Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
Abba Isaiah, Τοῦ Ἁγίου Ἡσαίου τοῦ Ἀναχωρητοῦ περὶ τηρήσεως νοὸς Κεφάλαια εἴκοσι ἑπτά.
ΤΟΥ ΑΓΙΟΥ
ΗΣΑΙΟΥ ΤΟΥ ΑΝΑΧΩΡΗΤΟΥ
ΠΕΡΙ ΤΗΡΗΣΕΩΣ ΤΟΥ ΝΟΟΣ
Κεφάλαια κξ΄.
Τοῦ νοὸς ἐστὶν ἡ ὀργὴ κατὰ φύσιν ἐν τοῖς πάθεσιν· καὶ χωρὶς ὀργῆς, οὐδὲ ἁγνεία γίνεται τῷ ἀνθρώπῳ, ἐὰν μὴ ὀργισθῇ εἰς πάντα τὰ σπειρόμενα τῷ ἀνθρώπῳ εἰς αὐτὸν παρὰ τοῦ ἐχθροῦ. καὶ ὅτε εὖρεν αὐτὸν ὁ Ἰακώβ, ᾠνείδισε τοὺς ἐχθροὺς αὑτοῦ, λέγων αὐτοῖς· ἄτιμοι, καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων. ὁ θέλων δὲ ἐλθεῖν εἰς τὴν κατὰ φύσιν ὀργήν, ἐκκόπτει πάντα τὰ θελήματα αὐτοῦ, ἕως οὖ στήσει ἑαυτὸν ἐν τῷ κατὰ φύσιν τοῦ νοῦ.
Ἐὰν ἦς ἀνθιστάμενος τῇ ἔχθρα, καὶ ἴδῃς αὐτὴν ἀσθενήσασαν ἀπὸ σοῦ φεύγειν εἰς τὰ ὀπίσω, μὴ χαρῇ σου ἡ καρδία· ὅτι ἡ κακία τῶν πνευμάτων, ὀπίσω αὐτῶν ἐστίν. ἑτοιμάζουσι γὰρ πόλεμον χείρονα τοῦ πρώτου, καὶ ἐῶσιν αὐτὸν ὀπίσω τῆς πόλεως, καὶ ἐντέλλονται αὐτῷ μὴ κινηθῆναι. καὶ ἐὰν ἀντιστῇς ἀντιβαίνων αὐτοῖς, φεύγουσιν ἀπὸ προσώπου σου ἐν ἀσθενείᾳ. καὶ ἐὰν ὑψωθῇ ἡ καρδία σου, ὅτι ἐδίωξας αὐτούς, καὶ καταλείψῃς τὴν πόλιν, οἱ μὲν ἐγείρονται ἐκ τῶν ὀπίσω, οἱ δὲ ἵστανται ἔμπροσθέν; καὶ ἐῶσι τὴν ταλαίπωρον ψυχὴν ἐν μέσῳ αὐτῶν, μὴ ἔχουσαν ἔτι καταφυγήν. πόλις ἐστὶν ἡ προσευχή· ἔνστασις δὲ ἡ ἐν Χριστῷ Ἰησοῦ ἀντιλογία. βάσις δὲ ὁ θυμός.
