Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Theodore of Edessa, Τοῦ Ὁσίου, καὶ Θεοφόρου Πατρὸς ἡμῶν Θεοδώρου Ἐπισκόπου Ἐδέσης,…
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΘΕΟΔΩΡΟΥ
ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΣΚΗΤΟΥ,
ΚΑΙ ΕΠΙΣΚΟΠΟΥ ΕΔΕΣΣΗΣ
ΚΕΦΑΛΑΙΑ ΠΑΝΥ ΨΥΧΩΦΕΛΗ Ρ΄.
Ἐπειδήπερ, Θεοῦ τοῦ ἀγαθοῦ χάριτι ἀποταξάμενοι τῷ σατανᾶ, καὶ τοῖς ἔργοις αὐτοῦ, τῷ Χριστῷ συνεταξάμεθα ἔντε τῷ λουτρῷ τῆς παλιγγενεσίας, καὶ νῦν αὖθις διὰ τοῦ μοναχικοῦ ἐπαγγέλματος, τηρήσωμεν αὐτοῦ τὰς ἐντολάς. τοῦτο γὰρ ἡμᾶς ἀπαιτεῖ, οὐ μόνον τὸ διπλοῦν ἐπάγγελμα, ἀλλὰ καὶ ἡ φυσικὴ ὁφειλή, καθ᾽ ἣν κτισθέντες ὑπὸ τοῦ Θεοῦ πρώτως καλοὶ λίαν, τοῦτο εἶναι ὀφείλομεν. κἂν γὰρ ἡ ἁμαρτία ὑπεισελθοῦσα ἐξ ἀπροσεξίας ἡμετέρας τὸ παρὰ φύσιν παρεισήγαγεν, ἀλλὰ πάλιν ἀνεκλήθημεν διὰ πλήθους ἐλέους Θεοῦ ἡμῶν, καὶ ἀνεκαινίσθημεν τῷ πάθει τοῦ ἀπαθοῦς. τιμῆς τε ἠγοράσθημεν τῷ αἵματι τοῦ Χριστοῦ, λυτρωθέντες τῆς ἀρχαίας παραβάσεως πατροπαραδότου. λοιπὸν εἰ γενώμεθα δίκαιοι, οὐδὲν μέγα· ἀλλὰ μᾶλλον τὸ ἐκπεσεῖν δικαιοσύνης, ἐλεεινόν, καὶ καταγνώσεως ἄξιον.
Ὥς περ ἔργον ἀγαθόν, χωρὶς ὀρθῆς πίστεως γινόμενον, νεκρόν ἐστι πάμπαν, καὶ ἀνενέργητον· οὕτω δὴ καὶ πίστις μόνη, χωρὶς ἔργων δικαιοσύνης, οὐ ρύεται ἡμᾶς τοῦ αἰωνίου πυρός· ὁ γὰρ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει. εἰ οὖν ἀγαπῶμεν τὸν Κύριον, καὶ πιστεύωμεν εἰς αὐτόν, ἀντιποιώμεθα τῆς τῶν ἐντολῶν αὐτοῦ ἐργασίας, ἵνα τευξώμεθα ζωῆς αἰωνίου. εἰ δὲ παροπτέα ἡμῖν ἡ τῶν προσταγμάτων αὐτοῦ τήρησις, οἷς ἡ κτίσις ἅπασα πειθαρχεῖ, πῶς πιστοὺς ἑαυτοὺς καλέσωμεν; τετιμημένοι ὑπὲρ πᾶσαν τὴν κτίσιν, μόνοι δὲ ἐκ πάντων ἀπειθεῖς τοῖς τοῦ πεποιηκότος προστάγμασι, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην δεικνύμενοι;
Τὰς ἐντολὰς τοῦ Χριστοῦ τηροῦντες, οὐδὲν ἐκείνῳ παρέχομεν, ἀνενδεεῖ τε ὄντι, καὶ πάντων τῶν ἀγαθῶν δοτῆρι. ἀλλ᾽ ἑαυτοὺς εὐεργετοῦμεν τὴν αἰώνιον ἑαυτοῖς προξενοῦντες ζωήν, καὶ ἀπόλαυσιν τῶν ἀνεκλαλήτων ἀγαθῶν.
Πᾶς ὁ ἐναντιούμενος ἡμῖν πρὸς κατόρθωσιν τῶν ἐντολῶν τοῦ Θεοῦ, κἂν πατὴρ εἴη, κἂν μήτηρ, κἂν ὅς τις οὖν, βδελυκτὸς ἡμῖν ἔστω, καὶ μισητός· ἵνα μὴ ἀκούσωμεν, ὅτι ὁ φιλῶν πατέρα, ἢ μητέρα ὑπὲρ ἐμέ, ἢ ἕτερόν τινα τῶν ἁπάντων, οὐκ ἔστι μου ἄξιος.
Καὶ δὴ πάσῃ δυνάμει σφίγξωμεν ἑαυτοὺς πρὸς ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, ἵνα μὴ σειραῖς δυσλύτοις ἐπιθυμιῶν πονηρῶν, καὶ ἡδονῶν ψυχοφθόρων συσφιγχθῶμεν· καὶ λεχθήσεται καὶ περὶ ἡμῶν ἡ τῆς ἀκάρπου συκῆς ἀπόφασις· ἔκκοψον αὐτήν, λέγουσα, ἵνα μὴ καὶ τὸν τόπον καταργῇ· πᾶς γάρ, φησίν, ὁ μὴ ποιῶν καρπὸν καλόν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.
Ὁ ἐπιθυμίαις, καὶ ἡδοναῖς ἡττώμενος, καὶ ἐν τῷ κόσμῳ ἀναστρεφόμενος, ταχέως τοῖς τῆς ἁμαρτίας ἐμπεσεῖται δικτύοις· ἡ δὲ ἁμαρτία ἅπαξ πραχθεῖσα, πῦρ ἐστι κατὰ καλάμης, λίθος κατὰ πρανοῦς, χαράδρα τὰς διεξόδους εὐρύνουσα· ταῦτα δὴ τὰ ἀδόμενα, καὶ παντὶ τρόπῳ τοῦ κεκτημένου αὐτὴν κατεργάζεται τὴν ἀπώλειαν.
Ἡ ψυχὴ ἐφόσον μὲν εἰς τὸ παρὰ φύσιν ἐστίν, ἐξηγριωμένη καὶ ἐξηκανθωμένη ταῖς ἡδοναῖς, οἰκητήριον ἐστὶ τῶν ἀλλοκότων θηρίων, κατὰ τὸ εἰρημένον· ὅτι ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις· ἅτινα εἰσὶ τὰ ποικίλα πάθη τῆς ἀτιμίας· ἐπὰν δὲ εἰς τὸ κατὰ φύσιν ἑαυτὴν ἀνακαλέσηται, (δύναται γὰρ ἡνίκα θελήσῃ ἕως τῷ σαρκίῳ συνέζευκται), καὶ ἡμερώσῃ ἑαυτὴν δι᾽ ἐπιμελοῦς φιλεργίας, καὶ τῷ τοῦ Θεοῦ νόμῳ πολιτεύσηται, τὰ μὲν πρώην ἐμφωλεύοντα θηρία δραπετεύσουσιν· οἱ δὲ τῆς ζωῆς ἡμῶν φύλακες Ἄγγελοι παραγίνονται, ἡμέραν εὐφροσύνης ποιούμενοι τὴν αὐτῆς ἐπιστροφήν· καὶ ἡ τοῦ Παναγίου Πνεύματος χάρις ἐπιδημεῖ ἐν αὐτῇ, διδάσκουσα γνῶσιν ὅπως ἂν διαφυλαχθῇ ἐν τῷ ἀγαθῷ, καὶ ἐπὶ μείζονα προέλθῃ.
Ὅπλον οἱ πατέρες πνευματικὸν τὴν προσευχὴν ὁρίζονται, καὶ οὐκ ἔστιν ἄνευ τούτου εἰς πόλεμον ἐξιέναι, ἵνα μὴ δορυάλωτοι ἐν τῇ τῶν ἐχθρῶν ἀπαχθῶμεν χώρᾳ· προσευχὴν δὲ καθαρὰν οὐκ ἔστι κτήσεσθαι μὴ προσκαρτερήσαντα τῷ Θεῷ ἐν εὐθείᾳ καρδίᾳ· αὐτὸς γὰρ ἐστὶν ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ, καὶ διδάσκων ἄνθρωπον γνῶσιν.
Τὸ μὲν παρενοχλεῖν τὰ πάθη τὴν ψυχήν, καὶ προσβάλλειν εἰς μάχην, τῶν οὐκ ἐφ᾽ ἡμῖν ἐστί· τὸ δὲ χρονίζειν ἐν ἡμῖν τὰς αὐτῶν ἐννοίας, καὶ τὰ πάθη κινεῖν, τῶν ἐφ᾽ ἡμῖν ὑπάρχει· τὸ μὲν οὖν πρῶτον ἀναμάρτητόν ἐστι, καθὸ καὶ οὐκ ἐφ᾽ ἡμῖν· τὸ δὲ δεύτερον, εἰ μὲν ἀνδρείως ἀντιμαχησάμενοι νικήσομεν, στεφάνων· εἰ δὲ χαυνώσει καὶ δειλίᾳ ἡττηθῶμεν, τιμωριῶν πρόξενοι.
Τρία μὲν εἰσὶ τὰ γενικώτατα πάθη, δι᾽ ὧν γεννῶνται πάντα· φιληδονία, φιλαργυρία, καὶ φιλοδοξία· οἷς ἐπακολουθοῦσιν ἑτερα πέντε πονηρίας Πνεύματα· καὶ λοιπὸν ἐξ ἐκείνων πολὺς γεννᾶται ἐσμὸς παθῶν, καὶ εἴδη ποικιλομόρφου κακίας· ὁ οὖν τοὺς τρεῖς ἀρχηγοὺς καὶ ἡγεμόνας νικήσας, συγκαθεῖλε καὶ τοὺς πέντε, εἶτα καὶ πάντα ὑπέταξε τὰ πάθη.
Ὅσα περ ἐμπαθῶς διεπράξαμεν, τούτων καὶ αἱ μνῆμαι τὴν ψυχὴν ἐμπαθῶς τυραννοῦσιν· ὅταν δὲ τὰ ἐμπαθῆ ἐνθυμήματα πάντῃ τῆς καρδίας ἐξαλειφθῇ, ὡς μηδὲ προσβάλλειν αὐτῇ, τότε σημεῖον φαίνεται τῆς συγχωρήσεως τῶν προτέρων ἁμαρτημάτων· ἕως γὰρ ἐμπαθῶς ἡ ψυχὴ κινεῖται, καὶ ἡ τῆς ἁμαρτίας ἐπικράτεια ἐν αὐτῇ γνωρίζεται.
Τὰ μὲν σωματικά, καὶ ἔνυλα πάθη, διὰ τῶν τοῦ σώματος κακοπαθειῶν ἐλαττοῦσθαι καὶ ἀπομαραίνεσθαι πέφυκε· τὰ δὲ ψυχικά, καὶ ἀφανῆ, διὰ τῆς ταπεινοφροσύνης, καὶ πραότητος, καὶ ἀγάπης ἀφανίζονται.
Ἐπιθυμίαν μὲν ἐμπαθῆ, μαραίνει ἐγκράτεια σὺν ταπεινοφροσύνῃ· θυμὸν δὲ φλεγμαίνοντα, πραύνει ἀγάπη· λογισμὸν δὲ ῥεμβόμενον, συνάγει προσευχὴ ἐπιτεταμένη μετὰ μνήμης Θεοῦ· καὶ οὕτω τὸ τριμερὲς τῆς ψυχῆς καθαρίζεται· τοῦτο γὰρ διορθούμενος ὁ θεῖος Ἀπόστολος, ἔλεγεν· εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον.
Τινὲς μὲν ἡπόρησαν εἰπόντες, πότερον, ἡ ἔννοια τὰ πάθη κινεῖ, ἢ τὰ πάθη τὴν ἔννοιαν· ὡς τινῶν μὲν τοῦτο λεγόντων, τινῶν δὲ ἐκεῖνο· ἐγὼ δὲ φημὶ ἐκ τῶν παθῶν τὰς ἐννοίας κινεῖσθαι· εἰ γὰρ οὐκ ἦν ἐν τῇ ψυχῇ τὰ πάθη, οὐκ ἂν αἱ τούτων ἔννοιαι ὤχλησαν αὐτήν.
