Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Thalassios the Libyan, 50. Ἑκατοντὰς γ΄.
ΤΟΥ ΑΥΤΟΥ
ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ
ΕΚΑΤΟΝΤΑΣ ΤΡΙΤΗ
ΗΣ Η ΑΚΡΟΣΤΙΧΙΣ ΗΔΕ.
ΠΛΗΝ ΚΑΚΑ ΚΥΡΙΩΣ, ΟΥ ΤΑ ΤΗΝ ΣΑΡΚΑ ΜΕΝ ΚΑΚΟΥΝΤΑ, ΤΗΝ ΔΕ
ΨΥΧΗΝ ΚΑΘΑΙΡΟΝΤΑ. ΤΑ ΔΕ ΤΗΝ ΣΥΝΕΙΔΗΣΙΝ ΑΥΠΟΥΝΤΑ,
ΤΕΡΠΟΝΤΑ ΔΕ ΤΗΝ ΣΑΡΚΑ.
Περὶ τοῦ φύσει ἀγαθοῦ, ἀγαθὰ διανοοῦ. καὶ περὶ παντὸς ἀνθρώπου, καλὰ διαλογίζου.
Λόγων καὶ ἔργων καὶ ἐννοιῶν, ἀπολογίαν ἀπαιτούμεθα παρὰ Θεοῦ ἐν ἡμέρᾳ κρίσεως.
Ἡ ἕξις τῆς ἀρετῆς, ἢ τῆς κακίας, κινεῖ ἡμᾶς ἐπὶ τὸ, καλὰ ἢ κακὰ ἐννοεῖν, ἢ λέγειν, ἢ διαπράττεσθαι.
Νοῦς ὑπὸ παθῶν κεκρατημένος, ἐννοεῖ τὰ μὴ πρέποντα· φανεροῦσι δὲ τὴν ἔννοιαν, οἱ λόγοι καὶ τὰ ἔργα.
Κακῆς ἐννοίας, προηγεῖται πάθος. τοῦ δὲ πάθους αἰτία καθέστηκεν, ἡ αἴσθησις. τῆς δὲ κακῆς αὐτῆς χρήσεως, δηλονότι ὁ νοῦς.
Ἀπόκλεισον τὴν αἴσθησιν, καὶ πολέμησον τὴν πρόληψιν. καὶ τοῖς ὅπλοις τῶν ἐντολῶν, ἄνελέ σου τὰ πάθη.
Κακία χρονίσασα, ἀσκήσεως δεῖται χρονίας. συνήθεια γὰρ παγιωθεῖσα, ἀθρόως οὐ μετακινεῖται.
Ἄσκησις ἐπιτεταμένη δι᾽ ἐγκρατείας καὶ ἀγάπης, δι᾽ ὑπομονῆς καὶ ἡσυχίας ἀναιρεῖ τὰ ἐγκείμενα.
Κίνει τὸν νοῦν εἰς προσευχὴν συνεχῶς, καὶ φθείρεις τοὺς λογισμούς, ἐφεστῶτας τῇ καρδίᾳ.
Ὑπομονῆς δεῖται καὶ μακροθυμίας ἡ ἄσκησις. χρονία γὰρ φιλοπονία, φιληδονίαν ἐξορίζεται.
Ῥᾳδίως γυμνάζῃ εἰς τοὺς τῆς ἀσκήσεως πόνους, ἐὰν πάντα μέτρῳ καὶ κανόνι διαπράξῃ.
Ἴσον τὸ μέτρον τῆς ἀσκήσεως διαφύλαττε, καὶ μὴ λύσῃς κανόνα, ἐκτὸς ἀνάγκης.
Ὥς περ λογισμοὺς καθαίρει ἀγάπη καὶ ἐγκράτεια, οὕτω πᾶν ὕψωμα ἐπαιρόμενον, θεωρία καὶ προσευχή.