Στῶμεν οὖν ἀγαπητοὶ ἐν φόβῳ Θεοῦ φυλάττοντες, καὶ τηροῦντες τὸ πρακτικὸν τῶν ἀρετῶν· μὴ διδόντες πρόσκομμα τῇ συνειδήσει ἡμῶν, ἀλλὰ προσέχοντες ἑαυτοῖς ἐν φόβῳ Θεοῦ· ἕως οὖ καὶ αὐτὴ ἐλευθερώσει ἑαυτὴν μεθ᾽ ἡμῶν, ὅπως γένηται μεταξὺ ἡμῶν καὶ αὐτῆς ἕνωσις· καὶ λοιπὸν αὐτὴ γένηται ἡμῶν φύλαξ, δεικνύουσα ἡμῖν ἑκαστον, εἰς ὃ ἐκκόπτομεν. ἐὰν δὲ μὴ ὑπακούσωμεν αὐτῆς, ἀποστήσεται ἀφ᾽ ἡμῶν, καὶ καταλείπει ἡμᾶς, καὶ πίπτομεν εἰς τὰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, καὶ οὐκ ἐῶσιν ἡμᾶς οὐκ ἔτι. καθὼς ἐδίδαξεν ἡμᾶς ὁ δεσπότης ἡμῶν λέγων· γνῶθι τὸν ἀντίδικόν σου, ἕως εἰ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ, καὶ τὰ ἑξῆς. λέγουσι τὴν συνείδησιν ἀντίδικον εἶναι, ὅτι ἀνθίσταται τῷ ἀνθρώπῳ θέλοντι ποιῆσαι τὸ θέλημα αὐτοῦ τῆς σαρκός. καὶ ἐὰν μὴ ἀκούσῃ αὐτῆς ὁ ἄνθρωπος, παραδίδωσιν αὐτὸν τοῖς ἐχθροῖς αὐτοῦ.
Ἐὰν ἴδῃ ὁ Θεός, ὅτι ὑπετάγη αὐτῷ ὁ νοῦς ὅλῃ δυνάμει, καὶ οὐκ ἔχει ἄλλην βοήθειαν, εἰμὴ αὐτὸν μόνον, ἐνδυναμοῖ αὐτόν, λέγων· μὴ φοβοῦ παῖς μου Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ. καὶ πάλιν· μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά μου· ἐμὸς εἶ σύ· καὶ ἐὰν διαβαίνῃς δι᾽ ὕδατος, μετὰ σοῦ εἰμί· καὶ ποταμοὶ οὐ συγκλείσουσί σε. καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ κατάκαυθῇς, καὶ φλὸξ οὐ κατακαύσῃ σε· ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἅγιος Ἰσραήλ, ὁ σώζων σε.
Ἐὰν οὖν ἀκούσῃ ὁ νοῦς τὴν παῤῥησίαν ταύτην, κατατολμᾷ τῆς ἔχθρας λέγων· τίς ἐστιν ὁ πολεμῶν με; ἀντιστήτω μοι· καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. ἰδοὺ Κύριος βοηθός μου, τίς κακώσει μοι; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε ὑπὸ σητός.
Ἐὰν ἡ καρδία σου φύσει τὴν ἁμαρτίαν ἐμίσησεν, ἐνίκησε· καὶ ἀπέστησεν αὐτὴν ἐκ τῶν τικτόντων τὴν ἁμαρτίαν. καὶ ἔθου τὴν κόλασιν ἐνώπιόν σου· καὶ γίνωσκε ὅτι ὁ βοηθός σου συμπαραμένει σοι. καὶ σὺ ἐν μηδενὶ λυπῶν αὐτόν, ἀλλὰ κλαίων ἐνώπιον αὐτοῦ, καὶ λέγων· σόν ἐστι τὸ ἔλεος, τοῦ λυτρώσασθαί με Κύριε. ἀδυνάτως γὰρ ἔχω ἐγὼ τὰς χεῖρας ἐκφυγεῖν τῶν ἐχθρῶν δίχα τῆς σῆς βοηθείας. προσέχων καὶ τῇ καρδίᾳ σου, καὶ αὐτός σε διαφυλάττει ἀπὸ παντὸς κακοῦ.
Ὀφείλει ὁ μοναχὸς ἀποκλεῖσαι αὐτοῦ πάσας τὰς πύλας τῆς ψυχῆς, ἤγουν τὰς αἰσθήσεις, τοῦ μὴ πτωματισθῆναι δι᾽ αὐτῶν. καὶ ἐᾶν ἴδῃ ὁ νοῦς ἑαυτόν, μὴ κατακυριευόμενον ὑπὸ τινος, ἑτοιμάζεται εἰς ἀθανασίαν· ἐπισυνάγων τὰς αἰσθήσεις αὐτοῦ ἐπὶ τὸ αὐτό, καὶ ποιῶν αὐτὰς ἓν σῶμα.