Ἔθος ἐστὶ τοῖς ἀεὶ πολεμοῦσιν ἡμᾶς δαίμοσιν, ὡς τὰ μὲν δυνατὰ καὶ ἐπιτήδεια ἡμῖν τῶν ἀρετῶν κωλύειν, τῶν δὲ ἀδυνάτων καὶ ἀκαίρων πόρον ἡμῖν ἰσχυρὸν ἐμβάλλειν· τοῖς μὲν ἐν ὑποταγῇ προκόπτουσι, τὰ τῶν ἡσυχαστῶν ἔργα πράττειν καταναγκαζουσι· ἡσυχασταῖς δὲ πάλιν καὶ ἀναχωρηταῖς, τοῦ κοινοβιακοῦ κανόνος ἐπιθυμίαν ἐμβάλλουσι· ταύτῃ δὲ τῇ μεθόδῳ καὶ ἐφ᾽ ἑκάστῃ ἀρετῇ χρῶνται· ἀλλ᾽ ἡμεῖς τὰ νοήματα αὐτῶν μὴ ἀγνοήσωμεν, πάντα καλὰ εἰδότες καιρῷ αὐτῶν, καὶ μέτρῳ· ἔμπαλιν δὲ βλαβερὰ τάτε ἄμετρα, καὶ ἄκαιρα πάντα.
Τοῖς μὲν τῷ κόσμῳ ἀναστρεφομένοις, καὶ πλησιάζουσι ταῖς ὕλαις τῶν παθῶν, διὰ τοῦ κατὰ τὴν πρᾶξιν πολέμου οἱ δαίμονες πολεμοῦσι, καὶ παλαίουσι· τοῖς δὲ ἐν ἐρήμοις διὰ τὴν τῶν πραγμάτων σπάνιν, τοῖς λογισμοῖς ἐνοχλοῦσι· πάνυ δὲ χαλεπώτερος ὁ δεύτερος τοῦ προτέρου καθέστηκε πόλεμος· ὁ μὲν γὰρ διὰ τῶν πραγμάτων, χρόνου δεῖται, καὶ τόπου, καὶ ἐπιτηδειότητος· ὁ δὲ τοῦ νοὸς εὐκίνητός πως, καὶ δυσκάθεκτος· ταύτης δὲ τῆς ἀσωμάτου πάλης ἀντίπαλος ἡμῖν ἡ καθαρὰ προσευχὴ δέδοται, διὸ καὶ ἀδιαλείπτως αὕτη νενομοθέτηται· ἐρρωμένον οὖν τὸν νοῦν πρὸς τὸν ἀγῶνα παρασκευάζει, ὡς δυναμένη καὶ δίχα τοῦ σώματος ἐπιτελεῖσθαι.
Τὴν τελείαν τῶν παθῶν νέκρωσιν ὁ θεῖος δηλῶν Ἀπόστολος, οἱ δὲ τοῦ Χριστοῦ, φησί, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. ὅταν γὰρ τὰ πάθη νεκρώσωμεν, καὶ τὰς ἐπιθυμίας ἐξαφανίσωμεν, καὶ τὸ τῆς σαρκὸς φρόνημα ὑποτάξωμεν τῷ Πνεύματι, τότε λαμβάνομεν τὸν σταυρόν, καὶ ἀκολουθοῦμεν τῷ Χριστῷ· οὐδὲν γὰρ ἄλλο ἡ ἀναχώρησις πέφυκε, ἀλλ᾽ ἢ νέκρωσις τῶν παθῶν, καὶ φανέρωσις τῆς ἐν Χριστῷ κρυπτομένης ζωῆς.
Οἱ ἀπὸ τῆς ἐπαναστάσεως τοῦ σώματος τοῦ θανάτου τούτου ταλαιπωρούμενοι, καὶ πρὸς τὸν καθ᾽ ὥραν αὐτοῦ πόλεμον ἀπαγορεύοντες, μὴ τὴν σάρκα, ἀλλ᾽ ἑαυτοὺς καταμεμφέσθωσαν· εἰ γὰρ μὴ αὐτοὶ δεδώκασιν αὐτῇ τὴν ἰσχύν, πρόνοιαν αὐτῆς εἰς ἐπιθυμίαν ποιούμενοι, οὐκ ἂν τοσοῦτον ὑπ᾽ αὐτῆς τεταλαιπωρήκεσαν· ἢ οὐχ ὁρῶσι τοὺς σταυρώσαντας ἑαυτοὺς σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῇ θνητῇ αὐτῶν σαρκὶ περιφέροντας, ὅπως αὐτὴν συνεργὸν μᾶλλον πρὸς τὰ καλά, καὶ οὐκ ἀντίπαλον κέκτηνται, ἀλλ᾽ εἰκουσαν, καὶ ἀγομένην τῷ τοῦ Θεοῦ νόμῳ· καὶ αὐτοὶ τοίνυν οὕτω ποιείτωσαν, καὶ τῆς ὁμοίας ἀπολαύσουσιν ἀναπαύσεως.
Πᾶσα συγκατάθεσις λογισμοῦ πρός τινα ἀπηγορευμένην ἐπιθυμίαν, ἤγουν νεῦσις ἐνήδονος, ἁμαρτία ἐστὶ Μοναχῷ· πρότερον μὲν γὰρ ὁ λογισμὸς ἄρχεται διὰ τοῦ παθητικοῦ μέρους τὸν νοῦν σκοτίζειν, εἶτα νεύει ἡ ψυχὴ πρὸς τὴν ἡδονήν, μὴ ἀντέχουσα τῆς πάλης. καὶ λοιπὸν συγκατάθεσις λέγεται, ἥτις, ὡς εἴρηται, ἁμαρτία ἐστί. χρονίζουσα δέ, κινεῖ τὸ λεγόμενον πάθος· ἔπειτα κατὰ μικρὸν ἔρχεται καὶ εἰς τὴν κατ᾽ ἐνέργειαν πρᾶξιν τῆς ἁμαρτίας· διὰ τοῦτο μακαρίζει ὁ προφήτης τοὺς τὰ Βαβυλώνεια νήπια προσαράσσοντας τῇ πέτρᾳ· δήλη δὲ ἐστὶν ἡ ὑπόθεσις τοῖς συνετοῖς καὶ ἐχέφροσιν.
Ἀγάπης μὲν καὶ εἰρήνης οἱ Ἄγγελοι θεράποντες ὄντες, χαίρουσιν ἐπὶ τῇ ἡμετέρᾳ μετανοίᾳ, καὶ προκοπῇ τῇ πρὸς ἀρετήν· ἐντεῦθεν σπουδάζουσι πνευματικῶν ἡμᾶς ἐμπιπλᾶν θεωριῶν, καὶ συνεργοῦσι πρὸς πᾶν ἀγαθόν. ἔμπαλιν οἱ δὲ δαίμονες ὀργῆς καὶ κακίας ὄντες δημιουργοί, χαίρουσι μειουμένης τῆς ἀρετῆς, καὶ ἔργον τίθενται εἰς αἰσχρὰς φαντασίας τὰς ψυχὰς ἡμῶν ἐκκλίνειν·
Πίστις ἐστὶν εὐδιάθετον ἀγαθόν· αὕτη γεννᾷ ἐν ἡμῖν τὸν φόβον τοῦ Θεοῦ· ὁ δὲ φόβος τοῦ Θεοῦ διδάσκει τὴν τῶν ἐντολῶν τήρησιν, ἥτις λέγεται πρακτική· ἐκ δὲ τῆς πρακτικῆς, βλαστάνει ἡ τιμία ἀπάθεια. ἀπαθείας δὲ ἔκγονον, ἀγάπη, πλήρωμα οὖσα πασῶν τῶν ἐντολῶν, καὶ πάσας συσφίγγουσα καὶ διακρατοῦσα,
Ὥσπερ ἡ τοῦ σώματος αἴσθησις, ὑγιαίνουσα, αἰσθάνεται τίς ἡ κατέχουσα αὐτὸ ἀρρωστία, ὁ δὲ μὴ νοῶν, ἀναισθησίαν νοσεῖ· οὕτω δὴ καὶ ὁ νοῦς, ἐφ᾽ ὅσον τὴν οἰκείαν ἐνέργειαν σωζομένην κέκτηται, ἐπιγινώσκει τὰς ἑαυτοῦ δυνάμεις, καὶ οἶδε πόθεν αὐτῷ τὰ πάθη τυραννικώτερον ἐπεισέρχονται, καὶ πρὸς ἐκεῖνο τὸ μέρος τὴν ἰσχυρὰν συνίστησι μάχην· χαλεπὸν δέ, εἰ ἀναισθητῶν ἀναλίσκει τὰς ἡμέρας, τῷ νυκτομαχοῦντι ἐοικώς, καὶ μὴ θεωρῶν τοὺς λογισμοὺς τῶν πολέμων.
Ὅτε τὸ λογιστικὸν ἡμῶν ἀνενδότως ἐπιβάλλει τῇ θεωρίᾳ τῶν ἀρετῶν, καὶ τὸ ἐπιθυμητικὸν πρὸς ταύτην μόνην τέταται, καὶ τὸν αὐτῆς δοτῆρα Χριστόν, τὸ δὲ θυμικὸν κατὰ τῶν δαιμόνων ὁπλίζεται, τότε κατὰ φύσιν αἱ δυνάμεις ἡμῶν ἐνεργοῦσιν.
Τριμερής ἐστι πᾶσα λογικὴ ψυχὴ κατὰ τὸν Θεολόγον Γρηγόριον· τὴν μὲν οὖν ἐν τῷ λογιστικῷ συνισταμένην· ἀρετήν, φρόνησιν ἐκάλεσε, καὶ σύνεσιν, καὶ σοφίαν· τὴν δὲ ἐν τῷ θυμικῷ, ἀνδρίαν, καὶ ὑπομονήν· τὴν δὲ ἐν τῷ ἐπιθυμητικῷ, ἀγάπην, καὶ σωφροσύνην, καὶ ἐγκράτειαν· ἡ δὲ δικαιοσύνη ἐν πᾶσι τούτοις ἐγκατέσπαρται, ἁρμοδίως ἐνεργεῖν παρασκευάζουσα, καὶ διὰ μὲν τῆς φρονήσεως, ταῖς ἀντικειμέναις πολεμοῦσα δυνάμεσι, καὶ ὑπερμαχοῦσα τῶν ἀρετῶν· διὰ δὲ τῆς σωφροσύνης, ἀπαθῶς βλέπουσα τὰ πράγματα· διὰ δὲ τῆς ἀγάπης, πάντας ἀνθρώπους ὡς ἑαυτὸν φιλεῖν πείθουσα· διὰ δὲ τῆς ἐγκρατείας, πᾶσαν ἡδονὴν περικόπτουσα· διὰ δὲ τῆς ἀνδρίας καὶ ὑπομονῆς, πρὸς τοὺς ἀοράτους ὁπλίζεται πολέμους· αὕτη ἡ ἁρμονία τοῦ εὐήχου τῆς ψυχῆς ὀργάνου.
Ὁ σωφροσύνης ἐπιμελούμενος, καὶ τὴν μακαρίαν ποθῶν ἁγνείαν, ἣν οὐκ ἄν τις ἁμάρτῃ καλέσας ἀπάθειαν, ὑπωπιαζέτω καὶ δουλαγωγείτω τὴν σάρκα, σὺν ταπεινόφρονι λογισμῷ, τὴν θείαν ἐπικαλούμενος χάριν, καὶ τεύξεται τοῦ ποθουμένου· ὁ δὲ ἐκτρέφων τὸ σῶμα ἐν ἀκρασίαις βρωμάτων, Πνεύματι πορνείας ὀδυνηθήσεται· ὃν τρόπον γὰρ ὕδωρ πολὺ σβέννυσι φλόγα, οὕτω πύρωσιν σαρκός, καὶ φαντασίας αἰσχρὰς ἀφανίζει πεῖνα, ἢ ἐγκράτεια σὺν ταπεινώσει ψυχῆς.
Τὸ τῆς μνησικακίας πάθος πάντῃ σου τῆς ψυχῆς ἀπέστω, φιλόχριστε· μηδόλως δώσῃς τόπον τῇ ἔχθρᾳ· ὡς πῦρ γὰρ κεκρυμμένον ἐν λινοκαλάμῳ, οὕτω μνησικακία ἐμφωλεύουσα ἐν καρδίᾳ μᾶλλον δὲ προσεύχου ὑπὲρ τοῦ λελυπηκότος σε θερμῶς, καὶ εὐεργέτει αὐτόν, εἴτι ἂν ἡ χείρ σου εὐπορῇ, ὅπως ῥύσῃ ψυχήν σου ἐκ θανάτου, καὶ μὴ ἀπαρρησίαστος ἔσῃ ἐν καιρῷ προσευχῆς σου.
Ἐν ψυχαῖς ταπεινῶν, ἀναπαύσεται Κύριος· ἐν καρδίᾳ δὲ ὑπερηφάνων, τὰ πάθη τῆς ἀτιμίας· οὐδὲν γὰρ οὕτως ἐνισχύει ταῦτα καθ᾽ ἡμῶν, ὡς μεγαλόφρονες λογισμοί· καὶ οὐδὲν οὕτως ἐκριζοῖ τὰς πονηρὰς βοτάνας τῆς ψυχῆς, ὡς ἡ μακαρία ταπείνωσις· διὸ καὶ παθοκτόνος εἰκότως κέκληται.
