Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

Abba Isaiah, 4. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΗΣΑΙΟΥ ΤΟΥ ΑΝΑΧΩΡΗΤΟΥ

Ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἡσαίας ὁ Ἀναχωρητής ἔζη ἐν ἔτει ἀπὸ Χριστοῦ τριακοσιοστῷ ἑβδομηκοστῷ, σύγχρονος γεγονὼς τῷ Ἀββᾷ Μακαρίῳ τῷ μεγάλῳ. νυκτὸς δὲ καὶ ἡμέρας ταῖς θείαις ἐμμελετήσας γραφαῖς, καὶ δαψιλῆ τὰ νάματα τῆς πνευματικῆς σοφίας ἐκ τῶν πηγῶν τοῦ σωτηρίου ἀντλήσας, πολλῶν καὶ καλλίστων λόγων ἐγένετο ποιητής, διαφόρους ψυχωφελεῖς ὑποθέσεις περιεχόντων, ὡς ὅλην βίβλον ἐκ τούτων συναπαρτίζεσθαι. ὧν καὶ τὸ λογίδιον τουτὶ ἀποτεμαχίσαντες, τοῖς τηρῆσαι ποθοῦσι τὸν οἰκεῖον νοῦν, παρεθήκαμεν· διδάσκει γὰρ ὡς ἐν συντόμῳ, ὅπως τε χρὴ τὰς προσβολὰς τῶν λογισμῶν ἀποκρούειν, καὶ ἀκατάγνωστον τὴν συνείδησιν ἔχειν, κρυπτῶς τε μελετᾷν, καὶ ἐν ἀταραξίᾳ πάσῃ ἐπιστημόνως διαφυλάττειν τὸ τῆς ψυχῆς τριμερές.

· Contents ·