παραιτήσεται τὴν γύμνωσιν, καὶ τὸν ἀγῶνα παρῃτήσατο· ἡμεῖς δὲ ἀθλεῖν ἐπαγγελλόμενοι, καὶ πρὸς ἀντιπάλους πολὺ τῶν αἰσθητῶν ἐντρεχεστέρους ἀγωνιζόμενοι, οὖ μόνον οὐκ ἀπεδυσάμεθα, ἀλλὰ καὶ μυρία κατὰ τῶν ὤμων φορτία φέροντες ἐπιχειροῦμεν ἀθλεῖν, πολλὰς τοῖς ἀντιπάλοις καθ᾽ ἑαυτῶν παρέχοντες τὰς λαβάς. πῶς γὰρ πυκτεύσει πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὁ κτημάτων ἀντιποιούμενος πάντοθεν εὐχερῶς κονδυλιζόμενος; πῶς δὲ τῷ τῆς φιλαργυρίας παλαίσει πνεύματι ὁ περικεχωσμένος τοῖς χρήμασι; πῶς δὲ δραμεῖται πρὸς τοὺς πάσης μερίμνης γυμνοὺς δαίμονας ὁ μυρίαις φροντίσιν ἐνδεδυμένος; τῆς θείας λεγούσης Γραφῆς, ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ὁ γυμνός, οὐχ ὁ κεντόνας πολυρράφους τῆς τῶν βιωτικῶν πραγμάτων φροντίδος ἐνδεδυμένος· ὁ γυμνός, οὐχ ὁ κτημάτων καὶ χρημάτων πολυύλοις πρὸς τὸν δρόμον ἐμποδιζόμενος λογισμοῖς· δυσάλωτος γάρ, ἢ καὶ ἀνάλωτος, τοῖς ἐπιβουλεύουσιν ἐστὶν ὁ γυμνός. ὡς εἴγε ἦν ὁ μέγας Ἰωσὴφ γυμνός, οὐκ ἂν εὖρεν ὧν ἐπελάβετο ἡ Αἰγυπτία, ὡς φησιν τὸ θεῖον λόγιον· ὅτι ἐπελάβετο τῶν ἱματίων αὐτοῦ λέγουσα, κοιμήθητι μετ᾽ ἐμοῦ.
ἱμάτια δέ ἐστι, τὰ πράγματα τὰ σωματικά, ἀφ᾽ ὧν ἕλκει κρατοῦσα ἡ ἡδονή· καὶ τὸν ἀντιποιούμενον τούτων, ἀνάγκη περισύρεσθαι μαχόμενον τοῖς ἀφαιροῦσιν. οὖτος οὖν ὁ τῆς σωφροσύνης ἀθλητής, ὡς εἶδε καὶ ἐκ τῆς ἀναγκαίας χρείας τοῦ σώματος ἑλκόμενον ἑαυτὸν βίᾳ πρὸς τὴν τῆς ἡδονῆς κοινωνίαν τε καὶ ἕνωσιν· μαθὼν ὅτι γυμνὸν ἔδει συνδιαιτᾶσθαι τῇ κατέχειν καὶ βιάζεσθαι δυναμένῃ δεσποίνῃ, καταλιπὼν τὰ ἱμάτια ἔφυγε· καὶ ἐξῆλθεν ἔξω, καθάπερ ἐν παραδείσῳ, τῇ ἀρετῇ, γυμνὸς ἐμπεριπατῶν, κατὰ μίμησιν τοῦ πρωτοπλάστου· ὅς τις ἐξαίρετον γέρας παρὰ Θεοῦ τὴν γύμνωσιν λαβὼν ἔσχεν, ἕως διὰ τῆς παρακοῆς εἰς χρείαν ἐνδυμάτων κατέστη· μέχρις ἂν ἠγωνίζετο πρὸς τοὺς λύειν τὴν ἐντολὴν τοῦ Θεοῦ συμβουλεύοντας ἀντιπάλους, γυμνός, ὡς ἀθλητὴς ἐπὶ τοῦ σκάμματος, ἕστηκεν· ἡττηθεὶς δὲ καὶ ἐναγώνιος γενόμενος, εἰκότως ἐνεδύσατο, τὴν γύμνωσιν μετὰ τῆς ἀθλητικῆς ἕξεως ἀποθέμενος. διὰ τοῦτο ὁ παροιμιαστὴς πρὸς τὸν ἀλείπτην λόγον φησίν. ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθε γάρ. ἕως μὲν γὰρ ἦν ἔξω τοῦ σταδίου, καλῶς τοῖς τῶν οὐκ ἀθλούντων ἐνδύμασιν ἐκέχρητο, τὴν ἀγωνιστικὴν ἀνδρείαν τοῖς τῶν αἰσθητῶν ἐνδύμασιν ἐπικρύπτων· ἐπειδὴ δὲ εἰς τὸν ἀγῶνα παρῆλθεν, ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, γυμνὸν γὰρ ἀγωνίζεσθαι δεῖ· μᾶλλον δὲ οὐ γυμνὸν μόνον, ἀλλὰ καὶ ἠλειμμένον· τὸ μὲν γὰρ γεγυμνῶσθαι, ἀνέπαφον ποιεῖ τῷ ἀντιπάλῳ τὸν ἀγωνιστήν· τὸ δὲ ἔλαιον, εἰ καὶ ληφθείη ποτέ, διολισθαίνειν ἐκ τῆς λαβῆς παρασκευάζει· καὶ διὰ τοῦτο οἱ ἀντίπαλοι, γῆν προσπάσσειν φιλονεικοῦσι τοῖς ἀντιπάλοις· ἵνα τῇ κόνει τὴν τοῦ ἐλαίου τραχύναντες λειότητα, εὐλήπτους αὐτοὺς πρὸς τὰς λαβὰς ἀπεργάσωνται. ὅπερ δέ ἐστιν ἐκεῖ ἡ κόνις, τοῦτο ἐν τῷ ἡμετέρῳ ἀγῶνι, τὰ γήϊνα πράγματα· καὶ ὅπερ ἐστὶν ἐκεῖ τὸ ἔλαιον, τοῦτο ἐνταῦθα τὸ ἀμέριμνον. καὶ ὥσπερ ἐκεῖ ὁ ἠλειμμένος, εὐχερῶς λύει τὰ λεγόμενα παρ᾽ αὐτοῖς ἅμματα· εἰ δὲ δέξεται κόνιν, δυσκόλως ἐκφύγοι τὴν χεῖρα τοῦ προσπαλαίοντος· οὕτως ἐνταῦθα, ὁ μηδὲν μεριμνῶν, δύσληπτός ἐστι τῷ διαβόλῳ· φροντίζων δὲ, καὶ ταῖς μερίμναις, καθάπερ κόνει τινί, τραχύνων τὸ λεῖον τῆς ἀμεριμνίας τοῦ νοῦ, δυσχερῶς 10ἐξειλεῖ ἐκ τῆς ἐκείνου χειρός· τελείας ψυχῆς ἐστι, τὸ ἀμέριμνον· ἀτελοῦς δὲ, τὸ ταῖς φροντίσι κατατρίβεσθαι.
Περὶ μὲν γὰρ τῆς τελείας ψυχῆς εἴρηται, ὅτι κρῖνόν ἐστιν ἀνὰ μέσον τῶν ἀκανθῶν. τοῦτο δέ, τὴν μετὰ τῶν πολυφροντίδων ἀμερίμνως διάγουσαν δηλοῖ. τὸ γὰρ κρῖνον, καὶ ἐν τῷ Εὐαγγελίῳ, τὴν ἀμέριμνον σημαίνει ψυχήν· οὐ κοπιᾷ γάρ, φησιν, οὐδὲ νήθει, καὶ μείζονα τοῦ Σολομῶντος περιβέβληται δόξαν. περὶ δὲ τῷν φροντίδα πολλὴν ἐχόντων εἰς τὰ σωματικά, πᾶς ὁ βίος ἀσεβοῦς, ἐν φροντίδι· καὶ γὰρ ὄντως ἐστὶν ἀσεβές, τῷ παντὶ τῷ βίῳ συμπαρεκτείνειν τὴν τῶν σωματικῶν φροντίδα, καὶ μηδεμίαν περὶ τῶν μελλόντων ἐπιδείκνυσθαι σπουδήν· καὶ τῷ μὲν σώματι, καί τοι μὴ πολλῆς δεομένῳ σχολῆς, πάντα προσαναλίσκειν τὸν χρόνον· τῇ δὲ ψυχῇ τοσοῦτον ἐχούσῃ προκοπῆς μῆκος, ὡς μὴ φθάνειν πάντα τὸν βίον πρὸς τὴν αὐτῆς τελείωσιν, μηδὲ τὸν τυχόντα καιρὸν ἀπονέμειν· εἰ δὲ καί τινα δόξομεν ἀπονέμειν, ἐκλελυμένος καὶ ῥᾳθύμως αὐτῇ τοῦτο παρέχομεν, ὑπὸ τῆς τῶν ὁρωμένων περιφανείας δελεαζόμενοι· καὶ ταὐτὸν