Ἐνθυμήσεων πονηρῶν ἡ ψυχή σου καθαρευέτω, καὶ ἀρίσταις ἐννοίαις φωταγωγείσθω, ἔχων ἐπὶ νοῦν ἀεὶ τὸ εἰρημένον, ὅτι φιλήδονος καρδία, εἱρκτὴ καὶ ἅλυσις ἐν καιρῷ ἐξόδου. ἡ δὲ φιλόπονος, θύρα ἠνεωγμένη. τῳόντι γὰρ ψυχὰς καθαρὰς ἐξερχομένας τοῦ σώματος, Ἄγγελοι ὁδηγοῦσι, πρὸς τὴν μακαρίαν χειραγωγοῦντες ζωήν· τὰς δὲ ῥερυπωμένας, καὶ ἀμετανοήτους, δαίμονες, οἴμοι, παραλήψονται.
Ὡραία μὲν κεφαλὴ κεκοσμημένη διαδήματι πολυτίμῳ, λίθοις ἰνδικοῖς καὶ μαργάροις ἀποστίλβουσιν. ὡραιοτέρα δὲ ἀσυγκρίτως ψυχὴ πλουτοῦσα γνῶσιν Θεοῦ, καὶ φανωτάταις θεωρίαις πεφωτισμένη, ἔνοικον ἔχουσα τὸ Πανάγιον Πνεῦμα· καὶ τὶς διηγήσεται ἀξίως τὸ κάλλος ἐκείνης τῆς μακαρίας ψυχῆς;
Θυμὸν καὶ ὀργὴν αὐλίζεσθαι μὴ ἐάσῃς ἐν σοί· ἀνὴρ γὰρ, φησί, θυμώδης οὐκ εὐσχήμων· ἐν καρδίᾳ δὲ πρᾳέων, ἀναπαύσεται σοφία· εἰ δὲ τὸ τῆς ὀργῆς πάθος κυριεύσει τῆς ψυχῆς σου, κρείσσους σου εὑρεθήσονται οἱ ἐν κόσμῳ ἀναστρεφόμενοι, καὶ αἰσχυνθήσῃ, ἀδόκιμος μονάδος γενόμενος.
Ἐν παντὶ πειρασμῷ, καὶ παντὶ πολέμῳ, τὴν προσευχὴν κέκτησο ἀήττητον ὅπλον, καὶ νικήσεις τῇ τοῦ Χριστοῦ χάριτι. καθαρὰ δὲ αὕτη ἔστω, καθὼς ὁ σοφὸς ἡμῖν Διδάσκαλος ὑποτίθησι· βούλομαι γὰρ φησι, προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς, καὶ διαλογισμῶν· ὁ μέντοι τοιαύτης ἀμελῶν εὐχῆς, ἔκδοτος ἔσται πειρασμοῖς καὶ πάθεσιν.
Οἶνος μὲν εὐφραίνειν καρδίαν ἀνθρώπου γέγραπται· σὺ δὲ ὁ πενθεῖν καὶ κλαίειν ἐπαγγειλάμενος, τὴν τοιαύτην ἔκκλινον εὐφροσύνην, καὶ εὐφρανθήσῃ χαρίσμασι πνευματικοῖς· εὐφραινόμενος δὲ οἴνῳ, αἰσχροῖς συμβιωτεύσεις λογισμοῖς, καὶ πολλαῖς περιπαρήσῃ λύπαις.
Τὰς ἑορτὰς μὴ οἰνοποσίαις ἐκτελεῖν ἐννοοῦ, ἀλλ᾽ ἀνακαινίσει νοός, καὶ ψυχῆς καθαρότητι. γαστριζόμενος δὲ, καὶ οἰνοποτῶν, παροργήσεις μᾶλλον τὸν προεξάρχοντα τῆς πανηγύρεως.
Ἀγρυπνεῖν ἐν ψαλμωδίαις, καὶ προσευχαῖς, καὶ ἀναγνώσεσι, πάντοτε μὲν, ἐν ἑορταῖς δὲ μάλιστα προστετάγμεθα. ἄγρυπνος γὰρ Μοναχός, λεπτύνει διάνοιαν αὐτοῦ πρὸς θεωρίας ψυχωφελεῖς. ὕπνος δὲ πολύς, νοῦν παχύνει· ἀλλ᾽ ὅρα μὴ δῷς σεαυτὸν ἐν ἀγρυπνίᾳ διηγήμασι κενοῖς, ἢ λογισμοῖς πονηροῖς. κρεῖσσον γὰρ καθεύδειν, ἢ περὶ λόγους τε καὶ λογισμοὺς ἀγρυπνεῖν ματαίους.
Ὄφιν ὁ τρέφων ἐν κόλπῳ, καὶ λογισμὸν πονηρὸν ἐν καρδία, θανατωθήσεται. ὁ μὲν, τὸ σῶμα πληγεὶς κέντρῳ ἰοβόλῳ, ὁ δὲ, τῇ ψυχῇ ἀποθέμενος ἰὸν θανατηφόρον. ἀλλὰ γεννήματα ἐχιδνῶν ταχέως ἀποκτείνωμεν, καὶ λογισμοὺς πονηροὺς ἐν καρδίᾳ μὴ ᾠδίνωμεν, ἵνα μὴ πικρῶς ὀδυνηθῶμεν.
Ψυχὴ καθαρά, σκεῦος ἐκλογῆς, εἰκότως ἂν κληθείη, κῆπος τε κεκλεισμένος, καὶ πηγὴ ἐσφραγισμένη, καὶ θρόνος αἰσθήσεως. ἡ δὲ μολυσμοῖς ἀκαθάρτοις μολυνομένη, βορβόρου δυσωδίας πεπλήρωται.
Καλλωπισμῷ ἱματίων, καὶ πλησμονῇ γαστρός, καὶ ἐντεύξεσι βλαβεραῖς, τοὺς πονηροὺς γεννᾶσθαι λογισμοὺς ἐν τῇ ψυχῇ, τῶν ἐμπείρων καὶ πρακτικῶν γερόντων ἀκήκοα.
Ἐπιθυμία χρημάτων ἐν ψυχαῖς ἀσκητῶν μὴ αὐλιζέσθω. πολυκτήμων γὰρ Μοναχός, ναῦς ἐστὶν ὕπαντλος, κύμασι φροντίδων χειμαζομένη, καὶ λύπης βυθῷ καταδυομένη. πολλῶν παθῶν τὸ τῆς φιλαργυρίας κακὸν γεννήτωρ τυγχάνει, ῥίζα πάντων τῶν κακῶν προσηκόντως κληθέν.
Ἀκτημοσύνη, καὶ σιωπή, θησαυρός ἐστι κεκρυμμένος ἐν ἀγρῷ τῆς μοναδικῆς πολιτείας. ἀπελθὼν οὖν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ τουτονὶ κτῆσαι τὸν ἀγρόν, καὶ τὸν θησαυρὸν ἀνορύξας, ἄσυλον σεαυτῷ περιφύλαξον, ἵνα πλουτήσῃς πλοῦτον μὴ κενούμενον.
Πατρὶ συνοικήσας πνευματικῷ, καὶ ὠφελείας αἰσθανθεὶς παρ᾽ αὐτοῦ, μηδείς σε χωριζέτω τῆς ἀγάπης αὐτοῦ καὶ συναυλίας. μὴ κρίνῃς αὐτὸν ἔν τινι, μὴ κακολογήσῃς ἐλεγχόμενος, ἢ τυπτόμενος, μὴ δῷς ἀκοὴν σου τινὶ καταλαλοῦντι, μὴ συνδυάσῃς τῷ λοιδοροῦντι τοῦτον, ἵνα μὴ ὀργισθῇ Κύριος ἐπὶ σοὶ, καὶ ἐξαλείψει σε ἐκ βίβλου ζώντων.
Τὸ τῆς ὑποταγῆς ἄθλον διὰ τῆς ἀποταγῆς τελειοῦται, καθὼς μεμαθήκαμεν. ὁ δὲ ταύτην μετερχόμενος, τοῖς τρισὶ περιφραχθήτω ὅπλοις. πίστει φημί, καὶ ἐλπίδι, καὶ ἀγάπῃ τῇ πανσέπτῳ, καὶ θείᾳ, ἵνα δι᾽ αὐτῶν τετειχισμένος, τὸν καλὸν ἀγωνιᾶται ἀγῶνα, καὶ τοὺς τῆς δικαιοσύνης λάβῃ στεφάνους.
Μὴ τῶν ἔργων τοῦ πατρός σου ἔσο δικαστής, ἀλλὰ τῶν ἐντολῶν ἐκπληρωτής. ἔθος γὰρ τοῖς δαίμοσιν τοῦ αὐτοῦ δεικνύειν σοι ἐλλείψεις, ἵνα σοι τὰ ὦτα κωφεύσωσι πρὸς τὰς ῥήσεις. καὶ ἢ τῆς παλαίστρας, ὡς ἀνάλκῇ σε καὶ δειλόν, ἀποστήσωσι στρατιώτην, ἢ μόνοις ἀπιστίας ἐκλύσωσι λογισμοῖς καὶ χαῦνον ἀπεργάσωνται πρὸς πᾶσαν ἀρετῆς ἰδέαν.
Ὁ πατρικῶν παρακούων ἐντολῶν τῶν ἐξαιρέτων ἐπαγγελίας συνθηκῶν παραβάτης εὑρίσκεται. ὁ δὲ τὴν ὑπακοὴν ἐγκολπωσάμενος, τὸ ἴδιον θέλημα μαχαίρᾳ ταπεινοφροσύνης ἀποσφάξας, οὗτος ἐξεπλήρωσε, τό γε εἰς αὐτὸν ἧκον, ἅπερ ἐπὶ πολλῶν μαρτύρων Χριστῷ ἐπηγγείλατο.
Ἐπισημηνάμενοι διέγνωμεν, καὶ τρανῶς μεμαθήκαμεν, ὅτι τοὺς ἐν ὑποταγῇ πατέρων ἀσκοῦντας, πάνυ ζηλοῦσιν οἱ ἐχθροὶ τῆς ζωῆς ἡμῶν δαίμονες, τρίζοντες κατ᾽ αὐτῶν τοὺς ὀδόντας αὐτῶν, καὶ παντοίας ἐπινοούμενοι μηχανάς. τί μὲν οὐ ποιοῦντες, τί δὲ οὐχ ὑποβάλλοντες; ὥστε χωρίσαι αὐτοὺς τῶν πατρικῶν ἀγκαλῶν. προφάσεις δεικνύουσιν ὡς δῆθεν εὐλόγους, παροξυσμοὺς μεθοδεύουσι, μῖσος πρὸς τὸν πατέρα ἐγείρουσι, τὰς αὐτοῦ νουθεσίας, ὡς ἐπιπλήξεις δεικνύουσι, τοὺς δὲ ἐλέγχους ὡς βέλη ἠκονημένα πηγνύουσι. καὶ τί, φησιν, ἐλεύθερος ὢν δοῦλος γέγονας, καὶ δοῦλος ἀνηλεοῦς δεσπότου; ἕως πότε δὲ τῷ ζυγῷ τῆς δουλείας ἐκτριβήσῃ, καὶ ἐλεύθερον φῶς οὐ θεάσῃ; ἔπειτα ξενοδοχίας καὶ ἀρρώστων ἐπισκέψεις, καὶ πενήτων ἐπιμελείας ἐπιβάλλουσιν. εἶτα καὶ τῆς ἄκρας ἡσυχίας καὶ μονώσεως τὸ ἄθλον ὑπερεπαινοῦσι, καὶ πᾶν εἶδος πονηρῶν ζιζανίων ἐνσπείρουσιν ἐν τῇ καρδίᾳ τοῦ στρατιώτου τῆς εὐσεβείας, ἵνα μόνον τῆς πνευματικῆς αὐτῶν μάνδρας ἐκβάλλωσι, καὶ τοῦ ἀκυμάντου λιμένος αὐτὸν ἐκλύσαντες, πρὸς τὴν μαινομένην ψυχοφθόρῳ κλύδωνι θάλασσαν ἀπορρίψωσιν. ἔπειτα ὡς αἰχμάλωτον εἰς τὴν ἰδίαν ἐξουσίαν λαβόντες, κατὰ τὰ πονηρὰ αὐτῶν θελήματα χρήσωνται.
