Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St John of Damascus, Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ, λόγος ψυχωφελής,…
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
ΛΟΓΟΣ ΨΥΧΩΦΕΛΗΣ ΚΑΙ ΘΑΥΜΑΣΙΟΣ.
Ἰστέον ὅτι διπλοῦς ἐστιν ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος, καὶ διπλᾶς ἔχει καὶ τὰς αἰσθήσεις, διπλᾶς καὶ τὰς τούτων ἀρετάς. καὶ πέντε μέν εἰσι τῆς ψυχῆς, καὶ πέντε τοῦ σώματος· καὶ αἱ μὲν ψυχικαὶ αἰσθήσεις, ἃς καὶ δυνάμεις αὐτὰς οἱ σοφοὶ λέγουσιν, εἰσὶν αὗται· νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις. αἱ δὲ σωματικαί εἰσιν αὗται, ὅρασις, ὄσφρησις, ἀκοή, γεῦσις, καὶ ἀφή· ἔνθεντοι, διπλαῖ τούτων αἱ ἀρεταί, διπλαῖ καὶ αἱ κακίαι. ὥστε ἀναγκαῖόν ἐστιν εἰδέναι σαφῶς πάντα ἄνθρωπον, πόσαι μέν εἰσι ψυχικαὶ ἀρεταί, πόσαι δὲ σωματικαί. καὶ ποῖα αὖθις εἰσὶ τὰ ψυχικὰ πάθη, ποῖα δὲ τὰ σωματικά. Καὶ ψυχικὰς μὲν ἀρετὰς λέγομεν εἶναι προηγουμένως, τὰς γενικωτάτας τέσσαρας ταύτας, αἵτινές εἰσιν· ἀνδρεία, φρόνησις, σωφροσύνη, καὶ δικαιοσύνη. Ἐκ τούτων δὲ ἀποτίκτονται αἱ ψυχικαὶ ἀρεταί, πίστις, ἐλπίς, ἀγάπη, προσευχή, ταπείνωσις, πραότης, μακροθυμία, ἀνεξικακία, χρηστότης, ἀοργησία, γνῶσις θεία, τὸ εὔθυμον, τὸ ἁπλοῦν, τὸ ἀτάραχον, τὸ ἀνυπόκριτον, τὸ ἄτυφον, τὸ ἀνυπερήφανον, τὸ ἄφθονον, τὸ ἄδολον, τὸ ἀφιλάργυρον, τὸ συμπαθές, τὸ ἐλεημονητικόν, τὸ μεταδοτικόν, τὸ ἄφοβον, τὸ ἄλυπον, τὸ κατανυκτικόν, τὸ αἰδεστικόν, ἡ εὐλάβεια, ἡ τῶν μελλόντων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία. Ἀρεταὶ δὲ σωματικαὶ αὗται· μᾶλλον δὲ ἐργαλεῖα ἀρετῶν, ἐν γνώσει, καὶ κατὰ Θεὸν γινόμεναι, ἔξω δὲ πάσης ὑποκρίσεως, καὶ ἀνθρωπαρεσκείας, εἰς προκοπὴν ταπεινώσεως, καὶ ἀπαθείας φέρουσαι τὸν ἄνθρωπον. ἐγκράτεια, νηστεία, πεῖνα, δίψα, ἀγρυπνία, στάσις πάννυχος, κάμψις γονάτων συνεχής, ἀλουσία, μονοχιτωνία, ξηροφαγία, βραδυφαγία, ὑδροποσία, χαμευνία, πτωχεία, ἀκτημοσύνη, τὸ αὐχμηρόν, τὸ ἀκαλλώπιστον, τὸ ἀφίλαυτον, τὸ μεμονωμένον, τὸ ἥσυχον, τὸ ἀπροῖτον, τὸ ἐνδεές, τὸ αὔταρκες, τὸ σιωπηλόν, τὸ ταῖς οἰκείαις χερσὶν ἐργόχειρον μετέρχεσθαι, καὶ πᾶσα κακοπάθεια, καὶ ἄσκησις σωματική, καὶ ἄλλα τοιαῦτα, ἅπερ ἅπαντα τοῦ σώματος εὐρωστοῦντος, καὶ ὑπὸ τῶν σαρκικῶν παθῶν ὀχλουμένου, ἀναγκαιότατα τυγχάνουσι, καὶ ὠφελιμώτατα. ἀσθενοῦντος δὲ, καὶ Θεοῦ βοηθεία, τούτων περιγενομένου, οὐ τοσοῦτον ἀναγκαία εἰσίν, ὡς τῆς ἁγίας ταπεινώσεως, καὶ εὐχαριστίας πάντα ἀναπληρούσης.
