Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Thalassios the Libyan, 51. Ἑκατοντὰς δ΄.

ΤΟΥ ΑΥΤΟΥ
ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ
ΕΚΑΤΟΝΤΑΣ ΤΕΤΑΡΤΗ
ΗΣ Η ΑΚΡΟΣΤΙΧΙΣ ΗΔΕ.
ΟΜΩΣ ΟΥΝ ΚΑΙ ΕΚ ΤΩΝ ΚΥΡΙΩΣ ΚΑΚΩΝ, ΚΑΙ ΤΩΝ ΜΗ ΚΥΡΙΩΣ,
ΝΟΜΙΖΟΜΕΝΩΝ ΔΕ, ΕΥΞΑΙ ΕΚΤΕΝΩΣ ΠΡΟΣ ΚΥΡΙΟΝ ΤΟΝ
ΘΕΟΝ ΗΜΩΝ ΛΥΤΡΩΘΗΝΑΙ ΗΜΑΣ.

Ὁ τῆς πρὸς τὴν σάρκα φιλίαν καὶ κολακείας τὸν νοῦν ἀποχωρίσας, οὗτος τῷ ζωτικῷ Πνεύματι, τὰς πράξεις τοῦ σώματος ἐθανάτωσε.

Μὴ νόμιζε κεχωρίσθαι τῆς πρὸς τὴν σάρκα σχέσεως, ἔτι ἐν τοῖς τῆς σαρκὸς οἰκείοις τὸν νοῦν ἔχων ἐνασχολούμενον.

Ὥσπερ τῆς σαρκὸς ἴδια ἡ αἴσθησις καὶ τὰ αἰσθητά. οὕτω καὶ τῆς ψυχῆς ἴδια ὁ νοῦς καὶ τὰ νοητά.

Σύστειλον τὴν ψυχὴν ἀπὸ τῆς αἰσθήσεως τῶν αἰσθητῶν, καὶ εὑρίσκεται ὁ νοῦς ἐν τῷ Θεῷ, καὶ ἐν τοῖς νοητοῖς.

Οἰκεῖον θεότητος, αἱ νοεραὶ φύσεις, καὶ νῷ μόνῳ ληπταί. ἡ δὲ αἴσθησις καὶ τὰ αἰσθητά, εἰς ὑπουργίαν τοῦ νοῦ ἔκτισται.

Ὑπουργείτω σοι ἡ αἴσθησις καὶ τὰ αἰσθητά, πρὸς θεωρίαν πνευματικήν, καὶ μὴ συναντιστρόφως τῇ αἰσθήσει τὰ πρὸς ἐπιθυμίαν τῆς σαρκός.

Νεκρῶσαι ἐκελεύσθης τὰς πράξεις τοῦ σώματος, ἵνα τὴν ψυχὴν νεκρωθεῖσαν ἡδοναῖς τοῖς πόνοις ἐξαναστήσῃς.

Κυριεύου ὑπὸ Θεοῦ, καὶ κυρίευε τῆς αἰσθήσεως, καὶ μὴ δῷς τὴν ἐξουσίαν ὁ κρείττων τῇ χείρονι.

Ἀΐδιος ὁ Θεός, καὶ ἀπέραντος, καὶ ἀόριστος, καὶ ἀΐδια ἀγαθά, καὶ ἀπέραντα, καὶ ἀνεκλάλητα τοῖς αὐτῷ ὑπακούουσιν ἐπηγγείλατο.

Ἴδιον τοῦ νοῦ, τὸ ἐν τῷ Θεῷ διάγειν, καὶ περὶ αὐτοῦ διανοεῖσθαι, καὶ τῆς αὐτοῦ προνοίας, καὶ τῶν φοβερῶν αὐτοῦ κριμάτων.

Ἔχεις τὴν ἐξουσίαν τῆς ἐπ᾽ ἀμφότερα ῥοπῆς, γενοῦ τοῦ κρείττονος, καὶ ὑποτάσσεις τὸ χεῖρον.

Καλὴ ἡ αἴσθησις καὶ καλὰ τὰ αἰσθητά, ὡς ἔργα τοῦ ἀγαθοῦ Θεοῦ. οὐ συγκρίνονται δὲ ὅμως παντάπασι τῷ νῷ καὶ τοῖς νοητοῖς.

