Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Thalassios the Libyan, Τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Θαλασσίου τοῦ Λίβυος πρὸς…

ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΘΑΛΑΣΣΙΟΥ
ΤΟΥ ΛΙΒΥΟΣ ΚΑΙ ΑΦΡΙΚΑΝΟΥ
ΠΕΡΙ ΑΓΑΠΗΣ, ΚΑΙ ΕΓΚΡΑΤΕΙΑΣ, ΚΑΙ ΤΗΣ ΚΑΤΑ ΝΟΥΝ ΠΟΛΙΤΕΙΑΣ,
ΠΡΟΣ ΠΑΥΛΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ.
ΕΚΑΤΟΝΤΑΣ ΠΡΩΤΗ
ΗΣ Η ΑΚΡΟΣΤΙΧΙΣ ΗΔΕ.
ΠΝΕΥΜΑΤΙΚΩΙ ΑΔΕΛΦΩΙ, ΚΑΙ ΑΓΑΠΗΤΩΙ ΚΥΡΙΩΙ ΠΑΥΛΩΙ ΘΑΛΑΣΣΙΟΣ.
ΤΩΙ ΜΕΝ ΦΑΙΝΟΜΕΝΩΙ ΗΣΥΧΑΣΤΗΣ, ΤΗΙ Δ᾽ ΑΛΗΘΕΙΑΙ
ΠΡΑΓΜΑΤΕΥΤΗΣ ΚΕΝΟΔΟΞΙΑΣ.

Πόθος πρὸς Θεὸν ὁλικῶς τεταμένος, Θεῷ καὶ ἀλλήλοις συνδεσμεῖ τοὺς ποθοῦντας.

Νοῦς πνευματικὴν ἀγάπην κτησάμενος, οὐ λογίζεται περὶ τοῦ πέλας τὰ τῇ ἀγάπῃ μὴ πρέποντα.

Ἐν πλάσματι ἀγάπης τὴν ὑπόκρισιν κρύπτει, ὁ τῷ μὲν στόματι εὐλογῶν, τῇ δὲ καρδίᾳ ἐξουθενῶν.

Ὑπομένει ἀταράχως, ὁ ἀγάπην κτησάμενος, τὰ παρ᾽ ἐχθρῶν ἐπαγόμενα λυπηρά, καὶ ἐπίπονα.

Μόνη ἡ ἀγάπη συνάπτει τὴν κτίσιν, Θεῷ, καὶ ἀλλήλοις εἰς ὁμόνοιαν.

Ἀγάπην ἀληθινὴν ἐκεῖνος κέκτηται, ὁ ὑπονοιῶν μὴ ἀνεχόμενος, μηδὲ λόγων κατὰ τοῦ πέλας.

Τίμιος ὑπάρχει παρὰ Θεῷ, καὶ ἀνθρώποις, ὁ πρὸς κατάλυσιν ἀγάπης μηδὲν ἐπιτηδεύων.

Ἴδιον ὑπάρχει τῆς ἀνυποκρίτου ἀγάπης, λόγος ἀληθὴς ἐκ συνειδήσεως ἀγαθῆς.

Κρύπτει τὸν φθόνον ἐν σχήματι εὐνοίας, ὁ ψόγους τῷ ἀδελφῷ ἐξ ἑτέρου προσφέρων.

Ὥς περ αἱ σαρκικαὶ ἀρεταὶ τὴν τῶν ἀνθρώπων δόξαν, οὕτω καὶ αἱ πνευματικαί, τὴν τοῦ Θεοῦ ἐπισπῶνται.

Ἀγάπη, καὶ ἐγκράτεια ψυχὴν καθαίρουσι, νοῦν δὲ λαμπρύνει προσευχὴ καθαρά.

Δυνατὸς ἀνὴρ ἐκεῖνος ὑπάρχει, ὁ πράξει καὶ γνώσει τὴν κακίαν ἀπελαύνων.

Εὗρε χάριν οὗτος παρὰ τῷ Θεῷ, ὁ ἀπάθειαν κτησάμενος, καὶ γνῶσιν πνευματικήν.

Λογισμῶν ἐμπαθῶν εἰ περιγενέσθαι θέλεις, ἐγκράτειαν κτῆσαι, καὶ ἀγάπην εἰς τὸν πλησίον.

Φύλαξον σεαυτὸν ἀπὸ ἀκρασίας καὶ μίσους, καὶ οὐ μὴ εὕρῃς πρόσκομμα ἐν καιρῷ προσευχῆς σου.

