Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
Abba Philemon, 55. Τοῦ Ἀββᾶ Φιλήμονος, λόγος, πάνυ ὠφέλιμος.
ΠΕΡΙ ΤΟΥ ΑΒΒΑ
ΦΙΛΗΜΟΝΟΣ
ΛΟΓΟΣ ΠΑΝΥ ΩΦΕΛΙΜΟΣ.
Ἔλεγον περὶ τοῦ Ἀββᾶ Φιλήμονος τοῦ ἀναχωρητοῦ, ὅτι καθεῖρξεν ἑαυτὸν ἔν τινι σπηλαίῳ ὀλίγον ἀφεστῶτι τῆς Λαύρας τῶν Ρωμίων καλουμένης, καὶ τῶν τῆς ἀσκήσεως εἴχετο παλαισμάτων, ἐκεῖνο κατεπάδων αὐτοῦ τῇ διανοίᾳ, ὅπερ φασὶ τὸν Μέγαν Ἀρσένιον λέγειν ἑαυτῷ· Φιλήμων διὸ ἐξῆλθες. Διεκαρτέρει γοῦν ἐν τῷ σπηλαίῳ χρόνον ἱκανὸν ἐργαζόμενος τὴν σειράν, καὶ ῥάπτων σπυρίδας, ἐδίδου τῷ οἰκονόμῳ λαμβάνειν παρ᾽ αὐτοῦ ἄρτους βραχεῖς εἰς διατροφήν. Οὐδὲν γὰρ ἤσθιε, πλὴν ἄρτου, καὶ ἁλῶν, καὶ τούτων δι᾽ ἡμερῶν. ἐντεῦθεν τῆς σαρκὸς καθόλου πρόνοιαν οὐκ ἐποιεῖτο, ἀλλὰ τῇ θεωρίᾳ σχολάζων, ἐντὸς ἐγένετο τοῦ θείου φωτισμοῦ· κἀκεῖθεν τὴν ἄρρητον μυσταγωγίαν τελούμενος ἐν εὐφροσύνῃ διετέλει, ἀπερχόμενος ἐν τῇ ἐκκλησίᾳ κατὰ σάββατον καὶ κυριακήν, μόνος καὶ σύννους περιεπάτει, μηδένα συγχωρῶν πλησιάσαι αὐτῷ, πρὸς τὸ μὴ ἐκκοπῆναι τὸν νοῦν, ἧς περ εἶχεν ἐργασίας. Ἐν δὲ τῇ ἐκκλησίᾳ ἐν τῇ γωνίᾳ ἑστώς, καὶ τὸ πρόσωπον ἐν τῇ γῇ προσερείδων, πηγὰς ἠφίει δακρύων, ἀδιάλειπτον ἔχων τὸ πένθος, καὶ τὴν τοῦ θανάτου μνήμην, καὶ τὸν τῶν Ἁγίων Πατέρων τύπον, καὶ μάλιστα τοῦ Ἀρσενίου τοῦ Μεγάλου, οὗ καὶ κατ᾽ ἴχνος βαίνειν ἠπείγετο. Αἱρέσεως δὲ γενομένης ἐν Ἀλεξανδρείᾳ καὶ ἐν τῇ περιχώρῳ αὐτῆς, ἀνεχώρησε καὶ ἀπῆλθεν ἐν τῇ Λαύρᾳ τῇ Νικάνορος παρακειμένῃ. καὶ δεξάμενος αὐτὸν Παυλῖνος ὁ θεοφιλέστατος, καὶ ἀφιερώσας αὐτῷ τὸν ἑαυτοῦ ἰδιάζοντα τόπον, ἐν πάσῃ καθίστησιν ἡσυχίᾳ. ἐπὶ γὰρ ἐνιαυτὸν ὅλον, οὐδένα συνεχώρησε καθάπαξ αὐτῷ συντυχεῖν, ἀλλὰ μὴν, οὐδὲ αὐτὸς αὐτῷ παντελῶς διενώχλησεν, ἢ μόνον τὸν καιρόν, καθ᾽ ὃν τὸν τῆς χρείας ἄρτον ἐδίδου.