Συνείδησιν καθαράν, πόνοι ποιοῦσιν ἀσκήσεως. οἷον νηστεία, ἀγρυπνία, ὑπομονή, καὶ μακροθυμία.
Ὁ τῶν ἀκουσίων πειρασμῶν τὰς ἐπαγωγὰς ὑπομένων, ταπεινόφρων καὶ εὐελπις, καὶ δόκιμος γίνεται.
Ὑπομονή ἔστι, φιλοπονία ψυχῆς. συνίσταται δὲ αὕτη, ἐξ ἑκουσίων πόνων, καὶ ἀκουσίων πειρασμῶν.
Τήκει κακίαν ἡ τῶν δεινῶν καρτερία, καὶ ἀπόλλυσιν εἰς τέλος, ἡ μέχρι τέλους ὑπομονή.
Αἴσθησιν ὀδυνᾷ, πόνων ἐπαγωγή. καὶ ἡδονὴν ἀναιρεῖ, λύπης ἐπιφορά.
Τέσσαρά ἐστι γενικώτατα πάθη, οἷς σοφῶς κατ᾽ ἀλλήλων ἡ πρόνοια κέχρηται.
Ἡδονὴν γὰρ συστέλλει, λύπης ἐπαγωγή. καὶ ἐπιθυμίαν μαραίνει, φόβος κολάσεων.
Νοῦς φρόνιμος γυμνάζει ψυχὴν αὐτοῦ, καὶ εἰς πᾶσαν ἄσκησιν ἐθίζει σῶμα αὐτοῦ.
Σπεῦσον δεῖξαι Μοναχὸν μὴ τὸν ἔξω ἄνθρωπον, ἀλλὰ καὶ τὸν ἔσω, τῶν παθῶν ἀπαλλάττων.
Ἀποταγὴ πρώτη, ἡ τῶν πραγμάτων ἀπαλλαγή, δευτέρα δὲ καὶ τρίτη, ἡ τῶν παθῶν, καὶ τῆς ἀγνοίας.
Ῥᾳδίως τίς βουληθεὶς τῶν πραγμάτων ἀπαλλάττεται. οὐκ ὀλίγῳ δὲ καμάτῳ τῶν πρὸς αὐτὰ νοημάτων.
Κρατῶν ἐπιθυμίας, καὶ θυμοῦ περιέσῃ· αὕτη γὰρ αἰτία τῆς τοῦ θυμοῦ παροχῆς.
Ἄρα ἀπηλλάγημεν τῶν ἐμπαθῶν νοημάτων, καὶ τῆς καθαρᾶς καὶ ἀΰλου ἀπελάβομεν προσευχῆς, ἢ οὔπω;
Μέγας ὁ νοῦς ὁ τῶν παθῶν ἀπαλλαγείς, καὶ τῶν ὄντων χωρισθείς, καὶ ἐν τῷ Θεῷ διάγων.
Ἐν τρισὶ τούτοις ὁ προκόπτων φιλοσοφεῖ, ἐν ταῖς ἐντολαῖς, ἐν τοῖς δόγμασι, καὶ ἐν τῇ πίστει τῆς Ἁγίας Τριάδος.
Νοῦς παθῶν ἀπαλλαγείς, ἐν τούτοις εὐρίσκεται. ἐν τοῖς ψιλοῖς νοήμασιν, ἐν τῇ θεωρίᾳ τῶν ὄντων, καὶ ἐν τῷ ἰδίῳ φωτί.
Κάκιστα πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται, τότε δὲ φαίνονται, ὅτε τὰ πράγματα ἐλέγχονται.
Ἀνενόχλητος μένει ἔσθ᾽ ὅτε ὁ νοῦς μερικῆς τυχὼν ἀπαθείας· ἀδόκιμος δέ ἔστι διὰ τὴν τῶν πραγμάτων ἀπουσίαν.
Κινοῦνται τὰ πάθη διὰ τῶν τριῶν τούτων, διά τε τῆς μνήμης, καὶ τῆς κράσεως, καὶ τῆς αἰσθήσεως, ὡς προείρηται.