Ὥσπερ οὐκ ἔστιν ἰδεῖν ἐν βορβόρῳ ἀρώματα, οὕτως οὐδὲ ἐν ψυχῇ μνησικάκου, ἀγάπης εὐωδίαν.

Κράτει γενναίως θυμοῦ, καὶ ἐπιθυμίας· καὶ πονηρῶν λογισμῶν τάχιστα ἀπαλλάττη.

Ἀναιρεῖ κενοδοξίαν, ἡ κρυπτὴ ἐργασία, ἀπελαύνει δὲ ὑπερηφανίαν, τὸ μηδένα ἐξουθενεῖν.

Ἴδιον κενοδοξίας, ὑπόκρισις καὶ ψεῦδος. τῆς δὲ ὑπερηφανίας, οἴησις καὶ φθόνος.

Ἄρχων ἐκεῖνος ὁ ἑαυτοῦ ἄρξας, καὶ ψυχὴν καὶ σῶμα τῷ λόγῳ ὑποτάξας.

Γνησιότης φίλου ἐν πειρασμῷ δείκνυται, ἡνίκα τῆς ἀνάγκης συγκοινωνὸς γένηται.

Ἀσφάλισαι τὰς αἰσθήσεις τῷ τρόπῳ τῆς ἡσυχίας, καὶ δίκασον τοὺς λογισμοὺς ἐφεστῶτας τῇ καρδίᾳ.

Πρὸς τοὺς λογισμοὺς τοὺς λυπηρούς, ἀμνησικάκως ἀπάντα· πρὸς δὲ τοὺς φιληδόνους, ἐχθρωδῶς διάκεισο.

Ἡσυχία, καὶ προσευχή, καὶ ἀγάπη, καὶ ἐγκράτεια τετράπλοκόν ἐστιν ἅρμα πρὸς οὐρανοὺς ἀνάγων τὸν νοῦν.

Τῆξον τὸ σῶμά σου ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ, καὶ ἀπελαύνεις τὸν δήμιον τῆς ἡδονῆς λογισμόν.

Ὡς τήκεται κηρὸς ἀπὸ πρὸ προσώπου πυρός, οὕτως ἀπὸ φόβου Θεοῦ ἀκάθαρτος λογισμός.

Κακὴ ζημία ψυχῆς συνετῆς, ἐγχρονίσαι τὸν νοῦν πάθει ψεκτῷ.

Ὑπόμεινον τὰς τῶν λυπηρῶν καὶ ὀδυνηρῶν ἐπαγωγάς· διὰ γὰρ τούτων σε καθαίρει ἡ τοῦ Θεοῦ πρόνοια.

Ῥίψας τὴν ὕλην, καὶ τῷ κόσμῳ ἀποταξάμενος, ἀπόταξαι λοιπὸν καὶ τοῖς πονηροῖς λογισμοῖς.

Ἴδιον ἔργον ὑπάρχει τοῦ νοῦ, τὸ λόγοις Θεοῦ σχολάζειν ἀεί.

Ὥς περ ἔργον Θεοῦ διοικῆσαι τὸν κόσμον, οὕτω καὶ ψυχῆς κυβερνῆσαι τὸ σῶμα.

Ποίᾳ ἐλπίδι τῷ Χριστῷ ἀπαντήσωμεν ταῖς τῆς σαρκὸς ἡδοναῖς μέχρι τοῦ νῦν δουλεύοντες;

Ἀναιρεῖ ἡδονὴν κακοπάθεια καὶ λύπη, ἢ ἑκούσιος, ἢ ἐκ τῆς προνοίας ἐπαγομένη.

Ὕλη παθῶν φιλαργυρία τυγχάνει, ὡς αὐξητικὴ οὖσα τῆς περιεκτικῆς ἡδονῆς.

Λύπην τίκτει ἀποτυχία ἡδονῆς, ἡδονὴ δὲ παντὶ πάθει συνέζευκται.

Ὧ, μέτρῳ, μετρεῖς τῷ σώματί σου, ἀντιμετρηθήσεταί σοι ἀντιστρόφως παρὰ Θεοῦ.

Θείων κριμάτων ἔργα τυγχάνει, ἀνταποδόσεις δικαιαιτῶν διὰ σώματος πεπραγμένων.

Ἀθανασίαν τίκτει ἀρετή, καὶ γνῶσις· ὧν ἡ στέρησις, θανάτου γέγονε μήτηρ.

