Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

Abba Philemon, 54. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΠΕΡΙ ΤΟΥ ΑΒΒΑ
ΦΙΛΗΜΟΝΟΣ

Φιλήμων ὁ Ὁσιώτατος Πατὴρ ἡμῶν, τῶν Θεοφόρων Πατέρων ὁ νηπτικώτατος ἅμα καὶ πενθικώτατος, ἐν τίσι μὲν ἤκμασε χρόνοις ἡ κατ᾽ αὐτὸν ἱστορία ἡμῖν οὐκ ἐδήλωσεν. Ὅτι δὲ κατέστη, εἴπερ τις καὶ ἄλλος τῶν γερόντων εὐλαβέστατος, καὶ πολύπειρος, φιλήσυχός τε, καὶ τοῦ Μεγάλου Ἀρσενίου μιμητὴς γνησιώτατος, ἐκ τοῦ παρόντος λόγου τοῖς βουλομένοις πρόκειται θεωρεῖν.

Ταῖς προσευχαῖς γὰρ καὶ δεήσεσι νυκτὸς καὶ ἡμέρας, ἐν τῇ ἀσκητικῇ καλύβῃ, ὡς ἔν τινι ὑπερώῳ τοῦ βίου, προσκαρτερῶν, καὶ ταῖς ἀειρρύτοις τῶν δακρύων, καὶ γλυκυτάτων κλαυθμῶν πηγαῖς ἐπιπλεῖον πλύνων ἑαυτόν, οὐχ ὅπως τῶν ὅ,τι δήποτε τοῦ πονηροῦ κόμματος, ἀλλὰ δὴ καὶ τῶν τῆς χρηστοτέρας μερίδος, καὶ πάντων ὁμοῦ αἰσθητῶν τε, καὶ νοητῶν θεοφιλῶς ὑπεραναβάς, κωφός τε καὶ ἄλαλος, κατὰ τὸ γεγραμμένον παρέστη Θεῷ, καὶ τοῦ ὑπερκάλλου τῆς θείας αὐτοῦ χάριτος ἐπέτυχε φωτισμοῦ, παρ᾽ οὗ καὶ ὡς ἐξ ἡλιακοῦ δίσκου τό τε ἀνακρίνειν, καὶ διακρίνειν, καὶ τὸ διορᾶν τε, καὶ προορᾶν δι᾽ ἀκροτάτης ἡσυχίας καὶ σιωπῆς, ἀφθόνως πεπλούτηκεν ὁ ἀοίδιμος. Μάρτυς δὲ τῶν εἰρημένων ἐχέγγυος ὁ προκείμενος αὐτοῦ οὑτοσὶ λόγος. ἐν ᾧ ἡ τῆς Ἱερᾶς νήψεως διακριτικωτάτη διδασκαλία, εἴ τινι καὶ ἄλλῳ, οἱονεὶ ποικίλλη καὶ θεούφαντος ἁλουργὶς εἰς τὸ ἄριστον συνεξυφαίνεται, ὅση τε εἰς πρᾶξιν τείνει, καὶ ὅση τὴν θεωρίαν συνιστᾷ, τῇ διὰ τῶν ἔργων μακροτάτῃ πείρᾳ τὸ αὐτόπιστον παρεχομένῃ. Καὶ τοίνυν, εἴτινι φίλον, τὸν ἐσπιλωμένον μὲν, καὶ εἰδεχθῆ τῶν παθῶν χιτῶνα, ταὐτὸν εἰπεῖν, τὸν παλαιὸν ἀποδύσασθαι ἄνθρωπον, τὸν φωτεινὸν δὲ τῆς ἀπαθείας ἐνδύσασθαι, καὶ χάριτος περιβόλαιον, ὅπερ ἐστὶν ὁ κατὰ Χριστὸν Ἰησοῦν καινὸς ἄνθρωπος, τοῦτον συνεχῶς μελετῶν, καὶ τοῖς κατὰ δύναμιν ἔργοις τὰ μελετώμενα ἐκπληρῶν, τῆς ἐπαινετῆς ἐφέσεως ἐπιτεύξεται.

· Contents ·