Ἐνστάσης οὖν τῆς Ἁγίας τοῦ Χριστοῦ ἀναστάσεως, ἐν συντυχίᾳ γενόμενος, ἐν τῷ μεταξὺ αὐτῶν, μνήμη γίνεται τῆς ἐρημικῆς καταστάσεως· καὶ γνοὺς ὡς καὶ τῷ εὐλαβεστάτῳ ἀδελφῷ, οὗτός ἐστιν ὁ σκοπὸς αἱρετώτερος, λόγους αὐτῷ ἐγκατασπείρει ἀσκητικούς, γραφικούς τε, καὶ πατρικούς, διὰ πάντων δεικνύς, ὡς ἄνευ τῆς τελείας ἡσυχίας, ἀδύνατον εὐαρεστῆσαι Θεῷ, καθάπου καὶ Μωϋσεῖ τῷ θεσπεσίῳ Πατρὶ πεφιλοσόφηται· ὅτι ἡ ἡσυχία τίκτει τὴν ἄσκησιν, ἡ δὲ ἄσκησις τίκτει τὸν κλαυθμόν, ὁ δὲ κλαυθμός, τὸν φόβον, ὁ δὲ φόβος, τὴν ταπείνωσιν, ἡ ταπείνωσις, τὸ προρᾶν· τὸ προρᾶν, τὴν ἀγάπην· ἡ δὲ ἀγάπη ποιεῖ τὴν ψυχήν, ἄνοσον καὶ ἀπαθῆ· καὶ τότε γινώσκει ὁ ἄνθρωπος, ὅτι οὐ μακράν ἐστι τοῦ Θεοῦ. ἐλεγεν οὖν αὐτῷ· δεῖ σε διὰ τῆς ἡσυχίας τέλεον ἀποκαθάραι τὸν νοῦν, καὶ δοῦναι αὐτῷ ἀδιάλειπτον ἐργασίαν πνευματικήν· ὥσπερ γὰρ ὁ ὀφθαλμὸς ἐπιβάλλει τοῖς αἰσθητοῖς, καὶ θαυμάζει τῇ θέᾳ, οὕτω καὶ ὁ καθαρὸς νοῦς ἐπιβάλλει τοῖς νοητοῖς, καὶ ὑπὸ τῆς πνευματικῆς θεωρίας ἐξίσταται, καὶ δυσαπόστατος γίνεται. καὶ ὅσον διὰ τῆς ἡσυχίας γυμνοῦται τῶν παθῶν καὶ καθαίρεται, τοσαύτης ἀξιοῦται καὶ τῆς γνώσεως. τότε δὲ τέλειός ἐστιν ὁ νοῦς, ὅταν τὴν οὐσιώδη γνῶσιν καταπατήσῃ, καὶ ἑνωθῇ τῷ Θεῷ. ὥστε τὸ βασίλειον ἔχων ἀξίωμα, πτωχεύειν ἔτι οὐκ ἀνέχεται οὐδὲ συνεπαίρεται ταῖς κάτω ἐπιθυμίαις, εἰ καὶ πάσας αὐτῷ τὰς βασιλείας προσάγεις.