Λύπη κατὰ Θεόν, ἀναιρεῖ ἡδονήν· ἡδονῆς δὲ ἀναίρεσις, ἀνάστασις ὑπάρχει ψυχῆς.

Ἀπάθεια ἐστίν, ἀκινησία ψυχῆς πρὸς κακίαν· ἧς τυχεῖν ἀμήχανον, ἄνευ ἐλέους Χριστοῦ.

Σωτὴρ ὑπάρχει ψυχῆς καὶ σώματος ὁ Χριστός, οὗ τοῖς ἴχνεσιν ὁ ἀκολουθῶν, ἐλευθεροῦται κακίας.

Σωτηρίας, εἰ θέλεις τυχεῖν, ἀπόταξαι τῇ ἡδονῇ, καὶ ἐγκράτειαν καὶ ἀγάπην ἀναλαβοῦ, σὺν ἐκτενεῖ προσευχῇ.

Ἴδιον ἀπαθείας, διάκρισις ἀληθινή· καθ᾽ ἣν πάντα 1πράττε, μέτρῳ καὶ κανόνι.

Ὁ Κύριος ἡμῶν καὶ Θεός, Ἰησοῦς ἐστὶν ὁ Χριστός· καὶ νοῦς ὁ ἀκολουθῶν αὐτῷ, οὐ μὴ μείνῃ ἐν τῇ σκοτίᾳ.

Συνάγαγε τὸν νοῦν σου, καὶ τήρει τοὺς λογισμούς, καὶ οὓς ἂν εὕρῃς ἐμπαθεῖς, πολέμησον πρὸς αὐτούς.

Τρία ὑπάρχουσι πράγματα δι᾽ ὧν λαμβάνεις λογισμούς, ἡ αἴσθησις, καὶ ἡ μνήμη, καὶ ἡ κρᾶσις τοῦ σώματος. χαλεπώτεροι δὲ οἱ ἀπὸ τῆς μνήμης εἰσίν.

Ὧ ἐδόθη σοφία, ἔγνω λόγους ἀσωμάτων, καὶ τίς ἡ ἀρχὴ ὑπάρχει καὶ τί τὸ τέλος τοῦ κόσμου.

Μὴ ἀμέλει πρακτικῆς, καὶ φωτισθήσεται ὁ νοῦς σου. θησαυροὺς φησὶν ἀοράτους, ἀποκρύφως ἀνοίξω σοι.

Εὗρε χάριν Θεοῦ, ὁ παθῶν ἐλευθερωθείς· καὶ τὸ μέγα ἔλεος, ὁ γνώσεως καταξιωθείς.

Νοῦς παθῶν ἐλευθερωθείς, φωτοειδὴς γίνεται· ταῖς τῶν ὄντων θεωρίαις, ἀδιαλείπτως καταλαμπόμενος.

Φέγγος ψυχῆς, ἡ ἁγία γνῶσίς ἐστιν. οὗ στερηθεὶς ὁ ἄφρων, ὡς ἐν σκότει διαπορεύεται.

Ἄφρων ἐστίν, ὁ ἐν σκότει διάγων, ὃν διαδέχεται τὸ σκότος τῆς ἀγνωσίας.

Ἰησοῦν ὁ ἀγαπῶν, ἐλευθερωθήσεται κακίας· καὶ ὁ ἀκολουθῶν αὐτῷ, ὄψεται γνῶσιν ἀληθῆ.

Νοῦς παθῶν ἐλευθερωθεὶς ψιλὰ βλέπει τὰ νοήματα, καὶ ἐγρηγορότος τοῦ σώματος, καὶ κατὰ τοὺς ὕπνους.

Ὁ νοῦς εἰς ἄκρον καθαρθεὶς στενοχωρεῖται τοῖς οὖσι, καὶ ἔξω θέλει ἀεὶ γίνεσθαι πάντων τῶν γεγονότων.

Μακάριος ὁ φθάσας εἰς τὴν ἀπέραντον ἀπειρίαν· ἐκεῖνος δὲ ἔφθασεν, ὁ τὰ πεπερασμένα περάσας.

Ἐρευνᾷ λόγους Θεοῦ, ὁ σεβόμενος αὐτόν. εὑρίσκει δὲ αὐτούς, ὁ ἀληθείας ἐραστής.

Νοῦς ἐξ ὀρθότητος κινούμενος, εὑρίσκει ἀλήθειαν· ὁ δὲ ἐκ πάθους τινός, ἀποτεύξεται αὐτῆς.