Ὀφείλομεν οὖν εἰπεῖν καὶ περὶ τῶν ψυχικῶν, καὶ σωματικῶν κακιῶν, ἤγουν παθῶν. καὶ ψυχικὰ μὲν εἰσι πάθη ταῦτα· λήθη, ῥαθυμία, καὶ ἄγνοια, ὑφ᾽ ὧν δηλαδὴ τῶν τριῶν τούτων ὁ ὀφθαλμὸς τῆς ψυχῆς, εἴτε ὁ νοῦς σκοτιζόμενος, κυριεύεται ὑπὸ πάντων τῶν παθῶν, ἅτινά εἰσι ταῦτα. ἀσέβεια, κακοδοξία, ἤγουν πᾶσα αἵρεσις, βλασφημία, θυμός, ὀργή, πικρία, ὀξυχολία, μισανθρωπία, μνησικακία, καταλαλιά, κατάκρισις, λύπη ἄλογος, φόβος, δειλία, ἔρις, ζῆλος, φθόνος, κενοδοξία, ὑπερηφανία, ὑπόκρισις, ψεῦδος, ἀπιστία, πλεονεξία, φιλοῦλία, προσπάθεια, σχέσις γηίνων πραγμάτων, ἀκηδία, μικροψυχία, ἀχαριστία, γογγυσμός, τύφος, οἴησις, σοβαρότης, ἀλαζονία, φιλαρχία, ἀνθρωπαρέσκεια, δολιότης, ἀναίδεια, ἀναισθησία, κολακεία, ὑπουλότης, εἰρωνεία, διψυχία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων ἐκ τοῦ παθητικοῦ μέρους, καὶ ἡ συνεχὴς τούτων μελέτη· πλάνη λογισμῶν, φιλαυτία, ἡ τῶν κακῶν γεννήτρια, καὶ ἡ ῥίζα πάντων τῶν κακῶν, φιλαργυρία· κακοῆθειά τε, καὶ πονηρία. Σωματικὰ δὲ πάθη, γαστριμαργία, λαιμαργία, τρυφή, μέθη, λαθροφαγία, φιληδονία ποικίλη, πορνεία, μοιχεία, ἀσέλγεια, ἀκαθαρσία, αἱμομιξία, παιδοφθορία, κτηνοβατία, ἐπιθυμίαι κακαί, καὶ πάντα τὰ παρὰ φύσιν αἰσχρὰ πάθη. κλεψία, ἱεροσυλία, λῃστεία, φόνος, ἡ πᾶσα σωματικὴ ἄνεσις, καὶ ἀπόλαυσις τῶν θελημάτων τῆς σαρκὸς, ὑγιαίνοντος μᾶλλον τοῦ σώματος· μαντεῖαι, μαγεῖαι, οἰωνισμοί, κληδονισμοί, φιλοκοσμίαι, περπερεῖαι, βλακεῖαι, καλλωπισμοί, ἐπιτρίμματα προσώπων, ἡ κατάκριτος ἀργία, μετεωρισμοί, κυβεῖαι, ἡ ἐμπαθὴς τῶν τοῦ κόσμου ἡδέων παράχρησις. Ἡ φιλοσώματος ζωή, ἥτις παχύνουσα τὸν νοῦν, γεώδη καὶ κτηνώδη τοῦτον ἀποτελεῖ, καὶ οὐδέποτε πρὸς Θεόν, καὶ τὴν τῶν ἀρετῶν ἐργασίαν ἀνανεῦσαι ἐᾷ. ῥίζαι, δὲ τούτων πάντων τῶν παθῶν, καὶ ὡς ἂν εἴποι τις πρωταίτιαι, φιληδονία, φιλοδοξία, καὶ φιλαργυρία, ἀφ᾽ ὧν ἀποτίκτεται πᾶν κακόν· οὐχ ἁμαρτάνει δὲ ὁ ἄνθρωπος οὐδεμίαν ἁμαρτίαν, εἰμὴ πρότερον οἱ κραταιοὶ οὗτοι γίγαντες, καθὼς φησὶν ὁ ἐν ἀσκηταῖς σοφώτατος Μάρκος, περιγένωνται, καὶ κατακυριεύσωσιν. ἤτοι λήθη, ῥαθυμία, καὶ ἄγνοια· ταύτας δὲ ἀποτίκτει ἡδονή, καὶ ἄνεσις, καὶ τὸ ἀγαπᾶν τὴν δόξαν τῶν ἀνθρώπων, καὶ τὸν περισπασμόν. πρωταίτιος δὲ τούτων ἁπάντων, καὶ οἷα μήτηρ κακίστη, ὡς προείρηται, ἡ φιλαυτία, ἤγουν ἡ ἄλογος φιλία τοῦ σώματος, καὶ ἐμπαθὴς προσπάθεια. διάχυσις δὲ καὶ ἔκλυσις νοός, μετὰ εὐτραπελίας, καὶ αἰσχρολογίας, πολλῶν κακῶν καὶ πτωμάτων πρόξενοι, ὡς ἡ παρρησία καὶ ὁ γέλως. πρὸς τούτοις δὲ πᾶσι, χρὴ γινώσκειν ὡς ποικίλη τίς ἐστι, καὶ πολύτροπος ἡ ἐμπαθὴς φιληδονία, καὶ πολλαὶ αἱ ἀπατῶσαι τὴν ψυχὴν ἡδοναί, ὅταν μὴ νήφουσα πρὸς Θεὸν ἔρρωται τῷ θείῳ φόβῳ, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ τῆς τῶν ἀρετῶν ἐργασίας ἐπιμελουμένη.
Μυρίαι γὰρ φέρονται ἡδοναὶ πρὸς ἑαυτὰς ἕλκουσαι τοὺς τῆς ψυχῆς ὀφθαλμούς. αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς δόξης, αἱ τῆς ῥαθυμίας, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαργυρίας, αἱ τῆς πλεονεξίας, καὶ φαίνονται ἐν ἀπάτῃ λαμπρὰς ἔχουσαι τὰς ὄψεις, καὶ ἐπεράστους, ἱκανὰς ἐπισπάσασθαι τοὺς περὶ ταῦτα ἐπτοημένους, καὶ μὴ σφόδρα τῆς ἀρετῆς ἐρῶντας, καὶ τὴν ταύτης ὑπομένοντας σκληρότητα. Καὶ πᾶσα δὲ σχέσις γηίνη, καὶ ἡ πρός τι τῶν ὑλικῶν προσπάθεια ἡδονὴν καὶ τέρψιν ποιεῖ τῷ προσπαθοῦντι, καὶ ἀνόητον καὶ βλαβερὸν τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἐμπαθῶς ἐν τούτῳ δεικνύει, ὡς τούτου ἕνεκεν θυμῷ καί ὀργῇ, λύπῃ τε, καὶ μνησικακίᾳ, τῇ τοῦ ποθουμένου ἀποστερήσει, τὸν ἡττώμενον καθυποβάλλεσθαι. εἰ δὲ μετὰ τῆς προσπαθείας, καὶ μικρά τις ἐπικρατήσῃ συνήθεια, ἀναισθήτως, φεῦ! καὶ ἀνιάτως μέχρι τέλους τῆς ἀλόγου προσπαθείας ἔχεσθαι διὰ τῆς ἐνταῦθα κεκρυμμένης ἡδονῆς, τὸν ἁλόντα παρασκευάζει. Πολυσχιδὴς γὰρ ἐστὶν ἡ τῆς ἐπιθυμίας ἡδονή, ὡς προείρηται. καὶ οὐ μόνον ἐν τῇ πορνείᾳ καὶ τῇ ἄλλῃ σωματικῇ ἀπολαύσει ἀποπληροῦται, ἀλλὰ καὶ τοῖς λοιποῖς πάθεσιν. Ἐπεὶ σωφροσύνη, οὐ τοῦτο μόνον ἐστί, τὸ πορνείας ἀπέχεσθαι, καὶ τῶν ὑπογαστρίων ἡδονῶν, ἀλλὰ καὶ ἀπὸ τῶν λοιπῶν ἡδονῶν, ἐκτὸς εἶναι. ἔνθεν ὁ φιλοχρηματίας, καὶ ὁ φιλαργυρίας καὶ ὁ πλεονεξίας ἐρῶν, ἀκόλαστος. Ὥσπερ γὰρ ἐκεῖνος σωμάτων ἐρᾷ, οὕτω καὶ οὗτος χρημάτων. μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν τὴν ἐκ τῆς φύσεως συνωθοῦσαν αὐτῷ. καὶ γὰρ ἀμαθὴς ἡνίοχος ἐκεῖνος ἂν, ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ᾽ ὁ τὸν σκληρὸν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ᾽ ὁ τὸν ἥμερον, καὶ ἐπιεικέστερον μὴ δυνάμενος ὑποτάξαι.
