Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Maximus the Confessor, 33. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΜΑΞΙΜΟΥ
ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ
Ὁ Ἐν Ἁγίοις Πατὴρ ἡμῶν Μάξιμος ὁ Ὁμολογητής, ἦν ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, κατὰ τὸ ἑξηκοστὸν ἑβδομηκοστὸν ἔτος ἀπὸ Χριστοῦ, ὁ τῆς τῶν Μονοθελητῶν κακοδόξου αἰρέσεως πρώτιστος καθαιρέτης· βασιλείοις δὲ πρότερον ἐνδιαπρέψας αὐλαῖς, καὶ τῷ τοῦ Πρωτασηκρίτου ἀξιώματι τετιμημένος, ὑστερον τὰς κοσμικὰς ἀρχὰς καταλιπών, πρὸς τοὺς ἀσκητικοὺς ἀγῶνας ἐπαποδύεται· τῇ πηγῇ δὲ τῆς σοφίας προσπελάσας τὸ στόμα, καὶ ταῖς ζωηρρύτοις ἀρδείαις τῶν θείων Γραφῶν διαπαντὸς ποτιζόμενος, ποταμοὺς ὡς ἀληθῶς ἐκ τῆς κοιλίας αὐτοῦ θείων δογμάτων, καὶ συγγραμμάτων ὀξέβλυσε, πάντα πελαγίζοντας τῆς οἰκουμένης τὰ πέρατα, ὧν καὶ ἡμεῖς τὸ γλυκὺ καὶ νεκρέγερτον ὕδωρ, διὰ τῶν παρόντων τουτωνὶ κεφαλαίων, εἰς τήν δε τὴν βίβλον μετοχετεύσαντες, παρεθήκαμεν τοῖς τῷ καλῷ δίψει τῆς σοφίας συνεχομένοις, ἵνα πίνοντες ἐξ αὐτοῦ δαψιλῶς, εἰς τὸν αἰῶνα οὐ μὴ διψήσωσιν. ἐν τούτοις καὶ γὰρ ἡ τῆς ἱερᾶς, καὶ θεοποιοῦ ἀγάπης γνῶσις, καὶ ἐργασία φιλοσοφεῖται· ἡ τῆς ὑψηλῆς Θεολογίας ἅπταιστος δόξα κρατύνεται· τὸ περὶ τῆς οἰκονομίας τοῦ λόγου μυστήριον εὐσεβῶς ἀναπτύσσεται· ἡ τῶν θεοειδῶν ἀρετῶν πρακτικὴ θεωρία ἐπιστημόνως τρανολογεῖται· καὶ ἡ τῶν ἀντικειμένων αὐταῖς κακιῶν, καὶ παθῶν βδελυκτὴ στηλιτεύεται συμμορία, καὶ συνελόντα φάναι· ἐν αὐτοῖς ἡ τῶν ἠθῶν διακόσμησις διαλάμπει, καὶ πολλῶν καὶ διαφόρων ψυχωφελῶν ὑποθέσεων ἀποταμιεύονται ὑποθῆκαι, δι᾽ ὧν ἄν τις ῥαδίως, κακίας πάσης ἀπαλλαγείς, καὶ τῶν ἀρετῶν ἐν ἔξει γενόμενος, οὐρανοπολίτης γενέσθαι ἰσχύσειε, καὶ τῆς θείας δόξης ἐπιτειχεῖν. ἀλλὰ γὰρ καὶ ἡ τοῦ αὐτοῦ Πατρὸς εἰς τὸ, Πάτερ ἡμῶν ἐξηγητικὴ ἀνάπτυξις, ὡς πολλῷ τῶν ἄλλων ὑπερέχουσα, καὶ πολλὴν τὴν ὠφέλειαν τοῖς ἀναγινώσκουσι προμνηστεύουσα, προσετέθη τοῖς κεφαλαίοις. Τούτου δὲ τοῦ θείου Πατρὸς καὶ ὁ σοφὸς μνημονεύει Φώτιος, ἀναγνώσει ρϟά. σελ. 251. ἔστι δὲ τὴν φράσιν σχοινοτενής τε ταῖς περιόδοις, καὶ χαίρων ὑπερβατοῖς, ἐνακμάζωντε ταῖς περιβολαῖς, καὶ κυριολογεῖν οὐκ ἐσπουδασμένος... Πλὴν εἴ τινι φίλον, ἀναγωγαῖς, καὶ θεωρίαις τὸν νοῦν ἀνελίσσειν, οὐκ ἂν ποικιλωτέραις, οὐδ᾽ ἐσπουδασμέναις μᾶλλον, ἢ ταύταις περιτύχοι.