Σοὶ δὲ τῷ ἐν ὑποταγῇ ὄντι πατρός, ὁ τῶν ἐχθρῶν καὶ πολεμίων δόλος μὴ λανθανέτω. μηδὲ τῆς ἐπαγγελίας σου καὶ πρὸς Θεὸν ὑποσχέσεως ἐπιλανθάνου, μὴ ὕβρεσιν ἡττηθῇς, μὴ τοὺς ἐλέγχους, καὶ χλευασμούς, ἢ μυκτηρισμοὺς δειλιάσῃς, μὴ ταῖς ὑπερβολαῖς τῶν πονηρῶν λογισμῶν εἴξῃς, μὴ αὐστηρότητα πατρικὴν ἐκφύγῃς, μὴ αὐταρεσκείας καὶ αὐθαδείας θρασύτητι, ταπεινώσεως χρηστὸν ἀτιμάσῃς ζυγόν· ἀλλὰ τὸ δεσποτικὸν ἐν καρδίᾳ θέμενος λόγιον, ὅτι ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται, μεθ᾽ ὑπομονῆς τρέχε τὸν προκείμενόν σοι ἀγῶνα, ἀφορῶν εἰς τὸν τῆς πίστεως ἀρχηγόν, καὶ τελειωτὴν Ἰησοῦν.
Χρυσοχόος μὲν χρυσὸν ἐν χωνευτηρίῳ βαλών, καθαρώτερον ἀπεργάζεται. καὶ νέηλυς μοναχός, ὑποταγῆς ἄθλοις ἑαυτὸν ἐκδούς, καὶ πᾶσι τοῖς λυπηροῖς τοῦ κατὰ Θεὸν βίου πυρούμενος, μετὰ κόπου δὲ, καὶ ὑπομονῆς πολλῆς τὴν ὑπακοὴν ἐκμανθάνων, τὰ ἤθη ἀναχωνευθεὶς τὴν ταπείνωσιν ἐκμανθάνει, καὶ φαιδρὸς ἀποκαθίσταται, καὶ ἄξιος γίνεται τῶν οὐρανίων θησαυρῶν, τῆς ἀνωλέθρου διαγωγῆς, καὶ μακαρίας λήξεως, ἔνθα ἀπέδρα ὀδύνη καὶ στεναγμός, εὐφροσύνη δὲ, καὶ διηνεκὴς θυμηδία πεφύτευται.
Πίστις ὀρθὴ καὶ ἐνδιάθετος, γεννᾷ τὸν τοῦ Θεοῦ φόβον. ὁ δὲ τοῦ Θεοῦ φόβος, τήρησιν ἐντολῶν ἡμᾶς ἐκδιδάσκει. οὗ γάρ, φησί, φόβος, ἐντολῶν τήρησις. ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως, συνίσταται ἡ πρακτικὴ ἀρετή, ἀρχὴ οὖσα τῆς θεωρητικῆς. τούτων δὲ καρπός ἐστιν ἡ ἀπάθεια. δι᾽ ἀπαθείας δὲ ἐγγίνεται ἡμῖν ἡ ἀγάπη. περὶ δὲ τῆς ἀγάπης, φησὶν ὁ ἠγαπημένος μαθητής, ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ.
Ὡς ὡραία ὄντως καὶ καλὴ ἡ τῶν Μοναχῶν πολιτεία. ὡς ὡραία ὄντως καὶ καλή, εἴπερ κατὰ τοὺς ὅρους καὶ νόμους, οὓς οἱ ἀρχηγοὶ ταύτης καὶ ἡγεμόνες ἐκ τοῦ Ἀγίου διδαχθέντες Πνεύματος ἔθεντο, γίνεται. τὸν γὰρ τοῦ Χριστοῦ στρατιώτην ἀϋλον δεῖ ὑπάρχειν, καὶ ἀμέριμνον πάσης ἐννοίας καὶ πράξεως κοσμικῆς, ὥς φησιν ὁ Ἀπόστολος. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
Χρὴ τοίνυν τὸν Μοναχὸν ἄϋλον εἶναι, ἀπαθῆ, πάσης ἐπιθυμίας πονηρᾶς ἐκτὸς, μὴ τρυφητήν, μὴ πάροινον, μὴ νοθρόν, μὴ ῥάθυμον, μὴ φιλάργυρον, μὴ φιλήδονον, μὴ φιλόδοξον, εἰ μὴ γάρ τις τούτων ἑαυτὸν ὑπεξάρῃ, οὐκ ἂν δυνηθῇ τὴν ἀγγελικὴν ταύτην πολιτείαν κατορθῶσαι. τοῖς δέ γε ἁρμοδίως κατορθοῦσιν, ἔστιν ὁ ταύτης ζυγὸς χρηστός, καὶ τὸ φορτίον ἐλαφρόν τῆς θείας ἐλπίδος ἐπικουφιζούσης πάντα. ἡδὺς ὁ τοιοῦτος βίος, ἡ πρᾶξις τερπνή, ἡ μερὶς ἀγαθή, ἥτις οὐκ ἀφαιρεθήσεται τῆς ταύτην κεκτημένης ψυχῆς.
Ὁ τῶν βιωτικῶν ἀποταξάμενος μεριμνῶν καὶ τὸν ἀσκητικὸν ἐνδυσάμενος ἀγῶνα, μὴ ἐπιθυμήσῃς πλοῦτον ἔχειν πρὸς διάδοσιν τῶν πενήτων. ἔστι γὰρ καὶ αὕτη ἀπάτη τοῦ πονηροῦ πρὸς κενοδοξίαν προσερχομένη, ἵνα εἰς πολυπραγμοσύνην ἐμβάλλῃ τὸν νοῦν. κἂν γὰρ ἄρτον μόνον ἔχῃς, κἂν ὕδωρ, δύνασαι ἐν τούτοις ποιῆσαι τῆς φιλοξενίας τὸν μισθόν. κἂν μηδὲ ταῦτα ἔχῃς, μόνῃ δὲ προθέσει ἀγαθῇ ὑποδέξῃ τὸν ξένον, καὶ λόγον παρακλήσεως αὐτῷ δῷς, ὡσαύτως δύνασαι τὸν τῆς φιλοξενίας μισθὸν πορίσασθαι. ἔχεις τὴν ἐν τῷ εὐαγγελίῳ ὑπὸ τοῦ Κυρίου μαρτυρουμένην χήραν, διὰ δύω μόνων λεπτῶν τὴν τῶν πλουσίων ὑπερβεβηκυίαν προαίρεσίν τε καὶ δύναμιν.
Ταῦτα τοῖς ἐν ἡσυχίᾳ καθεζομένοις εἴρηται. οἱ δέ γε ἐν ὑποταγῇ πατρὸς ὄντες, ἐν μόνον ἐχέτωσαν ἐπὶ νοῦν, τὸ ἐν μηδενὶ τῆς πατρικῆς ἐκπίπτειν ἐντολῆς. τοῦτο γὰρ κατορθοῦντες, τὸ πᾶν εἰσὶ κατορθωκότες. ὥς περ τὸ ἔμπαλιν, εἰ τῆς τοιαύτης ἐκπέσωσιν ἀκριβείας, καὶ πολιτείας, ἀδόκιμοι κατὰ πᾶσαν ἰδέαν ἀρετῆς, καὶ πολιτείαν πνευματικὴν ἔσονται.
Ἔχε καὶ ταύτην μου τὴν συμβουλὴν φιλόχριστε, ξενιτείαν ἀγάπα, ἀπαλλαττόμενος τῶν κατὰ τὴν ἰδίαν χώραν περιστάσεων. γονικαῖς μερίμναις, ἢ συγγενικαῖς φιλίαις μὴ συναπαχθῇς. τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ ἐν ἐρημίᾳ καρτέρησον, λέγων μετὰ τοῦ προφήτου, ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ
Τοὺς ἰδιάζοντας, καὶ ἀπῳκισμένους τοῦ κόσμου δίωκε τόπους, κἂν σπάνις ἔσται καὶ στενοχωρία τῶν ἀναγκαίων χρειῶν ἐκεῖσε, μὴ δειλιάσῃς. ἐὰν κυκλώσωσί σε οἱ ἐχθροί, καθάπερ μέλισσαι ἢ κακοὶ κηφῆνες, παντοδαπούς σοι προσβάλλοντες πολέμους, καὶ παντοίοις σε διαταράσσοντες λογισμοῖς, μὴ πτοηθῇς, μὴ κλίνῃς αὐτοῖς εὐήκοον οὖς, μηδὲ ἀποφύγῃς τὸ τῆς ἀθλήσεως στάδιον. μακροθύμως δὲ μᾶλλον καρτέρησον, κατεπάδων ἑαυτῷ καὶ λέγων. ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ πρόσεσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. καὶ τότε ὄψει Θεοῦ τὰ μεγαλεῖα, τὴν ἀντίληψιν, τὴν κηδεμονίαν, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίᾳ πρόνοιαν.
Φίλους ἔχειν σε δεῖ, φιλόχριστε, τοὺς ὠφελίμους, καὶ συμβαλλομένους σου τῆ πολιτείᾳ· ἄνδρες γάρ, φησίν, εἰρηνικοί, ἐστωσαν οἱ φίλοι σου, ἀδελφοὶ πνευματικοί, Πατέρες ἅγιοι, περὶ ὧν καὶ ὁ Κύριος ἡμῶν ἔφη· μήτηρ μου, καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Μὴ ἔσο ἐπιθυμητὴς βρωμάτων ἐνηλλαγμένων καὶ πολυτελῶν, καὶ σπαταλῶν θανατηφόρων. ἡ σπαταλῶσα γάρ, φησι, ζῶσα τέθνηκε. καὶ αὐτῶν δὲ τῶν εὐπορίστων, εἰ δυνατόν, παραιτοῦ τὸν κόρον. γέγραπται γὰρ, μὴ ἀπατᾶσθε χορτασίᾳ κοιλίας.
Ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβὴ ἔστω σοι παραιτητέα, εἴπερ ἡσυχάζειν ἡρετήσω. ἔστι γὰρ ἐπιζήμιος πάνυ, ἀφαιρεῖται τὴν χάριν, σκοτοῖ τὸ φρόνημα, μαραίνει τὸν πόθον· διὰ τοῦτο εἴρηται, ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. τοιγαροῦν κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου ὁ νοῦς περιστατικὸς γένηται, καὶ καταρράξῃ τὸν τῆς ἡσυχίας τρόπον.
Καθεζόμενος ἐν τῷ κελλίῳ σου, μὴ ἄλογον ποιήσῃς σου τὸ ἔργον, καὶ ἀργίας πεπληρωμένον. ὁ ἀσκόπως γὰρ, φησίν, ὁδοιπορῶν, ματαιοπονήσει. ἀλλὰ κτῆσαι ἐργασίαν ἀγαθήν, συνάγαγε τὸν νοῦν, πρὸ ὀφθαλμῶν ἔχε ἀεὶ τὴν τελευταίαν τοῦ θανάτου ὥραν, μνήσθητι τῆς τοῦ κόσμου ματαιότητος ὡς ἀπατηλή ἐστιν, ὡς ἀσθενής, ὡς οὐδαμινή, ἐννόει τοῦ φρικτοῦ λογοθεσίου τὴν συμφοράν, ὅπως μέλλουσιν οἱ πικροὶ φορολόγοι κατ᾽ εἶδος παριστᾶν τὰς πράξεις ἡμῶν, τοὺς λόγους, τὰς ἐνθυμήσεις, ἃς αὐτοὶ μὲν ὑπέβαλλον, ἡμᾶς δὲ ὑποδεχομένους εἶχον. μνημόνευε καὶ τῶν ἐν τῷ ἅδῃ κολάσεων· καὶ πῶς ἄρα εἰσὶν ἐκεῖσε κατακλεισθεῖσαι αἱ ψυχαί, μνημόνευε καὶ τῆς μεγάλης καὶ φοβερᾶς ἡμέρας ἐκείνης, τῆς κοινῆς φημὶ ἀναστάσεως, καὶ παραστάσεως πρὸς τὸν Θεόν, τῆς τελευταίας ἀποφάσεως τοῦ ἀπαραλογίστου κριτοῦ· λογίζου τὴν καταληψομένην τοὺς ἁμαρτωλοὺς τιμωρίαν, τὸ ὄνειδος, τὸν ἔλεγχον τῆς συνειδήσεως, τὸ ἐξωσθῆναι τοῦ Θεοῦ, καὶ ἀπορριφθῆναι εἰς τὸ αἰώνιον πῦρ, εἰς τὸν ἀτελεύτητον σκώληκα, εἰς τὸ σκότος τὸ ἀφεγγές, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, τάτε ἄλλα κολαστήρια πάντα ἀνιστορῶν, μὴ διαλίπῃς καὶ σταλαγμοῖς δακρύων καταβρέχειν σου τὰς παρειάς, τὴν ἐσθῆτα, τὸν τόπον ἔνθα καθέζῃ. ταύταις γὰρ ταῖς ἐννοίαις, πολλοὺς ἑώρακα δακρύων πλῆθος πολὺ κτησαμένους, καὶ πάσας τὰς τῆς ψυχῆς δυνάμεις θαυμαστῶς ἐκκαθάραντας.