Ἐὰν ἐλευθερωθῇ ὁ νοῦς ἀπὸ πασης ἐλπίδος τοῦ κόσμου τῶν ὁρωμένων, τοῦτο ἐστὶ τὸ σημεῖον ὅτι ἀπέθανεν ἐν σοὶ ἡ ἁμαρτία.
Ἐὰν ἐλευθερωθῇ ὁ νοῦς, ἡ μεσότης, ἢν ἔχει μεταξὺ ἑαυτοῦ, καὶ τοῦ Θεοῦ, ἀπέρχεται.
Ἐὰν ἐλευθερωθῇ ὁ νοῦς ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ σαββατίσῃ, ἔστιν ἐν ἐτέρῳ αἰῶνι καινῷ, καινὰ λογιζόμενος καὶ ἄφθαρτα. λοιπὸν ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.
Στέλλουσιν οἱ δαίμονες ἑαυτοὺς ἐν πανουργίᾳ πρὸς καιρόν, ἴσως ὁ ἄνθρωπος ἀπολύσει τὴν ἑαυτοῦ καρδίαν, νομίζων ὅτι ἀνεπαύθη· καὶ ἄφνω εἰσπηδῶσιν ἐπὶ τὴν ταλαίπωρον ψυχήν, καὶ ἁρπάζουσιν αὐτὴν ὡς στρουθίον· καὶ ἐὰν ἐπικρατέστεροι αὐτῆς γένωνται, ταπεινοῦσιν αὐτὴν ἀνελεημόνως ἐν παντὶ ἁμαρτήματι, χαλεπώτερον παρὰ τὰς ἀρχάς, ὑπὲρ ὧν ηὔχετο συγχωρηθῆναι. σταθῶμεν οὖν ἐν φόβῳ Θεοῦ, καὶ φυλάξωμεν τῇ καρδίᾳ, ἐπιτελοῦντες τὸ πρακτικὸν ἡμῶν· φυλάττοντες τὰς ἀρετάς, αἵτινες κωλύουσι τὴν κακίαν τῶν ἐχθρῶν.
Ὁ διδάσκαλος ἡμῶν Ἰησοῦς Χριστός, εἰδὼς τὴν μεγάλην αὐτῶν ἀνελεημοσύνην, καὶ οἰκτειρήσας τὸ γένος τῶν ἀνθρώπων, ἐνετείλατο ἐν στρυφνότητι καρδίας λέγων· γίνεσθε ἕτοιμοι ἐν πάσῃ ὥρᾳ, ὅτι οὐκ οἴδατε ἐν ποίᾳ ὥρᾳ ὁ λῃστὴς ἔρχεται, μήποτε ἔλθῃ, καὶ εὐρῇ ἡμᾶς κοιμωμένους. καὶ πάλιν· βλέπετε, μὴ βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπελεύσεται ἡμῶν ἄφνω ἡ ὥρα. στῆθι οὖν ἐπὶ τὴν καρδίαν σου, προσέχων τὰς αἰσθήσεις σου· καὶ ἐὰν εἰρηνεύσῃ μετὰ σοῦ ἡ μνήμη τοῦ Θεοῦ, καταλαμβάνεις τοὺς λῃστὰς ὑποσυλοῦντας αὐτήν. ὁ γὰρ ἀκριβαζόμενος ἐν τοῖς λογισμοῖς, ἐπιγινώσκει τοὺς μέλλοντας εἰσελθεῖν, καὶ μιᾶναι αὐτόν. ταράσσουσι γὰρ τὸν νοῦν, ὁπως γένηται μετέωρος, καὶ ἀργός. οἱ δὲ ἐπιγνόντες τὴν κακίαν αὐτῶν, ἀτάραχοι μένουσι, δεόμενοι τοῦ Κυρίου.
