Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Theodore of Edessa, 32. Τοῦ αὐτοῦ θεωρητικόν.
ΤΟΥ ΑΥΤΟΥ
ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΘΕΟΔΩΡΟΥ
ΘΕΩΡΗΤΙΚΟΝ
Πόσῳ μείζων ἐστὶν ὁ ἀγών, ῥῆξαι μὲν τὸν στερρὸν τοῦτον δεσμόν, ἐλευθερωθῆναι δὲ τῆς λατρείας τῆς ὕλης, καὶ τὴν τῶν καλῶν ἕξιν κτήσασθαι· ὄντως γενναίας δεῖ, καὶ ἀνδρικῆς τῆς ψυχῆς, πρὸς τὴν τῆς ὕλης φυγήν. ἔστι δὲ τὸ σπουδαζόμενον, οὐχὶ τῶν παθῶν κάθαρσις μόνον· οὐ γὰρ ἀρετὴ τοῦ τόγε καθ᾽ αὐτὸ κυρίως, ἀλλὰ παρασκευὴ ἀρετῆς. δεῖ δὲ, πρὸς τῇ καθάρσει τῶν μοχθηρῶν ἕξεων, καὶ τῆς κτήσεως τῶν ἀρετῶν. κάθαρσις δὲ ψυχῆς ἐστί, τοῦ μὲν λογιστικοῦ, ἡ τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, κατὰ τὴν θεολόγον φωνήν, τῶν βιωτικῶν λέγω φροντίδων τε, καὶ θορύβων, καὶ τῶν φαύλων κλίσεων, ἥτουν ἀτόπων προλήψεων ἀπαλλαγή, καὶ τελεία ἀπάλειψις· τοῦ δὲ ἐπιθυμητικοῦ, τὸ μηδὲν πρὸς τὴν ὕλην ὁρμᾶν, μηδὲ πρὸς τὴν αἴσθησιν ἀφορᾶν, ἀλλὰ τῷ λόγῳ γενέσθαι πειθήνιον. τοῦ δὲ θυμοειδοῦς ἀκολούθως, τὸ πρὸς μηδὲν ἐκταράττεσθαι τῶν συμπιπτόντων. μετὰ δὲ τὴν κάθαρσιν ταύτην, καὶ τὴν τῶν αἰσχίστων δυνάμεων νέκρωσιν, ἢ ρύθμισιν, δεῖ καὶ τῆς ἀναβάσεως, καὶ θεώσεως· δέον γὰρ ἐκκλίνοντα ἀπὸ κακοῦ, πρᾶξαι τὸ ἀγαθόν· πρὸς δὲ, καὶ τὸ ἀπαρνήσασθαι μὲν ἑαυτὸν πρῶτον, καθ᾽ οὕτω τὸν σταυρὸν ἀράμενον, ἀκολουθεῖν τῷ δεσπότῃ, πρὸς τὴν τῆς θεώσεως ἀκροτάτην κατάστασιν. τίς δὲ ἡ ἀνάβασις καὶ ἡ θέωσις; τοῦ μὲν νοῦ, ἡ τελεωτάτη ἐπιστήμη τῶν ὄντων, καὶ τοῦ ὑπὲρ τὰ ὄντα, ὡς ἐφικτὸν ἀνθρωπίνῃ φύσει. τῆς δὲ βουλήσεως, ἡ πρὸς τὸ πρῶτον καλόν, παντελής τε, καὶ συνεχὴς τάσις καὶ κίνησις. τοῦ δὲ θυμοειδοῦς, ἡ ἐνεργεστάτη καὶ πρακτικωτάτη πρὸς τὸ ποθούμενον κίνησις, ἀνέκλυτός τε καὶ ἀνένδοτος. μηδενὶ τῶν συμπιπτόντων ἀνιαρῶν ἀνακοπτομένη τοῦ πρόσω· ἀλλὰ μανικῶς τε, καὶ ἀμεταστρόφως ὁδεύουσα. τοσούτῳ δὲ δεῖ σφοδροτέραν εἶναι τὴν πρὸς τὰ καλὰ τῆς ψυχῆς κίνησιν, τῆς πρὸς τὰ φαῦλα, ὅσῳ τὰ νοητὰ κάλλη, τῶν αἰσθητῶν ὑπερφέρει. τοσαύτην δὲ πρὸς τὴν σάρκα ποιεῖσθαι δεῖ τὴν ἐπιστροφὴν ὅση πρὸς κηδεμονίαν καὶ πορισμὸν ἀρκεῖ τῶν ἀναγκαίων πρὸς σύστασιν, ὡς μὴ βιαίως φθαρῆναι τὸ ζῶον. ταῦτα δὲ κατορθώσασθαι μὲν ῥᾷστον, πρᾶξαι δὲ ἐργωδέστερον· οὐ γὰρ ἀμογητὶ τὰς δυσμοχλεύτους ἕξεις ἐκείνας ἐκριζοῦν ἐστὶ τῆς ψυχῆς οὔτε μὴν ἡ τῆς ἐπιστήμης κτῆσις, ἀνυδρωτὶ περιγίνεται· καὶ μέντοι καὶ τὸ πρὸς τὴν μακαρίαν φύσιν ἀτενὲς ὁρᾶν τε καὶ τείνεσθαι, διὰ πολλῶν προσγίνεται μόχθων, καὶ χρόνῳ μακρῷ, μέχρις ἂν εἰς ἔξιν τὸ βουλητικὸν ἔλθοι μετὰ τοῦ ἑπομένου τῆς τοιαύτης ὁρμῆς· καὶ πολλῆς τῆς ἐνστάσεως δεῖ τῷ νῷ πρὸς τὴν αἴσθησιν, ἕλκουσαν πρὸς τὰ κάτω, καὶ αὕτη ἐστὶν ἡ πρὸς τὸ σῶμα πάλη, καὶ μάχη· ἥτις μέχρι θανάτου ἀδιάλειπτός ἐστιν, κἂν ἠλαττῶσθαι δοκεῖ τῇ μαράνσει τοῦ θυμοῦ, καὶ τῆς ἐπιθυμίας, καὶ τῇ δουλώσει τῆς αἰσθήσεως, ὑπὸ τὴν ὑπερβάλλουσαν ἐπιστήμην τοῦ νοῦ.