Τὴν λογικὴν καὶ νοερὰν οὐσίαν δεκτικὴν τοῦ παντός, καὶ τῆς ἑαυτοῦ γνώσεως ὁ δεσπότης ἐδημιούργησε· τὴν δὲ αἴσθησιν καὶ τὰ αἰσθητά, εἰς χρῆσιν αὐτῆς παρήγαγεν.

Ὥσπερ ἄτοπον δούλῳ φαύλῳ, δεσπότην ἀγαθὸν ὑποτάξαι, οὕτως ἄτοπον νοῦν λογικὸν σώματι δουλῶσαι φθαρτῷ.

Νοῦς μὴ ἐπιστατῶν τῇ αἰσθήσει, δι᾽ αὐτῆς περιπίπτει κακοῖς. ὑφ᾽ ἡδονῆς γὰρ τῶν αἰσθητῶν ἀπατηθείς, τίκτει ἑαυτῷ φαυλότητα.

Κρατῶν τῆς αἰσθήσεως, ἀσφαλίζου καὶ τὴν μνήμην. αἱ γὰρ διὰ τῆς αἰσθήσεως προλήψεις, ἀνακοινοῦσι τὰ πάθη.

Ὑπωπίαζε τὸ σῶμα, καὶ προσεύχου συνεχῶς, καὶ τῶν ἐκ προλήψεων λογισμῶν τάχιστα ἀπαλλάττῃ.

Ῥήμασι θείοις ἀδιαλείπτως σχόλαζε· ἡ γὰρ περὶ αὐτὰ φιλοπονία, καταναλίσκει τὰ πάθη.

Ἵστησι τὸν νοῦν τῆς περὶ τὰ πάθη πλάνης, ἀνάγνωσις, καὶ ἀγρυπνία, προσευχή, καὶ ψαλμωδία.

Ὥσπερ τὸ ἔαρ πρὸς τὸ βλαστάνειν ἀνακινεῖ τὰ φυτά, οὕτω καὶ ἡ ἀπάθεια τὸν νοῦν πρὸς τὴν γνῶσιν τῶν ὄντων.

Συντήρησον ἐντολάς, καὶ εὑρήσεις εἰρήνην, καὶ τὸν Θεὸν ἀγαπήσεις, καὶ γνώσεως ἐπιτεύξῃ.

Κόπῳ καὶ μόχθῳ καὶ ἱδρῶτι προσώπου, τὸν ἄρτον τῆς γνώσεως κατεκρίθης ἐσθίειν.

Ἀμέλεια τὸν Προπάτορα εἰς παράβασιν ἤγαγεν, καὶ ἀντὶ τρυφῆς Παραδείσου, κατέκρινε θανάτῳ.

Κράτει καὶ σὺ τῆς Εὔας· τὸν ὄφιν φύλαξαι, ἵνα μὴ ἀπατηθεῖσα, τοῦ ξύλου σοι μεταδώη.

Ὥσπερ τὸ σῶμα κατὰ φύσιν ἡ ψυχὴ ζωοποιεῖ, οὕτω καὶ τὴν ψυχὴν ἡ ἀρετή, καὶ ἡ γνῶσις.

Νεφέλη ἐστὶν ἄνυδρος, νοῦς τετυφωμένος, ὑπὸ τῶν τῆς κενοδοξίας καὶ ὑπερηφανίας πνευμάτων παραφερόμενος.

Κενοδοξίας κρατῶν, ἀπὸ τῆς πορνείας πρόσεχε. μήποτε τὰς τιμὰς φεύγων, ἀτιμίᾳ περιπέσῃς.

Ἀποφεύγων κενοδοξίας, εἰς τὸν Θεὸν ἀπόβλεπε. εἰ δὲ μήγε οἰήσει πάντως ἢ πορνείᾳ περιπίπτεις.

Ἴδιον κενοδοξίας, ἡ ἐπιδεικτικὴ ἐπιτήδευσις. τῆς δὲ ὑπερηφανίας, τὸ ἐξουθενεῖν, καὶ θυμοῦσθαι.

Τὴν γαστριμαργίαν φεύγων, τὴν ἀνθρωπαρέσκειαν φύλαξαι, τὴν ὠχρότητα τοῦ προσώπου ἐπιδείξασθαι προφαντάζουσαν.