Ἀλλὰ καὶ τὰ τοῖς δικαίοις ἀποκείμενα ἀγαθὰ ἐννοοῦ, τὴν ἐκ δεξιῶν τοῦ Χριστοῦ παράστασιν, τὴν εὐλογημένην φωνὴν τοῦ δεσπότου, τὴν κληρονομίαν τῆς οὐρανίου βασιλείας, τῆς ὑπὲρ νοῦν δωρεᾶς, τὸ φῶς ἐκεῖνο τὸ γλυκύτατον, τὴν χαράν, τὴν τέλος οὐκ ἔχουσαν, τὴν λύπῃ μὴ διακοπτομένην, τὰς μονὰς ἐκείνας τὰς οὐρανίους, τὴν μετὰ Ἀγγέλων διαγωγήν, τὰ ἄλλα πάντα τὰ ἐπηγγελμένα τοῖς φοβουμένοις τὸν Κύριον.
Οὗτοι οἱ λογισμοὶ συνδιαιτάσθωσάν σοι, συγκαθευδέτωσαν, καὶ συνανιστάτωσαν· ὅρα μὴ ἐπιλάθῃ τούτων ποτέ, ἀλλ᾽ ὅπου περ ἂν ἦς, τῆς τούτων μνήμης μὴ ἐξάγῃς σου τὸν νοῦν, ἵνα καὶ οἱ πονηροὶ φύγωσι λογισμοί, καὶ παρακλήσεως θείας πεπληρωμένος ἔσῃ. ἡ δὲ μὴ ταύταις ταῖς ἐννοίαις τετειχισμένη ψυχή, ἡσυχίαν κατορθῶσαι οὐ δύναται. πηγὴ γὰρ ὕδωρ μὴ ἔχουσα, μάτην ἐπιφέρεται τὸ ὄνομα.
Καὶ αὕτη δὲ ἡ πολιτεία τοῖς ἐν ἡσυχίᾳ κατορθοῦσθαι νενομοθέτηται. νηστεία, ὅση δύναμις, ἀγρυπνία τε, καὶ χαμευνία, καὶ ἄλλη πᾶσα κακοπάθεια, διὰ τὴν μέλλουσαν ἀνάπαυσιν. οὐ γὰρ ἄξιά, φησι, τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ἐξαιρέτως δὲ προσευχὴ καθαρά, σχεδὸν εἰπεῖν ἄπαυστος, καὶ ἀδιάλειπτος. αὕτη τεῖχος ἐστὶν ἀσφαλές, αὕτη λιμὴν εὔδιος, ἀρετῶν φυλακτήριον, παθῶν ἀναίρεσις, ψυχῆς εὐτονία, νοὸς καθαρτήριον, κεκμηκότων ἀνάπαυσις, πενθούντων παράκλησις. προσευχὴ Θεοῦ ὁμιλία, τῶν ἀοράτων θεωρία, τῶν ἐπιθυμούντων πληροφορία, τῶν Ἀγγέλων διαγωγή, τῶν καλῶν προτροπή, τῶν ἐλπιζομένων ὑπόστασις. ταύτης τῆς βασιλίδος τῶν ἀρετῶν ἐπιλαβοῦ, ἀσκητά, πάσῃ δυνάμει. προσεύχου ἡμέρας τε, καὶ νυκτός, ἐν ἀθυμίᾳ, ἐν εὐθυμίᾳ. προσεύχου δὲ ἐμφόβως καὶ ἐντρόμως, νηφαλαίῳ τε, καὶ ἐγρηγορότι νοί, ἵνα δεκτὴ Κυρίῳ γένηται ἡ προσευχή σου· ὀφθαλμοὶ γάρ, φησι, Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
Εἴρηταί τινι τῶν ἀρχαίων εὐστόχως, καὶ μάλα ἐπιτετευγμένως, ὅτι τῶν ἀντικειμένων ἡμῖν, φησί, δαιμόνων πρῶτοι κατὰ τὸν πόλεμον εἰσὶν οἱ τὰς τῆς γαστριμαργίας ὀρέξεις πεπιστευμένοι, καὶ οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες, καὶ οἱ πρὸς κενοδοξίαν ἡμᾶς ἐκκαλούμενοι. οἱ δὲ ἄλλοι πάντες κατόπιν τούτων βαδίζοντες, τοὺς ὑπὸ τούτων τιτρωσκομένους διαδέχονται.
Καὶ ὄντως ἐπισημηνάμενοι ἔγνωμεν, ὅτι οὐκ ἔστιν ἄνθρωπον περιπεσεῖν ἁμαρτίᾳ, ἢ πάθει τινί, μὴ πρότερον ὑπό τινος τῶν τριῶν τούτων κατατρωθέντα. διὸ καὶ τοὺς τρεῖς τούτους λογισμοὺς ὁ διάβολος τότε τῷ Σωτῆρι προσήγαγεν. ὧν ὁ Κύριος ἡμῶν κρείττων φανείς, εἰς τὰ ὀπίσω χωρεῖν τῷ διαβόλῳ προσέττατεν, διδοὺς ἡμῖν τὴν κατ᾽ αὐτοῦ νίκην, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος δεσπότης, ὁ κατὰ πάντα ὁμοιοπαθὲς ἡμῖν περιθέμενος σῶμα χωρὶς ἁμαρτίας, καὶ δείξας ἡμῖν τὴν τῆς ἀναμαρτησίας τρίβον ἀπλανῆ, ἐν ᾗ πορευόμενοι ἀναμορφοῦμεν ἑαυτοῖς τὸν νέον ἄνθρωπον, τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν.
Τέλειον μῖσος μισεῖν τοὺς δαίμονας, ὡς ἅτε τῆς σωτηρίας ἡμῶν ἐχθρούς, ὁ Δαβιτικὸς διδάσκει λόγος, καὶ ἔστι τοῦτο πάνυ πρὸς ἀρετῆς ἐργασίαν ἐπιτήδειον. τίς οὖν ἐστὶν ὁ τέλειον μῖσος μισῶν τοὺς ἐχθρούς; ὁ μηκέτι κατ᾽ ἐνέργειαν, ἢ κατὰ διάνοιαν ἁμαρτάνων. ἐν ὅσῳ δὲ τὰ σκεύη τῆς αὐτῶν φιλίας, ἤγουν τὰ αἴτια τῶν παθῶν ἐν ἡμῖν ὦσι, πῶς τὸ πρὸς αὐτοὺς μῖσος ἐν ἡμῖν κατορθωθήσεται; φιλήδονος γὰρ καρδία τοῦτο ἐκτρέφειν παρ᾽ ἑαυτῇ οὐκ ἰσχύει.
Ἔνδυμα γαμικόν ἐστιν, ἀπάθεια ψυχῆς λογικῆς, τῶν κοσμικῶν κεχωρισμένης ἡδονῶν. καὶ πάσας ἀρνησαμένης τὰς ἀτόπους ἐπιθυμίας, ἐννοίαις δὲ φιλοθέοις, καὶ μελέτῃ καθαρωτάτῃ θεωριῶν ἀσχολουμένης. ἐκ δὲ τῶν τῆς ἀτιμίας παθῶν, καὶ τῶν ἐν τούτοις ἀδολεσχιῶν, τὸν χιτῶνα τῆς σωφροσύνης ταύτης ἐκδύεται, ῥάκεσι δὲ διερρωγόσι, καὶ καταρρερυπωμένοις ἠχρείωται. καθὼς καὶ ἐν τοῖς Εὐαγγελίοις δηλοῦται, ὅτι ὁ δεσμούμενος ἐκεῖνος χεῖρας καὶ πόδας, καὶ εἰς τὸ ἐξώτερον σκότος βαλλόμενος, ἐκ τοιούτων λογισμῶν, καὶ πράξεων εἶχε καθυφασμένον τὸ ἔνδυμα, ὅν περ οὐκ ἄξιον τῶν θείων καὶ ἀφθάρτων γάμων ὁ λόγος ἀπεφήνατο εἶναι.
Ἀπὸ τῆς φιλαυτίας τῆς πάντας μισούσης, σοφός τις εἰκότως ἐφθέγξατο. πρῶτος γάρ ἐστι πάντων τῶν λογισμῶν ὁ δεινὸς οὗτος τῆς φιλαυτίας πόλεμος, καθάπερ τις τύραννος ὤν, μεθ᾽ ὧν καὶ οἱ τρεῖς, καὶ οἱ πέντε τὸν νοῦν ὑμῶν ἁρπάζουσι.
Θαυμάζω, εἰ βρώματα κορεννύμενος, δυνήσεταί τις ἀπάθειαν κτήσασθαι. ἀπάθειαν δὲ λέγω, οὐ τὴν ἀποχὴν τῆς κατ᾽ ἐνέργειαν ἁμαρτίας. αὕτη γὰρ ἐγκράτεια λέγεται. ἀλλὰ τὴν ἀπὸ τῆς διανοίας τὰς ἐμπαθεῖς ἐννοίας προρρίζους ἐκτίλλουσαν. ἥτις καὶ καθαρότης καρδίας ὠνόμασται.
Ῥᾷον ἀκάθαρτον καθάραι ψυχὴν, ἢ καθαρθεῖσαν, καὶ πάλιν τραυματισθεῖσαν, εἰς ὑγείαν αὖθις ἀνακαλέσασθαι. τοῖς γὰρ ἄρτι τῆς τοῦ κόσμου συγχύσεως ἀποταξαμένοις, ὁποίοις ἂν τύχωσι περιπεπτωκότες πλημμελήμασιν, εὐκοπώτερον ἐστι τῆς ἀπαθείας ἐπιλαβέσθαι. τοῖς δὲ γευσαμένοις καλῶν Θεοῦ ῥημάτων, καὶ βαδίσασιν ὁδὸν σωτηρίας, εἶτα παλινδρομήσασι πρὸς τὴν ἁμαρτίαν, δυσκατόρθωτός πως ἡ ἀπάθεια γίνεται. τοῦτο μὲν διὰ τὴν κακὴν ἕξιν. καὶ πονηρὰν συνήθειαν. τοῦτο δὲ τοῦ δαίμονος τῆς λύπης ἀεὶ ταῖς κόραις τῶν ὀφθαλμῶν ἐμπεδοῦντος, καὶ τὸ τῆς ἁμαρτίας προσφέροντος εἴδωλον. σπουδαία μέν τοι καὶ φιλόπονος ψυχή, καὶ τὸ δυσκατόρθωτον τοῦτο ῥᾳδίως κατώρθωσε, συνεργείᾳ τῆς θείας χάριτος, μακροθύμως φιλανθρωπευομένης εἰς ἡμᾶς, καὶ πρὸς μετάνοιαν προσκαλουμένης, καὶ τοὺς ἐπιστρέφοντας σπλάγχνοις ἀρρήτοις οἰκτιρμῶν προσδεχομένης, καθὼς ἐν τοῖς Εὐαγγελίοις διὰ τῆς τοῦ ἀσώτου παιδὸς παραβολῆς ἐδιδάχθημεν.
Οὐδεὶς ἡμῶν ἐκ τῆς οἰκείας ἰσχύος δύναται περιγενέσθαι τῶν μεθόδων καὶ τεχνῶν τοῦ πονηροῦ, ἀλλ᾽ ἐκ τῆς ἀηττήτου δυνάμεως τοῦ Χριστοῦ. μάτην οὖν πεπλάνηνται οἱ φυσιούμενοι διὰ τῶν παρ᾽ αὐτοῖς τελουμένων ἀσκήσεων, καὶ τοῦ αὐτεξουσίου, καταργεῖν τὴν ἁμαρτίαν φημίζοντες, τὴν διὰ μόνης τῆς τοῦ Θεοῦ χάριτος καταργουμένην. ὡς ἄτε νεκρωθεῖσαν διὰ τοῦ ἐν τῷ σταυρῷ μυστηρίου. διὰ τοῦτο καὶ ὁ τῆς Ἐκκλησίας φωστὴρ Ἰωάννης ὁ Χρυσόστομος λέγει, ὅτι οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ καὶ τῆς ἄνωθεν ἀπολαύσῃ ῥοπῆς. καὶ ὅτι πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς προθυμίας οὐκ οὔσης καὶ ταῦτα ἀμφότερα δείκνυσι Ἰούδας, καὶ Πέτρος. ὁ μὲν γὰρ πολλῆς ἀπολαύσας βοηθείας οὐδὲν ὠφελήθη, ἐπεὶ μὴ ἠθέλησε, μηδὲ τὰ παρ᾽ ἑαυτοῦ συνεισήνεγκεν. ὁ δὲ Πέτρος, καί περ προθυμηθείς, ἐπειδὴ μηδεμιᾶς ἀπήλαυσε βοηθείας, κατέπεσε· καὶ γὰρ ἀπὸ τῶν δύω τούτων ἡ ἀρετὴ ὑφαίνεται. διὸ παρακαλῶ, φησί, μήτε τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαντας καθεύδειν, μήτε σπουδάζοντας, νομίζειν οἰκείοις πόνοις τὸ πᾶν κατορθοῦν.