Πλὴν ἐκεῖνο σημειωτέον· ὅτι ψυχὴ ἀφώτιστος, ἐπειδὴ μὴ πέφυκεν ὑπὸ Θεοῦ βοηθεῖσθαι, οὔτε καθαρθῆναι δύναται γνησίως, οὔτε πρὸς τὸ θεῖον φῶς ἀναβιβασθῆναι καθάπερ εἴρηται· τὰ γὰρ εἰρημένα περὶ τῶν πιστῶν ἡγητέον λελέχθαι· εἰς δὲ πλείω τούτων σαφήνειαν, διαληπτέον βραχέα περὶ γνώσεως διαφορᾶς. τῶν γὰρ ἐνταῦθα γνώσεων, ἡ μὲν κατὰ φύσιν ἐστίν, ἡ δὲ ὑπὲρ φύσιν. ἔσται δὲ δῆλον ἐκ τοῦ προτέρου τὸ δεύτερον. κατὰ φύσιν τοίνυν λέγομεν γνῶσιν, ὅσην δύναται λαβεῖν ἡ ψυχή, δι᾽ ἐρεύνης τε καὶ ζητήσεως, τοῖς φυσικοῖς χρωμένη μορίοις τε καὶ δυνάμεσι· περί τε τῆς κτίσεως, καὶ τοῦ αἰτίου τῆς κτίσεως· δηλονότι ὅσον ἐφικτὸν τῇ προσδεδεμένῃ τῇ ὕλη ψυχῇ· καὶ γὰρ εἴρηται ἐν τῷ περὶ αἰσθήσεως καὶ φαντασίας καὶ νοῦ, ἀμβλύνεσθαι τὴν ἐνέργειαν τοῦ νοῦ, ἐκ τῆς πρὸς τὸ σῶμα συναφείας, καὶ ἀνακράσεως. κἀντεῦθεν μὴ δύνασθαι τῶν νοερῶν εἰδῶν ἐν ἐπαφῇ γενέσθαι· ἀλλὰ δεῖσθαι πρὸς τὸ νοεῖν τῆς φαντασίας, εἰδωλικῆς οὔσης φύσεως, καὶ τῆς ὑλικῆς διαστάσεως καὶ παχυμερίας. δεῖ τοίνυν συμμέτρων εἰδῶν τῷ ἐν τῇ σαρκὶ νῷ, ἵνα τούτων δυνηθείη ἀντιλαβέσθαι. ὁ τοίνυν οὕτως ἔχων νοῦς, ὅσην ἂν λάβῃ γνῶσιν κατὰ τὴν οἰκείαν μέθοδον τὴν φυσικήν· φυσικὴν τὴν τοιαύτην γνῶσιν καλοῦμεν. ὑπερφυὴς δέ ἐστι γνῶσις, ἡ ἐγγινομένη τῷ νῷ ὑπὲρ τὴν ἑαυτοῦ μέθοδόν τε καὶ δύναμιν· ἤτοι ὁπηνίκα τὰ νοούμενα τὴν ἀναλογίαν ὑπερβαίνει, τοῦ μετὰ σαρκὸς νοῦ· ὡς εἶναι τὴν γνῶσιν προσήκουσαν τῷ χωρὶς σώματος νῷ· αὕτη δὲ ὑπὸ μόνου γίνεται τοῦ Θεοῦ· ὁπηνίκα μάλα κεκαθαρμένον εὕρῃ τὸν τοιοῦτον νοῦν ἀπὸ πάσης ὑλικῆς προσπαθείας, καὶ τῷ θείῳ ἔρωτι κάτοχον· οὐχ ἡ γνῶσις δὲ μόνον οὕτω διαιρεῖται, ἀλλὰ καὶ ἡ ἀρετή. ἄλλη μὲν γάρ ἐστιν, ὅση τὴν φύσιν οὐχ ὑπερβαίνει, ἣ καὶ φυσικὴ λέγοι τ᾽ ἂν εἰκότως· ἄλλη δὲ ἡ ὑπὸ μόνου ἐνεργουμένη τοῦ πρώτου καλοῦ, ὑπὲρ τὴν φυσικὴν οὖσα δύναμιν, καὶ κατάστασιν, ἣν ὑπερφυᾶ προσαγορευτέον προσφόρως· οὕτως οὖν τούτων διῃρημένων, τὴν μὲν φυσικὴν καὶ γνῶσιν, καὶ ἀρετήν, ἔχοι ἂν καὶ ἀφώτιστος ἴσως, τὴν ὑπερφυᾶ δὲ οὐδαμῶς· πῶς γὰρ ἄμοιρος ὢν τοῦ ἐνεργοῦντος αἰτίου; ὁ δὲ πεφωτισμένος, ἀμφοτέρας ἔχειν δύναται· μᾶλλον δέ, τὴν μὲν ὑπερφυᾶ ἀρετήν, οὐδ᾽ ἂν ὅλως κτήσαιτο, μὴ πρότερον τὴν κατὰ φύσιν κτησάμενος· τῆς δὲ ὑπερφυοῦς γνώσεως ἐν μεθέξει γενέσθαι, χωρὶς τῆς κατὰ φύσιν, τὸ κωλύον οὐδέν· πλὴν ἐκεῖνο χρεὼν εἰδέναι, ὅτι ὥσπερ αἴσθησιν, καὶ φαντασίαν ἔχει μὲν καὶ τὰ ἄλογα, ἔχει δὲ καὶ ὁ ἄνθρωπος ταύτας τὰς δυνάμεις, πολλῷ κρείτους καὶ ὑψηλοτέρας. οὕτω δὴ κἀπὶ τῶν φυσικῶν ἀρετῶν τε, καὶ γνώσεων, καὶ ἄμφω λέγονται ἔχειν, ἀλλὰ μακρῷ κρειττόνως ὁ πεφωτισμένος, καὶ ὑψηλότερον ἔχει τοῦ ἀφωτίστου αὐτάς.
