Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Thalassios the Libyan, 49. Ἑκατοντὰς β΄.

ΤΟΥ ΑΥΤΟΥ
ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ
ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΑ
ΗΣ Η ΑΚΡΟΣΤΙΧΙΣ ΗΔΕ.
ΕΥΞΑΙ ΥΠΕΡ ΕΜΟΥ ΑΔΕΛΦΕ ΤΙΜΙΩΤΑΤΕ, ΟΤΙ ΜΕΓΑΛΑ ΚΑΚΑ ΠΡΟΣΔΟΚΩ,
ΑΞΙΑ ΤΗΣ ΕΜΗΣ ΠΡΟΑΙΡΕΣΕΩΣ, ΛΥΠΑΣ ΤΗΙ ΨΥΧΗΙ
ΚΑΙ ΟΔΥΝΑΣ ΤΩΙ ΣΩΜΑΤΙ.

Εἰ θέλεις ὑφὲν τῶν κακιῶν ἀπαλλαγῆναι, τῇ μητρὶ τῶν κακῶν τῇ φιλαυτίᾳ ἀπόταξαι.

Ὑγεία ψυχῆς, ἀπάθεια καὶ γνῶσις, ἧς τυχεῖν ἀμήχανον τὸν ἡδοναῖς δουλεύοντα.

Ξηραίνει τὰς ἡδονὰς τὰς σωματικάς τε καὶ ψυχικάς, ἐγκράτεια μετὰ ὑπομονῆς, καὶ ἀγάπη μετὰ μακροθυμίας.

Ἀρχὴ κακῶν τῇ ψυχῇ, ἡ φιλαυτία γέγονεν. φιλαυτία δὲ ἐστιν, ἡ πρὸς τὸ σῶμα φιλία.

Ἴδιον τοῦ λογικοῦ, τὸ ὑποταγῆναι τῷ λόγῳ, καὶ τὸ ὑπωπιάσαι καὶ δουλαγωγῆσαι τὸ σῶμα.

Ὕβρις τῷ λογικῷ, ὑποταγῆναι τῷ ἀλόγῳ, καὶ πρόνοιαν αὐτοῦ ποιεῖσθαι εἰς ἐπιθυμίας αἰσχράς.

Πονηρὸν ἔργον ψυχῆς λογικῆς, καταλιμπάνειν τὸν κτίσαντα, καὶ λατρεύειν τῷ σώματι.

Ἐκελεύσθης τὸ σῶμα ὑπηρέτην ἔχειν, οὐ μὴν δὲ ταῖς ἡδοναῖς αὐτοῦ παρὰ φύσιν δουλεύειν.

Ῥῆξον τὰ δεσμὰ τῆς πρὸς τὸ σῶμα φιλίας, καὶ μηδὲν παράσχῃς τῷ δούλῳ, ὅτι μὴ πᾶσα ἀνάγκη.

Ἔγκλεισον τὰς αἰσθήσεις ἐν τῷ φρουρίῳ τῆς ἡσυχίας, ἵνα μὴ τὸν νοῦν περισπῶσιν εἰς τὰς ἰδίας ἐπιθυμίας.

Μέγιστα ὅπλα τοῦ μεθ᾽ ὑπομονῆς ἡσυχάζοντος, ἐγκράτεια, καὶ ἀγάπη, καὶ προσοχή, καὶ ἀνάγνωσις.

Οὐ παύεται ὁ νοῦς περὶ τὰς ἡδονὰς κυκλεύων, ἄχρις οὗ τὴν σάρκα δουλαγωγήσας, θεωρίᾳ σχολάσῃ.

Ὑπὲρ τῶν ἐντολῶν ἀγωνισώμεθα, ἵνα παθῶν ἐλευθερωθῶμεν· ὑπὲρ δὲ τῶν θείων δογμάτων, ἵνα γνώσεως ἀξιωθῶμεν.

Ἀθανασία ψυχῆς, ἀπάθεια καὶ γνῶσις· ἧς τυχεῖν ἀμήχανον, τὸν ἡδοναῖς δουλεύοντα.

Δουλαγώγει τὸ σῶμα, περιελὼν τὰς ἡδονάς, καὶ ἀπάλλαξον αὐτὸ τῆς μοχθηρᾶς δουλείας.

Ἐλεύθερος κτισθείς, καὶ ἐπ᾽ ἐλευθερίᾳ, κληθείς, μὴ ἀνέχου δουλεύειν παράθεσιν ἀκαθαρσίας.

Λύπαις καὶ ἡδοναῖς, ἐπιθυμίαις καὶ φόβοις, συνδεσμοῦσι τὸν νοῦν τοῖς αἰσθητοῖς οἱ δαίμονες.

Φόβος Κυρίου, κρατεῖ ἐπιθυμιῶν· καὶ λύπη κατὰ Θεόν, ἀπελαύνει ἡδονήν.

Ἐπιθυμία σοφίας, καταφρονεῖ φόβου, καί ἡδονὴ γνώσεως, ἀποδιώκει λύπην.

Τὰ τέσσαρα ταῦτα αἱ γραφαὶ περιέχουσι· τὰς ἐντολάς, τὰ δόγματα, τὰς ἀπειλάς, καὶ τὰς ἐπαγγελίας.

Ἵστησι τὴν ἐπιθυμίαν, ἐγκράτεια, καὶ κόπος. μειοῖ δὲ αὐτήν, ἡσυχία, καὶ θεῖος ἔρως.

Μὴ λόγοις δι᾽ αἰνιγμάτων τὸν ἀδελφὸν κεντήσῃς· οὐ μὴ γὰρ βαστάσῃς τὰ ὅμοια ἀντιδεχόμενος.

Ἵστησι τὸν θυμόν, μακροθυμία, καὶ ἀμνησικακία. μειοῖ δὲ αὐτόν, ἀγάπη, καὶ συμπάθεια.

Ὧ ἐδόθη γνῶσις, ἐδόθη φῶς νοερόν. ὅς δὲ λαβὼν ἀτιμάζει, ὄψεται σκότος.

Τήρησις ἐντολῶν Θεοῦ, τίκτει ἀπάθειαν. ἀπάθεια δὲ ψυχῆς, συντηρεῖ γνῶσιν.

Ἀνάγαγε τὰ αἰσθητὰ ἐπὶ νοητὴν θεωρίαν, καὶ ἀνθέλκεις τὴν αἴσθησιν ἐπάνω τῶν αἰσθητῶν.

Τὸ αἰσθητὸν γύναιον, σημαίνει ψυχὴν πρακτικήν. ᾗ ὁ νοῦς συγγινόμενος, ἀποτίκτει τὰς ἀρετάς.

Ἔρευνα λόγων Θεοῦ, διδάσκει γνῶσιν Θεοῦ, τὸν ἐν ἀληθείᾳ καὶ πόθῳ, καὶ εὐλαβείᾳ ζητοῦντα.

Ὅπερ ἐστὶ τὸ φῶς τοῖς ὁρῶσι καὶ ὁρωμένοις, τοῦτο καὶ ὁ Θεὸς τοῖς νοοῦσι, καὶ νοουμένοις.

Τὸ αἰσθητὸν στερέωμα, τὸ τῆς πίστεως σημαίνει στερέωμα, ἐν ᾧ πάντες οἱ ἅγιοι δίκην φωστήρων λάμπουσιν.

Ἱερουσαλήμ ἐστιν, ἐπουράνιος γνῶσις τῶν ἀσωμάτων. ἐν αὐτῇ γὰρ θεωρεῖται ἡ ὅρασις τῆς εἰρήνης.

Μὴ ἀμέλει τῆς πράξεως, ἐπεὶ μειοῦται ἡ γνῶσις· καὶ λιμοῦ γενομένου, καταβαίνεις εἰς Αἴγυπτον.

Ἐλευθερία ἐστὶ νοητή, ἡ τῶν παθῶν ἀπαλλαγή, ἧς οὐδεὶς ἐπιτυγχάνει ἄνευ ἐλέους Χριστοῦ.

Γῆ ἐστιν ἐπαγγελίας, ἡ βασιλεία τῶν οὐρανῶν, ἧς πρόξενοι γίνονται ἀπάθεια καὶ γνῶσις.

Αἴγυπτός ἐστι νοητή, ὁ σκοτασμὸς τῶν παθῶν· εἰς ἣν οὐδεὶς καταβαίνει, εἰ μὴ λιμῷ περιπέσει.

Λόγοις πνευματικοῖς ἐπισυχνάσει τὸ οὖς σου, καὶ λογισμῶν ἀκαθάρτων ἀπομακρυνεῖ ὁ νοῦς σου.

Ἀγαθός, καὶ σοφὸς μόνος φύσει ὁ Θεός. γίνεται δὲ μεθέξει καὶ ὁ νοῦς, ἂν σπουδάσῃ.