Ὡραία νηστεία ἡ βραχυφαγίᾳ χαίρουσα, καὶ λιτοφαγίαν ἔχουσα, καὶ ἀνθρωπαρέσκειαν φεύγουσα.

Νηστεύων ἕως ὀψέ, μὴ χορτασθῇς εἰς κόρον, ἵνα μὴ ἅπερ καταλύεις, ταῦτα πάλιν οἰκοδομήσῃς.

Μὴ πίνων οἶνον, μὴ χορτασθῇς ὕδατος· εἰ δὲ μήγε, τὴν αὐτὴν ὕλην τῇ πορνείᾳ παρέχεις.

Ἡ ὑπερηφανεία, τῆς θείας ἀφίστασθαι ποιεῖ βοηθείας, καὶ ἐφ᾽ ἑαυτῷ πεποιθέναι, καὶ τῶν ἀνθρώπων κατεπαίρεσθαι.

Κατὰ τῆς ὑπερηφανίας δύω πρόκεινται πράγματα, ἅπερ ὁ μὴ καταδεχόμενος, τρίτον ἔξει σφόδρα δριμύτατον.

Ὑπερηφανίαν ἀναιρεῖ, προσευχὴ μετὰ δακρύων, καὶ τὸ μηδένα ἐξουθενεῖν, καὶ αἱ ἀκούσιοι ἐπιφοραί.

Ῥάβδος ἐστὶ νοητή, ἡ διὰ πειρασμῶν παίδευσις, ταπεινοφρονεῖν διδάσκουσα τὸν ἐν ἀφροσύνῃ ἐπαιρόμενον.

Ἴδιον ἔργον τοῦ νοῦ. τὸ μὴ ἀνέχεσθαι λογισμοῦ λάθρα καταλαλοῦντος κατὰ τοῦ πλησίον.

Ὥσπερ ὁ κηπουρὸς μή ἐπαίρων τὰς βοτάνας ἀποπνίγει τὰ λάχανα, οὕτω καὶ ὁ νοῦς μὴ καθαίρων τοὺς λογισμοὺς ἀπόλλυσι τοὺς πόνους.

Συνετὸς ἀνήρ, ὁ συμβουλῆς ἀνεχόμενος καὶ μάλιστα πνευματικοῦ πατρὸς κατὰ Θεὸν συμβουλεύοντος.

Νενεκρωμένος ὑπὸ παθῶν, συμβουλῆς οὐκ αἰσθάνεται. καὶ παιδεύσεως πνευματικῆς, τὸ σύνολον οὐκ ἀνέχεται.

Ὁ μὴ δεχόμενος συμβουλήν, οὐ κατορθοῖ τὰς ὁδοὺς αὐτοῦ, ἀλλὰ κατὰ κρημνῶν ἀεὶ καὶ φαράγγων φέρεται.

Μοναχὸς ἐστι, νοῦς ὁ τῇ αἰσθήσει αποταξάμενος. καὶ λογισμὸν ἡδονῆς μηδὲ ἰδεῖν ἀνεχόμενος.

Ἰατρός ἐστι νοῦς ὁ ἑαυτὸν ἰασάμενος, καὶ ἐξ ὧν ἰάθη τοὺς ἄλλους ἰώμενος.

Ζήτησον τὴν ἀρετὴν καὶ μὴ ζημιωθῇς αὐτήν, ἵνα μὴ καὶ ζήσῃς αἰσχρῶς καὶ αποθάνῃς ἐλεεινῶς.

Ὁ Κύριος ἡμῶν Ἰησοῦς πᾶσι τὸ φῶς ἐχαρίσατο, ἀλλὰ οἱ μὴ πειθόμενοι αὐτῷ ἑαυτοὺς σκοτίζουσι.

Μὴ μικρὰν εἶναι νόμιζε τὴν τῆς ἀρετῆς ζημίαν, διὰ ταύτην γὰρ ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.

Ἐντολῆς ὑπακοή, νεκρῶν ἐστιν ἀνάστασις. τῇ γὰρ ἀρετῇ κατὰ φύσιν ἐπακολουθεῖ ἡ ζωή.

Νεκρωθέντος τοῦ νοῦ τῇ σῆς ἐντολῆς παραβάσει, ἐπηκολούθησεν ἐξ ἀνάγκης καὶ ὁ τοῦ σώματος θάνατος.

