Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Diadochos of Photiki, 24. Τοῦ Μακαρίου Διαδόχου Ἐπισκόπου Φωτικῆς ὅροι δέκα.
ΟΡΟΙ
ΤΟΥ ΜΑΚΑΡΙΟΥ
ΔΙΑΔΟΧΟΥ
ΕΠΙΣΚΟΠΟΥ ΦΩΤΙΚΗΣ
Ὅρος τῆς πίστεως, ἔννοια περὶ Θεοῦ ἀπαθής.
Ὅρος τῆς ἐλπίδος, ἐκδημία τοῦ νοῦ πρὸς τὰ ἐλπιζόμενα.
Ὅρος τῆς ὑπομονῆς, τὸν ἀόρατον ὡς ὁρατὸν ὁρῶντα τοῖς τῆς διανοίας ὀφθαλμοῖς, ἀδιαλείπτως ἐγκαρτερεῖν.
Ὅρος τῆς ἀφιλαργυρίας, οὕτω θέλειν τὸ μὴ ἔχειν, ὡς θέλει τὶς τὸ ἔχειν.
Ὅρος τῆς ἐπιγνώσεως, ἀγνοεῖν ἑαυτὸν ἐν τῷ ἐκστῆναι 1Θεοῦ.
Ὅρος τῆς ταπεινοφροσύνης, λήθη τῶν κατορθουμένων προσεχής.
Ὅρος τῆς ἀοργησίας, ἐπιθυμία πολλὴ τοῦ μὴ ὀργίζεσθαι.
Ὅρος τῆς ἁγνείας, αἴσθησις ἀεὶ κεκολλημένη τῷ Θεῷ.
Ὅρος τῆς ἀγάπης, αὔξησις φιλίας πρὸς τοὺς ὑβρίζοντας.
Ὅρος τῆς τελείας ἀλλοιώσεως ἐν τρυφῇ Θεοῦ, χαρὰν ἡγεῖσθαι τὸ στυγνὸν τοῦ θανάτου.
Notes
- ἐν ἄλλ Θεόν.