Εἰ οὖν βούλει ἐπὶ ταύταις ἁπάσαις ἐλθεῖν ταῖς ἀρεταῖς, ἀμέριμνος ἔσο ἀπὸ παντὸς ἀνθρώπου. καὶ φεύγων φεῦγε τὸν κόσμον, καὶ βάδιζε προθύμως τὴν ὁδὸν τῶν ἁγίων, καὶ ἔχε σχῆμα ἠμελημένον, καὶ ῥυπῶσαν στολήν, καὶ ἐσθῆτα ταπεινήν, καὶ ἦθος ἁπλοῦν, καὶ ῥῆμα ἀφελές, καὶ βάδισμα ἀκενόδοξον, καὶ ἀσχημάτιστον φωνήν, καὶ ἐν πενίᾳ συζῆν, καὶ τὸ καταφρονεῖσθαι ὑπὸ πάντων, καὶ ὑπὲρ πάντα τὴν τοῦ νοῦ φυλακήν, καὶ νῆψιν τηρεῖν, καὶ καρτερίαν ἐν πᾶσι τοῖς στενωτάτοις, καὶ πάντα, ὅσα πρόσεστιν ἀγαθά, φυλάττειν ἀκέραια καὶ ἀσάλευτα, καὶ πρόσεχε ἀκριβῶς σαυτῷ, μηδενὶ παραδέξασθαι τῶν παρεισάκτων ἡδονῶν. Τὰ γὰρ τῆς ψυχῆς πάθη, τῇ ἡσυχίᾳ κατευνάζεται· κνιζόμενα δὲ, καὶ παροξυνόμενα μᾶλλον ἀγριαίνεσθαι πέφυκε, καὶ τοὺς ἔχοντας αὐτὰ πλέον ἁμαρτάνειν βιάζονται, καθάπερ τὰ τῶν σωμάτων τραύματα προστριβόμενα καὶ ξεόμενα, δυσίατα γίνεται. Δύναται οὖν καὶ λόγος ἀργὸς χωρίσαι τὸν νοῦν ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ, τῶν δαιμόνων εἰς τοῦτο βιαζομένων, καὶ τῶν αἰσθήσεων πειθομένων αὐτοῖς, μέγας γὰρ ἀγὼν καὶ φόβος, ψυχὴν φυλάξαι δύναται· δεῖ οὖν σε χωρισθῆναι ἀπὸ τοῦ κόσμου παντός, καὶ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀπορρῆξαι, καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλάργυρον, ἀκτήμονα, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων πραγμάτων, ταπεινόφρονα, συμπαθῆ, ἀγαθόν, πρᾶον, ἡσύχιον, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας γνώσεως ἐγγινομένας διατυπώσεις.
Οὐδὲ γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ πρότερον ἀπολεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας. ταῦτα γὰρ ἡμᾶς διδάσκει ὁ Μέγας Βασίλειος. τοιοῦτος γέγονεν ὁ τῶν ἁγίων χορός, κεχωρισμένος παντελῶς τῆς ἐν κόσμῳ διαγωγῆς, καὶ τὸ οὐράνιον φρόνημα ἀθόλωτον ἐν ἑαυτοῖς τηροῦντες, τοῖς θείοις νόμοις κατελάμπρυναν. καὶ διὰ τῶν εὐσεβῶν ἔργων τε, καὶ λόγων ἀπήστραπτον, νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς διὰ ἐγκρατείας, καὶ τοῦ πρὸς Θεὸν φόβου, καὶ πόθου. Τῇ γὰρ ἀδιαλείπτῳ προσευχῇ, καὶ τῇ μελέτῃ τῶν θείων γραφῶν, ἀνοίγονται τῆς ψυχῆς οἱ νοεροὶ ὀφθαλμοί, καὶ ὁρῶσι τὸν Βασιλέα τῶν δυνάμεων, καὶ γίνεται χαρὰ μεγάλη, καὶ πόθος δριμὺς ἐκκαιόμενος τῆς ψυχῆς σφόδρα καὶ συνεπαιρομένης καὶ τῆς σαρκὸς ὑπὸ τοῦ Πνεύματος, γίνεται ὁ ἄνθρωπος ὅλος πνευματικός· ταῦτα οἱ τῆς μακαρίας ἡσυχίας, καὶ στενωτάτης διαγωγῆς