Οὔτε γὰρ ὑπτίους εἶναι ἡμᾶς βούλεται ὁ Θεός· διὰ τοῦτο οὐ τὸ πᾶν αὐτὸς κατεργάζεται. οὔτε ἀλαζόνας βούλεται εἶναι· διὰ τοῦτο οὐ τὸ πᾶν ἡμῖν ἔδωκεν. ἀλλ᾽ ἑκατέρου τὸ βλαβερὸν ἀνελών, τὸ χρήσιμον ἡμῖν εἴασε. καλῶς δὲ καὶ ὁ ψαλμωδὸς διδάσκει, ἐὰν μὴ Κύριος, λέγων, οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἀγρυπνεῖ ὁ φυλάσσων καὶ κοπιῶν. ἀμήχανον γὰρ ἐπιβῆναι ἐπὶ ἀσπίδα, καὶ βασιλίσκον, καὶ καταπατῆσαι λέοντα, καὶ δράκοντα. εἰ μὴ πρότερον, καθόσον δυνατὸν ἀνθρώπῳ, ἐκκαθάρας ἑαυτόν, δυναμωθῇ παρὰ τοῦ εἰπόντος τοῖς Ἀποστόλοις, ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. διὸ δὴ καὶ προσετάχθημεν ἐν τῇ προσευχῇ δέεσθαι τοῦ δεσπότου, μὴ εἰσενεγκεῖν ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσασθαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ἐὰν γὰρ μὴ διὰ τῆς δυνάμεως, καὶ βοηθείας τοῦ Χριστοῦ ῥυσθῶμεν τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ καὶ καταξιωθῶμεν τῆς ἀπαθείας τυχεῖν, μάτην κοπιῶμεν, ἐξ οἰκείας δυνάμεως, ἢ σπουδῆς δοκοῦντές τι κατορθῶσαι. ὁ τοίνυν βουλόμενος ἀναστῆναι πρὸς τὰς μεθοδίας τοῦ διαβόλου, καὶ ταύτας ἀπράκτους ἀπεργάσαι, καὶ τῆς θείας δόξης μέτοχος γενέσθαι, ὀφείλει δάκρυσι, καὶ στεναγμοῖς, καὶ ἀκορέστῳ πόθῳ καὶ ζεούσῃ ψυχῇ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ζητεῖν τὴν τοῦ Θεοῦ βοήθειαν καὶ θείαν ἀντίληψιν· ταύτης δὲ ὁ θέλων μετασχεῖν, καθαρὰν ἀπεργάζεται τὴν ψυχὴν αὐτοῦ πάσης ἡδυπαθείας τοῦ Κόσμου, καὶ τῶν ἐναντίων παθῶν καὶ ἐπιθυμιῶν. περὶ τῶν τοιούτων γὰρ ψυχῶν, φησὶν ὁ Θεός, ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω. καὶ ὁ Κύριος τοῖς μαθηταῖς ἔλεγεν· ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.
Συνετὸν ἄγαν καὶ εὔληπτον λόγον πρὸς τοὺς λογισμοὺς εἴρηκέ τις τῶν ἀρχαίων· δίκαζε λέγων τοὺς λογισμοὺς ἐν τῷ βήματι τῆς καρδίας, ἦτοι ἡμέτεροι εἰσίν, ἢ τῶν ὑπεναντίων· καὶ τοὺς μὲν οἰκείους ἡμῖν καὶ ἀγαθοὺς ἐν τῷ ἐνδοτέρῳ τῆς ψυχῆς ταμείῳ ὑποτίθεσο, ἐν ἀσύλῳ θησαυρῷ τούτους φυλάττων· τοὺς δὲ ἐναντίους, μάστιξι λογικῆς διανοίας τιμωρήσας, ἐξόριζε, μὴ τόπον, μὴ κατοίκησιν ἐν τῇ περιχώρῳ τῆς ψυχῆς σου τούτοις διδούς, ἢ μᾶλλον οἰκειότερον εἰπεῖν, τελείως ἀπόσφαττε μαχαίρᾳ προσευχῆς, καὶ θειοτέρας μελέτης· ἵνα τῶν λῃστῶν ἀναιρουμένων ὁ ἀρχιλῃστὴς φοβηθῇ· καὶ γὰρ ὁ ὤν, φησίν, ἀκριβὴς τῶν λογισμῶν ἐξεταστής, ἔστι καὶ ἀληθὴς τῶν ἐντολῶν ἐραστής.
Ὁ τὰ πολεμοῦντα καὶ παρενοχλοῦντα πυκτεύων ἐκκόψαι, πλείονας ὁπλίτας, συμμάχους ἐπιστρατηγείτω τῇ μάχῃ· φημὶ δὴ ταπείνωσίν τε ψυχῆς, καὶ κόπον σώματος, καὶ τὴν ἄλλην πᾶσαν τῆς ἀσκήσεως ταλαιπωρίαν, καὶ τὴν ἐκ τεθλιμμένης καρδίας μετὰ πλήθους δακρύων προσευχήν, καθὼς ψάλλει ὁ Δαβίδ, ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου, καὶ τῶν δακρύων μου μὴ παρασιωπήσῃς· καὶ πάλιν ἐγεννήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων
Ὁ μὲν ἀντίδικος τῆς ζωῆς ἡμῶν διάβολος διὰ πολλῶν λογισμῶν τὰς ἁμαρτίας ἡμῶν κατασμικρύνει, καὶ πολλάκις λήθῃ ταύτας καλύπτει, ἵνα ὑπενδόντες τοῖς πόνοις, μὴ λογιζώμεθα τῶν πταισμάτων τοὺς θρήνους· ἡμεῖς δὲ, ἀδελφοί, μὴ ἀμνημονῶμεν τῶν πταισμάτων ἡμῶν, κἂν ἀδικῶμεν τῇ μετανοίᾳ ταῦτα συγκεχωρῆσθαι, ἀλλὰ μνημονεύωμεν ἀεὶ τῶν ἁμαρτημάτων, καὶ ὑπὲρ αὐτῶν πενθεῖν μὴ παυσώμεθα. ἵνα τὴν ταπείνωσιν σύνοικον ἀγαθὴν κτησάμενοι, τοὺς τῆς κενοδοξίας καὶ ὑπερηφανίας βρόχους ἐκφύγωμεν.
Μηδεὶς ἐξ οἰκείας ἰσχύος τοὺς πόνους ὑποφέρειν, καὶ ἀρετὴν κατορθοῦν νομιζέτω· αἴτιος γὰρ ἁπάντων τῶν καλῶν ἡμῖν ὁ Θεὸς ἐστίν, ὥς περ οὖν τῶν κακῶν ὁ τῶν ψυχῶν ἡμῶν ἀπατηλὸς δαίμων· δι᾽ ἅπερ οὖν διαπράττῃ καλά, τῷ αἰτίῳ τὴν εὐχαριστίαν πρόσφερε· ἃ δὲ ὀχλεῖ σοι κακά, τῷ ἀρχηγέτῃ τούτων πρόσριπτε.
Ὁ τὴν πρακτικὴν τῇ γνώσει συζεύξας, γεωργὸς ἐστιν ἐπαινετός, ἐκ δύω διειδεστάτων πηγῶν, τὸ τῆς ψυχῆς χωρίον ἀρδεύων. ἡ μὲν γὰρ γνωστική, πτεροῖ τὴν νεαρὰν οὐσίαν, τῇ τῶν κρειττόνων θεωρίᾳ· ἡ δὲ πρακτική, νεκροὶ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν. τούτων δὲ νεκρωθέντων, τὰ τῶν ἀρετῶν ἄνθη ὡραίως ἐκβλαστάνει, καρποφοροῦντα τὸν τοῦ Πνεύματος καρπόν, ἀγάπην χαράν, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθοσύνην, πίστιν, πραότητα ἐγκράτειαν· καὶ τότε λοιπὸν ὁ σώφρων οὗτος γεωργὸς σταυρώσας τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, ἐρεῖ μετὰ τοῦ θεοφόρου κήρυκος· ζῶ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ ζῶ, τῇ πίστει ζῶ, τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Καὶ τοῦτο δέ σε φιλόχριστε, μὴ λανθανέτω, ὅτι πάθος ἓν τόπον ἐν σοὶ εὑρόν, καὶ ἐν ἕξει ῥιζωθέν, εἰς τὸν αὐτὸν σηκὸν καὶ ἄλλα συνεισφέρει· κἂν γὰρ ἀλλήλοις ἀντίκεινται τὰ πάθη, καὶ οἱ τούτων δημιουργοὶ δαίμονες, ἀλλὰ τὴν ἡμετέραν ἀπώλειαν πάντες συμφώνως ζητοῦσιν.
Ὁ τῆς σαρκὸς τὸ ἄνθος τῇ ἀσκήσει μαραίνων, καὶ πᾶν θέλημα αὐτῆς ἐκκόπτων, οὗτος βαστάζει τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ θνητῇ σαρκὶ αὐτοῦ.
Οἱ τῆς ἀσκήσεως πόνοι τελευτῶσιν εἰς τὴν τῆς ἀπαθείας ἀνάπαυσιν· οἱ δὲ τῆς τρυφῆς τρόποι καταντῶσιν εἰς τὰ τῆς ἀτιμίας πάθη.
Μὴ πολυετεῖς κύκλους τοῦ μονήρους βίου σου ἀνάσχῃ ψηφίζειν· μηδὲ ἐν τῇ ὑπομονῇ τῆς ἐρήμου, καὶ τῇ σκληρότητι τῶν ἀγώνων καυχήσει ζωγρηθῇς, ἀλλὰ τὸ δεσποτικὸν λόγιον ἐπὶ νοῦν ἔχε, τὸ, δοῦλος ἀχρεῖος εἶναι, καὶ μήπω τὴν ἐντολὴν πεπληρωκέναι· τῳόντι γάρ, ἐφ᾽ ὅσον ἐν τῷ παρόντι βίῳ ἐσμέν, οὕπω τῆς ἐξορίας ἀνακεκλήμεθα, ἀλλ᾽ ἀκμὴν ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος καθεζόμεθα, ἀκμὴν περὶ τὴν Αἰγύπτιον πλινθουργίαν ταλαιπωροῦμεν, μήπω τὴν γῆν τῆς ἐπαγγελίας θεασάμενοι. ἐπειδὴ οὕπω ἐξεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· οὔπω ἐφορέσαμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου ἔτι γὰρ τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦμεν· οὐκ ἔχομεν τοίνυν ὁδὸν καυχήσεως, ἀλλὰ δακρύειν, ὀφείλομεν, δεόμενοι τοῦ δυναμένου σώζειν ἡμᾶς τῆς μοχθηρᾶς δουλείας τοῦ πικροτάτου Φαραώ, καὶ ἐξελέσθαι τῆς δεινῆς τυραννίδος, καὶ εἰσαγαγεῖν εἰς τὴν ἀγαθὴν γῆν τῆς ἐπαγγελίας, τοῦ καταπαῦσαι εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ εὑρεθῆναι ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ ὑψίστου. τούτων δὲ τῶν ὑπὲρ ἔννοιαν ἀγαθῶν ἐπιτυχεῖν ἡμᾶς οὐκ ἐξ ἔργων ἐστὶν ἡμετέρων, ὧν δοκοῦμεν ἐν δικαιοσύνῃ ποιεῖν, ἀλλὰ τῷ ἀμετρήτῳ ἐλέει τοῦ Θεοῦ. τοιγαροῦν μὴ παυσώμεθα καταφέροντες δάκρυα ἡμέρας καὶ νυκτός, κατὰ τὸν λέγοντα· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· οἱ γὰρ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι.
Μακρὰν ἀπὸ σοῦ τὸ πολύρρημον ἀποδίωκε Πνεῦμα, ἐν αὐτῷ γὰρ κεῖνται πάνδεινα πάθη· ἔνθεν τὸ ψεῦδος, ἐκεῖθεν ἡ παρρησία, ἄλλοθεν ἡ εὐτραπελία, ἡ αἰσχρότης, ἡ μωρολογία ἑτέρωθεν, καὶ συνελόντι φάναι τὸ εἰρημένον, ὅτι ἐκ τῆς πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία· ἀνὴρ δὲ σιωπηλός, θρόνος αἰσθήσεως· ἀλλὰ καὶ λόγον ἡμᾶς διδόναι περὶ παντὸς ἀργοῦ ῥήματος, ὁ Κύριος ἔφη· ὥστε πάνυ ἀναγκαία καὶ ὠφέλιμος ἐστιν ἡ σιωπή.