Ἐὰν μὴ μισήσῃ ὁ ἄνθρωπος πᾶσαν ἐργασίαν τοῦ κόσμου τούτου, οὐ δύναται λατρεῦσαι Θεῷ. ἡ λατρεία οὖν τοῦ Θεοῦ ποία ἐστίν; εἰμὴ τὸ, μηδὲν ἔχειν ἡμᾶς ἀλλότριον ἐν τῷ νῷ, ἐν τῷ εὔχεσθαι αὐτῷ· μηδὲ ἡδονήν, ἐν τῷ εὐλογεῖν αὐτῷ· μηδὲ κακίαν, ἐν τῷ ἄδειν αὐτῷ· μηδὲ μῖσος, ἐν τῷ προκρίνειν αὐτῷ· μηδὲ ζῆλον πονηρὸν κωλύοντα ἡμᾶς, ἐν τῷ ἀδολεσχεῖν αὐτῷ, καὶ μνημονεύειν ἡμᾶς αὐτοῦ. πάντα γάρ ταῦτα τὰ σκοτεινά, τεῖχός εἰσι περιέχοντα τὴν ταλαίπωρον ψυχήν, καὶ οὐ δύναται ἁγνῶς λατρεῦσαι τῷ Θεῷ, ἔχουσα ἐν ἑαυτῇ ταῦτα. κωλύουσι γὰρ αὐτῆν ἐν τῷ ἀέρι, καὶ οὐκ ἐῶσιν αὐτὴν ἀπαντῆσαι τῷ Θεῷ, καὶ ἐν κρυπτῷ εὐλογῆσαι αὐτόν, καὶ προσδέξασθαι αὐτῷ, ἐν ἡδύτητι καρδίας, ὅπως φωτισθῇ ἐξ αὐτοῦ. διὰ τοῦτο ὁ νοῦς σκοτίζεται πάντοτε, καὶ οὐ δύναται προκόψαι κατὰ Θεόν, ὅτι οὐ φροντίζει ταῦτα ἐν γνώσει κόψαι.
Ὅταν σώσῃ ὁ νοῦς τὰς αἰσθήσεις τῆς ψυχῆς ἐκ τῶν θελημάτων τῆς σαρκός, καὶ διαπεράσῃ αὐτὰς ἐν τῇ ἀπαθείᾳ, καὶ ἀπομερίσῃ ἐκ τῶν θελημάτων τῆς σαρκὸς τὴν ψυχήν· τότε ἐὰν ἴδῃ ὁ Θεὸς τὸ ἀναίσχυντον τῶν παθῶν, ὅτι ὁρμᾶ ἐπὶ τὴν ψυχὴν κατασχεῖν τὰς αἰσθήσεις ἐν τῇ ἁμαρτίᾳ, καὶ βοήσῃ ὁ νοῦς ἐν τῷ κρυπτῷ τὸν Θεὸν ἀδιαλείπτως, ἀποστέλλει τὴν βοήθειαν αὑτοῦ, καὶ πάντα ὑφ᾽ ἓν ἀπολύει.
Παρακαλῶ σε, ἐν ὅσῳ εἰ ἐν τῷ σώματι, μὴ ἀπολύσῃς σου τὴν καρδίαν. ὥς περ γὰρ ὁ ἄνθρωπος ὁ γεωργός, οὐ δύναται πεποιθέναι ἐπί τινα αὐτοῦ καρπὸν ἀνερχόμενον ἐν τῷ ἀγρῷ αὐτοῦ· οὐ γὰρ οἶδεν τί αὐτῷ ἀποβαίνει, πρὶν ἐγκλεισθῆναι τοῖς θησαυροῖς αὐτοῦ· οὕτως ὁ ἄνθρωπος οὐ δύναται ἀπολύσαι τὴν καρδίαν, ὅσον ἔχει πνοὴν ἐν τῇ ῥινὶ αὐτοῦ. καὶ ὥς περ ἄνθρωπος οὐκ οἰδε ποῖον πάθος ἀπαντήσει αὐτῷ ἕως τῆς ἐσχάτης ἀναπνοῆς· οὕτως οὐ δυνατὸν ἄνθρωπον ἀπολύσαι αὐτοῦ τὴν καρδίαν, ἐν ὅσῳ ἔχει ἀναπνοήν· ἀλλὰ χρὴ αὐτὸν πάντοτε ἀναβοᾶν πρὸς τὸν Θεόν, διὰ τὴν βοήθειαν, καὶ τὸ ἐλεος αὐτοῦ.