Ὥσπερ ὁ Ἀδὰμ παραβάς, θανάτῳ ὑπέπεσεν, οὕτως ὁ Σωτὴρ ὑπακούσας, τὸν θάνατον ἐνέκρωσε.

Νέκρωσον τὴν κακίαν, ἵνα μὴ νεκρὸς ἀναστῇς. καὶ ἐκ μικροῦ θανάτου εἰς μέγα μεταβαίνῃς.

Διὰ τὴν τοῦ Ἀδὰμ παράβασιν ὁ Σωτὴρ ἐνηνθρώπησεν, ἵνα τὸ κατάκριμα λύσας τοὺς πάντας ἐξαναστήσῃ.

Ἐκ ζωῆς εἰς ζωὴν ἐκεῖνος μεταβαίνει, ὁ τὰ πάθη νεκρώσας, καὶ τῆς ἀγνοίας χωρισθείς.

Ἐρεύνησον τὰς γραφάς, καὶ εὑρίσκεις τὰς ἐντολάς, καὶ τὰ λεγόμενα ποίησον, καὶ τῶν παθῶν ἀπαλλάττῃ.

Ὑπακοὴ ἐντολῆς, ψυχῆς ποιεῖ κάθαρσιν. ἡ δὲ τῆς ψυχῆς κάθαρσις, φωτὸς ποιεῖ μέθεξιν.

Ξύλον ζωῆς γνῶσίς ἐστι Θεοῦ, οὗ μετέχων ὁ καθαρός, ἀθάνατος διαμένει.

Ἀρχὴ πρακτικῆς πίστις Χριστοῦ, τέλος δὲ ταύτης ἀγάπη Χριστοῦ.

Ἰησοῦς ἐστιν ὁ Χριστὸς καὶ Κύριος ἡμῶν καὶ Θεός, ὁ τὴν εἰς αὐτὸν πίστιν εἰς ζωὴν ἡμῖν χαρισάμενος.

Ἐκ ψυχῆς καὶ σώματος καὶ θεότητος ἡμῖν ἐπεφάνη, ἵνα καὶ ψυχήν, καὶ σῶμα, ὡς Θεός, ἐκ θανάτου λυτρώσηται.

Κτησώμεθα πίστιν ἵνα ἔλθωμεν εἰς ἀγάπην, ἐξ ἧς τίκτεται ὁ τῆς γνώσεως φωτισμός.

Τῷ τῆς πίστεως κτήματι ταῦτα καθεξῆς ἐπακολουθεῖ, φόβος Θεοῦ, ἐγκράτεια ἡδονῶν, ὑπομονὴ πόνων, ἐλπὶς εἰς Θεόν, ἀπάθεια, καὶ ἀγάπη.

Ἐξ ἀγάπης εἰλικρινοῦς, τίκτεται γνῶσις φυσική. ταύτην δὲ διαδέχεται, τὸ ἔσχατον ὁρεκτόν. τοῦτο δέ ἐστιν, ἡ τῆς θεολογίας χάρις.

Νοῦς κρατῶν τῶν παθῶν, ἐκ φόβου πάντως κρατεῖ. πιστεύων τῷ Θεῷ περὶ ὧν ἤλπισε, καὶ περὶ ὧν ἐπηγγείλατο.

Ὧ ἐδόθη πίστις, ἀπαιτεῖται ἐγκράτεια. ἥτις χρονίζουσα, τίκτει τὴν ὑπομονήν, ἕξιν οὖσαν πολύπονον.

Σημεῖον ὑπομονῆς, ἡ τῶν πόνων φιλία. εἰς οὓς θαρρῶν ὁ νοῦς, ἐλπίζει τυχεῖν τῶν ἐπηγγελμένων, καὶ ἐκφυγεῖν τὰ ἠπειλημένα.

Προσδοκία τῶν μελλόντων ἀγαθῶν, συνάπτει τὸν νοῦν τοῖς προσδοκωμένοις. ἐν αὐτοῖς δὲ χρονίζων, ἐπιλανθάνεται τῶν παρόντων.

Ῥίπτει τὰ παρόντα, ὁ τῶν ἐλπιζομένων γευσάμενος. ὅλον γὰρ τὸν πόθον, ἐν ἐκείνοις ἐκένωσεν.