Ὥσπερ τῇ οὐσίᾳ ἄγνωστος ὁ Θεός, οὕτω καὶ τῇ μεγαλωσύνῃ ἐστὶν ἀπέραντος.

Ἧς οὐσίας ἀρχὴ καὶ τέλος οὐκ ἔστι, ταύτης οὔτε τῆς φύσεως ἐξεύρεσις.

Σωτηρία ὑπάρχει πάσης κτίσεως, ἡ ὑπεράγαθος τοῦ κτίσαντος περὶ αὐτὴν πρόνοια.

Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας ἐν οἰκτιρμοῖς, καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.

Χριστὸς ἐστὶ ζώντων καὶ νεκρῶν, καὶ τῆς ἑκάστου πράξεως δίκαιος ἀνταποδότης.

Ἄρξαι, εἰ θέλεις, τῆς ψυχῆς καὶ τοῦ σώματος, προλαβὼν τὰς τῶν παθῶν αἰτίας περίκοπτε.

Σύζευξον ταῖς ἀρεταῖς τὰς τῆς ψυχῆς δυνάμεις, καὶ ἀποζεύγνυνται πάντως, τῆς τῶν παθῶν τυραννίδος.

Τὰς τῆς ἐπιθυμίας ὁρμάς, ἐγκρατείᾳ χαλίνωσον. τὰς δὲ τοῦ θυμοῦ, ἀγάπῃ πνευματικῇ.

Ἡσυχία καὶ προσευχή, μέγιστα ὅπλα ἀρετῆς. αὖται γὰρ τὸν νοῦν καθαίρουσαι, διορατικὸν ἀπεργάζονται.

Συντυχία ὠφελεῖ, μόνον ἡ πνευματική. τῶν δὲ λοιπῶν ἁπασῶν, προτιμοτέρα ἡ ἡσυχία.

Τῶν πέντε τρόπων τῆς συντυχίας, τοὺς τρεῖς ἐπίλεξαι, τῷ δὲ τετάρτῳ μὴ συχνάσῇς. τοῦ δὲ πέμπτου ἀπόστηθι.

Ἡσυχίαν ἀγαπᾷ, ὁ μὴ πάσχων πρὸς τὰ τοῦ κόσμου· καὶ πάντας ἀνθρώπους, ὁ μηδὲν ἀγαπῶν ἀνθρώπινον.

Διδάσκαλος ἀληθὴς ἡ συνείδησις ὑπάρχει, ᾗ ὁ ὑπακούων, ἀπρόσκοπος διαμένει.

Ἐκείνους μόνους οὐ κρίνει τὸ συνειδός, τοὺς τὸ ἄκρον τῆς ἀρετῆς, ἢ τῆς κακίας φθάσαντας.

Ἄκρα ἀπάθεια, ψιλὰ ποιεῖ τὰ νοήματα. ἄκρα δὲ γνῶσις, τῷ ὑπεραγνώστῳ παρίστησι.

Λύπη ἐστὶ ψεκτή, ἀποτυχία ἡδονῶν. ὧν ὁ καταφρονήσας, ἄλυπος διαμένει.

Ἡ λύπη καθόλου στέρησις ἐστὶν ἡδονῆς, κἄν τε τῆς κατὰ Θεόν, κἄν τε τῆς κατὰ κόσμον νοήσῃς.

Θεοῦ ἔστι βασιλεία ἀγαθότης καὶ σοφία, ὧν ὁ ἐπιτυχὼν ἐν οὐρανοῖς πολιτεύεται.

Ἐκεῖνος ἄθλιος ἄνθρωπος, ὁ τῆς ψυχῆς μὲν τὸ σῶμα, τοῦ Θεοῦ δὲ τὸν κόσμον, τοῖς ἔργοις προτιμήσας.

Ἴσην τὴν ἀγάπην πρὸς πάντας κέκτηται, ὁ τοῖς μὲν σπουδαίοις μὴ φθονῶν, τοὺς δὲ φαύλους ἐλεῶν.

Ἄρξαι ὡς ἀληθῶς ἐκεῖνος ὤφειλεν, ὁ καὶ ψυχῇ καὶ σώματι τὰ τῆς ἀρετῆς νομοθετήσας.

Πραγματευτὴς πνευματικὸς ἐκεῖνος ὑπάρχει, ὁ ἐξ ἴσου διὰ τὰ μέλλοντα καὶ τῶν ἡδέων τοῦ βίου, καὶ τῶν λυπηρῶν ἀποταξάμενος.