πάσχοντες, τοῖς ὑπὸ τῶν εἰδεχθεστάτων ἑταιρίδων ἀγκιστρευομένοις, αἱ γνησίου κάλλους ἀπορίᾳ, νόθον ἐπ᾽ ἐνέδρᾳ τῶν θεωμένων δημιουργοῦσι, ταῖς ἐπινοίαις τῶν ἐπιτριμμάτων τὴν δυσμορφίαν ἐπιδιορθούμεναι. ἅπαξ γὰρ τῆ ματαιότητι τῶν παρόντων ἡττηθέντες, τὸ αἶσχος τῆς ὕλης ἰδεῖν ἀδυνατοῦμεν, ὑπὸ τῆς προσπαθείας φενακιζόμενοι. καὶ τούτου χάριν, ἐπὶ μὲν τῆς ἀναγκαίας οὐχ ἱστάμεθα χρείας· κόρον δὲ, ὑβριστὴν τοῦ βίου προστησάμενοι, παντοίαις κτήσεσιν ἐπαναπαυόμεθα· οὐχ ὁρῶντες ὅτι μέτρον κτήσεως ἐστίν, ἡ χρεία τοῦ σώματος· τὸ δὲ ταύτην ὑπερβαῖνον, ἀκοσμία λοιπόν, καὶ οὐκέτι χρεία ἐστίν. ὡς γὰρ ὁ συμμεμετρημένος τῷ σώματι χιτών, καὶ χρεία, καὶ κόσμος ἐστίν· ὁ δὲ πάντοθεν περιρρέων, καὶ τοῖς ποσὶ συμπλεκόμενος, καὶ ἐπισυρόμενος τῇ γῇ, μετὰ τοῦ ἀπρεποῦς, καὶ ἐμπόδιον εἰς πᾶσαν ἐργασίαν γίνεται· οὕτως ἡ ὑπερβαίνουσα τὴν τοῦ σώματος χρείαν κτῆσις, καὶ πρὸς ἀρετήν ἐστιν ἐμπόδιον, καὶ πολλὴν ἔχει κατάγνωσιν, παρὰ τοῖς τὴν φύσιν τῶν πραγμάτων ἐρευνᾶν δυναμένοις. οὔτε οὖν τοῖς ὑπὸ τῶν αἰσθητῶν ἠπατημένοις προσεκτέον, οὔτε τοῖς διὰ τὸ μὴ προσεχηκέναι τοῖς νοητοῖς, προσπεπονθόσι τοῖς γηίνοις ἀκολουθητέον ἀκρίτως· ταὐτὸν γάρ ἔστι, χρωμάτων κριταῖς χρῆσθαι τυφλοῖς, ἢ κωφοῖς τῶν κατὰ μουσικὴν φθόγγων, ἐστερημένοις τῶν πρὸς τὰ δικαζόμενα κριτηρίων· καὶ τούτοις πιστεύειν, ὡς κατὰ λόγον ἑλομένοις, τὴν τῶν παρόντων ἀπόλαυσιν· τυφλοὶ γάρ εἶσι, τὸ ἀναγκαιότατον κριτήριον τὸν λογισμὸν πεπηρωμένοι, ᾧ κρίνεσθαι τὰ σπουδαῖα καὶ τὰ ἀδιάφορα πέφυκεν. εἷς τούτων ἦν Ἀχαρ υἱὸς Χαρμῆ· ὁμολογῶν τῷ Ἰησοῦ ἐν τῇ σκηνῇ τοῦ βίου, κεκρυφέναι ὑπὸ τὴν γῆν τὰ κεκλεμμένα· καὶ ὑπὸ κάτω τούτων, τὸ ἀργύριον κατορωρυχέναι. ὁ γὰρ τὰ ποικίλα τῆς ὕλης, καὶ λαμπρὰ ἀνώτερα κρίνας, τὸν δὲ λόγον ὑπὸ κάτω τούτων κατορύξας, εἰκότως ἀπατᾶται ἀλόγου δίκην, εἴκων καὶ ἐνδιδοὺς τῇ φαντασίᾳ τοῦ ἀρέσαντος· διὰ τὸ καταβιβᾶσθαι τῶν ἀρχοντικῶν θρόνων τὸν λογισμόν, καὶ ἐν τῇ τῶν ὑπηκόων μᾶλλον καταδίκων τετάχθαι τάξει· εἰ γὰρ ἦν οὗτος ἐπὶ τῆς ἰδίας ἱδρυμένος τάξεως, καὶ τὴν κρίσιν πεπιστευμένος τῶν φαινομένων, δικαίαν καὶ ὀρθὴν ἂν ἐξήνεγκε τὴν ψῆφον, κολάσας τὴν τοῖς ἀπατηλοῖς ἐπιδραμοῦσαν ὁρμήν.
