Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Maximus the Confessor, Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ, Πρόλογος περὶ…
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΜΑΞΙΜΟΥ
ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ
ΠΡΟΛΟΓΟΣ
ΠΕΡΙ ΑΓΑΠΗΣ
ΠΡΟΣ ΕΛΠΙΔΙΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ
Ἰδοὺ πρὸς τῷ περὶ ἀσκητικοῦ βίου λόγῳ, καὶ τὸν περὶ ἀγάπης πέπομφα λόγον τῇ σῇ ὁσιότητι Πάτερ Ἐλπίδιε· ἐν ἰσαρίθμοις κεφαλαίων τῶν τεσσάρων Ἁγίων Εὐαγγελίων ἑκατοντάσιν οὐδὲν μὲν ἴσως ἄξιον τῆς σῆς προσδοκίας, τῆς δέ γε ἡμετέρας δυνάμεως οὐκ ἔλαττον. πλὴν γινωσκέτω ἡ σὴ ἁγιωσύνη, ὅτι οὐδὲ ταῦτα, τῆς ἐμῆς εἰσὶ γεώργια διανοίας· ἀλλὰ τοὺς τῶν Ἁγίων Πατέρων διελθὼν λόγους, κἀκεῖθεν τὸν εἰς τὴν ὑπόθεσιν συντείνοντα νοῦν ἀναλεξάμενος, καὶ ἐν ὀλίγοις πολλὰ κεφαλαιωδέστερον συναγαγών, ἵνα εὐσύνοπτα γένωνται διὰ τὸ εὐμνημόνευτον, ἀπέστειλα τῇ σῇ ὁσιότητι· παρακαλῶν εὐγνωμόνως ἀναγινώσκειν, καὶ μόνην θηρεύειν τὴν ἐν αὐτοῖς ὠφέλειαν, τὸ δὲ ἀκαλλὲς τῶν λέξεων παραβλέπειν. καὶ εὔχεσθαι ὑπὲρ τῆς ἐμῆς μετριότητος, καὶ πάσης πνευματικῆς ὠφελείας ἐρήμου. Παρακαλῶ δὲ καὶ τοῦτο, μὴ εἰς ὄχλησιν ἡγεῖσθαι τὰ εἰρημένα. Ἐπιταγὴν γὰρ πεπλήρωκα· λέγω δὲ τοῦτο· ἐπειδὴ οἱ λόγοις ἐνοχλοῦντες, πολλοὶ ἐσμὲν σήμερον· οἱ δὲ ἔργοις παιδεύοντες, ἢ καὶ παιδευόμενοι, πάνυ εἰσὶν ὀλίγοι, ἀλλὰ μᾶλλον ἐμπόνως ἑκάστῳ προσέχειν τῶν κεφαλαίων. οὐ πάντα γὰρ πᾶσιν· ὡς οἶμαι· εἰσὶν εὔληπτα, ἀλλὰ καὶ πολλῆς τὰ πολλὰ τοῖς πολλοῖς δεόμενα τῆς συνεξετάσεως, εἰ καὶ δοκεῖ ἁπλούστερον εἰρῆσθαι. ἴσως γὰρ ἄντι φανείη χρήσιμον τῇ ψυχῇ ἐξ αὐτῶν ἀνακαλυπτόμενον, ἀναφανήσεται δὲ πάντως, Θεοῦ χάριτι, τῷ ἀπεριέργοις ἐννοίαις, καὶ μετὰ φόβου Θεοῦ, καὶ ἀγάπης ἀναγινώσκοντι. τῷ δὲ μὴ ὠφελείας χάριν πνευματικῆς ἐντυγχάνοντι, ἢ τούτῳ τῷ πονήματι, ἢ καὶ ἄλλῳ τῷ οἱῳδήποτε, ἀλλὰ τοῦ λέξεις θηρεύειν, πρὸς τὸ κακίζειν τὸν συγγραψάμενον, ἵνα ἑαυτόν ἐκείνου δῆθεν, ὡς οἰηματίας, σοφώτερον παραστήσῃ, οὐδέν ὠφέλιμον οὐδαμόθεν οὐδέποτε ἀναφανήσεται.