Καὶ δῆλόν ἐστι πανταχόθεν, ὡς περιττὴ καὶ οὐ κατά φύσιν ἐστὶν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτε μὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλ᾽ ἐκ μοχθηρᾶς προαιρέσεως· διὸ καὶ ἀσύγγνωστα ἁμαρτάνει ὁ ταύτῃ ἑκὼν ἡττώμενος. ὥστε χρὴ σαφῶς ἐπιγινώσκειν ἡμᾶς, ὅτι οὐκ εἰς τρυφὴν μόνον καὶ τὴν τῶν σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὁρίζεται, ἀλλ᾽ ἐν παντὶ τρόπῳ, καὶ πράγματι, προαιρέσει ψυχῆς ἀγαπωμένῳ, καὶ προσπαθείᾳ· ἵνα δὲ σαφέστερον ἔτι τὰ πάθη κατὰ τὸ τῆς ψυχῆς τριμερὲς διαγινώσκηται, καὶ τάδε ἐν ἐπιτόμῳ προσθεῖναι διεκρίναμεν. Ψυχὴ διαιρεῖται εἰς τρία, λογιστικόν, θυμικόν, καὶ ἐπιθυμητικόν· καὶ τοῦ μὲν λογιστικοῦ ἁμαρτήματός εἰσι ταῦτα. ἀπιστία, αἵρεσις, ἀφροσύνη, βλασφημία, ἀχαριστία, καὶ αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων, αἱ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους. ἡ δὲ τούτων τῶν κακῶν ἴασις καὶ θεραπεία, ἡ ἀδίστακτός ἐστι πίστις πρὸς τὸν Θεόν, καὶ τὰ ἀληθινὰ καὶ ἀπλανῆ, καὶ ὀρθόδοξα δόγματα τῆς εὐσεβείας· ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ πνεύματος· ἡ καθαρὰ προσευχὴ καὶ ἀδιάλειπτος, καὶ ἡ πρὸς Θεὸν εὐχαριστία. Τοῦ δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀσπλαγχνία, τὸ μῖσος τὸ ἀσυμπαθές, τὸ μνησίκακον, ὁ φθόνος, ὁ φόνος, καὶ ἡ συνεχὴς πρὸς τὰ τοιαῦτα μελέτη. ἡ δὲ τούτων ἴασις, καὶ θεραπεία, ἡ φιλανθρωπία, ἡ ἀγάπη, ἡ πρᾳότης, ἡ φιλαδελφία, ἡ συμπάθεια, ἡ ἀνεξικακία, καὶ ἡ χρηστότης. τοῦ δὲ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα. ἡ γαστριμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία, ἡ πορνεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, χρυσοῦ τε καὶ πλούτου, καὶ τῶν σαρκικῶν ἡδονῶν· ἡ δὲ τούτων ἴασις καὶ θεραπεία ἐστίν ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς πένητας σκορπισμός, ἡ τῶν μελλόντων ἐκείνων ἀθανάτων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὀρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία.