καλὸν οὖν τοῖς ὅροις τῆς χρείας ἐμμένειν, καὶ φιλονικεῖν πάσῃ δυνάμει τούτους μὴ ὑπερβαίνειν· ἐὰν γὰρ ὀλίγον παρενεχθῇ τις ὑπὸ τῆς ἐπιθυμίας ἐπὶ τὰ ἡδέα τοῦ βίου, οὐδεὶς λοιπὸν λόγος ἵστησι τὴν ἐπὶ τὰ πρόσω φοράν· τοῦ γὰρ ὑπὲρ τὴν χρείαν, ὅρος οὐδείς· ἀλλ᾽ ἡ ἀνόητος σπουδὴ καὶ ἀτέλεστος ματαιοπονία, τὸν περὶ τὰ τοιαῦτα πόθον αὔξει διαπαντὸς, καθάπερ φλόγα τῇ τῆς ὕλης προσθήκῃ τρέφουσα τὴν ἐπιθυμίαν. ὅταν γὰρ οἱ ἅπαξ τοὺς ὅρους παρελθόντες τῆς φυσικῆς ἀνάγκης, ἐπὶ τὴν ἔνυλον ἄρξωνται προκόπτειν ζωήν, τῷ μὲν ἄρτῳ προστιθέναι τὸ ἡδὺ προσόψημα θέλουσι· τῷ δὲ ὕδατι, τὸν τέως χρειώδη οἰνον καὶ ἀπὸ τούτου τὸν πολυτελέστερον. ἐνδύμασι δὲ τοῖς χρειώδεσι στοιχεῖν οὐκ ἀνέχονται, ἀλλὰ τὸ πρῶτον μὲν τῶν ἐρίων τὰ λαμπρὰ συνωνοῦνται, αὐτὸ τὸ ἄνθος τῆς ἐρέας ἐκλεγόμενοι· εἶτα, μεταβαίνουσιν ἀπὸ τούτων ἐπὶ τὰ μικτὰ ἐκ λίνου, καὶ ἐρέας ἔχοντα τὴν κατασκευήν· εἶτα, σηρικὰ περιεργάζονται· καὶ ταῦτα, λιτὰ μὲν πρῶτον, αὖθις δὲ πεποικιλμένα, πολέμοις, καὶ θηρσί, καὶ ἱστορίαις παντοδαπαῖς· σκεύη τε ἀργυρᾶ καὶ χρυσόπαστα κατασκευάζουσιν, οὐ μόνον ταῖς ἑστιάσεσι λειτουργοῦντα, ἀλλὰ καὶ ζώοις καὶ κλινιδίοις περιττῶς περικείμενα. καὶ τί δεῖ τὴν ἄκαιρον αὐτῶν ἐπὶ πλεῖον προσθεῖναι φιλοτιμίαν, ὁπότε καὶ μέχρι τῶν ἀτιμοτάτων χρειῶν ταύτην ἐπεκτείνουσιν· οὐδὲ τὰ τῶν ἀποπατημάτων σκεύη καταξιοῦντες ἐξ ἑτέρας ὕλης δημιουργεῖν, εἰ μὴ καὶ ταύτῃ τῇ αἰσχρᾷ ὑπηρεσίᾳ διακονήσει ὁ ἄργυρος. τοιοῦτον γὰρ ἡ ἡδονή· ἕως τῶν ἐσχάτων ἑαυτὴν παρεκτείνουσα, καὶ τὰ ἄτιμα τῶν ἔργων τῇ τῆς ὕλης τιμῶσα πολυτελείᾳ· τοῦτο δὲ παρὰ φύσιν ἐστὶν ἔχειν λοιπόν. ἡ γὰρ κατὰ φύσιν διαγωγὴ ἡμῖν τε, καὶ τοῖς ζώοις, ἡ αὐτὴ ὥρισται παρὰ τοῦ δημιουργοῦ· ἰδοὺ γὰρ δέδωκα ὑμῖν, φησὶν ὁ Θεός, τῷ ἀνθρώπῳ πάντα τὸν χόρτον τοῦ ἀγροῦ, ὑμῖν τε καὶ τοῖς θηρίοις ἔσται εἰς βρῶσιν· κοινὴν οὖν λαβόντες μετὰ τῶν ἀλόγων τὴν δίαιταν, καὶ ταύτην ταῖς ἐπινοίαις ἐπὶ τὸ ἀσώτερον ἐπιτρέψαντες, πῶς οὐκ ἀλογώτεροι κριθείημεν εὐλόγως ἐκείνων; εἴγε τὰ μὲν θηρία μένει ἐπὶ τῶν ὅρων τῆς φύσεως, οὐδὲν παρακινήσαντα τῶν παρὰ τοῦ Θεοῦ τεταγμένων· ἡμεῖς δὲ οἱ λογισμῷ, τιμηθέντες, πάντη τῆς ἀρχαίας ἐκδεδιῃτήμεθα νομοθεσίας. ποῖαι γὰρ παρὰ τοῖς ἀλόγοις ὀψοφαγίαι; ποῖαι σιτοποιῶν, καὶ μαγείρων τέχναι, τῇ ἀθλίᾳ γαστρὶ δημιουργοῦσιν ἡδονάς; οὐχὶ δὲ τὴν ἀρχαίαν εὐτέλειαν ἀγαπῶσι, ποηφαγοῦντά τε, καὶ τοῖς παρατυχοῦσιν ἀρκούμενα, καὶ ναματίῳ κεχρημένα ποτῷ, καὶ τούτῳ τυχὸν σπανίως; διὸ καὶ τὰς ὑπογαστρίους ἡδονὰς μεμείωνται, οὐδεμιᾷ πιμελώδει τροφῇ τὰς ὀρέξεις προσυπαναφλέγοντα· οὐδὲ τὴν ἄρρενος καὶ θήλεως εἰδότα διαφοράν· εἷς γὰρ αὐτοῖς καιρὸς τοῦ ἔτους, ταύτην παρέχει τὴν αἴσθησιν, ἡνίκα ὁ τῆς φύσεως νόμος πρὸς τὴν τοῦ ὁμοίου σπορὰν τὴν σύνοδον αὐτοῖς, ἐπὶ τῇ διαμονῇ τοῦ γένους ἐξεῦρε· τὸν δὲ ἄλλον χρόνον οὕτως ἀλλοτριοῦνται, ὡς λήθην λαμβάνειν παντελῶς τῆς τοιαύτης ὀρέξεως· ἀνθρώποις δὲ, ἐκ τῆς περὶ τὰ βρώματα πολυτελείας, ἡ τῶν ἀφροδισίων ἀκόρεστος ἐπιθυμία παραβλαστάνουσα, μανιώδεις ἐγκατέσπειρεν ὀρέξεις, οὐδένα καιρὸν ἠρεμεῖν συγχωροῦσα τὸ πάθος.
ἐπεὶ οὖν πολλὴ ἐν τοῖς κτήμασι βλάβη παρακολουθεῖ, καὶ πᾶσι τοῖς πάθεσιν ὡς νοσοποιὸς αἰτία παρέχει τὰς ἀφορμάς, ταύτην ἀνέλωμεν τὴν αἰτίαν, εἴπερ τῆς κατὰ ψυχὴν προνοοῦμεν εὐεξίας· ἀκτημοσύνῃ, τὸ τῆς φιλοχρηματίας ἰασώμεθα πάθος· φύγωμεν τοὺς τῶν ἀνωφελῶν ἀνθρώπων θιάσους, μόνωσιν ἀσπαζόμενοι· ἐπιβλαβὲς γὰρ καὶ τῆς εἰρηνικῆς καταστάσεως φθοροποιόν, ἡ μετὰ τῶν εἰκαιοτέρων συνδιαίτησις· ὡς γὰρ οἱ ἐν ἀέρι λοιμικῷ γινόμενοι, πάντως νοσοῦσιν· οὕτως οἱ ἐν ἀνθρώποις ἀδιαφόροις ἐνδιαιτώμενοι, μεταλαμβάνουσι τῆς ἐκείνων κακίας· τί γὰρ ἔτὶ κοινὸν ἔχουσι πρὸς τὸν κόσμον, οἱ ἀποταξάμενοι τῷ κόσμῳ; οὐδεὶς γὰρ στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἡ γὰρ περὶ τὴν πραγματείαν ἀσχολία, τὰς πολεμικὰς κωλύει γυμνασίας· ἀγύμναστοι δὲ πρὸς ἐμπειροπολέμους μαχόμενοι, πῶς ὑποστησόμεθα· μᾶλλον δὲ εἰ δεῖ τἀληθὲς εἰπεῖν, οὕτω νωθρῶς καὶ ἐκλύτως μαχόμεθα, ὡς μηδὲ κειμένῳ τῷ πολεμίῳ δύνασθαι ἀντισχεῖν, καὶ τοὺς ἑστῶτας ὑπὸ τοῦ πεπτωκότος ἐπιβουλεύεσθαι. ὅπερ γὰρ πάσχουσιν οἱ ἐν τοῖς πολέμοις διὰ φιλοχρηματίαν, οἱ τοὺς νεκροὺς σκυλεύοντες, μετὰ τὴν νίκην πολλάκις ἀναιρούμενοι ὑπὸ τῶν κειμένων, καὶ κέρδους αἰσχροῦ χάριν μετὰ τὰ τρόπαια ἀπολλύμενοι· ἐλεεινῶς πάσχομεν, κειμένῳ τῷ ἐχθρῷ καὶ ἀποπνέοντι πλησιάζοντες· ὡς γὰρ ἐκεῖνοι τῷ πόθῳ τῶν