Τοὺς λοιδοροῦντας καὶ ὑβρίζοντας ἡμᾶς, ἢ ἄλλως πως ἐπηρεάζοντος, μὴ ἀντιλοιδορεῖν, ἢ ἀντεπειρεάζειν, εὐφημεῖν δὲ μᾶλλον, καὶ εὐλογεῖν, προστετάγμεθα. καθόσον γὰρ τοῖς ἀνθρώποις εἰρηνεύομεν, μαχόμεθα τοῖς δαίμοσι· μνησικακοῦντες δὲ τοῖς ἀδελφοῖς καὶ μαχόμενοι, εἰρηνεύομεν μετὰ τῶν δαιμόνων· οὓς τέλειον μῖσος μισεῖν, καὶ ἀδιάλλακτον ἔχειν τὸν πρὸς αὐτοὺς πόλεμον ἐδιδάχθημεν.
Φεῦγε πτερνῆσαι τὸν πλησίον γλώσσῃ δολίᾳ, ἵνα μὴ πτερνισθῇς ὑπὸ τοῦ ὀλετῆρος· ἤκουσα γὰρ τοῦ προφήτου βοῶντος, ἄνδρα αἱμάτων, καὶ δόλιον βδελύσσεται Κύριος. καὶ ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορρήμονα. ὡσαύτως δὲ φεῦγε τὸ ὀνειδίσαι πταῖσμα τοῦ ἀδελφοῦ σου, ἵνα μὴ τῆς χρηστότητος, καὶ ἀγάπης ἐκπέσῃς· ὁ γὰρ χρηστότητα, καὶ ἀγάπην εἰς τὸν ἀδελφὸν μὴ ἔχων, οὐκ ἔγνω τὸν Θεόν· ὅτι ὁ Θεὸς ἀγάπη ἐστί, καθὼς Ἰωάννης βοᾷ ὁ τῆς βροντῆς υἱός, καὶ Χριστοῦ μαθητὴς ἠγαπημένος· εἰ γὰρ Χριστός, φησι, καὶ σωτὴρ τῶν ἁπάντων ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ τέθηκε, καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι.
Εἰκότως κέκληται ἡ ἀγάπη τῶν ἀρετῶν μητρόπολις, κεφάλαιόν τε νόμου καὶ προφητῶν· ἅπαντα τοίνυν πόνον ἐπιδειξώμεθα ἕως τῆς ὁσίας ἀγάπης ἐπιτευξώμεθα· καὶ δι᾽ αὐτῆς καὶ τῶν παθῶν τυραννίδα ἐκτειναξώμεθα, καὶ εἰς οὐρανοὺς ὑψωθῶμεν, πτεροῖς ἀρετῶν κουφιζόμενοι, καὶ Θεὸν ὀψώμεθα, ὡς δυνατὸν ἀνθρωπίνῃ φύσει.
Εἰ ὁ Θεὸς ἀγάπη ἐστίν, ὁ τὴν ἀγάπην ἔχων, τὸν Θεὸν ἔχει ἐν ἑαυτῷ ταύτης δὲ ἀπούσης, ὄφελος ἡμῖν ἐστὶ τὸ παράπαν οὐδέν, οὐδὲ λέγειν δυνάμεθα ὅτι ἀγαπῶμεν τὸν Θεόν· ἐὰν γάρ τις, φησίν, εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστί. καὶ πάλιν λέγει· Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἐὰν ἀγαπῶμεν ἀλλήλους ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν· ἐντεῦθεν δῆλον, ὅτι ἡ ἀγάπη, πρᾶγμα ἐστὶ τῶν ἀγαθῶν ἁπάντων περιεκτικώτατον καὶ ἀκρότατον, τῶν διὰ τῆς ἁγίας γραφῆς εἰρημένων. καὶ οὐκ ἔστιν ἀρετῆς εἶδος, δι᾽ ἧς ἄνθρωπος οἰκειοῦται Θεῷ καὶ συνάπτεται, ὃ μὴ τῆς ἀγάπης ἐξήρτηται, καὶ ὑπ᾽ αὐτῆς περιείληπται, ἀρρήτῳ λόγῳ συνεχόμενον, καὶ φρουρούμενον.
Τοὺς παραβάλλοντας ἡμῖν ἀδελφοὺς ἀποδεχόμενοι, μὴ ὄχλησιν τοῦτο, καὶ ἐκκοπὴν τῆς ἡσυχίας λογιζόμεθα, ἵνα μὴ τοῦ θεσμοῦ τῆς ἀγάπης ἐκπέσωμεν· μήτε δὲ ὡς χάριν αὐτοῖς παρέχοντες δεξιωσώμεθα, ἀλλ᾽ ὡς ἡμεῖς μᾶλλον δεχόμενοι χάριν, καὶ ὑπόχρεοι ὄντες τοῦ πράγματος, μεθ᾽ ἱκεσίας καὶ ἱλαρότητος ξενίζωμεν, καθὼς ἡμῖν ὑπέδειξεν Ἀβραὰμ ὁ Πατριάρχης· διὰ τοῦτο καὶ ὁ θεολόγος αὖθις διδάσκει, τεκνία, λέγων, μὴ ἀγαπῶμεν λόγῳ, μὴ δὲ γλώσσῃ, ἀλλ᾽ ἔργῳ καὶ ἀληθείᾳ, καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι ἐκ τῆς ἀληθείας ἐστέ.
Ὁ πατριάρχης τὴν φιλοξενίαν ἐργασίαν κεκτημένος, πρὸ τῆς σκηνῆς ἐκαθέζετο, τοὺς παριόντας προσκαλούμενος, καὶ πᾶσιν ἐξήπλου τὴν τράπεζαν ἀσεβέσι τε, καὶ βαρβάροις, μὴ διακρινόμενος· διὸ δὴ καὶ τῆς θαυμαστῆς ἐκείνης ἑστιατορίας κατηξιώθη, ξενίσας Ἀγγέλους, καὶ τὸν τῶν ὅλων δεσπότην. καὶ ἡμεῖς τοίνυν τῆς φιλοξενίας μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς προθυμίας ἐπιμελώμεθα, ἵνα μὴ μόνον Ἀγγέλους, ἀλλὰ καὶ τὸν Θεὸν ὑποδεξώμεθα. ἐφ᾽ ὅσον γάρ, φησὶν ὁ Κύριος, ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. πάντας μὲν οὖν εὐεργετεῖν καλόν, μάλιστα δὲ τοὺς μὴ δυναμένους ἀμείβεσθαι.
Οὗτινος ἡ καρδία μὴ καταγινώσκει αὐτοῦ, ἐπὶ ἐντολῆς Θεοῦ ἀθετήσει, ἢ ἀμελείᾳ, ἢ ἐναντίας ἐννοίας ὑποδοχῇ, οὗτος ἂν εἴη ὁ καθαρὸς τῇ καρδίᾳ, καὶ ἄξιος τοῦ ἀκοῦσαι· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Λόγῳ παιδαγωγεῖν τὰς αἰσθήσεις κατορθῶσαι σπουδάσωμεν, καὶ μάλιστά γε ὀφθαλμούς, καὶ ὦτα, καὶ γλῶσσαν, μὴ ἐμπαθῶς, ἀλλ᾽ εἰς κέρδος ἡμέτερον ὁρᾶν τε, καὶ ἀκούειν, καὶ λαλεῖν ἐπιτρέποντες· οὐδὲν γὰρ τούτων τῶν ὀργάνων πρὸς ἁμαρτίαν ἐστὶν εὐολισθότερον, μὴ τῷ λόγῳ παιδαγωγουμένων. καὶ οὐδὲν πάλιν πρὸς σωτηρίαν αὐτῶν ἑτοιμότερον, τοῦ ἡνιοχοῦντος αὐτὰ τοῦ λόγου, καὶ ῥυθμίζοντος, καὶ ἐφ᾽ ἃ δεῖ, καὶ βούλεται ἄγοντος. τούτων γὰρ ἀτακτούντων, καὶ ὄσφρησις ἐκθηλύνεται, καὶ ἀφὴ προπετῶς ἐκτείνεται, καὶ ἀναριθμήτων παθῶν ἐσμὸς ἐπεισέρχεται. εὐτάκτως δὲ τῷ λόγῳ τασσομένων αὐτῶν, πολλή τις εἰρήνη καὶ γαλήνη σταθηρὰ πανταχόθεν διαδείκνυται.
Καθάπερ μῦρον πολύτιμον, κἂν εἰς ἄγγος ἀποκλείηται, τὸν ἀέρα τῆς οἰκείας ἀποχρίσαν εὐωδίας, οὐ τοὺς πλησίον ἑστῶτας μόνον, ἀλλὰ καὶ τοὺς πέριξ ἐμπίπλησι τῆς ἡδονῆς· οὕτω καὶ ἡ τῆς ἐναρέτου καὶ θεοφιλοῦς ψυχῆς εὐωδία, διὰ πασῶν τῶν αἰσθήσεων ἀναδιδομένη τοῦ σώματος, ἐνδείκνυσι τοῖς ὁρῶσι τὴν ἔνδον ἀποκειμένην ἀρετήν. τίς γὰρ ὁρῶν γλῶτταν μὲν μηδὲν ἀπηχὲς καὶ ἀνάρμοστον φθεγγομένην, ἀλλὰ πᾶν εἴτι καλὸν καὶ ὠφέλιμον τοῖς ἀκούουσιν, ὀφθαλμοὺς δὲ συνεσταλμένους, ἀκοὴν δὲ τῶν οὐ προσηκόντων μελῶν τε, καὶ ῥημάτων μηδὲν δεχομένην, πόδας δὲ κοσμίως βαδίζοντας, καὶ πρόσωπον μὴ διακεχυμένον γέλωτι, πρὸς δάκρυα δὲ μᾶλλον, καὶ πένθος παρεσκευασμένον, οὐ γνώσεται πολλὴν ἔνδον ἀποκεῖσθαι τῶν ἀρετῶν εὐωδίαν; διὸ καὶ ὁ σωτὴρ λέγει, οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς
Ἣν περ ἐν Εὐαγγελίοις ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν στενὴν ἐκάλεσεν ὁδόν, ταύτην πάλιν καὶ ζυγὸν χρηστόν, καὶ φορτίον ἐλαφρὸν εἶπε. πῶς οὖν τὰ ἀμφότερα συναριθμηθείη, ἐναντία δοκοῦντα εἶναι; ἀλλ᾽ ἢ πάντως τῇ μὲν φύσει, σκληρά ἐστι, καὶ ἀνάντις ἡ ταύτης ὁδός, τῇ δὲ τῶν κατορθούντων προαιρέσει, καὶ ταῖς ἐλπίσι ταῖς χρησταῖς, ποθεινή ἐστι, καὶ ἐπέραστος, καὶ ἡδονὴν μᾶλλον, οὐ θλίψιν ταῖς φιλαρέτοις προξενοῦσα ψυχαῖς· διὸ τῆς εὐρυχώρου καὶ πλατείας τὴν στενὴν καὶ τεθλιμμένην, μετὰ πλείονος ἄν τις ἴδοι προθυμίας ὁδεύοντας τοὺς ἑλομένους αὐτήν· ἄκουσον γοῦν τοῦ μακαρίου Λουκᾶ λέγοντος, ὅτι μαστιχθέντες οἱ Ἀπόστολοι, ἀνεχώρουν ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, καίτοι οὐ τοιαύτη τῶν μαστίγων ἡ φύσις οὐ γὰρ ἡδονὴν καὶ χαράν, ἀλλ᾽ ὀδύνην καὶ πόνον ἐργάζεσθαι εἴωθεν. εἰ δὲ μάστιγες ἡδονὴν ἔτεκον διὰ Χριστόν, τί θαυμαστόν, εἰ καὶ ἡ λοιπὴ κακοπάθεια, καὶ ὁ ὑπωπιασμὸς τοῦ σώματος τὸ αὐτὸ ἐργάζεσθαι διὰ τὸν αὐτόν.
Τυραννούμενοι, καὶ αἰχμαλωτιζόμενοι ὑπὸ τῶν παθῶν, διαποροῦμεν πολλάκις καθ᾽ ἑαυτούς, διατί ταῦτα πάσχομεν; χρὴ τοιγαροῦν γινώσκειν, ὡς ἐκ τοῦ ἀπασχολεῖσθαι ἡμᾶς ἀπὸ τῆς εἰς Θεὸν θεωρίας, αἱ τοιαῦται γίνονται ἡμῖν αἰχμαλωσίαι. εἰ δέ γε προσηλώσει τις τὸν νοῦν αὐτοῦ ἀπερισπάστως τῷ δεσπότῃ καὶ Θεῷ ἡμῶν, πιστὸς ἐστὶν αὐτὸς ὁ σωτὴρ τῶν ἁπάντων, ῥύσασθαι τὴν τοιαύτην ψυχὴν ἀπὸ πάσης ἐμπαθοῦς αἰχμαλωσίας, καθὰ φησὶν ὁ προφήτης. προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μου ἐστίν, ἵνα μὴ σαλευθῶ. τί δὲ γλυκύτερον, ἢ ἀσφαλέστερον τοῦ ἔχειν ἀεὶ τὸν Κύριον ἐκ δεξιῶν σκέποντα, καὶ φρουροῦντα, καὶ μὴ ἐῶντα σαλευθῆναι. τὸ δὲ τυχεῖν τούτου, τῶν ἐφ᾽ ἡμῖν ἐστι.