ἔτι γεμήν, τῆς φυσικῆς εἰρημένης γνώσεως, ὅση περὶ ἀρετάς, καὶ τὰς ἐναντίας ἕξεις καταγίνεται, δισσὴ καὶ αὕτη δοκεῖ· ἡ μὲν ψιλή ἐστιν, ὅτε μὴ πεπείραται ὁ φιλοσοφῶν τῶν τοιούτων διαθέσεων, ἥτις ἔστιν ὅτε διστάζει. ἡ δὲ ἔμπρακτός ἐστι, καὶ οἷον εἰπεῖν ἔμψυχος· ὅτε διὰ τῆς πείρας τῶν τοιούτων διαθέσεων ἡ γνῶσις βεβαιοῦται. ἥτις τρανὴ ἐστί, καὶ πιστή· μηδόλως δισταγμὸν καὶ ἀμφιδοξίαν ἐπιδεχομένη τὸ σύνολον. Τούτων οὕτως ἐχόντων, τέσσαρά τινα εἶναι δοκεῖ ἀντιπίπτοντα τῷ νῷ, πρὸς ἀρετῆς κτῆσιν· ἓν μέν, ἡ τῶν ἐναντίων ἕξεων πρόληψις, ἥπερ εἴρηται, πείθειν ἐπιχειροῦσα διὰ μακροῦ τοῦ ἔθους, πρὸς τὰ γεηρὰ καταφέρεσθαι. ἕτερον δέ, ἡ τῆς αἰσθήσεως ἐνέργεια, τοῖς αἰσθητοῖς κάλλεσιν ἐμφαινομένη καὶ συνεφελκομένη τὸν νοῦν ἑαυτῇ. τρίτον δέ, ἡ τῆς νοερᾶς ἐνεργείας ἀμβλύτης, ἣν διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν πέπονθε. οὐ γὰρ ὥσπερ ὅρασις πρὸς ὁρατόν, καὶ συλλήβδην εἰπεῖν, αἴσθησις πρὸς αἰσθητόν, οὕτω νοῦς πρὸς νοητόν· νοῦν δὲ λέγω τὸν τῆς ψυχῆς ἐν σαρκὶ οὔσης ἔτι. ἐπεὶ οἱ γε ἄϋλοι Νόες, ἐναργέστερον προσβάλλουσι τοῖς νοητοῖς, ἢ ὄψις τοῖς ὁρατοῖς· ἀλλὰ καθάπερ ὄψις λημῶσα, τῶν ὁρᾶσθαι πεφυκότων, οὐ τρανά, οὐδὲ σαφῆ, συγκεχυμένα δὲ μᾶλλον καὶ ἀσαφῆ ἐκμάττεται εἴδωλα. οὕτω δὴ καὶ ὁ ἐν ἡμῖν νοῦς ἀντιλαμβάνεται τῶν νοητῶν, μὴ δυνάμενος δὲ τὰ νοητὰ κάλλη ἐναργῶς κατοπτεύειν, ἅμα μὲν οὐδὲν ποθεῖν δύναται· κατὰ γὰρ τὸ μέτρον τῆς γνώσεως, καὶ τὸ μέτρον τῆς ἐφέσεως, ἅμα δὲ πρὸς τὰ αἰσθητὰ κατασύρεσθαι κάλλη· τρανώτερον τούτῳ προσπίπτοντα. ἐμφονεῖσθαι γὰρ ἀναγκαῖον ἑνός γε τοῦ καλοῦ φαινομένου· εἴτ᾽ οὖν ὄντως, εἴτε καὶ μή. ἔτι δὲ παρὰ ταῦτα, ἡ τῶν ἀκαθάρτων καὶ μισανθρώπων πνευμάτων ἐπήρεια. παγίδας, οὐκ ἔστι εἰπεῖν, ὅσας, καὶ οἵας ἀπανταχοῦ τῆς ὁδοῦ, φεῦ· ταῖς ψυχαῖς προσπηγνῦσα πολυειδῶς τε καὶ πολυτρόπως, διὰ τῶν αἰσθήσεων, διὰ λόγου, διὰ νοῦ, διὰ πάντων· ὡς εἰπεῖν· τῶν ὄντων. ὧν εἰ μὴ ὁ τὸ πλανώμενον προβατον ἐπ᾽ ὤμων ἀναλαβών, ὑψηλοτέρως ἀπείρῳ κηδεμονίᾳ τοὺς πρὸς αὐτὸν ὁρῶντας εἰργάζετο, οὐκ ἂν διέφυγεν οὐδαμῶς οὐδεμία ψυχή. πρὸς γοῦν τὸ ταῦτα πάντα διαφυγεῖν, τριῶν ἡμῖν τούτων δεῖ. ὧν πρῶτον καὶ μέγιστον, τὸ πρὸς τὸν Θεὸν ὁλοψύχως ὁρᾶν· καὶ παρ᾽ αὐτοῦ χεῖρα βοηθείας αἰτεῖν. πᾶσαν ἐπ᾽ αὐτῷ τὴν ἐλπίδα ἀνατιθέντας, ὡς ἀκριβῶς πεπεισμένους. ὡς εἰ μὴ ἐκεῖνος συνάριτο, πᾶσα ἀνάγκη ἀνθέλκουσιν ἐνεχθῆναι. δεύτερον δέ, ὃ καὶ τοῦ προτέρου πρόξενον οἶμαι, ἡ συνεχὴς τοῦ νοῦ δι᾽ ἐπιστήμης τροφή.