Ὁ νοῦς τὴν αἴσθησιν ἀποκλείσας, καὶ τὴν κράσιν ὁμαλίσας, πρὸς μόνην τὴν μνήμην ἔχει τὸν πόλεμον.
Ὑπὸ τῶν αἰσθήσεων τότε τὰ πάθη κινοῦνται, ὁπηνίκα ἐγκράτεια μὴ παρῇ, καὶ ἀγάπη πνευματική.
Νηστεία σύμμετρος, καὶ ἀγρυπνία, καὶ ψαλμῳδία, πεφύκασιν ὁμαλίζειν τὴν κράσιν τοῦ σώματος.
Τὰ τρία ταῦτα τὴν κράσιν κατὰ τὸ χεῖρον δηλονότι ἀλλοιοῦσιν· ἡ τῆς διαίτης ἀταξία, ἡ τῶν ἀέρων μεταβολή, καὶ ἡ τῶν δαιμόνων ἐπαφή.
Αἱ ἐμπαθεῖς μνῆμαι διὰ τούτων ψιλοῦνται, διὰ προσευχῆς, καὶ ἀναγνώσεως, καὶ ἐγκρατείας, καὶ ἀγάπης.
Τὴν αἴσθησιν πρῶτον τῇ ἡσυχίᾳ ἀπόκλεισον, καὶ τότε τοῖς ὅπλοις τῶν ἀρετῶν πρὸς τὰς μνήμας πολέμησον.
Ἡ κατὰ διάνοιαν κακία, ἡ παράχρησίς ἔστι τῶν νοημάτων. ἡ δὲ κατ᾽ ἐνέργειαν ἁμαρτία, ἡ παράχρησίς ἐστι τῶν πραγμάτων.
Νοημάτων καὶ πραγμάτων ἐστὶ παράχρησις, τὸ μὴ εὐσεβῶς καὶ δικαίως τοῖς ἀμφοτέροις χρήσασθαι.
Δεσμὰ ὑπάρχουσι νοῦ, πάθη ψεκτά, κατέχοντα αὐτὸν ἐν τοῖς αἰσθητοῖς πράγμασιν.
Ἐκεῖνος τελείαν ἔχει ἀπάθειαν, ὁ μηδὲ πρὸς τὰ πράγματα πάσχων, μηδὲ πρὸς τὰς μνήμας αὐτῶν.
Ψυχὴ ἀγαθὴ εὐεργετεῖ τὸν πλησίον, καὶ ἀγνωμονουμένη, μακροθυμεῖ ἐπ᾽ αὐτῷ, καὶ πάσχουσα ὑπομένει τὰ παρ᾽ αὐτοῦ.
Ὑπάρχοντα εἰσὶ κακά, λογισμοὶ πονηροί. οἷς ὁ μὴ ἀποτασσόμενος, οὐ μαθητεύσῃ τῇ γνώσει.
Χριστοῦ ὁ ἀκούων, ἑαυτὸν φωταγωγεῖ. καὶ ὁ μιμούμενος αὐτόν, ἑαυτὸν διορθοῦται.
Ἡ μνησικακία, λέπρα ἐστὶ ψυχῆς· συμβαίνει δὲ αὐτῇ ἀπὸ ἀτιμίας, ἢ ζημίας, ἢ λογισμῶν ὑπονοίας.
Νοῦν φθονερὸν ἐκτυφλοῖ ὁ Κύριος, ὅτι λυπεῖται ἀδίκως ἐπὶ τοῖς ἀγαθοῖς τοῦ πλησίον.
Κατάλαλος ψυχή, τρίβολον ἔχει γλῶσσαν· ἑαυτὸν γὰρ καὶ τὸν ἀκούοντα, ἔσθ᾽ ὅτε καὶ τὸν καταλαλούμενον βλάπτει.