Κράτει γαστρός, καὶ ὕπνου, καὶ θυμοῦ, καὶ γλώσσης, καὶ οὐ μὴ προσκόψεις πρὸς λίθον τὸν πόδα σου.

Ἀγώνισαι ἀγαπῆσαι πάντα ἄνθρωπον ἐξίσου, καὶ ἀπελαύνεις συλλήβδην πάντα τὰ πάθη σου.

Κοινὴ νοῦ καὶ αἰσθήσεως, ἡ θεωρία τῶν αἰσθητῶν· ἰδία δὲ τοῦ νοῦ, ἡ γνῶσις τῶν νοητῶν.

Ἀδύνατον τὸν νοῦν σχολάσαι τοῖς νοητοῖς, εἰμὴ τὴν σχέσιν τὴν πρὸς τὴν αἴσθησιν, καὶ τὰ αἰσθητὰ ἀποκόψῃ.

Προσπάθειαν φυσικήν ἡ αἴσθησις ἔχει πρὸς τὰ αἰσθητά, καὶ συμπερισπᾷ τὸν νοῦν, περισπωμένη περὶ αὐτά.

Ῥέψον τὴν αἴσθησιν περὶ τὴν τοῦ νοῦ ὑπουργίαν, καὶ μὴ δῷς αὐτῇ καιρὸν ἀντιπερισπᾶσαι αὐτόν.

Ὅταν τὸν νοῦν σχολάσαι συμβῇ τοῖς αἰσθητοῖς, ἀντιπερίσπασον τὴν αἴσθησιν, πρὸς νοῦν ἄγων τὰ παρακείμενα.

Σημεῖον ὅτι σχολάζει ὁ νοῦς περὶ τὰ νοητά, τό, πάντων περιφρονεῖν τῶν τὴν αἴσθησιν σαινόντων.

Διανοιγόμενος ὁ νοῦς περὶ τὴν τῶν νοητῶν θεωρίαν, δυσαπόσπαστον ἔχει τὴν περὶ αὐτὰ ἡδονήν.

Ὅταν ὁ νοῦς πλουτήσῃ τὴν τῆς μονάδος γνῶσιν, τότε καὶ τὴν αἴσθησιν πάντῃ δεδουλωμένην ἔχει.

Κώλυε τὸν νοῦν σου κυκλεύειν τὰ αἰσθητά, ἵνα μὴ ἡδονὰς καὶ λύπας ἐν αὐτοῖς καρπώσηται.

Ὧν ὁ νοῦς ἐν τοῖς θείοις σχολάζει διὰ παντός, τούτων καὶ τὸν παθητικὸν μέρος θεῖον γέγονεν ὅπλον.

Ἀδύνατον τὸν νοῦν τῇ γνώσει ποιωθῆναι, εἰ μὴ πρότερον τὸ παθητικὸν ταῖς οἰκείαις ἀρεταῖς ἐξ ἑαυτοῦ ἀπελάσει.

Ξένος τῶν τοῦ κόσμου τότε ὁ νοῦς γίνεται, ὅταν τὴν πρὸς τὴν αἴσθησιν σχέσιν παντελῶς ἀποκόψῃ.

Ἴδιον τοῦ λογιστικοῦ τῆς ψυχῆς, σχολάζειν γνώσει Θεοῦ, τοῦ δὲ παθητικοῦ αὐτῆς, ἀγάπῃ καὶ ἐγκρατείᾳ.

Ἀδύνατον τὸν νοῦν πράγματι σχολάζειν αἰσθητῷ, εἰμὴ πάντως πάθος κέκτηται πρὸς αὐτό.

Τέλειός ἐστιν ὁ νοῦς, ὁ ποιωθεὶς τῇ γνώσει. ψυχὴ δὲ ἐστὶ τελεία, ἡ ταῖς ἀρεταῖς ἀνακραθεῖσα.

Ἡ πρὸς τὴν αἴσθησιν σχέσις τοῦ νοῦ, δοῦλον αὐτὸν καθίσησι τῶν τοῦ σώματος ἡδονῶν.

Σαλεύεται ὁ νοῦς ἐκ τοῦ τόπου τῆς γνώσεως, ὅτε τὸ παθητικὸν τῆς ψυχῆς κινηθῇ ἐκ τῶν ἰδίων ἀρετῶν.

Ἐλάβομεν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι; οὐ γινόμεθα δὲ, εἰμὴ τὰ πάθη ἀποδυσῶμεθα.

Μηδεὶς οἰέσθω τέκνον Θεοῦ κατ᾽ ἐνέργειαν γεγονέναι, μήπω τοὺς θείους χαρακτῆρας ἐν ἑαυτῷ κτησάμενος.

Ἡ κατὰ τρόπον ὁμοίωσις τοῦ ἀγαθοῦ ἢ τοῦ πονηροῦ, ἢ τοῦ Θεοῦ Υἱούς, ἢ τοῦ σατανᾶ ἀπεργάζεται.

Συνετὸς ἀνὴρ ὁ προσέχων ἑαυτῷ, καὶ σπεύδων χωρισθῆναι ἀπὸ παντὸς μολυσμοῦ.

Πεπωρωμένη ψυχή, μαστιζομένη οὐκ αἰσθάνεται, καὶ εἰς συναίσθησιν ἐλθεῖν τοῦ εὐεργέτου οὐκ ἀνέχεται.

Ῥυπαρὰ ἐσθής, θείων γάμων ἐκβάλλει, καὶ κοινωνὸν ἀπεργάζεται σκότους ἐξωτέρου.

Ὁ φοβούμενος τὸν Θεόν, ἐπιμελεῖται ψυχῆς αὐτοῦ, καὶ πονηρᾶς κοινωνίας ἀπαλλάττει ἑαυτόν.

Ἀμήχανόν ἐστι τυχεῖν ἐλέους Θεοῦ, τὸν καταλιπόντα αὐτόν, καὶ ἡδοναῖς δουλεύοντα.

Ἰησοῦς ἐστιν ὁ λέγων, κἂν πιστεύειν οὐ θέλωμεν, ὅτι οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.

Ῥυπωθεῖσα ψυχὴ ὑπὸ παθῶν, πεπώρωται· καὶ ἄνευ τομῶν, καὶ καυτήρων, πιστεύειν οὐκ ἀνέχεται.

Ἐτασμοὶ φοβεροὶ τοὺς σκληροὺς διαδέχονται· δίχα γὰρ μεγάλων πόνων, μαλαχθῆναι οὐ καταδέχονται.

Συνετὸς ἀνήρ, ἐπιμελεῖται ἑαυτοῦ, καὶ δι᾽ ἑκουσίων πόνων, τοὺς ἀκουσίους ἐκφεύγει.

Ἐπιμέλεια ψυχῆς, κακοπάθεια καὶ ταπείνωσις. δι᾽ ὧν ὁ Θεὸς συγχωρεῖ πάσας τὰς ἁμαρτίας.

Ὥσπερ ἐπιθυμίαι καὶ ὀργαί, ἁμαρτίας πληθύνουσιν, οὕτως ἐγκράτεια καὶ ταπείνωσις, ἐξαλείφουσιν αὐτάς.

Συντρίβει καρδίαν, λύπη κατὰ Θεόν· αὐτὴν δὲ τίκτει, φόβος κολάσεως.

Λύπη κατὰ Θεόν, καθαίρει καρδίαν· καὶ μολυσμοὺς ἡδονῶν, μακρύνει ἀπ᾽ αὐτῆς.

Ὑπομονή ἐστι, φιλοπονία ψυχῆς· ἔνθα δὲ φιλοπονία, φιληδονία ἐξώρισται.

Πᾶσα ἁμαρτία, διὰ ἡδονὴν γίνεται· καὶ πᾶσα συγχώρησις, διὰ κακοπαθείας καὶ λύπης.

Ἀκουσίοις πόνοις, κατὰ πρόνοιαν περιπίπτει, ὁ δι᾽ ἑκουσίων πόνων μετανοεῖν μὴ ἀνεχόμενος.

Σωτήρ ἐστιν ὁ Χριστὸς τοῦ σύμπαντος κόσμου, καὶ τὴν μετάνοιαν τοῖς ἀνθρώποις εἰς σωτηρίαν ἐχαρίσατο.

Τήρησις ἐντολῶν, τίκτει μετάνοιαν· ἡ δὲ τῶν ἐντολῶν τήρησις ψυχῆς ποιεῖ κάθαρσιν.

Ἡ τῆς ψυχῆς κάθαρσις, παθῶν ἐστιν ἀπαλλαγή. ἀπαλλαγὴ δὲ παθῶν ἀγάπην τίκτει.

Ψυχή ἔστι καθαρά, ἡ τὸν Θεὸν ἀγαπῶσα. καὶ νοῦς ἔστι καθαρός, ὁ ἀγνοίας χωρισθείς.