Ἐπιστήμην δὲ λέγω, τῶν τε ὄντων, ἁπάντων αἰσθητῶν, καὶ νοητῶν. εἴτε καθ᾽ αὐτὰ ἐστί, καὶ ὅπως ἔχουσι πρὸς τὴν πρώτην ἀρχήν, ὡς ἐκεῖθέν τε καὶ πρὸς τήν δε, καὶ τὴν τοῦ αἰτίου τῶν ὄντων, ἐκ τῶν περὶ αὐτὴν ὡς ἐφικτὸν θεωρίαν. καθαρτικώτατον γὰρ τὸ τὰς φύσεις τῶν ὄντων περιεργάζεσθαι, τῆς ἐμπαθοῦς πρὸς αὐτὰ διαθέσεως, καὶ τῆς περὶ ταῦτα ἀπάτης ἀπαλλακτικόν, καὶ τὴν πρὸς τὴν πάντων ἀρχὴν ἀναγωγικώτατον. ἀπὸ τῶν καλῶν, καὶ θαυμαστῶν, καὶ μεγάλων, τὸ κάλλιστον, καὶ θαυμαστότατον καὶ μέγιστον, μᾶλλον δὲ τὸ ὑπὲρ τὸ κάλλος, καὶ τὴν θαυμασιότητα, καὶ τὸ μέγεθος διδοῦν ἐνοπτρίζεσθαι. περὶ ταῦτα δὲ στρεφομένης τῆς διανοίας ἀεί, οἷόν τε ἐστὶ μὴ ποθῆσαι τὸ ὄντος ἀγαθόν· εἰ γὰρ πρὸς ἀλλότριον φέρεται, πολλῷ μᾶλλον πρὸς τὸ οἰκεῖον. τούτων δὲ ἐρασθεῖσα ψυχή, τίνι ἀνάχοιτο προσεδρεύειν τῶν κάτω; καὶ τῶν ἀφέλκειν πεφυκότων τοῦ ἐραστοῦ; ἀλλὰ μὴ καὶ πρὸς τὴν ἐν σαρκὶ δυσχεράνῃ ζωήν, ὡς ἐμποδιστικὴν τῶν καλῶν. εἰ γὰρ καὶ ἀμαυρῶς ἐποπτεύειν εἴρηται νοῦς ἐν ὕλῃ τὴν νοητὴν καλλονήν, ἀλλὰ τοιαῦτα καὶ τηλικαῦτα τὰ νοητὰ ἀγαθά, ὡς καὶ βραχείαν τινα ἀπορροήν, καὶ ἀμυδρὰν ἔμφασιν τοῦ πελαγίζοντος κάλλους ἐκείνου, δύνασθαι πείθει τὸν νοῦν, πάντων ὑπερίπτασθαι τῶν μὴ νοητῶν, καὶ πρὸς ἐκεῖνα φέρεσθαι μόνα. μηδόλως δ᾽ ἀνέχεσθαι τῆς τρυφῆς ἐκείνης ἀποχωρεῖν, οὐδ᾽ ἂν εἴτι καὶ συμπεσεῖν γένοιτο τῶν ἀνιαρῶν. τρίτον δὲ προσεῖναι δεῖ, τὴν τοῦ συζύγου σώματος νέκρωσιν. ἄλλως γὰρ ἀδύνατον τὰς ἐμφάσεις ἐκείνας δέχεσθαι σαφεῖς καὶ τρανάς. νεκροῦται δὲ σὰρξ διὰ νηστείας, καὶ ἀγρυπνίας, καὶ χαμευνίας, καὶ τραχείας περιβολῆς ἀναγκαίας, καὶ πόνων, καὶ μόχθων. οὕτω νεκροῦται σάρξ. μᾶλλον δὲ συσταυροῦται Χριστῷ. λεπτύνεταί τε, καὶ καθαίρεται, καὶ κούφη καὶ εὐσταλὴς γινομένη, τοῖς τοῦ νοῦ κινήμασιν ἕπεται ῥᾳδίως, οὐκ ἀντιτείνουσα, καὶ συνυψοῦται τῷ ὑψηλῷ. ὡς ταύτης γε χωρίς, ἅπασα σπουδὴ ματαία ἐλέγχεται. αὕτη ἡ σεβασμία τριάς, ἐπειδὰν πρὸς ἑαυτὴν συμφωνήσῃ, τὸν χορὸν τῶν μακαρίων ἀρετῶν, ἐγγενᾷ τῇ ψυχῇ. ἀδύνατον γὰρ ἐν τοῖς τῇ τριτηὶ ταύτῃ κεκοσμημένοις, ἢ ἴχνος κακίας εὑρεῖν, ἢ τῶν ἀρετῶν ἀπεῖναι τινά· ἀλλ᾽ ἴσως ἐνοχλεῖ τῷ λόγῳ ἡ τῶν χρημάτων ῥίψις, καὶ ἡ τῆς δόξης διάπτυσις, ὡς ἄχρις ἂν προσδέδεται τούτοις ψυχήν, πολλοῖς περιπείρεται πάθεσιν. ἐγὼ δέ, ὅτι μὲν ἀδύνατον ἀναπτῆναι ψυχὴν τὴν προσηλωμένην πλούτῳ, καὶ δόξῃ, καὶ πάνυ διϊσχυρίζομαι. οὐ μὴν δὲ φημί δυνατὸν εἶναι τούτοις προσεδρεύειν ψυχήν, τοῖς εἰρημένοις τρισὶν ἐναθλήσασαν ἐφ᾽ ἱκανὸν ὡς εἰς ἔξιν τούτων ἐλθεῖν. εἰ γὰρ μηδὲν εἰδυῖα τῳόντι καλόν, ἢ τὸ ὑπὲρ πάντα, τῶν δ᾽ ἄλλων. τὸ ὁμοιότερον τῷ πρώτῳ κάλλιον εἶναι πεπεισμένη, καὶ τοῦτο μέχρι τῶν ἐσχάτων, πῶς ἂν ἄργυρον, ἢ χρυσοῦν, ἢ ἄλλο τι τῶν κάτω συρομένων ἀγαπήσειε;