Ἀμνησίκακός ἐστι, προσευχόμενος ὑπὲρ λυπήσαντος. καὶ ἀπαλλάσσεται μνησικακίας, ὁ μὴ φειδόμενος δώρων.
Θάνατος ψυχῆς, μίσος πρὸς τὸν πλησίον. τοῦτο γὰρ ἔχει, καὶ πράττει ἡ τοῦ καταλάλου ψυχή.
Ἀκηδία ἐστίν, ὀλιγωρία ψυχῆς. ὀλιγωρεῖ δὲ ψυχή, φιληδονίαν νοσοῦσα.
Ἰησοῦν ὁ ἀγαπῶν, γυμνάζεται ἐν πόνοις· καρτερία δὲ πόνων, ἀπελαύνει ἀκηδίαν.
Ῥώννυται ψυχὴ διὰ πόνων ἀσκήσεως, καὶ ἐν τῷ τὰ πάντα μέτρῳ ποιεῖν, ἀπελαύνει ἀκηδίαν.
Ὁ κρατῶν γαστρός, μαραίνει ἐπιθυμίαν· καὶ λογισμοῖς πορνείας οὐ δουλεύει ὁ νοῦς αὐτοῦ.
Νοῦς ἐγκρατοῦς, ναὸς Ἁγίου Πνεύματος. ὁ δὲ τοῦ γαστριμάργου, κατοικητήριον κοράκων.
Τῆς τῶν βρωμάτων ποικιλίας, ὁ κόρος ποιεῖ ἐπιθυμίαν. ἡ δὲ ἔνδεια, ἡδύνει καὶ αὐτὸν ψιλὸν ἄρτον.
Ἀπαλλάττεται φθόνου, ὁ συγχαίρων τῷ φθονουμένῳ κρυπτῶς. καὶ ἀπαλλάττει φθόνου, ὁ τὸν φθονούμενον κρύπτων.
Τοῦ ἀμελῶς βιοῦντος, μάκρυνον σεαυτόν, κἂν ὄνομα μέγα παρὰ πολλοὺς κέκτηται.
Ἄνδρα φιλόπονον κτῆσαι φίλον, καὶ εὑρίσκεις σκέπην τῶν σῶν ὀφθαλμῶν.
Δεσπόταις πολλοῖς ὁ ἀμελὴς πέπραται, καὶ ὡς ἄγουσιν αὐτόν, οὕτω διαγίνεται.
Εὐνοεῖ σοι ὡς φίλος, ἐν καιρῷ εἰρήνης· καὶ ἐν καιρῷ πειρασμοῦ, ὡς ἐχθρὸς πολεμεῖ.
Τὴν ψυχὴν τιθεῖ ὑπὲρ σοῦ πρὸ τῆς κινήσεως τῶν παθῶν, καὶ ὅτε κινηθῶσι, τὴν ψυχὴν συλλαμβάνει.
Ἡ χερσωθεῖσα γῆ, ἀκανθῶν πεπλήρωται· καὶ ἡ ἀμελὴς ψυχή, παθῶν ἀκαθάρτων.
Νοῦς φρόνιμος χαλινοῖ ψυχὴν αὐτοῦ, καὶ ὑπωπιάζει τὸ σῶμα, καὶ δουλαγωγεῖ τὰ πάθη.
Σημεῖον τῶν ἔνδον τὰ προφανῆ κινήματα, ὡς καὶ τῶν ἀγνώστων δένδρων οἱ προφερόμενοι καρποί.
Ὑποκριτὴν ἐλέγχουσιν οἱ λόγοι καὶ τὰ ἔργα, καὶ τὸν κεκρυμμένον, ψευδοπροφήτην εἰς φανερὸν ἄγουσιν.
Νοῦς ἠλαγημένος, οὐ παιδεύει ψυχὴν αὐτοῦ. καὶ ἀγάπης καὶ ἐγκρατείας, ἀπομακρύνει αὐτήν.
