Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

Evagrius the Monk, 6. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ

Εὐάγριος ὁ σοφὸς καὶ ἐλλόγιμος ἀνήρ, ἥκμασε μὲν περὶ τὸ τριακοσιοστὸν ὀγδοηκοστὸν ἔτος, παρὰ δὲ τοῦ μεγάλου Βασιλείου εἰς τὸ τοῦ Ἀναγνώστου προβληθεὶς ἀξίωμα, παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Γρηγορίου Νύσσης χειροτονεῖται Διάκονος. τοὺς γεμὴν ἱεροὺς τῶν λόγων ὑπὸ Γρηγορίῳ τῷ Θεολόγῳ πεπαίδευτο· οὗ καὶ Ἀρχιδιάκονος ἐχρημάτισεν, ὁπηνίκα τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας τὴν ἐπιτροπὴν εἶχε· κατὰ τὸν Νικηφόρον τὸν Κάλλιστον, βιβλίῳ ιά. κεφαλαίῳ μβ΄. ὕστερον δὲ τοῖς ἐν Κόσμῳ ἀποταξάμενος τὸν μοναστὴν ὑποδύεται βίον· λεπτὸς γεμὴν ὢν εἰς τὸ νοῆσαι, καὶ φράσαι τὸ νοηθὲν λίαν δεινός, πολλὰ καὶ διάφορα συγγράματα καταλέλοιπεν· ἐξ ὧν ὁ παρὼν πρὸς ἡσυχάζοντας λόγος, καὶ τὰ περὶ διακρίσεως παθῶν, καὶ λογισμῶν αὐτοῦ κεφάλαια, ὡς πολὺ τὸ χρειῶδες, καὶ ὠφέλιμον προβαλλόμενα, ἐν τῇ παρούσῃ Βίβλῳ τεθῆναι ἐκρίθησαν.

· Contents ·