χρημάτων ἐρευνῶντες τοὺς νεκρούς, πολλάκις ἡμιθανεῖ τινὶ προσελθόντες, καὶ παραλύοντες, λάθρα δεξάμενοι καιρίαν πληγὴν κατέπεσον, τὴν ἐπὶ νίκῃ εὔκλειαν ἀλογίστως αἰσχύναντες· οὕτως ἡμεῖς, ὅταν διὰ σωφροσύνης καὶ ἐγκρατείας καταβάλωμεν τὸν βάρβαρον, ἢ δόξωμεν καταβεβληκέναι, τότε τῶν περὶ αὐτὸν ἐρασθέντες ἐνδυμάτων· ὅπερ ἐστι τὰ παρὰ τοῖς ἀνθρώποις τίμια, πλοῦτοι, δυναστεῖαι, εὐεξίαι, δόξαι· προσεγγίζομεν αὐτῷ λαβεῖν τι τῶν αὐτοῦ γλιχόμενοι, καὶ οὕτως ἀποθνήσκομεν, ἑαυτοὺς τῇ σφαγῇ προσάγοντες· οὕτως ἀπώλοντο αἱ πέντε παρθένοι· διὰ μὲν τῆς ἁγνείας ἀνελοῦσαι τὸν πολέμιον· διὰ δὲ ἀσπλαγχνίαν, ἣν φιλοχρηματία γεννᾷ ἑαυτὰς ἐπὶ τὸ ξίφος ᾠθήσασαι· τοῦ διὰ τὸ κεῖσθαι, ἀνελεῖν τὰς ἐφεστώσας, ἀδυνατοῦντος· μηδὲν οὖν τῶν ἐκείνου θελήσωμεν, ἵνα μὴ ἅμα τοῖς ἐκείνου καὶ τὴν ψυχὴν προσαπολέσωμεν· καλεῖ γὰρ καὶ νῦν ἐπ᾽ αὐτά, καὶ προτρέπεται πάντας, ἐὰν εὕρῃ μάλιστα πειθομένους· εἰ γὰρ αὐτὸν τὸν Κύριον ἐκάλει λέγων· ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι· καὶ ἀπατᾶν ἐπεχείρει, διὰ τῶν ἐν βίῳ δοκούντων λαμπρῶν, τὸν τούτων οὐκ ἐπιδεόμενον· πῶς τοὺς εὐαλώτους ἀνθρώπους, οὐκ οἰήσεται ἀπατήσειν, ἐπιρρεπῶς ἔχοντας πρὸς τὴν τῶν αἰσθητῶν πραγμάτων ἀπόλαυσιν; γυμνάσωμεν τὸν νοῦν πρὸς εὐσέβειαν, εἴγε ἡ σωματικὴ κατώρθωται γυμνασία· ἡ γὰρ σωματικὴ γυμνασία, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, παιδικοῖς ἐοικυῖα μαθήμασιν· ἡ δὲ εὐσέβεια, πρὸς πάντα ὠφέλιμός ἐστι, τὴν ἐν τῇ ψυχῇ κατασκευάζουσα εὐεξίαν, τοῖς ἐφιεμένοις τῆς κατὰ τῶν ἀντιπάλων παθῶν νίκης. ὡς γὰρ τοῖς ἐπὶ τὰ παιδικὰ γυμναζομένοις ἀθληταῖς, σῶμα ἀσκεῖν εὐπρεπὲς· καὶ τὰ μέλη κινεῖν συνεχῶς· ἀνδρίας τε καὶ ἀθλητικῆς ἰσχύος ἀγωνιστικῶς ἐπιμελεῖσθαι, καὶ ἐπὶ τοὺς ἱεροὺς ἀλείφεσθαι ἀγῶνας· οὕτω τοῖς ἀρχομένοις τῆς θεοσεβείας, ἐπιμελὲς τὰς ἐνεργείας κωλύειν· ἀγαπητὸν γὰρ, εἰ κρατήσειεν τῶν παθῶν, ἐξοιστρούμενοι ὑπὸ τῶν συντρόφων ἡδονῶν· καὶ ἐπὶ τῆς συνηθείας, ἀπροαιρέτως σχεδὸν ἐλαυνόμενοι κακά· τοῖς δὲ ἐν ἔξει γεγενημένοις τῆς πρακτικῆς ἀρετῆς, καὶ τῶν κατὰ διάνοιαν λοιπὸν φροντίζουσι, πᾶσα σπουδή, φυλάττειν τὸν λογισμόν, ὡς μὴ κινηθέντα ἀτάκτως, ἐπί τι κατενεχθῆναι τῶν ἀτελῶν.