ἐργάται, οἴτινες πάσης ἀνθρωπίνης παρακλήσεως ἑαυτοὺς χωρίσαντες, μόνοι πρὸς μόνῳ τῷ ἐν οὐρανοῖς δεσπότῃ καθαρῶς προσλαλοῦσι. Τούτων ἀκούσας αὐτὸς ὁ θεοφιλὴς ἀδελφός, καὶ τῷ θείῳ πόθῳ τρωθεὶς τὴν ψυχήν, καταλαμβάνει σὺν αὐτῷ τὴν σκήτην, ἔνθα οἱ μέγιστοι τῶν ἁγίων πατέρων, τὸν τῆς εὐσεβείας διήνυσαν δρόμον· ᾤκησάν τε τὴν Λαύραν τοῦ Ἁγίου Ἰωάννου τοῦ κολοβοῦ, τὴν φροντίδα ἑαυτῶν δεδωκότες τῷ οἰκονόμῳ τῆς Λαύρας, διὰ τὸ αὐτοὺς βούλεσθαι ἐν ἡσυχίᾳ διάγειν. διῆγον δὲ τῇ τοῦ Θεοῦ χάριτι, ἐν πάσῃ ἡσυχίᾳ· τάς τε προελεύσεις ἀπροσκόπως ποιούμενοι κατὰ σάββατον, καὶ κυριακήν, τὰς δὲ λοιπὰς τῆς ἑβδομάδος ἡμέρας, διεκαρτέρουν, τὰς προσευχὰς καὶ τὰς λειτουργίας ἕκαστος ποιούμενοι. ἦν δὲ τοῦ Ἁγίου Γέροντος ἡ λειτουργία τοιαύτη· ἐν μὲν τῇ νυκτί, ἔψαλλεν ὅλον τὸ ψαλτήριον, καὶ τὰς ᾠδὰς ἀθορύβως, καὶ ἔλεγεν μίαν περικοπὴν τοῦ μεγαλείου. καὶ λοιπὸν ἐκάθητο καθ᾽ ἑαυτὸν λέγων· Κύριε ἐλέησον, συντεταμένως οὕτω καὶ ἐπὶ ἱκανόν, ὡς μηκέτι ἐκφωνεῖν δύνασθαι.
Καὶ λοιπὸν μετελάμβανεν ὕπνου, καὶ οὕτω πάλιν περὶ τὸ αὖγος ἔψαλλε τὴν πρώτην ὥραν, καὶ ἐκάθητο εἰς τὸ κάθισμα αὐτοῦ προσέχων κατ᾽ ἀνατολάς, καὶ ψάλλων κατὰ διαδοχάς· καὶ πάλιν ἀποστηθίζων ἀπὸ τοῦ Ἀποστόλου, καὶ τοῦ μεγαλείου. καὶ οὕτω διετέλει κατὰ πᾶσαν ἡμέραν, ἀδιαλείπτως ψάλλων καὶ προσευχόμενος, καὶ τῇ τῶν οὐρανίων ἐκτρεφόμενος θεωρίᾳ· ὥστε αὐτοῦ πολλάκις εἰς θεωρίαν τὸν νοῦν ἀνάγεσθαι, καὶ μὴ εἰδέναι εἰ ἐπὶ γῆς ὑπῆρχεν. Ὁρῶν οὖν αὐτὸν ὁ ἀδελφὸς οὕτως ἀνενδότως ταῖς λειτουργίαις ἐκτεταμένον, καὶ ταῖς θείαις ἐννοίαις ὁλοτελῶς ἀλλοιούμενον, εἶπε πρὸς αὐτόν· σὺ κάμνεις πάτερ ἐν τοσούτῳ γήρᾳ οὕτως, ὑπωπιάζων σου τὸ σῶμα, καὶ δουλαγωγῶν; ὁ δὲ ἀποκριθείς, εἶπε· πίστευσον τέκνον· τοσαύτην προθυμίαν καὶ πόθον περὶ τὴν λειτουργίαν ἐγκατέθετό μοι ὁ Θεὸς τῇ ψυχῇ, ὅτι ἐξισχύω αὐτῆς τὴν ἐπίτασιν πληρῶσαι· ὁ δὲ πρὸς τὸν Θεὸν πόθος καὶ ἡ τῶν μελλόντων ἐλπὶς ἀγαθῶν, τὴν σωματικὴν ἀσθένειαν νικᾷ. Οὕτως ὅλον τὸν πόθον ἀναπτερούμενον κατὰ νοῦν εἶχεν εἰς τὸν οὐρανόν· καὶ οὐκ ἐν τοῖς ἄλλοις μόνον καιροῖς, ἀλλὰ δὴ καὶ κατ᾽ αὐτὸν τὸν καιρὸν τῆς τραπέζης. Ποτὲ γοῦν συνοικῶν αὐτῷ ἀδελφός τις, ἐπηρώτησεν αὐτόν· τί τὸ τῆς θεωρίας εἴη μυστήριον; ἐπεὶ δὲ φιλομαθοῦντα καὶ ἐγκείμενον αὐτὸν εἶδεν, εἶπε πρὸς αὐτόν· λέγω σοι φύσει τέκνον. ὅτι ἂν τινος καθαρεύσῃ εἰς ἄκρον ὁ νοῦς, αὐτῶν τε τῶν λειτουργικῶν δυνάμεων, καὶ τάξεων τὰς θεωρίας ἀποκαλύπτει αὐτῷ ὁ Θεός.