Ὁ Θεός ἐστιν ὁ τὰ μέλλοντα ἐπαγγειλάμενος ἀγαθά, ᾧ πιστεύων ὁ ἐγκρατής, ὡς παρόντα ποθεῖ τὰ μέλλοντα.

Σημεῖον τοῦ ἐν τοῖς ἐλπιζομένοις ἀγαθοῖς διατρίβειν τὸν νοῦν, τὸ, λήθην ποιεῖσθαι παντελῆ τῶν ἐνταῦθα, πλατύνεσθαι δὲ αὐτὸν ἐν τῇ γνώσει τῶν μελλόντων.

Καλὴ ἡ ἀπάθεια, ἣν ὁ Θεὸς διδάσκει τῆς ἀληθείας, ἀπεντεῦθεν πληροφορῶν τὴν θεοφιλῆ ψυχήν.

Ὑπεραιώνια, καὶ πρὸ παντὸς αἰῶνος, καὶ ὑπὲρ νοῦν καὶ λόγον, τὰ ἀποκείμενα ἀγαθὰ τοῖς κληρονόμοις τῆς ἐπαγγελίας.

Ῥυθμίσωμεν ἑαυτοὺς τοῖς κανόσι τοῖς εὐσεβείας, ἵνα μὴ εἰς πάθη παρατραπέντες, ἐκπέσωμεν τῆς ἐλπίδος.

Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ εἷς τῆς Τριάδος, οὗ καὶ κληρονόμος μέλλεις ἔσεσθαι.

Ὁ τὴν γνῶσιν τῶν ὄντων παρὰ Θεοῦ διδαχθείς, οὐ δυσπιστεῖ τῇ γραφῇ περὶ τῶν προειρημένων.

Νοῦν παθῶν γυμνωθέντα εὑρίσκων τὸ Πνεῦμα τὸ Ἅγιον, μυσταγωγεῖ αὐτὸν ἀναλόγως περὶ πάντων τῶν ἐλπιζομένων.

Τῇ ἀναλογίᾳ τῆς τοῦ νοῦ καθάρσεως, καὶ τὴν τῶν θείων λόγων γνῶσιν ἡ ψυχὴ χορηγεῖται.

Ὁ τὸ σῶμα κανονίσας, καὶ ἐν τῇ γνώσει διατρίβων, ἀπ᾽ αὐτῆς τῆς γνώσεως ἐπιπλεῖον καθαίρεται.

Νοῦς ἀρχόμενος τὰ θεῖα φιλοσοφεῖν, ἀπὸ πίστεως ἄρχεται, καὶ διὰ τῶν ἐν μέσῳ διάγων, εἰς πίστιν πάλιν καταλήγει τὴν ἀνωτάτην.

Θεωρεῖται τῇ μὲν ἀρχῇ τῆς φιλοσοφίας, φόβος ἐπόμενος. τῷ δὲ τέλει, ἀγάπη προηγουμένη.

Ἐκ πίστεως τῆς προσεχοῦς ὁ νοῦς ἀρχόμενος φιλοσοφίας, εἰς τὴν παντὸς ἐπέκεινα νοῦ καταλήγει θεολογίαν, ἣν ἄληστον πίστιν, καὶ πράγματος ἀφανοῦς θεωρίαν ὁρίζουσιν.

Οἱ περὶ Θεοῦ λόγοι, οὐκ ἐκ τῶν κατ᾽ αὐτόν, ἀλλ᾽ ἐκ τῶν περὶ αὐτὸν τοῖς ἁγίοις θεωροῦνται.

Νοοῦνται οἱ περὶ αὐτὸν δηλονότι τὸν Θεόν, πάντες λόγοι, οἱ μὲν κατὰ θέσιν, οἱ δὲ κατ᾽ ἀφαίρεσιν οἷον.

Ἡ οὐσία, ἡ θεότης, ἡ ἀγαθότης, καὶ ὅσα ἄλλα καταφατικῶς λέγεται καὶ κατὰ θέσιν. τὸ δὲ ἄναρχον πάλιν, καὶ ἄπειρον, καὶ ἀόριστον, καὶ ὅσα ἀποφατικῶς, κατ᾽ ἀφαίρεσιν.