Δέον οὖν ἐνθεῖναι ὑμᾶς καὶ διάγνωσιν τῶν ἐμπαθῶν λογισμῶν, δι᾽ ὧν πᾶσα ἁμαρτία τελεῖται· ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ τῆς κακίας λογισμοί· ὁ τῆς γαστριμαργίας, ὁ τῆς πορνείας, ὁ τῆς φιλαργυρίας, ὁ τῆς ὀργῆς, ὁ τῆς λύπης, ὁ τῆς ἀκηδίας, ὁ τῆς κενοδοξίας, καὶ ὁ τῆς ὑπερηφανίας. Τούτους τοὺς ὀκτὼ λογισμούς, παρενοχλεῖν μέν, ἢ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ᾽ ἡμῖν ἐστίν· ἐμμένειν δέ, καὶ μὴ ἐμμένειν, ἢ πάθη κινεῖν, ἢ μὴ κινεῖν τῶν ἐφ᾽ ἡμῖν ἐστίν· ἄλλο δὲ ἐστιν προσβολή, καὶ ἕτερον συνδυασμός, καὶ ἄλλο πάλη, καὶ ἄλλο πάθος, καὶ ἄλλο συγκατάθεσις ἡ ἐγγίζουσα καὶ παρομοιοῦσα τῇ πράξει· καὶ ἄλλο ἐνέργεια, καὶ ἄλλο αἰχμαλωσία. Καὶ προσβολὴ μὲν ἐστιν, ἡ ἁπλῶς γινομένη παρὰ τοῦ ἐχθροῦ ὑπόμνησις, οἷον, ποίησον τόδε, ἢ τόδε, ὡς ἐπὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν «εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται». τοῦτο ὡς εἴρηται, οὐκ ἐφ᾽ ἡμῖν ἐστι· συνδυασμὸς δὲ ἐστίν, ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ, καὶ οἷον μετ᾽ αὐτοῦ μελέτη, καὶ ἐνήδονος ὁμιλία ἡ παρὰ τῆς προαιρέσεως ἡμῶν. πάθος δέ, ἡ ἀπὸ τοῦ συνδυασμοῦ ἕξις γινομένη τοῦ παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου πάθους, καὶ οἱονεὶ συνεχὴς μελέτη, καὶ φαντασία. Πάλη δέ, ἡ ἀντίστασις τοῦ λογισμοῦ, ἡ πρὸς ἀναίρεσιν τοῦ ἐν τῷ λογισμῷ πάθους, ἤτοι τοῦ ἐμπαθοῦς λογισμοῦ, ἡ πρὸς συγκατάθεσιν, καθὼς φησιν ὁ Ἀπόστολος, «ἡ γάρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· » ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται.
Αἰχμαλωσία δέ ἐστι, βιαία καὶ ἀκούσιος τῆς καρδίας ἐπαγωγή, ἀπὸ προλήψεως, καὶ μακρᾶς συνηθείας τυραννουμένης. συγκατάθεσις δέ, ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. ἐνέργεια δέ, αὐτὴ ἡ πρᾶξις τοῦ ἐν συγκαταθέσει ἐμπαθοῦς λογισμοῦ. ὁ τὸ πρῶτον τοίνυν ἀπαθῶς λογιζόμενος, ἢ ἀντιρρήσει καὶ ἐμβριθείᾳ ἐκ πρώτης ἀποπεμπόμενος, ἤτοι τὴν προσβολήν, πάντα τὰ ἔσχατα ὑφ᾽ ἓν περιέκοψεν. τῶν δὲ ὀκτὼ παθῶν ἡ ἀναίρεσις, οὕτω γινέσθω. Ἀναιρεῖται μὲν ὑπὸ ἐγκρατείας, ἡ γαστριμαργία, ὑπὸ δὲ θείου πόθου, καὶ ἐφέσεως τῶν μελλόντων ἀγαθῶν, ἡ πορνεία. ὑπὸ δὲ συμπαθείας τῆς πρὸς τοὺς πένητας. ἡ φιλαργυρία· ὑπὸ δὲ τῆς ἀγάπης πρὸς πάντας καὶ τῆς ἀγαθότητος, ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς, ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπομονῆς, καὶ τῆς καρτερίας, καὶ τῆς πρὸς Θεὸν εὐχαριστίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς κρυπτῆς τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς ἐν συντριβῇ καρδίας συνεχοῦς προσευχῆς, ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινά, ἢ ἐξουθενεῖν ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ᾽ ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία. οὕτως οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερωθείς, καὶ πρὸς Θεὸν ἀνυψωθείς, ἀπεντεῦθεν ζῇ τὴν μακαρίαν ζωήν, τὸν ἀρραβῶνα δεχόμενος τοῦ Ἁγίου Πνεύματος· καὶ τῶν ἐντεῦθεν ἀποδημήσας μετὰ ἀπαθείας, καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς Ἁγίας Τριάδος, μετὰ τῶν θείων ἀγγέλων εἰς αἰῶνας ἀπεράντους καταλαμπόμενος. τριμερὴς τοίνυν οὖσα, ὡς προδεδήλωται ἡ ψυχὴ, τρία μέρη ταύτης εἰσί. λογισμός, θυμός, καὶ ἐπιθυμία.