Ὁ μὴ εὑρίσκων βοήθειαν ἐν καιρῷ πολέμου, οὐδὲ τὴν εἰρήνην πιστεῦσαι δύναται.
Ὅταν οὖν τις χωρίσῃ αὐτὸν ἀπὸ τοῦ ἀριστεροῦ, καὶ γνῷ ἀκριβῶς πάντα τὰ ἁμαρτήματα, ἃ ἐποίησεν εἰς τὸν Θεόν· ἐπειδὴ οὐ βλέπει τὰς ἁμαρτίας, ἐὰν μὴ χωρισθῇ ἀπ᾽ αὐτῶν χωρισμῷ πικρίας· οἱ φθάσαντες τοῦτο τὸ μέτρον, αὐτοὶ εὗρον τὸν κλαυθμόν, καὶ τὴν δέησιν, καὶ τὸ αἰσχύνεσθαι ἐνώπιον τοῦ Θεοῦ, μνημονεύοντες τὰς πονηρὰς φιλίας τῶν παθῶν. ἀγωνισώμεθα οὖν ἀδελφοὶ κατὰ τὴν δύναμιν ἡμῶν, καὶ συνεργεῖ ἡμῖν ὁ Θεός, κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ· καὶ εἰ οὐκ ἐφυλάξαμεν τὴν καρδίαν ἡμῶν, ὡς οἱ πατέρες ἡμῶν, κἂν ποιήσωμεν τὴν δύναμιν ἡμῶν φυλάξαι τὰ σώματα ἡμῶν, ὡς ζητεῖ. ὁ Θεὸς ἀναμάρτητα, καὶ πιστεύωμεν, ὅτι κατὰ τὸν καιρὸν τοῦ λιμοῦ τὸν καταλαβόντα ἡμᾶς ποιεῖ καὶ μεθ᾽ ἡμῶν ἔλεος μετὰ τῶν ἁγίων αὐτοῦ.
Ὁ δοὺς τὴν καρδίαν ἑαυτοῦ ζητεῖν τὸν Θεὸν ἐν εὐσεβείᾳ, κατὰ ἀλήθειαν, οὐ δύναται ἔννοιαν ἔχειν ὅτι ἤρεσε τῷ Θεῷ. ὅσον γὰρ ἐλέγχει αὐτὸν ἡ συνείδησις περί τινων τῶν τῆς παραφύσεως, ξένος ἐστὶ τῆς ἐλευθερίας. ὅσον γὰρ ἐστιν ὁ ἐλέγχων, ἔστι καὶ ὁ κατηγορῶν· καὶ ἐν ὅσῳ ἐστὶ κατηγορία, οὐκ ἔστιν ἐλευθερία. ἐὰν ἴδῃς λοιπὸν εὐχόμενος ἑαυτόν, μηδὲν τὸ σύνολον τῆς κακίας κατηγοροῦν σου, ἄρα οὕτως ἐλεύθερος εἶ, καὶ εἰσῆλθες εἰς τὴν ἁγίαν αὐτοῦ κατάπαυσιν, κατὰ τὸ θέλημα αὐτοῦ. ἐὰν ἴδῃς ὅτι ὁ καλὸς καρπὸς ἐνεδυναμώθη, καὶ οὐκ ἔτι πνίγουσιν αὐτὸν τὰ ζιζάνια τοῦ ἐχθροῦ· καὶ οὐκ ἀφ᾽ ἑαυτῶν ἀπέστησαν πεισθέντες ἐν πανουργίᾳ οἱ πολέμιοι, οὐκ ἔτι πολεμεῖν μετὰ τῶν αἰσθήσεών σου· καὶ ἐὰν ἡ νεφέλη ἐσκίασεν ἐπὶ τὴν σκηνήν· καὶ ὁ ἥλιος οὐ συνέκαυσέ σε ἐν ἡμέρᾳ, οὐδὲ ἡ σελήνη τὴν νύκτα· ἐὰν εὑρέθη ἐν σοὶ πᾶσα ἡ ἑτοιμασία τῆς