Μιᾶς οὐσίας οὔσης τῆς ὑπὲρ νοῦν, καὶ λόγον, καὶ κρυφίας θεότητος τῆς Ἁγίας Τριάδος, τὰ περὶ αὐτὴν θεωρούμενα, τὰ προειρημένα εἶναι φασί, καὶ τὰ ὅμοια.

Ὥς περ δὲ μίαν θεότητα τῆς Ἁγίας Τριάδος λέγουσιν, οὕτω καὶ τρεῖς τὰς ὑποστάσεις τῆς μιᾶς θεότητος δοξάζουσι.

Νοοῦσι δὲ τὰ κατ᾽ ἀφαίρεσιν καὶ θέσιν προειρημένα, κοινὰ ἐπὶ τῆς Ἁγίας καὶ ὁμοουσίου Τριάδος, χωρὶς τῶν ἰδιωμάτων, ἐπειδὴ καὶ αὐτῶν τὰ πλεῖστα μὲν κατὰ θέσιν, τινὰ δὲ κατ᾽ ἀφαίρεσιν λέγουσι.

Λέγουσι δὲ πάλιν τὰ ἰδιώματα τῶν θείων ὑποστάσεων ταῦτα, τὴν πατρότητα, τὴν υἱότητα, τὴν ἐκπόρευσιν, καὶ ὅσα ἄλλα ἰδικῶς λέγεται.

Ὑπόστασιν δὲ ὁρίζουσιν, οὐσίαν μετὰ ἰδιωμάτων. διὸ ἑκάστη ὑπόστασις, ἔχει καὶ τὸ κοινὸν τῆς οὐσίας, καὶ τὸ ἴδιον τῆς ὑποστάσεως.

Τὰ δὲ κοινῶς πάλιν ἐπὶ τῆς Ἁγίας Τριάδος κατ᾽ ἀφαίρεσιν λεχθέντα, κυριώτερα κρίνουσιν, οὐχ οὕτω μέντοι καὶ ἐπὶ τῶν ἰδιωμάτων. ἐπειδὴ καὶ αὐτῶν τὰ μὲν κατὰ θέσιν, τὰ δὲ κατὰ ἀφαίρεσιν, ὡς προείρηται, λέγουσιν. ὡς τὸ γεννητὸν καὶ τὸ ἀγέννητον, καὶ τὰ ὅμοια. ἡ γὰρ ἀγεννησία. τῆς μὲν γεννήσεως κατὰ μόνην διαφέρει τὴν σημασίαν. ἡ μὲν γὰρ, τὸ μὴ γεννᾶσθαι τὸν Πατέρα, ἡ δὲ, τὸ γεγεννῆσθαι τὸν Υἱὸν σημαίνει.

Ῥήμασι δ᾽ οὖν καὶ ὀνόμασι κέχρηται πρὸς τὴν τῶν περὶ τὴν οὐσίαν ὡς εἴρηται, τῆς Ἁγίας Τριάδος, θεωρουμένων λόγων σαφήνειαν· ἄγνωστοι γὰρ οὗτοι καὶ ἄρρητοι νῷ καὶ λόγῳ παντί, καὶ μόνῃ τῇ Ἁγίᾳ Τριάδι εἰσὶ γινωσκόμενοι.

Ὥσπερ δὲ τρισυπόστατον τὴν μίαν οὐσίαν τῆς θεότητος λέγουσιν, οὕτω καὶ ὁμοούσιον τὴν Ἁγίαν Τριάδα ὁμολογοῦσιν.

Θεωρεῖται δὲ αὐτὸς πάλιν ὁ Πατήρ, καὶ ἄναρχος, καὶ ἀρχή. καὶ ἄναρχος μὲν, ὡς ἀγέννητος. ἀρχὴ δὲ, ὡς γεννήτωρ καὶ προβολεὺς τῶν ἐξ αὐτοῦ κατ᾽ οὐσίαν, καὶ ἐξ ἀϊδίου ὑπαρχόντων ἐν αὐτῷ, Υἱοῦ τε λέγω, καὶ Πνεύματος Ἁγίου.

Ἡ μονὰς μέχρι Τριάδος παρ᾽ αὐτῆς κινουμένη, μένει μονάς. καὶ ἡ Τριὰς μέχρι μονάδος πάλιν συναγομένη, μένει τριάς· ὃ καὶ παράδοξον.

