Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Theodore of Edessa, 30. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΘΕΟΔΩΡΟΥ
ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΣΚΗΤΟΥ
ΚΑΙ ΕΠΙΣΚΟΠΟΥ ΕΔΕΣΣΗΣ
Θεόδωρος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν, ἦν μὲν ἐπὶ τῆς βασιλείας Ἡρακλείου, καὶ Κωνσταντίνου τοῦ Πωγωνάτου, περίπου τὸ ἑξακοσιοστὸν ἑξηκοστὸν ἔτος, πρότερον δὲ τὸν ἀσκητικὸν βίον ἀγωνισάμενος κατὰ τὴν τοῦ Ἁγίου Σάββα μονήν· ὕστερον ψήφῳ θείᾳ ἐπὶ τὸν τῆς πόλεως Ἐδέσσης Ἐπισκοπικὸν θρόνον ἀνάγεται, καὶ πολλῶν θαυμάτων αὐτουργὸς γεγονὼς ζῶν ἔτι, καὶ μετὰ θάνατον, καὶ ταῖς θείαις αὐτοῦ διδασκαλίαις πολλοὺς μάρτυρας, καὶ σωζομένους ἀναδείξας κατὰ τὴν δεκάτην ἐνάτην Ἰουλίου πρὸς τὰς αἰωνίους μετέστη μονάς, ὡς ἐν τῇ βίβλῳ τῇ καλουμένῃ Καλοκαιρινῇ ὁ βίος αὐτοῦ συνεγράφη. Συγγράμματα δὲ εἴ τινα μὲν καὶ ἄλλα καταλέλοιπε, σαφὲς περὶ τούτων λέγειν οὐκ ἔχομεν. τὰ δὲ παρόντα ἑκατὸν κεφάλαια, αὐτῷ φιλοπονηθέντα τῷ καταλόγῳ τῶν λοιπῶν νηπτικῶν ἐνεκρίθησαν· πολύχουν γὰρ ταῦτα τὸν τῆς Ἱερᾶς Νήψεως, καὶ πνευματικῆς ὠφελείας καρπὸν προβάλλονται τοῖς μετ᾽ ἀκριβείας ἀναγινώσκουσι, καὶ οἱ τῆς ἑαυτῶν σωτηρίας ἐφιέμενοι. δεῦτε καὶ δαψιλέστατα δρέψασθε.
Ἐν δὲ τῷ τέλει τῶν παρόντων τουτωνὶ κεφαλαίων καὶ τὸ τοῦ Θεοδώρου ἐπιφερόμενον ὄνομα τουτὶ Θεωρητικὸν προσετέθη· ὃ δὴ τῆς αὐτῆς τοῖς κεφαλαίοις νηπτικῆς ἰδέας καθορῶντες ἐχόμενον, καὶ τῷ αὐτῷ χαρακτῆρι τοῦ λόγου ἑπόμενον, ὡς ἀπό τινων εἰκότων καὶ σημείων, γνήσιον εἶναι γόνον τοῦ αὐτοῦ Θεοδώρου συνεπεράναμεν.