Ὑπὲρ τῶν ἐντολῶν τοῦ Χριστοῦ μέχρι θανάτου ἀγώνισαι, ὅτι δι᾽ αὐτῶν καθαρθείς, εἰς τὴν ζωὴν εἰσελεύσῃ.

Χρῆσαι τῷ σώματι ὡς ὑπηρέτῃ τῶν ἐντολῶν, ἀνήδονον αὐτὸ τηρῶν, καὶ ἄνοσον, ὅση δύναμις.

Ἡ τῆς σαρκὸς ἐπανάστασις ἐξ ἀμελείας γίνεται τῆς προσευχῆς τε, καὶ διαίτης, καὶ καλῆς ἡσυχίας.

Καλὰ ἔγκονα τίκτει ἡ καλὴ ἡσυχία, ἐγκράτειαν, καὶ ἀγάπην, καὶ προσευχὴν κάθαράν.

Ἀνάγνωσις καὶ προσευχή, νοῦν καθαίρουσιν. ἀγάπη δὲ καὶ ἐγκράτεια, τὸ παθητικὸν τῆς ψυχῆς.

Ἴσην διὰ παντὸς τήρει τὴν ἐγκράτειαν, ἵνα μὴ τῇ ἀνωμαλίᾳ εἰς τὰ ἐναντία ἐμπέσῃς.

Ὁ νομοθετῶν ἑαυτῷ, μὴ παραβῆ ἑαυτόν. ὁ γὰρ ἑαυτὸν παραλογιζόμενος, ἑαυτὸν ἀπατᾶ.

Δυσμαὶ εἰσι νοηταί, ψυχαὶ ἐμπαθεῖς· ταῖς γὰρ τοιαύταις ἔδυσεν ὁ τῆς δικαιοσύνης ἥλιος.

Υἱὸς ἔστι Θεοῦ, ὁ ὁμοιωθεὶς τῷ Θεῷ δι᾽ ἀγαθότητα σοφίας, καὶ δυνάμεως, καὶ δικαιοσύνης.

Νόσος ἐστὶ ψυχῆς, ἡ τῆς κακίας ἕξις. θάνατος δὲ, ἡ κατ᾽ ἐνέργειαν ἁμαρτία.

Ἀκτημοσύνη ἐστὶ νοητή, ἡ παντελὴς ἀπάθεια· καθ᾽ ἣν γενόμενος ὁ νοῦς, ἀναχωρεῖ τῶν ἐνταῦθα.

Συμφώνως τήρει τὰς τῆς ψυχῆς ἀρετάς, καὶ ἐκ τούτου τίκτεται ὁ τῆς δικαιοσύνης καρπός.

Τὴν τῶν νοητῶν θεωρίαν, ἀσώματον εἶναι φασίν, ὡς ὕλης καὶ εἴδους πάντη ἀπηλλαγμένην.

Ὥσπερ τὰ τέσσαρα στοιχεῖα ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, οὕτω καὶ τὰ ἐξ αὐτῶν σώματα, ἐκ τῶν αὐτῶν συνέστηκεν.

Σὰρξ γενόμενος διὰ φιλανθρωπίαν ὁ λόγος, οὔτε ὃ ἦν μετέβαλεν, οὔτε ὃ γέγονεν ἠλλοίωσεν.

Ὥσπερ ἐκ θεότητος καὶ ἀνθρωπότητος, καὶ ἐν θεότητι καὶ ἀνθρωπότητι, οὕτως καὶ ἐκ δύω φύσεων καὶ ἐν δύω φύσεσι λέγομεν τὸν ἕνα Χριστόν.

Μίαν ὑπόστασιν ἐπὶ Χριστοῦ ὁμολογοῦμεν, ἐν δύω φύσεσιν ἡνωμέναις ἀδιαιρέτως.

Ἀδιαίρετον τὴν μίαν Χριστοῦ ὑπόστασιν δοξάζομεν, καὶ ἀσύγχυτον τὴν τῶν φύσεων ἕνωσιν ὁμολογοῦμεν.

Τρισυπόστατον μίαν τῆς θεότητος οὐσίαν προσκυνοῦμεν, καὶ ὁμοούσιον τὴν Ἁγίαν Τριάδα ὁμολογοῦμεν.

Ἴδια τῶν τριῶν ὑποστάσεων, πατρότης, υἱότης, ἐκπόρευσις. καὶ κοινὰ τῶν τριῶν ὑποστάσεων, ἡ οὐσία, ἡ φύσις, ἡ θεότης, ἡ ἀγαθότης.

· Contents ·