σκηνῆς, τοῦ στῆσαι καὶ φυλάξαι αὐτὴν κατὰ τὸ θέλημα τοῦ Θεοῦ· ἄρα ἐγένετό σοι νίκη διὰ τοῦ Θεοῦ. καὶ τότε λοιπὸν καὶ αὐτὸς ἐπισκιάσει ἐπὶ τὴν σκηνήν, ὅτι αὐτοῦ ἐστίν. ἕως δὲ ἐστὶ πόλεμος, ὑπὸ φόβον ἐστί, καὶ τρόμον ὁ ἄνθρωπος, ἢ νικῆσαι σήμερον, ἢ νικηθῆναι· ἢ νικᾶσθαι αὔριον, ἢ νικᾶν· ὁ ἀγὼν γὰρ προσφίγγει τὴν καρδίαν. ἡ δὲ ἀπάθεια, ἀπολέμητός ἐστιν. ἐδέξατο γὰρ τὸ βραβεῖον, καὶ ἠμερίμνησε περὶ τοῦ μέρους τῶν τριῶν μεμερισμένων, ὅτι ἔφθασαν ἀλλήλοις εἰρηνεῦσαι διὰ Θεοῦ. ἔστι δὲ τὰ τρία, ψυχή, σῶμα καὶ πνεῦμα. ὅταν οὖν τὰ τρία ἐν γένωνται διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἔτι δύνανται ἀποχωρισθῆναι. μὴ οὖν λογίζου ἑαυτόν, ὅτι ἀπέθανες τῇ ἁμαρτίᾳ, ἐν ὅσῳ βιάζῃ ὑπὸ τῶν ἐχθρῶν σου, εἴτε ἐν ἐγρηγόρσει, εἴτε ὕπνῳ· ὅσον γάρ ἐστιν ὁ ταλαίπωρος ἄνθρωπος ἐν τῷ σταδίῳ, οὐκ ἔχει τὸ θάρσος.
Ἐὰν ὁ νοῦς ἐνδυναμωθῇ, καὶ ἑτοιμάσῃ ἑαυτὸν ἐξακολουθῆσαι τῇ ἀγάπῃ τῇ σβεννυούσῃ πάντα τὰ πάθη τοῦ σώματος, καὶ οὐκ ἐώσῃ τὶ τῶν παρὰ φύσιν καταδυναστεῦσαι τῆς καρδίας ἐν τῇ αὐτῆς δυνάμει, ἀνθίσταται ὁ νοῦς τῇ παρὰ φύσει, ἕως οὐ χωρίσει αὐτὴν ἐκ τῶν κατὰ φύσιν.
Ἐξερεύνησον ἑαυτόν, ἀδελφέ, καθ᾽ ἡμέραν, κατανοῶν τὴν καρδίαν σου, τί ἐστιν ἐν αὐτῆ τῶν παθῶν, ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπόρριψον ἀπὸ τῆς καρδίας σου, ἵνα μὴ ἀπόφασις πονηρὰ ἐλθῇ ἐπὶ σέ.
Πρόσεχε οὖν τῇ καρδίᾳ σου, ἀδελφέ, καὶ γρηγόρει τοῖς ἐχθροῖς σου· καὶ γὰρ πανοῦργοί εἰσιν ἐν τῆ κακίᾳ αὐτῶν. καὶ πείσθητι ἐν τῇ καρδίᾳ σου ἐπὶ τῷ λόγῳ τούτῳ· ὅτι ἀδύνατον ἀνθρώπῳ ποιῆσαι καλά, ποιοῦντι κακά. διὰ τοῦτο ἐδίδαξεν ἡμᾶς ὁ Σωτὴρ ἡμῶν, γρηγορεῖν, λέγων· ὅτι στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτήν.