Ἐὰν ἐστὶν ἐν τῷ θυμικῷ ἀγάπη, καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης, καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος. ἐὰν δὲ ἐν τῷ θυμικῷ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος. ὁ μὲν οὖν λογισμός, τό τε ὑγιαίνει, καὶ σωφρονεῖ, καὶ φωτίζεται, ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα καὶ τοὺς λόγους τῶν κτισμάτων τοῦ Θεοῦ πνευματικῶς θεωρεῖ, καὶ πρὸς τὴν Μακαρίαν, καὶ Ἁγίαν Τριάδα ἀνάγεται· ὁ δὲ θυμὸς τότε πάλιν κινεῖται κατὰ φύσιν, ἅτε πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν, ἢ λύπην, ἢ μνησικακίαν κέκτηται. ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ταπεινοφροσύνης, καὶ ἐγκρατείας, καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστιν, ἡδονὴν σαρκός, καὶ χρημάτων, καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸν θεῖον, καὶ ἀθάνατον ἔρωτα. καὶ γὰρ ἡ ἐπιθυμία, πρὸς τρία τὴν κίνησιν ἔχει· ἢ πρὸς ἡδονὴν σαρκός, ἢ πρὸς δόξαν κενήν, ἢ πρὸς ἀπόκτησιν χρημάτων, καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων αὐτοῦ ἐντολῶν, καὶ τῆς θείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. ὧν ὁ ἀνώτερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν ὡς προείρηται, ἀπολαμβάνει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωήν, τῇ προσδοκίᾳ τῆς ὑποκειμένης μακαριότητος τοῖς ἀγαπῶσι τὸν Θεόν. ἧς καὶ ἡμεῖς ἀξιωθείημεν διὰ τῆς χάριτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Ἀμήν.
Ἰστέον δὲ καὶ τοῦτο, ὡς οὐκ ἔστι πρὸς μέτρον τῆς οἱασοῦν ἀρετῆς ἐλθεῖν, εἰμὴ ἐμπόνῳ φιλοπονίᾳ, εἰς ἐπίκτησιν ταύτης· ὅση δύναμις σπεύσαντα ὅλην τὴν ζωήν, διὰ πρακτικῆς ἐπιμελείας. ὡς φέρε εἰπεῖν περὶ ἐλεημοσύνης, ἢ ἐγκρατείας, ἢ εὐχῆς, ἢ ἀγάπης, ἤ τινος τῶν γενικῶν ἀρετῶν. Ἐκ τούτων γὰρ ἕκαστος τῆς ἀρετῆς μερικῶς μετέρχεται, οἷον τῇ ἐλεημοσύνῃ κέχρηταί τις πρὸς καιρόν, ἀλλ᾽ ἐκ τοῦ ὀλιγάκις ταύτῃ χρήσασθαι, ἐλεήμονα τοῦτον κυρίως οὐκ ἐροῦμεν· καὶ μᾶλλον ὅταν μὴ καλῶς καὶ θεαρέστως τὸ γινόμενον τελεῖται. οὐδὲ γὰρ καλόν, τὸ καλόν, ὅταν μὴ καλῶς γένηται, ἀλλὰ καλὸν ὄντως, εἴπερ μὴ ἀπέχει τὸν μισθὸν διὰ τόδε, ἢ τόδε, ἀνθρωπαρέσκειαν τυχὸν ἐκ φήμης, καὶ θηροδοξίαν, ἢ ἐκ πλεονεξίας, καὶ ἀδικίας. ἐπεὶ μηδὲ γινόμενα καὶ δοκοῦντα καλὰ ζητεῖ ὁ Θεός, ἀλλὰ τὸν σκοπόν, δι᾽ ὃν γίνονται. Λέγουσι γὰρ καὶ οἱ θεοφόροι Πατέρες, ὅταν ὁ νοῦς τοῦ τῆς εὐσεβείας σκοποῦ ἐπιλάθηται, τότε τὸ προφανὲς ἔργον τῆς ἀρετῆς, ἀνόνητον γίνεται. τὰ γὰρ ἀδιακρίτως καὶ ἀσκόπως γινόμενα, οὐ μόνον οὐδὲν ὠφελοῦσι, κἂν καλὰ ὦσιν, ἀλλὰ καὶ βλάπτουσιν· ὥς περ τοὐναντίον καὶ ἐπὶ τῶν δοκούντων κακῶν, σκοπῷ δὲ θεοσεβεῖ κατὰ Θεὸν γινομένων· ὡς τοῦ εἰς χαμαιτυπεῖον εἰσελθόντος, καὶ τὴν πόρνην τῆς ἀπωλείας ἐκσπάσαντος. ἔνθεν δῆλον, ὅτι οὐδὲ ἐλεήμων, ὁ ὀλιγάκις τὴν ἐλεημοσύνην, οὐδὲ ἐγκρατής, ὁ τὴν ἐγκράτειαν ὡσαύτως χρησάμενος, ἀλλ᾽ ὁ ἐπὶ πλεῖστον, καὶ διὰ πάσης αὐτοῦ τῆς ζωῆς τὴν ἀρετὴν ὁλικῶς μετελθών, μετὰ διακρίσεως ἀνεπισφαλοῦς.
