Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St John of Damascus, 52. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

Ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Ἰωάννης ὁ Δαμασκηνός, ὁ διὰ τὴν χρυσαυγίζουσαν αὐτοῦ τῆς διδασκαλίας χάριν, ἐπικληθεὶς χρυσορρόας, ἦν ἐπὶ Λέοντος τοῦ Ἰσαύρου κατὰ τὸ ἑπτακοσιοστὸν τριακοστὸν ἔτος. Μοῦσα δὲ ἱερὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας χρηματίσας, πάμπολλα συγράμματα αὐτῇ καταλέλοιπε, ἡδονῆς ἀφάτου, καὶ πνευματικῆς χάριτος ἀποστάζοντα. οἷς, καὶ τὸν παρόντα λόγον ὑπάρχοντα ἐναρίθμιον, ἐνταῦθα τεθείκαμεν, ὡς πάμπολυ συντελοῦντα εἰς τὴν προκειμένην τῆς βίβλου ὑπόθεσιν, καὶ τοῖς εἰδέναι ποθοῦσι τὴν τοὺς πολλοὺς λανθάνουσαν γνῶσιν τῶν ἀρετῶν καὶ κακιῶν χρειωδέστατον. Τίνες τε γὰρ, καὶ ὅσαι, καὶ εἰς ὅσας διαιροῦνται κατ᾽ εἶδος, καὶ γένος σαφῶς ἐκδιδάσκει, καὶ ὅπως ἂν ἔχοι τις ἐκείνων μὲν ἐν κτήσει, τούτων δ᾽ ἐν ἀποκτήσει γενέσθαι. καὶ ὅλως Λυδία λίθος ἐστί, τὸ δόκιμον χρυσίον τῶν ἀρετῶν, καὶ τὸ ὑπόχαλκον τῶν κακιῶν ἐπιστημονικῶς διακρίνουσα. ὥστε ὁ τὴν γνῶσιν αὐτοῦ ἀκριβῶς ἐναποταμιεύσας τῷ στήθει, ἐπιστήμων ἔσεται πάντων ἐν βραχεῖ πασῶν ἁπαξαπλῶς τῶν ἀρετῶν, καὶ παθῶν.

· Contents ·