Ἐννοιῶν φαύλων αἰτία, ἕξις πονηρά, ἀπὸ ὑπερηφανείας καὶ ἀλαζονίας, συνισταμένη.
Ἴδια τῶν προειρημένων ὑπόκρισις, καὶ δόλος, πανουργία τε, καὶ εἰρωνεία, καὶ τὸ πᾶν φαῦλον ψεῦδος.
Δουλεύουσι τοῖς προλεχθεῖσι, φθόνος, καὶ ἔρις, καὶ ὀργή, λύπη, καὶ μνησικακία.
Ἥδε ἡ ὁδὸς τῶν ἐν ἀμελείᾳ βιούντων, καὶ οὗτος ὁ θησαυρὸς τῶν ἐν ἐμοὶ κεκρυμμένων.
Σώζουσι ψυχήν, κακοπάθεια καὶ ταπείνωσις. καὶ ἐκ τῶν προειρημένων παθῶν ἀπαλλάττουσιν αὐτήν.
Ἴδιον ἐννοίας συνετῆς, λόγος ὠφέλιμος, καὶ ψυχῆς ἀγαθῆς, πρᾶξις ἐνάρετος.
Νοῦς πεφωτισμένος, λόγους προφέρει σοφίας. καὶ ψυχὴ καθαρά, λογισμοὺς γεωργεῖ θείους.
Λογισμοὶ σπουδαίου, σοφίαν μελετῶσιν, καὶ οἱ λόγοι αὐτοῦ, φωτίζουσι τοὺς ἀκούοντας.
Ὑποκειμένων ἐν ψυχῇ ἀρετῶν, ἀγαθοὺς γεωργεῖ λογισμούς. κακιῶν δὲ ὑποκειμένων, φαύλας τίκτει ἐννοίας.
Πονηρῶν ἐννοιῶν ἐργαστήριον, ψυχὴ ἐμπαθοῦς. καὶ ἐκ τοῦ ἑαυτῆς θησαυροῦ, προφέρει τὰ πονηρά.
Ὁ ἀγαθὸς θησαυρός, ἡ ἕξις ἐστὶ τῶν ἀρετῶν. καὶ ὁ ἀγαθὸς νοῦς, ἐκ ταύτης προφέρει τὰ ἀγαθά.
Ὑπὸ θείας ἀγάπης ἐνεργούμενος ὁ νοῦς, ἀγαθὰς ἐννοίας περὶ Θεοῦ γεωργεῖ. ὑπὸ δὲ τῆς φιλαυτίας, ἐκ τοῦ ἐναντίου.
Νοῦς ὑπὸ τῆς εἰς τὸν πλησίον ἀγάπης κινούμενος, καλὰ περὶ αὐτοῦ ἀδιαλείπτως λογίζεται. καὶ πάλιν ἐκ τοῦ ἐναντίου τὰ πονηρὰ ὑποτίθεται.
Τῶν ἀγαθῶν ἐννοιῶν, αἱ ἀρεταὶ αἰτίαι, τῶν δὲ ἀρετῶν, αἱ ἐντολαί, τῆς δὲ τούτων ἐργασίας, ἡ προαίρεσις.
Αἱ ἀρεταὶ καὶ αἱ κακίαι γινόμεναι καὶ ἀπογινόμεναι, εὖ, ἢ κακῶς τὴν ψυχὴν διατιθέασιν, κινοῦσαι εἰς ἐννοίας καταλλήλους.
Τῶν πονηρῶν ἐννοιῶν αἰτίαι αἱ κακίαι, τῶν δὲ κακιῶν ἡ παρακοή, τῆς δὲ παρακοῆς ἡ τῆς αἰσθήσεως ἀπάτη, τῆς δὲ ἀπάτης ταύτης ἡ τοῦ νοῦ περὶ τὴν ἀσφάλειαν αὐτῆς ἀμέλεια.