Καλῶς εἶπον οἱ πατέρες, καὶ ἀναντιρρήτως, ὅτι, φησίν, οὐχ εὑρίσκει ἄνθρωπος ἀνάπαυσιν ἄλλως, εἰ μὴ τοιαύτην ἐν διαθέτως κτήσηται ἔννοιαν, αὐτὸν μόνον καὶ τὸν Θεὸν εἶναι ἐν τῷ κόσμῳ, πρὸς μηδ᾽ ὁτιοῦν ὅλως τὸν νοῦν ῥεμβόμενος, ἀλλ᾽ ἐκεῖνον ποθῶν, ἐκείνῳ μόνῳ κεκολλημένος, ὁ τοιοῦτος εὑρήσει τὴν ὄντως ἀνάπαυσιν καὶ ἐλευθερίαν, τῆς τῶν παθῶν τυραννίδος· ἐκολλήθη γάρ, φησιν, ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Ἡ φιλαυτία, καὶ ἡ φιληδονία, καὶ ἡ φιλοδοξία, ἐκδιώκουσιν ἐκ τῆς ψυχῆς τὴν τοῦ Θεοῦ μνήμην. ἡ φιλαυτία ἀνεικάστων κακῶν γεννήτρια τυγχάνει, τῆς δὲ μνήμης τοῦ Θεοῦ ἐκλειπούσης, ὁ τῶν παθῶν τάραχος ἐν ἡμῖν χώραν λαμβάνει.
Ὁ τὴν φιλαυτίαν τῆς ἑαυτοῦ καρδίας προθέλυμνον ἀνασπάσας, εὐχερῶς καὶ τῶν λοιπῶν πάντων κυριεύσει παθῶν, τοῦ Κυρίου συνεργοῦντος. ἐξ αὐτῆς γὰρ ἥτε ὀργή, καὶ λύπη, καὶ μνησικακία, καὶ φιληδονία, καὶ παρρησία γεννᾶσθαι πεφύκασιν. ὁ γὰρ ταύτης ἡττώμενος, ὑπόσπονδος καὶ τῶν λοιπῶν παθῶν ὑπάρχει. φιλαυτίαν δὲ λέγομεν, τὴν πρὸς τὸ σῶμα ἐμπαθῆ διάθεσιν καὶ φιλίαν, καὶ τὴν τῶν σαρκικῶν θελημάτων ἐκπλήρωσιν.
Ὅπερ τις ἀγαπᾷ, τούτῳ ἀδιαστάτως συνεῖναι πάντως καὶ ἀδιαλείπτως ἐφίεται, καὶ πάντα τὰ κωλύοντα αὐτὸν τῆς τοῦ φίλου προσρήσεως καὶ συναυλίας ἀποστρέφεται. δῆλον οὖν ὅτι καὶ ὁ τὸν Θεὸν ἀγαπῶν, ἐπιποθεῖ διαπαντὸς ἐντυγχάνειν αὐτῷ καὶ ὁμιλεῖν. τοῦτο δὲ προσγίνεται ἡμῖν διὰ τῆς καθαρᾶς προσευχῆς. ταύτης οὖν ἐπιμελητέον, ὅση δύναμις. αὕτη γὰρ οἰκειοῦν ἡμᾶς τῷ δεσπότῃ πέφυκε. τοιοῦτος ἦν ὁ λέγων. ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ σε ἡ ψυχή μου. ὀρθρίζει γὰρ πρὸς τὸν Θεόν, ὁ μακρύνας τὸν νοῦν ἀπὸ πάσης κακίας, καὶ ἀπερισπάστως τῷ Θείῳ ἔρωτι τετρωμένος.
Ἐξ ἐγκρατείας καὶ ταπεινώσεως, τὴν ἀπάθειαν. ἐκ δὲ πίστεως, τὴν γνῶσιν γεννᾶσθαι μεμαθήκαμεν. ἐκ τούτων, δὲ εἰς διάκρισιν, καὶ ἀγάπην ἡ ψυχὴ προκόπτει. τὴν δὲ θείαν ἐγκολπωσαμένη ἀγάπην, πτέρυξι καθαρᾶς προσευχῆς πρὸς τὸ ταύτης ὕψος ἀλήκτως ἄνεισιν, ἕως καταντήσῃ εἰς τὴν ἐπίγνωσιν τοῦ υἱοῦ τοῦ Θεοῦ, ὥς φησιν ὁ Ἀπόστολος, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
Διὰ μὲν τῆς πρακτικῆς ἀρετῆς δουλοῦται ἡ ἐπιθυμία, καὶ ὁ θυμὸς χαλινοῦται. διὰ δὲ τῆς γνώσεως καὶ θεωρίας, ὁ νοῦς πτεροῦται, καὶ ἀνυψωθεὶς τῶν ἐνύλων, πρὸς τὸν Θεὸν ἐκδημεῖ, τῆς ἀληθοῦς ἐπιτυχὼν μακαριότητος.
Οὗτος ἡμῖν ὁ πρῶτος ἀγὼν ὑπάρχει, μειῶσαι τὰ πάθη, καὶ κατὰ κράτος νικῆσαι. δεύτερος δὲ ἄθλος τὸ κτήσασθαι τὰς ἀρετάς, καὶ μὴ κενήν, μηδὲ ἄπρακτον τὴν ψυχὴν ἡμῶν ἐᾶσαι. τρίτος δὲ δίαυλος τῆς πνευματικῆς πορείας, τὸ νηφαλίως φυλάττειν τοὺς καρποὺς τῶν ἀρετῶν ἡμῶν, καὶ πόνων. οὐκ ἐργάζεσθαι γὰρ μόνον ἐμπόνως, ἀλλὰ καὶ φυλάττειν ἀγρύπνως προστετάγμεθα.
Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, φησὶν ὁ Κύριος. ζώνη μὲν οὖν τῆς ὀσφύος ἀγαθή, δι᾽ ἧς εὐσταλεῖς καὶ κοῦφοι δυνάμεθα γενέσθαι, ἡ ἐγκράτεια ἐστί, σὺν ταπεινώσει καρδίας. ἐγκράτειαν δὲ φημί, τὴν ἀποχὴν πάντων τῶν παθῶν. τοῦ δὲ πνευματικοῦ λύχνου φωταγωγός, ἡ καθαρὰ ἐστι προσευχή, καὶ ἡ τελεία ἀγάπη. οἱ τοίνυν οὕτως ἑαυτοὺς εὐτρεπίσαντες, ὄντως ὅμοιοί εἰσιν ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτῶν, οἵ, ἐλθόντος καὶ κρούσαντος αὐτοῦ, εὐθὺς ἀνοίξουσι, καὶ εἰσελθών, σὺν τῷ πατρί, καὶ τῷ Ἁγίῳ Πνεύματι μονὴν παρ᾽ αὐτοῖς ποιήσει, καὶ μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντας οὕτως.
Δεῖ τὸν Μοναχόν, ὡς μὲν υἱόν, ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης τῆς διανοίας ἀγαπᾶν τὸν Θεόν· ὡς δὲ δοῦλον, εὐλαβεῖσθαι, καὶ ὑπακούειν αὐτῷ, καὶ μετὰ φόβου καὶ τρόμου τὰς ἐντολὰς αὐτοῦ κατεργάζεσθαι· τῷ πνεύματι ζέειν, ἐνδεδυμένον εἶναι τὴν πανοπλίαν τοῦ Ἁγίου Πνεύματος, καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν τὴν ἀπόλαυσιν, καὶ πάντα τὰ διατεταγμένα ἀνυστερήτως ποιεῖν, νήφειν τε, καὶ τηρεῖν τὴν καρδίαν ἀπὸ λογισμῶν πονηρῶν, καὶ ἐννοίαις ἀγαθαῖς τὴν θείαν ἀπαύστως μελέτην ἐκτελεῖν, ἑαυτόν τε ἀνακρίνειν καθ᾽ ἑκάστην περὶ τῶν λογισμῶν τῶν πονηρῶν, καὶ πράξεων, τὰ ἐλλείποντα ἀναπληροῦν. ἐπὶ δὲ τοῖς κατορθώμασι μὴ ἐπαίρεσθαι, ἀλλὰ δοῦλον ἑαυτὸν ἀχρεῖον λέγειν, καὶ πάνυ ὑστερούμενον εἰς τὴν τῶν ὀφειλομένων ἐκπλήρωσιν· εὐχαριστεῖν δὲ τῷ Ἁγίῳ Θεῷ, καὶ αὐτῷ τὴν χάριν τῶν κατορθωμάτων ἐπιγράφεσθαι, μηδὲν τὸ σύνολον κατὰ κενοδοξίαν ἢ ἀνθρωπαρέσκειαν ποιεῖν, ἀλλ᾽ ἐν κρυπτῷ πάντα πράττειν, καὶ μόνον τὸν παρὰ Θεοῦ ἔπαινον ζητεῖν. πρὸ πάντων δὲ καὶ ἐπὶ πᾶσιν, ὀρθοδόξῳ πίστει περιπεφράχθαι τῇ ψυχῇ κατὰ τὰ θεῖα δόγματα τῆς καθολικῆς Ἐκκλησίας παρὰ τῶν θεοκηρύκων Ἀποστόλων, καὶ τῶν ἁγίων πατέρων. τοῖς γὰρ οὕτω πολιτευομένοις ἀνταπόδοσις πολλή, ζωὴ ἀτελεύτητος, μονὴ ἀκατάλυτος παρὰ τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, τῇ ὁμοουσίῳ καὶ τρισυποστάτῳ Θεότητι.
Τέλος λόγου, τὸ πᾶν ἄκουε, εἶπεν ὁ ἐκκλησιαστής, τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλαττε· ὅτι τοῦτο πᾶς ἄνθρωπος· ἐγώ σοι φησὶ κεφαλαιώδη καὶ ἐπιτιμώτερον σωτηρίας ὁδὸν δείκνυμι, τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε· φόβον οὐ τὸν εἰσαγωγικὸν διὰ τὰς κολάσεις ἀλλὰ τὸν τέλειον, καὶ τελειοποιόν, ὃν διὰ τὴν στοργὴν τοῦ προστάξαντος ἔχειν ὀφείλομεν· εἰ μὲν γὰρ διὰ τὸ δέος τῆς κολάσεως μὴ ποιῶμεν τὰς ἁμαρτίας, εὔδηλον, ὡς εἰμὴ προύκειτο τὰ τῆς τιμωρίας, ἐποιήσαμεν ἂν, φιλαμαρτήμονα ἔχοντες τὴν προαίρεσιν· εἰ δὲ μὴ διὰ τὴν ἀπειλὴν τῆς κολάσεως, ἀλλὰ αὐτὰ μισήσαντες τὰ φαῦλα, τούτων ἀποσχώμεθα, φιλίᾳ τῇ πρὸς τὸν δεσπότην ἐργαζόμεθα τὰς ἀρετάς, φοβούμενοι μὴ παραρρυῶμεν· ἐν γὰρ τῷ φοβεῖσθαι, μήτι τῶν ἐντεταλμένων παρίδωμεν, οὗτος ὁ φόβος ἁγνὸς τυγχάνει, δι᾽ αὐτὸ τὸ καλὸν γινόμενος· καὶ ἁγνίζει τὰς ἡμετέρας ψυχάς, ἰσοδύναμος ὢν τῇ τελείᾳ ἀγάπῃ· ὁ δὲ τοῦτον ἔχων τὸν φόβον, καὶ τὰς ἐντολὰς φυλάσσων, οὗτος ἐστὶν ὁ πᾶς ἄνθρωπος, ἀντὶ τοῦ ὁ τέλειος καὶ ἀνελλιπής· ταῦτα οὖν ἐγνωκότες, τὸν Θεὸν φοβηθῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν ἵνα τέλειοι ὦμεν καὶ ἀπηρτισμένοι ταῖς ἀρεταῖς· ἔχοντες δὲ φρόνημα καταβεβλημένον, καὶ συντετριμμένην καρδίαν, καὶ ἀδιαλείπτως τὴν παρὰ τοῦ θείου, καὶ μεγάλου Ἀρσενίου εἰρημένην εὐχὴν προσάδοντες τῷ Κυρίῳ· ὁ Θεός μου μὴ ἐγκαταλίπης με, οὐδὲν ἐποίησα ἐνώπιόν σου ἀγαθόν, ἀλλὰ δός μοι διὰ τὴν εὐσπλαγχνίαν σου βαλεῖν ἀρχήν. τὸ γὰρ ὅλον ἡμῶν τῆς σωτηρίας ἐν τοῖς οἰκτιρμοῖς κεῖται καὶ τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ. αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ προσκύνησις τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.