καὶ ἀποδέξεται; ταῦτα δέ μοι καὶ περὶ τῆς δόξης εἰρήσθω. ἀλλ᾽ οὐδὲ τὸ καθεκτικώτατον χρῆμα, τὰς φροντίδας λέγω, ἀντιπίπτει τῷ λογῳ. περὶ τίνος γὰρ φροντιεῖ; ὁ πρὸς μηδὲν τῶν ἐνθάδε παθαινόμενος, καὶ στρεφόμενος; τὸ γὰρ φροντίδων νέφος, ἀπὸ τῆς οἷον ἀναθυμιάσεως τῶν γενικωτάτων παθῶν. φιληδονίας λέγω, φιλαργυρίας, καὶ φιλοδοξίας συνίσταται· ὡς ὅγε τούτων ἐλεύθερος, καὶ φροντίδος ἀλλότριος. ἀλλ᾽ οὐδ᾽ ἡ φρόνησις ἕτερον εἶναι τῆς σοφίας πεπιστευμένη· καὶ τὸ κράτιστον οὖσα τῶν πρὸς τὰ ἄνω φερόντων, τοῖς εἰρημένοις ἐλλείπει. Τῇ μὲν γὰρ τῶν ἀρετῶν ἐπιστήμῃ, συμπεριέχεται καὶ ἡ τοῦ ἀγαθοῦ, καὶ τοὐναντίου ἀκριβεστάτη διάκρισις. ὧν προὔργου φρόνησις δεῖται. τρόπους δὲ χρήσεως καὶ πάλης, ἡ πείρα καὶ ἡ πρὸς τὸ σῶμα πάλη διδάξει. ὁ δὲ τοῦ φόβου λόγος, οὐκ ἐκλείπει τῷ λόγῳ. ὅσῳ γὰρ μείζων ὁ ἔρως, καὶ ὁ φόβος συναύξεται· τοῦ γὰρ ἀγαθοῦ. ὅση ἐλπὶς πρὸς τὸ τυχεῖν, ὃ μᾶλλον οἶδε δάκνειν τοὺς τετρωμένους, ἢ μυρίων κολάσεων ἀπειλαί. τὸ γὰρ αὐτοῦ τυχεῖν μακαριώτατον, τοσοῦτος ὁ φόβος ἀποτυχεῖν, ὅπερ ἐστὶν ἀθλιώτατον. ἵνα δὲ καθ᾽ ὁδὸν ἡμῖν ὁ λόγος καὶ ἄλλως προίῃ, ληπτέον ἀπὸ τοῦ τέλους. οὕτω γὰρ δοκεῖ πᾶν τὸ γενόμενον ἀπὸ τοῦ οἰκείου τέλους, τήν τε τῶν μερῶν διάκρισιν, καὶ τὴν τούτων τάξιν λαμβάνειν τὸ τοίνυν τέλος τῆς ζωῆς ἡμῶν, μακαριότης ἐστίν, ὃ ταὐτὸν ἐστὶν εἰπεῖν, καὶ βασιλείαν οὐρανῶν, ἢ Θεοῦ. τοῦτο δὲ οὐκ ἔστι τὸ ὁρᾶν μόνον τὴν βασιλικωτάτην εἰπεῖν τριάδα, ἀλλὰ πρὸς τοῦτο, καὶ τὴν θείαν δέχεσθαι ἐπιρροήν, καὶ οἱονεί, πάσχειν τὴν θέωσιν. καὶ τὸ ἐν ἡμῖν ἐνδεῶς τε καὶ ἀτελές, τῇ ἀναπληροῦσθαί τε, καὶ τελειοῦσθαι ἐπιρροῇ. καὶ τοῦτό ἐστι τῶν νοερῶν ἡ τροφή, ἡ τοῦ ἐνδεοῦς ἀναπλήρωσις διὰ τῆς θείας ἐκείνης ἐπιρροῆς. καὶ ἔστι κύκλος τίς ἀΐδιος, ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενος, καὶ εἰς τὸ αὐτὸ καταλήγων. ὅσον γὰρ νοεῖ, καὶ ἐφίεται. καὶ ὅσον ἐφίεται, ἀπολαύει. ὅσον δ᾽ ἀπολαύει, πρὸς τὸ νοεῖν πάλιν ρώννυται, καὶ αὖθις ἄρχεται τῆς ἀκινήτου κινήσεως. εἴτ᾽ οὖν τῆς ἀκινήτου ἀκινησίας. τὸ μὲν οὖν τέλος, ὅσον ἡμῖν ἐφικτόν. τοιοῦτον. ὅπως δὲ πρὸς τὸ αὐτὸ τέλος ἰτέον, σκεπτέον. ταῖς λογικαῖς ψυχαῖς, νοεραῖς οὔσαις οὐσίαις, καὶ μικροῦ τῶν Ἀγγέλων ἀποδεούσαις νοῶν, ὁ ἐνταῦθα βίος, ἄθλον ἐστί, καὶ ἀγὼν δεδομένος, ὁ ἐν σαρκὶ βίος. ἔπαθλον δὲ ἡ ῥηθεῖσα κατάστασις. δῶρον ὁμοῦ ἀγαθότητος θείας, καὶ δικαιοσύνης ἐπάξιον. τὸ μὲν, ὅτι ἐξ ἰδίων ἱδρώτων δοκεῖ τούτων τυγχάνειν τῶν ἀγαθῶν. τὸ δ᾽ ὅτι πάντα πόνον ἡ ἀπειρόδωρος δύναμις ὑπερβαίνει. ἄλλως θ᾽ ὅτι καὶ αὐτὸ τὸ δύνασθαί τε τὸ ἀγαθόν, καὶ πρᾶξαι, αὐτοῦ ἐστι δώρημα. τίς οὖν ὁ ἐνταῦθα ἀγών; ψυχὴ λογική, ζωώδει συνέζευκται σώματι, γῆθεν τὴν ὕπαρξιν ἔχοντι, καὶ πρὸς τὰ κάτω βρίθοντι.
οὕτω δὲ πρὸς αὐτὸ ἀνακέκραται, ὡς ἓν ἐκ τῶν δύω γίνεσθαι τούτων ψυχῆς καὶ σώματος τῶν ἐναντιωτάτων. οὐκ ἐπακολουθούσης τροπῆς, ἢ συγχύσεως τῶν μερῶν ἄπαγε, ἀλλ᾽ ἐκ δύο τῶν κατὰ φύσιν φερόντων, μίαν ὑπόστασιν γίνεσθαι ἐν δυσὶ τελείαις ταῖς φύσεσιν. οὕτω γοῦν διφυές τι γενόμενον τὸ μικτὸν τοῦτο ζῶον ὁ ἄνθρωπος, ἑκατέρας φύσεως παρὰ μέρος τὰ οἰκεῖα πέφυκεν ἐνεργεῖν. καὶ τῷ μὲν σώματι προσφυές, τὸ τῶν ὁμοίων ἐφίεσθαι. ὁ ἔρως γὰρ οὗτος φυσικὸς τοῖς οὖσι πρὸς τὰ ὅμοια, ὡς δῆθεν βοηθουμένου τοῦ εἶναι, ὑπὸ τῆς τῶν ὁμοίων συνουσίας, καὶ τὸ ἀπολαύειν αὐτῶν διὰ τῆς αἰσθήσεως. ἔτιτε βαρεῖ ὄντι φίλον ἡ ἄνεσις. τῇ μὲν δὴ ζωώδει φύσει, προσφυῆ καὶ ἑράσμια ταῦτα. τῇ δὲ λογικῇ ψυχῇ καθὸ νοερᾷ οὐσίᾳ, φυσικάτε καὶ ὀρεκτά, ταῦτα δὴ τὰ νοητά. καὶ τούτων ἀπολαύειν, κατὰ τὸν οἰκεῖον τρόπον. πρὸ πάντων δὲ καὶ ἐπὶ πᾶσιν, ὁ πρὸς Θεὸν ἔρως αὐτῇ φυσικῶς ἐνερρίζωται. καὶ βούλεται μὲν ἀπολαύειν αὐτοῦ τε καὶ τῶν ἄλλων νοητῶν, οὐ δύναται δὲ ἀνεμποδίστως τοῦτο ποιεῖν. ὁ μὲν δὴ πρῶτος ἄνθρωπος ἀνεμποδίστως, ὥσπερ διὰ τῆς αἰσθήσεως τῶν αἰσθητῶν, οὕτω δὴ τῶν νοητῶν διὰ τοῦ νοῦ, ἀντιλαμβάνεσθαί τε, καὶ ἀπολαύειν ἠδύνατο, χρεὼν δὲ ἦν ἐκείνῳ, τὸ μὴ τοῖς χείροσιν, ἀλλὰ τοῖς κρείττουσιν ἐνασχολεῖσθαι. ἀμφότερα γὰρ δυνάμενος ἐπ᾽ αὐτῷ ἦν, εἴτε τοῖς νοητοῖς συνεῖναι διὰ τοῦ νοῦ. εἴτε τοῖς αἰσθητοῖς διὰ τῆς αἰσθήσεως. λέγω δέ, οὐχ ὅτι οὐκ ἐχρῆν τὸν Ἀδὰμ αἰσθήσει κεχρῆσθαι. οὐ γὰρ μάτην αὐτῷ περιέκειτο τὸ σῶμα. ἀλλ᾽ ὅτι τῶν αἰσθητῶν ἐντρυφᾶν, οὐκ ἐχρῆν. ἀλλὰ τῆς καλλονῆς ἀντιλαμβανόμενον· τῶν κτισμάτων, πρὸς τὸ αἴτιον ἀνατρέχειν ἔδει. καὶ τούτου κἀντεῦθεν κατατρυφᾶν μετὰ θαύματος. διπλᾶς ἔχοντα τὰς ἀφορμὰς τοῦ θαυμάζειν τὸν κτίσαντα. οὐμὴν δὲ, τοῖς αἰσθητοῖς προσπαγῆναι, καὶ ταῦτα θαυμάζειν, οὐ τὸν ποιήσαντα, τοῦ νοητοῦ κάλλους ἀφέμενον. ὁ μὲν οὖν Ἀδάμ οὕτως. ἐπεὶ δὲ κακῶς ἐκεῖνος τῆ αἰσθήσει χρησάμενος, τὸ αἰσθητὸν ἐθαύμαζε κάλλος, ὡραίου δόξαντος αὐτῷ τοῦ καρποῦ πρὸς ὅρασιν, καὶ καλοῦ εἰς βρῶσιν, οὗ γευσάμενος, ἀφῆκε τὴν ἀπόλαυσιν τῶν νοητῶν. ἐντεῦθεν ὁ δίκαιος κριτής, ὧν αὐτὸς κατεφρόνησε, τῆς θεωρίας φημὶ τοῦ Θεοῦ, καὶ τῶν ὄντων, ἀνάξιον ἑαυτὸν κρίνας, ἀφείλετο αὐτόν. θέμενος σκότος ἀποκρυφήν, αὐτοῦ, καὶ τῶν ἀΰλων οὐσιῶν. οὐκ ἔδει γὰρ τοῖς βεβήλοις ἀνεῖσθαι τὰ ἅγια. ὧν δ᾽ ἠράσθη, τούτων συνεχώρησε τὴν ἀπόλαυσιν. αἰσθήσει ζῆν ἐάσας, καὶ μικροῖς νοὸς ἴχνεσιν. ἐντεῦθεν ἡμῖν ὁ πρὸς τὰ τῇ δε ἀγών, βαρύτερος γέγονεν, οὐ γὰρ ἐπ᾽ ἐξουσίας ἀπολαύειν τῶν νοητῶν, ὥσπερ τῶν αἰσθητῶν τῇ αἰσθήσει, καθάπερ εἴρηται. εἰ καὶ διὰ τοῦ βαπτίσματος ὅτι μάλιστα βοηθούμεθα, καθαιρόμενοι, καὶ ὑψούμενοι. πλὴν ὡς ἐφικτὸν ἡμῖν, τούτοις ἐνασχολεῖσθαι χρή, οὐ τοῖς αἰσθητοῖς.