Μείζων γὰρ πασῶν τῶν ἀρετῶν ἡ διάκρισις ὡς βασίλισσα οὖσα, καὶ ἀρετὴ τῶν ἀρετῶν. ὥσπερ οὖν αὖθις καὶ ἐπὶ τῶν ἐναντίων, οὐ λέγομεν πόρνον, ἢ μέθυσον, ἢ ψεύστην, τὸν ἅπαξ τούτων ἑκάστῳ ὀλισθήσαντα, ἀλλὰ τὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς τοιούτοις περιπίπτοντα, καὶ ἀδιόρθωτον μένοντα. Καὶ τοῦτο δὲ μᾶλλον πρὸς τοῖς εἰρημένοις δέον εἰδέναι, καὶ πᾶσιν ἀναγκαιότατον, τοῖς ἀρετὴν μὲν προθυμουμένοις κατορθοῦν, κακίαν δὲ ἐκκλίναι σπουδάζουσιν. Ὅτι ὅσῳ περ ψυχὴ σώματος ἀσυγκρίτως ἀμείνων, καὶ ἐν πολλοῖς καὶ μεγίστοις πάντως διαφορωτέρα καὶ τιμιωτέρα, τοσοῦτον αἱ ψυχικαὶ ἀρεταί, καὶ μάλιστα αἱ θεομίμητοι, καὶ θεώνυμοι, ὑπάρχουσι τῶν σωματικῶν ἀρετῶν. Τοὐναντίον δὲ νοεῖν καὶ τὰς ψυχικὰς κακίας τῶν σωματικῶν παθῶν, ἐπί τε ταῖς ἐξ αὐτῶν ἐνεργείαις, καὶ τῇ τῶν κολάσεων ἐκτίσει διαφέρειν· κἂν τοὺς πολλούς, οὐκ οἶδ᾽ ὅπως, τοῦτο λανθάνον διαφεύγει. Μέθην, μὲν, καὶ πορνείαν, μοιχείαν τε, καὶ κλοπήν, καὶ τὰ τούτοις ἔγγιστα, εὐλαβουμένους, καὶ φεύγοντας, ἢ κολάζοντας, ὡς τοῖς πολλοῖς, ἐκ τοῦ φαινομένου βδελυκτά, πρὸς δὲ τὰ πολλῷ τούτων καὶ χείρονα, καὶ βαρύτερα πάθη ψυχικά, ἃ καὶ εἰς δαιμόνων κατάστασιν φέρει, καὶ τὴν τούτοις ἀποκειμένην αἰωνίαν κόλασιν, τοῖς ἀδιορθώτως τούτων ἐχομένοις, ἀναλγήτως ἔχουσι. φθόνον, φημί, καὶ μνησικακίαν, πονηρίαν τε, καὶ ἀναλγησίαν, καὶ τὴν πάντων τῶν κακῶν ῥίζαν, τὴν φιλαργυρίαν· κατὰ τὸν ἀπόστολον, καὶ τὰ τούτοις ὅμοια.
Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθίας ἀφελῶς ἐξεθέμεθα, εὐσύνοπτον καὶ σαφῆ σχεδιάσαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵνα εὐχερῶς ἔχῃ τίς διακρίνειν τε, καὶ διαγινώσκειν τὴν τούτων διαίρεσίν τε, καὶ διαφοράν, τῇ περὶ τούτων λεπτομερεῖ σαφηνείᾳ. Δι᾽ αὐτὸ γὰρ τοῦτο καὶ ποικίλον ἕκαστον, καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μηδεμίαν, εἰ δυνατόν, ἰδέαν ἀρετῆς ἢ κακίας ἀγνοεῖσθαι. καὶ ὅπως τὰς μὲν εὐθύμως πρὸς ἑαυτοὺς ἐπισπασώμεθα, τὰς ἀρετὰς δηλονότι, καὶ μᾶλλον τὰς ψυχικάς, δι᾽ ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέγε κακίας, καὶ σφόδρα ἐκκλίνοντες διαδιδράσκωμεν. Μακάριος γὰρ ὡς ἀληθῶς, ὁ ἀρετὴν ζητῶν, καὶ ταύτην μετιών, καὶ ὅτι τί ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευνῶν, ὡς δι᾽ αὐτῆς ἐγγίζων Θεῷ, καὶ τούτῳ νοερῶς συγγινόμενος. τούτῳ γὰρ κυρίως φρόνησις καὶ ἀνδρεία, σοφία τε, καὶ γνῶσις ἀψευδής, καὶ πλοῦτος ἀναφαίρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς πρὸς θεωρίαν ἀνάγεσθαι τοῦ ποιήσαντος. Ἀρετὴ δὲ καλεῖται, διὰ τὸ αἱρεῖσθαι. αἱρετὴ γὰρ, καὶ θελητὴ διὰ τὸ αἱρετῶς καὶ αὐτοθελῶς τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς, οὐχὶ ἀβουλήτως καὶ ἀναγκαστικῶς. φρόνησις δὲ λέγεται, τὸ παρὰ τῷ νοὶ φέρειν τὰ ὠφελήματα. εἰ βούλῃ δὲ προσθήσωμεν τῷ ἀφελεῖ τούτῳ λόγῳ, ὡς χρυσοῦν ἐπισφράγισμα, καὶ περὶ τοῦ κατ᾽ εἰκόνα, καὶ καθ᾽ ὁμοίωσιν μικρόν, τοῦ τιμιωτάτου πάντων τῶν τοῦ Θεοῦ κτισμάτων· τὸ νοερὸν καὶ λογικὸν ζῶον ὁ ἄνθρωπος μόνος ἐκ πάντων ἐστὶ κατ᾽ εἰκόνα, καὶ καθ᾽ ὁμοίωσιν Θεοῦ.
Κατ᾽ εἰκόνα μὲν λέγεται πᾶς ἄνθρωπος, κατὰ τὸ τοῦ νοὸς ἀξίωμα, καὶ τὸ τῆς ψυχῆς, ἤτοι τὸ ἀκατάληπτον, τὸ ἀθεώρητον, τὸ ἀθάνατον, τὸ αὐτεξούσιον. ναὶ μὴν καὶ τὸ ἀρχικόν, καὶ τεκνογονικόν, καὶ οἰκοδομικόν. Καθ᾽ ὁμοίωσιν δὲ, κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τὰς θεωνύμους ταύτας, καὶ θεομιμήτους πράξεις. ἤγουν κατὰ τὸ φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι. οἰκτείρειν τε, καὶ ἐλεεῖν, καὶ ἀγαπᾶν τὸ ὁμόδουλον. εὐσπλαγχνίαν τε πᾶσαν, καὶ συμπάθειαν ἐνδείκνυσθαι. Γίνεσθε γάρ, φησι, Χριστὸς ὁ Θεός, οἰκτίρμονες, καθώς καὶ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. καὶ τὸ μὲν κατ᾽ εἰκόνα, πᾶς ἄνθρωπος κέκτηται· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ. τὸ δὲ καθ᾽ ὁμοίωσιν σπάνιοι, καὶ μόνοι οἱ ἐνάρετοι, καὶ ἅγιοι, καὶ τὴν τοῦ Θεοῦ ἀγαθότητα κατὰ τὸ δυνατὸν ἀνθρώποις μιμούμενοι. Οὗ τῆς ὑπεραγάθου φιλανθρωπίας ἀξιωθείημεν καὶ ἡμεῖς εὐαρεστήσαντες αὐτῷ δι᾽ ἀγαθοεργίας, καὶ μιμηταὶ γενόμενοι τῶν ἀπ᾽ αἰῶνος εὐαρεστησάντων Χριστῷ· ὅτι αὐτῷ ἐστι τὸ ἔλεος, καὶ αὐτῷ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.