Ἐν μὲν τοῖς προκόπτουσιν, ἀμετάπτωτοι γίνονται αἱ διαθέσεις τῶν ἐναντίων. ἐν δὲ τοῖς τελείοις, κατ᾽ ἄμφω ἕξεις δυσκίνητοι.
Ῥώμη ψυχῆς ἐστιν, ἕξις ἀρετῆς δυσκίνητος, εἰς ἦν ὁ φθάσας, ὡς ἀνάλωτος ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; καὶ τὰ ἑξῆς.
Προηγεῖται μὲν πάντων τῶν παθῶν ἡ φιλαυτία, ἕπεται δὲ πάντων ἔσχατον ἡ ὑπερηφανία.
Οἱ τρεῖς γενικώτατοι τῆς ἐπιθυμίας λογισμοί, ἐκ τοῦ πάθους τῆς φιλαυτίας τὴν γέννησιν ἔχουσιν.
Νοεῖς πάντως τούς τε τῆς γαστριμαργίας, καὶ τῆς κενοδοξίας, καὶ φιλαργυρίας λογισμούς, οἷς ἕπονται πάντες οἱ ἐμπαθεῖς λογισμοί, ἀλλ᾽ οὐ πάντες κοινῶς.
Τῷ τῆς γαστριμαργίας λογισμῷ, ἕπεται ὁ τῆς πορνείας. τῷ δὲ τῆς κενοδοξίας, ὁ τῆς ὑπερηφανίας. οἱ δὲ λοιποὶ κοινῶς τοῖς τρισίν.
Ἀκολουθοῦσι κοινῶς τοῖς τρισίν, ὅ τε τῆς λύπης, καὶ τῆς ὀργῆς, καὶ τῆς μνησικακίας, καὶ φθόνου, καὶ ἀκηδίας, καὶ οἱ λοιποί.
Εὐχή.
Δέσποτα τῶν ἁπάντων Χριστέ, ἐκ πάντων τούτων ἡμᾶς ἐλευθέρωσον. τῶν τε ὀλεθρίων παθῶν, καὶ τῶν ἐξ αὐτῶν τικτομένων λογισμῶν.
Ἕνεκά σου γεγόναμεν, ἵνα κατατρυφήσωμεν ἐν Παραδείσῳ, τεθέντες τῷ ὑπὸ σοῦ φυτευθέντι.
Τήν τε νῦν ἀτιμίαν ἑαυτοῖς ἐπεσπασάμεθα, τῆς μακαρίας τρυφῆς, τὴν ὀλεθρίαν προτιμήσαντες.
Ἧς τὴν ἀντιμισθίαν ἐν ἑαυτοῖς ἀπελάβομεν, ζωῆς ἀϊδίου θάνατον ἀνταλλαξάμενοι.
Νῦν οὖν δέσποτα, καθὼς ἐπέβλεψας, καὶ τέλος ἐπίβλεψον, καθὼς ἐνηνθρώπησας, καὶ σῶσον πάντας ἡμᾶς.
Σῶσαι γὰρ ἦλθες τοὺς ἀπολωλότας ἡμᾶς. μὴ χωρίσῃς ἡμᾶς τῆς τῶν σωζομένων μερίδος.
Ἀνάστησον ψυχάς, καὶ σῶσον τὰ σώματα· καθάρισον πάντας ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ.
Ῥῆξον τὰ δεσμὰ τῶν κατεχόντων ἡμᾶς παθῶν, ὁ ῥήξας τὰς φάλαγγας τῶν ἀκαθάρτων δαιμόνων.
Καὶ ἀπάλλαξον ἡμᾶς τῆς ἐξ αὐτῶν τυραννίδος, ἵνα σοι μόνῳ λατρεύσωμεν τῷ αἰωνίῳ φωτί.
Ἀναστάντες ἐκ νεκρῶν, καὶ σὺν Ἀγγέλοις χορεύοντες τὴν μακαρίαν, καὶ αἰωνίαν, καὶ ἀκατάλυτον χορείαν, Ἀμήν.