κἀκεῖνα θαυμάζειν καὶ βούλεσθαι. τῶν δ᾽ αἰσθητῶν μηδὲν καθ᾽ αὑτὸ θαυμάσαι, μὴ δ᾽ ἀπολαῦσαι θελῆσαι. τῳόντι γὰρ οὐδένα πρὸς τὰ νοητὰ λόγον ἔχειν δοκεῖ. ὅσῳ δὲ τῆς οὐσίας ἡ οὐσία, τοσούτῳ καὶ τοῦ κάλλους τὸ κάλλος θαυμασιώτερον. τοῦ καλλίωνος δέ τὸ αἴσχιον, καὶ τοῦ τιμιωτέρου τὸ ἀτιμώτερον ποθῆσαι, ποίαν οὐχ ὑπερβάλλει παραπληξίαν; καὶ ταῦτα μὲν περὶ τῶν αἰσθητῶν τε, καὶ νοητῶν κτισμάτων ἀμφοῖν. τί δ᾽ ἂν εἴποις περὶ τοῦ ὑπὲρ ταῦτα, ὅταν καὶ τούτου τὴν ἄμορφον ὕλην καὶ ἀκαλλῆ προτιθέαμεν; οὗτος οὖν ἐστὶν ὁ ἀγών, τὸ προσέχειν ἑαυτοῖς μετ᾽ ἀκριβείας, ἵνα τῶντε νοητῶν ἀεὶ ἀπολαύωμεν. πρὸς αὐτὰ καὶ νοῦν, καὶ ὄρεξιν ἀνατείναντες, μηδέποτε ὑπὸ τούτων κλαπῶμεν τῶν αἰσθητῶν, ὑποσπασθέντες πρὸς αὐτὸ διὰ τῆς αἰσθήσεως, ὡς θαυμάσαι αὐτὸ καθ᾽ αὐτό. ἀλλ᾽ εἴτι χρὴ καὶ αἰσθήσει χρήσασθαι, διὰ τοῦτο χρηστέον, ἵνα ἐκ τῶν κτισμάτων τὸν κτίστην καταλαμβάνωμεν. ἐν αὐτοῖς ὁρῶντες ἐκεῖνον, ὡς ἐν ὕδασιν ἥλιον. ἐπειδὴ εἰκόνες εἰσὶν ἐν τοῖς οὖσι τοῦ πρώτου πάντων αἰτίου. κατὰ τὸ αὐτοῖς χωρητόν. τὸ μὲν οὖν κατόρθωμα τοῦτό ἐστιν. ὅπως δὲ τοῦτο κατορθωτέον, σκεπτέον· εἴρηται γὰρ, ὅτι τὸ σῶμα ἀπολαύειν ἐφίεται τῶν οἰκείων διὰ τῆς αἰσθήσεως. ὅπερ ἐναντίον ἐστὶν τῇ προθέσει τῆς ψυχῆς, καὶ ὅσῳ μᾶλλον ἔρρωται, μᾶλλον ἐφίεται. πρὸς τοῦτο τοίνυν πεφρόντιστο τῇ ψυχῇ, τὸ πάσαις αἰσθήσεσι χαλινὸν ἐπιτιθεῖναι, ἵνα μὴ τῶν αἰσθητῶν ἀπολαύσωμεν ὡς εἴρηται. ἐπεὶ δὲ μᾶλλον ἐρρωμένον τὸ σῶμα, μᾶλλον ὁρμᾷ, μᾶλλον δὲ ὁρμῶν δυσκάθεκτον γίνεται, ἐσπούδασται τῇ ψυχῇ ἡ αὐτοῦ νέκρωσις διὰ νηστείας, ἀγρυπνίας, στάσεως, χαμευνείας, ἀλουσίας, καὶ πάσης ἄλλης κακοπαθείας. ἵνα καταμαράνασα τὴν δύναμιν αὐτοῦ, εὐήνιον ἔχῃ καὶ εὐπειθές, πρὸς τὰς ἑαυτῆς πράξεις τὰς νοεράς. τοῦτο γὰρ ἦν τὸ προκείμενον εἰς κατόρθωσιν. ἐπεὶ δὲ ταῦτα, εὔξασθαι μὲν ῥᾶστον, ποιῆσαι δὲ δυσχερές, καὶ πολλαπλάσιά ἐστι τῶν κατορθωμάτων τὰ σφάλματα, κἂν πάνυ προσέχῃ τις, πυκνὰ τῆς αἰσθήσεως ὑποκλεπτούσης.
Τρίτον ἐπινενόηται φάρμακον, ἡ προσευχή, καὶ τὸ δάκρυον. ἡ μὲν γὰρ προσευχή, εὐχαριστίαν ἔχει τῶν δεδομένων ἀγαθῶν, καὶ αἴτησιν τῆς τε τῶν σφαλμάτων ἀφέσεως, καὶ δυναμοποιοῦ πρὸς τὸ μέλλον δυνάμεως. ὡς ἄνευ γε τῆς θείας ῥοπῆς, καθάπερ καὶ πρότερον εἴρηται, οὐδὲν ἂν κατορθώσοι ψυχή. ἔτιτε ἕνωσιν πρὸς τὸν ποθούμενον, καὶ ἀπόλαυσιν, καὶ τῆς βουλητικῆς δυνάμεως πρὸς ἐκεῖνον νεῦσιν ὁλικήν. ὃ τοῦ κατορθώματος μέρος ἦν τὸ κράτιστον. τὸ πεῖσαι τὴν βούλησιν ταῦτα βούλεσθαι, ὡς οἷόν τε σφόδρα. τὸ δὲ δάκρυον, πολλὴν ἔχει τὴν δύναμιν. ὑπέρ τε γὰρ τῶν ἐσφαλμένων, ἱλεοῦται τὸν δεσπότην, καὶ τὰς προσγενομένας ἡμῖν ἀπὸ τῆς αἰσθητῆς ἡδονῆς κηλίδας καθαίρει, καὶ πρὸς τὰ ἄνω πτεροῖ τὴν ὄρεξιν· ταῦτα μὲν οὕτως. τὸ μὲν οὖν κατόρθωμα, ἡ τῶν νοητῶν θεωρία καὶ πόθησις παντελής. διὰ δὲ τούτου ἡ τῆς σαρκὸς δουλαγώγησις, ἧς μέρη, καὶ νηστεία, καὶ σωφροσύνη, καὶ ἕτερα. πάντα δι᾽ ἕτερον ἐπιτηδευόμενα. διὰ δὲ ταῦτα, καὶ μετὰ τούτων ἡ προσευχή. ἑκάτερον δὲ τούτων εἰς πλείω μέρη διείληπται. ὥσπερ γὰρ αὐτὰ δι᾽ ἄλλα, οὕτω δι᾽ αὐτὰ ἕτερα. μηδεὶς δὲ οἰέσθω τὴν φιλοδοξίαν, καὶ τὴν φιλαργυρίαν σώματι προσήκειν, ἡ γὰρ φιληδονία, τῷ σώματι μόνῳ, ἥτις φάρμακον εὗρεν ἁρμόδιον, τὴν τοῦ σώματος κάκωσιν. τὰ δὲ ῥηθέντα δύω, ἀγνοίας ἐστὶ γεννήματα. ἀπειρίᾳ γὰρ τῶν ὄντως καλῶν ἡ ψυχή, καὶ ἀνεπιστημοσύνῃ τὼν νοητῶν, τὰ νόθα εἰσεποιήσατο. τῷ μὲν πλούτῳ δοκοῦσα παραμυθεῖσθαι τὸ ἐνδεές. ἅμα δὲ καὶ διὰ φιληδονίαν ὁ πλοῦτος σπουδάζεται, καὶ διὰ φιλοδοξίαν, καὶ καθ᾽ αὐτὸ ὡς ἄλλο τι καλόν. περὶ οὗ φαμέν, ὅτι ἀγνοίᾳ τῶν ὄντως καλῶν γίνεται τοῦτο. ἡ δὲ φιλοδοξία, οὐ δι᾽ ἔνδειαν μὲν σωματικήν, παραμυθεῖται γὰρ οὐδὲν τῶν τοῦ σώματος. ἀπειρίᾳ δὲ καὶ ἀγνοίᾳ τοῦ πρώτου καλοῦ, καὶ τῆς ἀληθινῆς δόξης, καὶ ταύτης αἴτιον, καὶ συλλήβδην εἰπεῖν, πάντων ῥίζα τῶν κακῶν ἡ ἄγνοια πέφυκεν. οὐκ ἔστι γὰρ ὡς δεῖ τῶν πραγμάτων τὴν φύσιν κατειληφότα. ὅθεν τε προῆλθεν ἑκαστον, καὶ πῇ καταστρέφει, εἶτα τοῦ οἰκείου τέλους ἀλογήσαντα, πρὸς τὰ γήϊνα καταφέρεσθαι. οὐκ ὀρέγεται γὰρ ψυχὴ τοῦ φαινομένου καλοῦ. εἰ δὲ ὑπὸ τῆς ἕξεως τυραννεῖται. μάλιστα μὲν καὶ τῆς ἕξεως κρατῆσαι δύναται. πλήν, ἀλλ᾽ ὅτε οὔπω ἡ ἕξις ἦν, δι᾽ ἄγνοιαν ἡπατᾶτο, ὥστε τῶν μάλιστα πρῶτον σπουδάσαι δεῖ, καὶ περὶ τῶν ὄντων ὀρθῶς δοξάσαι, εἰθ᾽ ἑπομένως πτερῶσαι μὲν τὴν βούλησιν, πρὸς τὸ πρῶτον καλόν. καταφρονῆσαι δὲ τῶν παρόντων ἁπάντων, καταγνόντα πολλὴν τούτων τὴν ματαιότητα. τί γὰρ πρὸς τὸ οἰκεῖον ἡμῖν τέλος συμβάλλεται; καὶ ἵνα ἐν βραχεῖ συνέλω τό πᾶν. ἓν μόνον ἐστὶν ἔργον τῆς λογικῆς ἐν σώματι ψυχῆς, τὸ τοῦ οἰκείου τέλους ἐφίεσθαι.
ἐπεὶ δὲ τῆς βουλήσεως ἡ ἐνέργεια, νοήσεως ἄτερ, ἀκίνητός ἐστι, διὰ τοῦτο τὸ νοερῶς ἐνεργεῖν προσλαμβάνομεν. εἴτ᾽ οὖν διὰ τὸ βούλεσθαι τὸ νοεῖν, εἴτε καὶ δι᾽ αὐτό, καὶ διὰ τὸ βούλεσθαι. ὃ καὶ μᾶλλον δοκεῖ. καὶ γὰρ ἡ μακαριότης, ἧς οὐ πρόξενος μόνον, ἀλλὰ καὶ τύπος ἡ ἐνταῦθα τοῦ σπουδαίου ζωή, ἀμφοτέρας ἔχει τὰς ἐνεργείας, τήν τε νόησιν, καὶ ἡδονήν. εἴτ᾽ οὖν ἄμφω αἱ ἐνέργειαι, εἴτε θατέρα κυριωτάτη, φιλοσοφείτωσαν μὲν οἱ βουλόμενοι. πρὸς δὲ τὸ παρόν, ἄμφω τιθέαμεν τὰς ἐνεργείας. ὧν τὴν μὲν θεωρίαν τὴν δὲ πρᾶξιν καλοῦμεν. ἀδύνατον δὲ θατέραν χωρὶς τῆς ἄλλης εὑρίσκεσθαι, ἐπὶ τῶν ἀκροτάτων τούτων ἐνεργειῶν. ἐπὶ δὲ τῶν ὑποδεεστέρων, καὶ μετ᾽ ἐκείνας, ἐνδέχεται. ὅσα δὲ τούτων ἐμποδιστικὰ τῶν ἐνεργειῶν, ἢ καὶ πρὸς τὰ ἐναντία ὁρῶσι, κακίας καλοῦμεν. ὅσα δὲ βοηθητικά, ἢ καὶ τῶν ἐμποδιστικῶν ἀπαλλακτικά, ἀρετάς. ἐνεργείας δὲ τὰς μὲν ἀπὸ τῶν ἀρετῶν, κατορθώματα. τὰς δὲ τῶν ἐναντίων, διαπτώματα καὶ ἁμαρτήματα. πάσης δὲ ἐνεργείας εἰδοποιόν, εἴτε πρὸς τὸ χεῖρον, εἴτε πρὸς τὸ βέλτιον, ὁ σκοπὸς ὁ ἀκρότατος ὃν ἐνέργειαν ἴσμεν σύνθετον, ἐκ νοήσεως, καὶ βουλήσεως.