Πρόσεχε οὖν σεαυτῷ, μήπως τὶ τῆς ἀπωλείας ἀποστήσῃ σε τοῦ Θεοῦ τῆς ἀγάπης, καὶ κάτεχε τὴν καρδίαν σου· καὶ μὴ ἀκηδιάσῃς, λέγων· ὅτι πῶς αὐτὴν φυλάξω, ἁμαρτωλὸς ὢν ἄνθρωπος; ὅταν γὰρ καταλείψῃ ἄνθρωπος τὰς ἁμαρτίας αὐτοῦ, καὶ ἐπιστρέψῃ πρὸς τὸν Θεόν, ἡ μετάνοια αὐτοῦ ἀναγεννᾷ αὐτόν, καὶ ὅλον καινὸν ποιεῖ.
Πανταχοῦ ἡ θεία Γραφὴ παλαιά τε, καὶ νέα περὶ τῆς φυλακῆς τῆς καρδίας διαλέγεται. πρῶτον ὁ μελῳδὸς βοᾷ Δαβίδ· υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι; καὶ πάλιν· ἡ καρδία αὐτῶν ματαία. περὶ δὲ τῶν μάταια λογιζομένων· εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, οὐ μὴ σαλευθῶ. καὶ πάλιν· εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, ἐπιλέλησται ὁ Θεός· καὶ ἄλλα πολλὰ τοιαῦτα. ὀφείλει γὰρ ὁ μοναχὸς νοεῖν τὸν σκοπὸν τῆς γραφῆς, πρὸς τίνα λαλεῖ, καὶ πότε λαλεῖ· καὶ κατέγειν συνεχῶς τὸν τῆς ἀσκήσεως ἀγῶνα· καὶ προσέχειν τὰς προσβολὰς τοῦ ἀντιπάλου· καὶ ὡς κυβερνήτης, τὰ κύματα διαβιβάζειν οἰακιζόμενος ὑπὸ τῆς χάριτος, μὴ περιτρεπόμενος ἀπὸ τῆς ὁδοῦ, καὶ ἑαυτῷ μόνῳ προσέχων, καὶ ἐν ἡσυχίᾳ προσομιλεῖν τῷ Θεῷ, ἀτρέπτῳ λογισμῷ, καὶ ἀπεριέργῳ νῷ.
Ὁ καιρὸς γὰρ ἀπαιτεῖ ἡμᾶς προσευχήν, ὡς κυβερνήτην ἄνεμοι, καὶ τρικυμίαι, καὶ ζάλαι τῶν πνευμάτων. δεκτικοὶ γὰρ ἐσμὲν προσβολῆς λογισμῶν, καὶ ἀρετῆς, καὶ κακίας· καὶ δεσπότης τῶν παθῶν λέγεται εἶναι ὁ εὐσεβὴς λογισμὸς καὶ φιλόθεος, πρέπει γὰρ ἡμῖν τοῖς ἡσυχασταῖς, νουνεχῶς, καὶ νηφόντως, τάς τε ἀρετὰς καὶ κακίας διακρίνειν, καὶ διαχωρίζειν· καὶ ποίας ἀρετῆς ἐπιμελεῖσθαι, παρόντων τῶν ἀδελφῶν καὶ πατέρων· καὶ ποίας ἐργάζεσθαι ὄντας καταμόνας· καὶ ποία ἐστὶν ἡ πρώτη ἀρετή, καὶ ποία ἡ δευτέρα, καὶ τρίτη· καὶ ποῖον πάθος ἐστὶ ψυχικόν, καὶ ποῖον σωματικόν· καὶ ποία ἀρετὴ ψυχική, καὶ ποία σωματική· καὶ ἐκ ποίας ἀρετῆς ἡ ὑπερηφανία ῥαπίζει τὸν νοῦν· καὶ ἐκ ποίας ἡ κενοδοξία παραγίνεται· καὶ ἐκ ποίας ὁ θυμὸς πλησιάζει· καὶ ἐκ ποίας ἡ γαστριμαργία παραγίνεται. ὀφείλομεν γὰρ λογισμοὺς καθαίρειν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.