Ἐπηρώτησε δὲ αὐτῷ καὶ τοῦτο· διατί Πάτερ ὑπὲρ πᾶσαν τὴν θείαν γραφὴν τῷ ψαλτηρίῳ καταγλυκαίνη; καὶ διατί ψάλλων ἠρέμα, ὡς πρός τινα διαλεγόμενος ὑποκρίνῃ τοὺς λόγους; ὁ δὲ πρὸς αὐτὸν ἔφη· λέγω σοι τέκνον· οὕτω προετύπωσεν ὁ Θεὸς τὴν δύναμιν τῶν ψαλμῶν ἐν τῇ ταπεινῇ μου ψυχῇ, ὥσπερ τῷ προφήτῃ Δαβίδ· καὶ χωρισθῆναι τῆς γλυκύτητος τῶν ἐν αὐτοῖς παντοδαπῶν θεωρημάτων οὐ δύναμαι. πάσης γὰρ τῆς θείας γραφῆς εἰσι περιεκτικοί. Καὶ ταῦτα μὲν πολλὰ βιασθείς, ὠφελείας χάριν, μετὰ πολλῆς ταπεινοφροσύνης τῷ ἑρωτήσαντι ἐξηγόρευσεν. Ἀδελφός τις Ἰωάννης τοῦνομα ἐκ τῆς παραλιωτῶν ὁρμώμενος, παρέβαλε τῷ Ἁγίῳ τούτῳ, καὶ Μεγάλῳ Πατρὶ Φιλήμονι, καὶ κρατήσας αὐτοῦ τοὺς πόδας εἶπε πρὸς αὐτόν· τί ποιήσω πάτερ, ἵνα σωθῶ; ὁρῶ γὰρ ὅτι ὁ νοῦς που περιάγεται καὶ ῥέμβεται ὧδε κἀκεῖ, εἰς ἃ μὴ δεῖ. ὁ δὲ μικρὸν ἐπισχὼν ἔφη· τοῦτο τὸ πάθος τῶν ἔξω ἐστί, καὶ παραμένει ἐπειδὴ ἀκμὴν οὐκ ἔχεις τέλειον πόθον εἰς τὸν Θεόν. οὕπω γὰρ ἦλθεν ἐν σοὶ θέρμη τοῦ πόθου, καὶ τῆς ἐπιγνώσεως αὐτοῦ. λέγει ὁ ἀδελφός, καὶ τί ποιήσω Πάτερ; λέγει αὐτῷ· ὕπαγε τέως ἔχε κρυπτὴν μελέτην ἐν τῇ καρδίᾳ σου, ἥτις δύναταί σου τὸν νοῦν ἐκκαθάραι ἀπὸ τούτων. Ὁ ἀδελφὸς ἀμύητος ὧν τῶν λεγομένων, λέγει τῷ Γέροντι· τί ἐστιν ἡ κρυπτὴ μελέτη Πάτερ; καί φησι πρὸς αὐτόν· ὕπαγε, νῆφε ἐν τῇ καρδίᾳ σου, καὶ ἐν τῇ διανοίᾳ σου νηφόντως μετὰ φόβου καὶ τρόμου λέγε· Κύριε Ἰησοῦ Χριστὲ ἐλέησόν με· καὶ γὰρ ὁ Μακάριος Διάδοχος τοῖς ἀρχομένοις, οὕτω παραδίδωσιν. ἀπελθὼν οὖν, καὶ συνεργείᾳ τοῦ Θεοῦ, καὶ τῶν προσευχῶν τοῦ Πατρός, ἡσυχάσας, ἐγλυκάνθη ταύτῃ τῇ μελέτῃ, πρὸς ὀλίγον. ὡς δὲ ἀπέστη ἄφνω ἀπ᾽ αὐτοῦ, καὶ οὐκ ἠδύνατο ταύτην νηφόντως γεωργῆσαι καὶ προσεύξασθαι, ἐλθὼν πάλιν πρὸς τὸν Γέροντα, τὸ συμβὰν αὐτῷ ἀνήγγειλεν. ὁ δὲ λέγει αὐτῷ· τέως ἰδοὺ ἔγνως ἴχνος ἡσυχίας, καὶ ἐργασίας, καὶ τῆς ἐκ ταύτης γλυκύτητος ἐπειράθης.