καὶ ἁπλῶς, τοῖς μέν ἐστι σπουδή, σωματικὰς παιδαγωγῆσαι κινήσεις· τοῖς δὲ, τὰς ὁρμὰς πεδῆσαι τοῦ λογισμοῦ· πρὸς μόνην τὴν ἐμφιλόσοφον εὐρύθμως κινεῖσθαι διαγωγήν· μηδεμιᾶς κοσμικῆς φαντασίας περισπώσης ἀπὸ τῶν θειοτέρων νοημάτων τὸν λογισμόν. δεῖ γὰρ τετάσθαι τὴν τοῦ θεοσεβοῦντος ἐπιθυμίαν ὅλην πρὸς τὸν ποθούμενον, ὥστε μηδ᾽ ὅλως εὑρίσκειν καιρὸν τοὺς ἀνθρωπίνους λογισμούς, ἐνεργεῖν τὰ οἰκεῖα πάθη. εἰ γὰρ ἕκαστον πάθος, ὅταν ἐν τῷ κεκρατημένῳ κινηθῇ, κατέχει τὸν λογισμὸν πεπεδημένον· διατὶ μὴ καὶ ὁ τῆς ἀρετῆς ζῆλος, σχολάζουσαν ἀπὸ τῶν λοιπῶν καθέξει τὴν ἔννοιαν; Ποίαν γὰρ αἴσθησιν τῶν ἔξωθεν ὁ θυμούμενος λαμβάνει, πρὸς τὸ τοῦ λελυπηκότος εἴδωλον κατὰ διάνοιαν μαχόμενος; ποίαν δὲ ὁ χρημάτων ἐφιέμενος, ὅταν συναρπασθεὶς ὑπὸ τῆς φαντασίας, ταῖς ποριστικαῖς ὕλαις ἐνατενίζῃ; ὁ δὲ ἀκόλαστος, πολλάκις καὶ συνεδρεύων τισί, κατέδυσε τὰ αἰσθητήρια· καὶ τὴν ποθουμένην ὄψιν λαβών, ἐκείνῃ προσομιλεῖ, τῶν παρόντων ἐπιλαθόμενος· καὶ στήλη καθέζεται ἄφωνος· εἰδὼς μὲν τῶν ἐν ὀφθαλμοῖς γινομένων, ἢ λαμβανομένων, οὐδέν· νενευκὼς δὲ ἐπὶ τὰ ἔνδον, ὅλος ἐστὶ τῆς φαντασίας. τὴν τοιαύτην ψυχήν, τάχα ἀποκαθημένην ὀνομάζει ὁ νόμος, ὅταν μακρὰν τῶν αἰσθήσεων καθημένη συστείλλῃ τὴν οἰκείαν ἐνέργειαν· μηδενὸς ὅλως τῶν ἔξωθεν ἀντιλαμβανομένη, διὰ τὴν κατέχουσαν αὐτὴν αἰσχρὰν φαντασίαν· εἰ δὲ ταῦτα οὕτω κρατεῖ τοῦ λογισμοῦ διὰ τὴν προσπάθειαν, καὶ ἀργεῖν τὰς αἰσθήσεις παρασκευάζει, πόσῳ μᾶλλον ὁ τῆς φιλοσοφίας ἔρως, ἀποτάξασθαι, καὶ τοῖς αἰσθητοῖς, καὶ ταῖς αἰσθήσεσι ποιήσει τὸν νοῦν, μετάρσιον ἁρπάζων αὐτόν, τῇ τῶν νοητῶν θεωρίᾳ προσασχολῶν; ὡς γὰρ τεμνόμενον, ἢ καιόμενον, οὐκ ἂν εἰσέλθοι λογισμὸς ἔξω τοῦ κατέχοντος πάθους, διὰ τὴν κρατοῦσαν ὀδύνην· οὕτως οὐδὲ τὸν ὁτιοῦν ἐμπαθῶς λογιζόμενον, παρενθυμεῖσθαι δυνατὸν ἄλλό τι, τοῦ κατέχοντος πάθους τὴν διάνοιαν, ὅλον τῇ οἰκείᾳ ποιότητι τὸν λογισμὸν ποιήσαντος· ὀδύνη γὰρ οὐ παραδέχεται πόνον· οὐδὲ λύπη χαράν· οὐδὲ κατήφεια εὐφροσύνην· οὐδ᾽ αὖ πάλιν πόνος δυναστεύων, προσίεται