Πρώτη ἀρετὴ ἐστὶν ἡ ἀμεριμνία, ἤγουν θάνατος ἀπὸ παντὸς ἀνθρώπου, καὶ πραγμάτων. καὶ λοιπὸν ἐκ ταύτης τίκτεται ἡ εἰς Θεὸν ἐπιθυμία. αὕτη δὲ τίκτει τὴν κατὰ φύσιν ὀργήν, ἥτις ἀνθίσταται παντὶ πειρωμένῳ ὑπὸ τοῦ ἐχθροῦ. τότε ὁ φόβος τοῦ Θεοῦ εὑρίσκει νομὴν ἐν τῷ ἀνθρώπῳ, καὶ διὰ τοῦ φόβου ἡ ἀγάπη φανεροῦται.
Χρὴ τὴν προσβολὴν τοῦ λογισμοῦ ἀνατρέπειν ἐκ καρδίας, δι᾽ εὐσεβοῦς ἀντιλογίας, τῷ καιρῷ τῆς προσευχῆς· μήποτε εὑρεθῶμεν, τοῖς μὲν χείλεσι τῷ Θεῷ προσδιαλεγόμενοι, τῇ δὲ καρδίᾳ ἄτοπα λογιζόμενοι. οὐ γὰρ προσδέχεται ὁ Θεὸς ἀπὸ ἡσυχαστοῦ εὐχὴν θολώδη καὶ καταφρονητήν. πανταχοῦ γὰρ ἡ γραφὴ τὰ τῆς ψυχῆς αἰσθητήρια διαμαρτύρεται φυλάττειν. ἐὰν γὰρ ὑποταγῇ τὸ θέλημα τοῦ μοναχοῦ τῷ νόμῳ τοῦ Θεοῦ, καὶ κατὰ τὸν νόμον αὐτοῦ ὁ νοῦς κυβερνήσῃ τὰ ὑπήκοα αὐτοῦ· πάσας φημὶ τὰς ψυχικὰς κινήσεις, κατ᾽ ἐξαίρετον δὲ τὸν θυμόν, καὶ τὴν ἐπιθυμίαν· ταῦτα γὰρ ὑπήκοα τῷ λόγῳ· ἀρετὴν εἰργασάμεθα, καὶ δικαιοσύνην ἐπληρώσαμεν· τὴν μὲν ἐπιθυμίαν, πρὸς τὸν Θεόν, καὶ τὰ αὐτοῦ θελήματα· τὸν δὲ θυμόν, κατὰ τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας. τί οὖν ἐστὶ τὸ ζητούμενον; ἡ κρυπτὴ μελέτη.
Ἐὰν αἰσχρότης σπαρῇ ἐν τῇ καρδίᾳ σου, καθημένου ἐν τῷ κελλίῳ σου, βλέπε· ἀνθίστασο τῇ κακίᾳ, μήποτε ἄρξει σου· σπούδασον μνησθῆναι τοῦ Θεοῦ, ὅτι προσέχει σοι· καὶ ἃ διαλογίζῃ ἐν τῇ καρδίᾳ σου, ἀποκεκαλυμμένα ἐνώπιον αὐτοῦ εἰσίν. εἰπὲ οὖν τῇ ψυχῇ σου· εἰ φοβῇ ἁμαρτωλοὺς ὁμοίους σου, τοῦ μὴ ἰδεῖν τὰς ἁμαρτίας σου, πόσῳ μᾶλλον τὸν Θεόν, τὸν προσέχοντα τὰ πάντα; καὶ ἐκ τῆς συμβουλῆς ταύτης ἀποκαλύπτεται ὁ φόβος τοῦ Θεοῦ τῇ ψυχῇ σου· καὶ ἐὰν μείνῃς μετ᾽ αὐτοῦ, ἀκίνητος μένεις ἐν τοῖς πάθεσι· καθὼς γέγραπται· οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὅρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. καὶ ἐπὶ παντὶ δὲ πράγματι ᾧ ποιεῖς, ἔχε τὸν Θεόν, ὅτι βλέπει ἐν παντὶ λογισμῷ σου, καὶ οὐχ ἁμαρτήσεις ποτέ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.