Νοοῦσι δὲ πάλιν τὸν Υἱόν, καὶ τὸ Πνεῦμα, καὶ ἄναρχα μὲν, ἀΐδια δὲ. οὐκ ἄναρχα μὲν, ὡς πρὸς ἀρχήν, καὶ πηγὴν ἀναφερόμενα τὸν Πατέρα, ἀΐδια δὲ, ὡς ἐξ ἀϊδίου, τοῦ μὲν γεννητῶς, τοῦ δὲ ἐκπορευτῶς, Πατρὶ συνυπάρχοντος.

Ἀδιαίρετον δὲ τὴν μίαν θεότητα τῆς Τριάδος φυλάττουσι, καὶ ἀσυγχύτους τὰς τρεῖς ὑποστάσεις τῆς μιᾶς θεότητος διατηροῦσιν.

Ἰδιότητας δὲ, τοῦ μὲν Πατρός, ἄναρχον καὶ ἀγέννητον λέγουσι. τοῦ δὲ Υἱοῦ, τὸ ἐν ἀρχῇ, καὶ τὸ γεννητόν. τοῦ δὲ Ἁγίου Πνεύματος, τὸ μετὰ τῆς ἀρχῆς, καὶ τὸ ἐκπορευτόν. ἀρχὴν δὲ τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος, οὐ χρονικὴν λέγουσι. πῶς γάρ; ἀλλὰ τὴν αἰτίαν δηλοῦσιν, ἐξ ἧς ὡς ἐξ ἡλίου τὸ φῶς, οὕτως ἐξ ἀϊδίου τὴν ὕπαρξιν ἔχουσιν· ἐξ αὐτῆς γὰρ κατ᾽ οὐσίαν, εἰ καὶ μὴ μετ᾽ αὐτήν.

Ἡ ἰδιότης πάλιν τῶν ὑποστάσεων, ἀκίνητος, καὶ ἀμετάπτωτος παρ᾽ αὐτοῖς φυλάττεται. καὶ ἡ κοινότης δὲ τῆς οὐσίας, ἤγουν θεότητος, ἀδιαίρετος.

Μονάδα ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι ὁμολογοῦσι. διαιρουμένην ἀδιαιρέτως, καὶ συναπτομένην διῃρημένως.

Ἀρχὴν δὲ μίαν τῶν ὅλων, τὸν Πατέρα οἴδασι· τοῦ μὲν Υἱοῦ, καὶ τοῦ Πνεύματος, ὡς γεννήτορα, καὶ ὡς πηγὴν ἀΐδιον, καὶ συναΐδιον, καὶ συνάπειρον, καὶ ἀόριστον, καὶ ὁμοούσιον, καὶ ἀχώριστον. τῶν δὲ κτισμάτων, ὡς δημιουργόν, καὶ προνοητήν, καὶ κριτήν· δι᾽ Υἱοῦ δηλονότι ἐν Ἁγίῳ Πνεύματι. ἐξ αὐτοῦ γάρ φησι, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

Συναΐδια πάλιν λέγουσι τῷ Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, οὐ συνάναρχα δέ. καὶ συναΐδια μὲν, ὡς ἐξ ἀπείρου τῷ Πατρὶ συνυπάρχοντα· οὐ συνάναρχα δέ, ὡς οὐκ ἀναίτια· ἐξ αὐτοῦ γὰρ, εἰ καὶ μὴ μετ᾽ αὐτόν, ὡς ἐξ ἡλίου τὸ φῶς, καθὼς προείρηται. λέγουσι δὲ πάλιν καὶ ἄναρχα, ὅταν τὴν ἀπὸ χρόνου λαμβάνῃ ἀρχήν, ἵνα μὴ ὑπὸ χρόνου νοηθῇ, τὰ ἐξ ὧν ὁ χρόνος. οὐκ ἄναρχα οὖν τῷ αἰτίῳ, τῷ δὲ χρόνῳ ἄναρχα, ὡς πρὸ παντὸς καὶ χρόνου, καὶ αἰῶνος, καὶ ὑπὲρ αἰῶνα καὶ χρόνον, δι᾽ ὧν ἅπας καὶ αἰών, καὶ χρόνος· καὶ τὰ ἐν αἰῶνι, καὶ τὰ ἐν χρόνῳ, καὶ ὡς τῷ Πατρί, ὡς προείρηται συναΐδια. μεθ᾽ ὧν αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

· Contents ·