Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Diadochos of Photiki, 23. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΜΑΚΑΡΙΟΥ
ΔΙΑΔΟΧΟΥ
ΕΠΙΣΚΟΠΟΥ ΦΩΤΙΚΗΣ
Ὁ Ἐν Ἁγίοις Πατὴρ ἡμῶν Διάδοχος, ὁ τῆς Φωτικῆς τῆς ἐν τῇ παλαιᾷ Ἡπείρῳ τοῦ Ἰλλυρικοῦ χρηματίσας Ἐπίσκοπος, ὅτι μὲν ἦν παλαιός, καὶ πρὸ τοῦ ἑβδόμου αἰῶνος, τοῦτο ἂν ἔχοι τις συμπεράναι ἐκ τῶν τοῦ Ἁγίου Μαξίμου, ἐν οἷς τῶν τοῦ Διαδόχου μέμνηται κεφαλαίων· ὅτι δὲ ἦν καὶ σοφὸς ἀνὴρ, πράξει καὶ θεωρίᾳ διαλάμπων, ἐκ τοῦ σωζομένου αὐτοῦ τούτου λόγου, παντὶ τῷ βουλομένῳ καταμαθεῖν ἔξεστιν· ὃν διὰ μακρᾶς πείρας φιλοσοφήσας καὶ θείας ἀναβάσεις ἐν τῇ καρδίᾳ διαθέμενος, ἄριστα συνεγράψατο. ἐν ἑκατὸν δὲ κεφαλαίοις διελών, καὶ αὐτά, ὡς εἰπεῖν, τὰ βαθύτατα ὄργια τῆς εὐκτικῆς ἀρετῆς μετ᾽ ἀκριβείας ἁπάσης ἀνακαλύψας· ναὶ μὴν, καὶ γραφικοῖς ρήμασι, καὶ γνώσεως ἀκριβοῦς θεωρίαις καταπυκνώσας, οἷόν τινα ἀρχέτυπον τῆς ἱερᾶς Νήψεως διδασκαλίαν ἐκ πασῶν συγκειμένην τῶν ἀρετῶν τοῖς μετ᾽ αὐτόν, μικροῦ δεῖν, ἅπασι νηπτικοῖς καὶ θεοφόροις πατράσι κατέλιπε. διὰ τοῦτο καὶ πολλοὺς ἂν εὕροις ἐξ αὐτῶν πυκνὰ πρὸς τὰ κεφάλαια ταῦτα, ὡς εἰς ἀπηκριβωμένους ἀποβλέποντας πίνακας, καὶ τὰς ἀφορμὰς ἐκ τούτων, καὶ μαρτυρίας αὐταῖς λέξεσιν εἰς τὰ αὐτοῖς φιλοπονηθέντα παράγοντας νηπτικά. μέμνηται δὲ τούτων καὶ Φώτιος οὕτωσὶ λέγων. Ἀναγνώσει σά. σελίδι 269. «Τούτοις οὖν (τοῖς δέκα ὅροις δηλαδὴ) τὰ ἑκατὸν κεφάλαια ὑποτέτακται, καὶ ἔστιν οὗτος ὁ λόγος εἰς τὸ ἄριστον τοῖς ἀσκουμένοις συγκείμενος, καὶ τοῖς ἐν αὐταῖς ἐγγεγυμνασμένοις ταῖς τελειοποιοῖς πράξεσιν, οὐκ ἀσαφές τε ἐμπαρεχόμενος... Ἥτε ἐπὶ παρουσίᾳ Ἀνδρονίκου τοῦ Παλαιολόγου συστᾶσα Σύνοδος· ὁ Θεσσαλονίκης Γρηγόριος, ὁ Θεσσαλονίκης Συμεών, ὁ Σιναίτης Γρηγόριος· Κάλλιστος ὁ Ἁγιώτατος, καὶ ἄλλοι συχνοί, τὸ ἀνεπίληπτον αὐτοῖς μαρτυροῦντες». Τὸ δὲ ἑκατοστὸν κεφάλαιον, ὅ φησι Φώτιος, εἰ καὶ δοκεῖ ἐπιλήψιμον εἶναι, ἀλλ᾽ οὖν ὁ θεῖος Μάξιμος πραγμάτων ἀπαλλάττει, πρὸς τὸν ὀρθὸν τῆς εὐσεβείας σκοπὸν τὸν νοῦν αὐτοῦ ἀναπτύσσων· ὡς ἐν τῷ τέλει τούτων ὁρᾶται.