ἡδονήν, οὐδὲ κρατοῦσα λύπη, χαρὰν ἔχει παρεζευγμένην· οὐδὲ κατήφεια ἐγκέκραται εὐφροσύνῃ· ἀλλὰ ἐπιπλόκως ἔχει πρὸς ἄλληλα τὰ ἐναντία πάθη, καὶ οὐκ ἂν εἰς τὸ αὐτὸ συνέλθοι ποτέ· οὐδὲ μὴ ῥέψοι πρὸς φιλικὴν κοινωνίαν, διὰ τὴν ἐκ φύσεως ἄσπονδον ἔχθραν, καὶ ἀλλοτρίωσιν. μὴ τοίνυν τὸ τῆς ἀρετῆς καθαρόν. ταῖς τῶν κοσμικῶν πραγμάτων ἐννοίαις ἐπιθολούσθω. μηδὲ τὸ τῆς θεωρίας εἰλικρινές, σωματικαῖς ἐπιταρασσέσθω φροντίσιν· ἵνα ἡ τῆς ἀληθοῦς φιλοσοφίας εἰκών, τὸ οἰκεῖον ἀπολάμπουσα κάλλος, μηκέτι ψέγηται παρὰ τῶν θρασυστόμων· μηδὲ χλεύης ὑπόθεσις, διὰ τῆς τῶν γραφόντων ἀπειρίας γένηται, ἀλλ᾽ ἐπαινῆται· κἂν μὴ παρὰ ἀνθρώπων, ἀλλ᾽ οὖν γε παρὰ τῶν ἄνω δυνάμεων· ἢ παρ᾽ αὐτοῦ τοῦ δεσπότου Χριστοῦ, παρ᾽ οὖ καὶ οἱ ἅγιοι ἐζήτουν τὸν ἔπαινον· ὡς ὁ μέγας Δαβίδ, ὁ πατήσας τὴν ἀνθρωπίνην δόξαν, καὶ παρὰ Θεοῦ τὴν εὐφημίαν αἰτῶν.
παρὰ σοῦ ὁ ἔπαινός μου· λέγων· καὶ ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἄνθρωποι μὲν γὰρ πολλάκις, καὶ βασκανίᾳ διαβάλλουσι τὰ καλά· τὸ δὲ ἄνω θέατρον, ἀδεκάστως κρίνει τὰ πράγματα, καὶ τῇ ἀληθείᾳ τῶν γινομένων τὴν ψῆφον βραβεύει. τοῦτο οὖν, ὃ καὶ ἀνάγκη τέρψαι τῇ τῶν ἔργων τερπνότητι, τερπέσθω τὸ θέατρον· παρὰ δὲ τῶν οὐδὲ ἀμοιβὰς ἀποδοῦναι τῶν εὖ βεβιωμένων, οὔτε ὑπὲρ τῶν ἄλλως ἐχόντων τιμωρήσασθαι δυναμένων ἀνθρώπων, οὐ πολὺς ὁ λόγος· ἐὰν ἢ φθόνῳ, ἢ προσπαθείᾳ, τὰ τῆς ἀρετῆς ἔργα κακίας ὀνόμασι συσκιάζοντες, τὸν τῷ Θεῷ, καὶ Ἀγγέλοις ἐγνωσμένον βίον, πεπλανημέναις διαβάλλωσι βλασφημίαις· ἕψεται γὰρ πάντως κατὰ τὸν καιρὸν τῆς ἀνταποδόσεως τοῖς εὖ βεβιωκόσιν, οὐκ ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπολήψεως, ἀλλ᾽ ἀπ᾽ αὐτῆς τῶν βεβιωμένων τῆς ἀληθείας, ἡ ἁμοιβὴ τῶν αἰωνίων ἀγαθῶν. ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ Ἁγίῳ Πνεύματι· νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Notes
- Εἰ δέ.
- ὄντος
- εἰκαῖος
- φορολογίαν.
- τρυφώντων
- χαύνωσις.
- φθίσις ὄνομα νόσου ἐξ αἵματος γινομένης
- ἐν ἄλλ. ὁ νόμος
- ἐν ἄλλ. πυρρούς.
- ἴσ. ἐξελεῖται