Ῥώννυσι ψυχὴν μὲν, ἀγάπη καὶ ἐγκράτεια, νοῦν δὲ, προσευχὴ καθαρὰ καὶ θεωρία πνευματική.

Ἀκούων λόγον ὠφέλιμον, μὴ κρίνε τὸν λέγοντα, ἵνα μὴ τῆς ἐπωφελοῦς νουθεσίας ἑαυτὸν ἀποστερήσῃς.

Γνώμη πονηρά, κακὰ ἐνθυμεῖται, καὶ τὰ κατορθώματα τοῦ πλησίον, εἰς ἐλαττώματα παραγνωρίζει.

Μὴ πιστεύσῃς τῷ λογισμῷ κρίνοντι τὸν πλησίον, ὅτι πονηρὸν ἔχων θησαυρόν, πονηρὰ καὶ λογίζεται.

Ἀγαθὴ καρδία, ἀγαθὰς ἐννοίας φέρει. πρὸς γὰρ τὸν θησαυρὸν αὐτῆς καὶ τὰ ἐνθυμήματα αὐτῆς.

Τήρει τοὺς λογισμούς, καὶ φεῦγε ἀπὸ κακίας. ἵνα μὴ σκοτισθεὶς ὁ νοῦς, ἄλλα ἀντ᾽ ἄλλων βλέπῃ.

Ἐννοοῦ τοὺς Ἰουδαίους, καὶ ἀσφάλισαι σεαυτόν, οἱ ἐκ τοῦ φθόνου τυφλωθέντες, τὸν Κύριον καὶ Θεὸν εἰς Βεελζεβοὺλ παρεγνώρισαν.

Ὑπόνοια πονηρά, σκοτίζει διάνοιαν, καὶ ποιεῖ τὰ παρὰ τὴν ὁδὸν ἀντὶ τῆς ὁδοῦ θεωρεῖν.

Ταῖς ἀρεταῖς ἁπάσαις, παραπεπήγασιν αἱ κακίαι, καὶ διὰ τοῦτο τὰς ἀρετὰς οἱ πονηροὶ εἰς κακίας παραγνωρίζουσιν.

Ἡδονῇ, ἢ λύπη ἐγχρονίζων ὁ νοῦς, τῷ τῆς ἀκηδίας πάθει τάχιστα περιπίπτει.

Συνείδησις καθαρά, διεγείρει ψυχήν. λογισμὸς δὲ ῥυπαρός, καταχθονίζει αὐτήν.

Κινούμενα τὰ πάθη, ἀπελαύνουσι κενοδοξίαν· ἀναιρούμενα δὲ πάλιν, ὑποστρέφουσιν.

Εἰ πάντων ὁμοῦ τῶν παθῶν ἀπαλλαγῆναι θέλεις, ἐγκράτειαν, καὶ ἀγάπην, καὶ προσευχὴν ἀναλαβοῦ.

Νοῦς διὰ προσευχῆς τῷ Θεῷ ἐγχρονίζων, καὶ τὸ παθητικὸν τῆς ψυχῆς τῶν παθῶν ἀπαλλάττει.

Ὁ Θεὸς τὸ εἶναι τοῖς οὖσι δεδωκώς, τῇ προνοίᾳ αὐτοῦ ἅμα τὰ πάντα συνέδησε.

Δεσπότης δὲ ὑπάρχων, καὶ δοῦλος γενόμενος, τὸ ἄκρον τῆς προνοίας τῇ κτίσει ἐξέφανεν.

Ὁ Θεὸς καὶ Λόγος ἀτρέπτως σαρκωθείς, πάσῃ τῇ κτίσει διὰ τῆς σαρκὸς ἡνώθη.

Ξένον θαῦμα ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς γίνεται, ὅτι Θεὸς ἐπὶ γῆς, καὶ ἄνθρωπος ἐν οὐρανοῖς.

Ἵνα Ἀγγέλοις ἀνθρώπους συνάψας, ἅμα πάσῃ τῇ κτίσει τὴν θέωσιν χαρίσηται.

Ἁγιασμός, καὶ θέωσις Ἀγγέλων καὶ ἀνθρώπων, ἡ γνῶσις τῆς Ἁγίας καὶ Ὁμοουσίου Τριάδος.

Συγχώρησις ἁμαρτιῶν, παθῶν ἐστιν ἐλευθερία· ὧν ὁ μήπω ἐλευθερωθεὶς χάριτι, τῆς συγχωρήσεως οὔπω ἔτυχε.

Notes

  1. ἴσ. πράττει

· Contents ·