Ἔχε οὖν ἐν τῇ καρδίᾳ σου τοῦτο πάντοτε. εἴτε ἐσθίεις, εἴτε πίνεις, εἴτε ἐν συντυχίᾳ τινῶν εὑρίσκῃ, εἴτε ἔξω τῆς κέλλης, εἴτε ἐν ὁδῷ τυγχάνεις, μὴ παρελθέτω σε, νηφούσῃ διανοίᾳ, καὶ ἀπλανεῖ τῷ νῷ ταύτην τὴν εὐχὴν προσεύξασθαι καὶ ψάλλειν, καὶ μελετᾷν εὐχάς, καὶ ψαλμούς. ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ἀναγκαίᾳ σου χρείᾳ, μὴ ἀργείτω ὁ νοῦς σου, κρυπτῶς μελετῶν καὶ προσευχόμενος. Οὕτω γὰρ δύνασαι νοῆσαι τὰ βάθη τῆς θείας γραφῆς, καὶ τὴν ἐν αὐτῇ κρυπτομένην δύναμιν, καὶ δοῦναι ἀδιάλειπτον ἐργασίαν τῷ νῷ, ὅπως πληροῖς τὸ ἀποστολικὸν λόγιον τὸ διαγορεῦον. ἀδιαλείπτως προσεύχεσθε. Πρόσεχε οὖν ἀκριβῶς, καὶ φύλασσε τὴν καρδίαν σου τοῦ μὴ δέχεσθαι πονηροὺς λογισμούς, ἢ οἵους δήποτε ματαίους, καὶ ἀνωφελεῖς, ἀλλὰ πάντοτε καὶ κοιμώμενος καὶ ἀνιστάμενος, καὶ ἐσθίων, καὶ πίνων· καὶ συντυγχάνων. Ἡ καρδία σου κρυπτῶς κατὰ διάνοιαν, ποτὲ μὲν μελετάτω ἐν τοῖς ψαλμοῖς, ποτὲ δὲ, προσευχέσθω τὸ, Κύριε Ἰησοῦ Χριστὲ υἱὲ τοῦ Θεοῦ ἐλέησόν με. καὶ πάλιν ἡνίκα ψάλλῃς τῇ γλώσσῃ, πρόσεχε, μὴ ἄλλα λέγειν τῷ στόματι, καὶ ἐν ἄλλοις ῥέμβεσθαι τὴν διάνοιαν. Καὶ πάλιν ἠρώτα ὁ ἀδελφός· ἐν τοῖς ὕπνοις πολλὰς φαντασίας ματαίας θεωρῶ. ὁ δὲ Γέρων πρὸς αὐτὸν ἔφη· μὴ ὀκνήσῃς, μήτε ὀλιγωρήσῃς· ἀλλὰ πρὶν ἢ κοιμηθῇς, πολλὰς εὐχὰς ποίησον ἐν τῇ καρδίᾳ σου, καὶ ἀνθίστασο τοῖς λογισμοῖς, μὴ περιάγεσθαι τοῖς θελήμασι τοῦ διαβόλου, ὅπως ὁ Θεὸς ἀποδέξηταί σε.
Ὅση δὲ δύναμίς σοι φρόντισον, ἵνα μετὰ τοὺς ψαλμούς, καὶ τὴν νουνεχῆ μελέτην ὑπνώσῃς· καὶ μὴ ἀμελήσῃς καὶ ἀφήσῃς τὴν διάνοιάν σοῦ δέξασθαι ἀλλοτρίους λογισμούς· ἀλλ᾽ ἐν οἷς ηὔξω, ἐν ἐκείνοις καὶ μελετῶν κατακλίθητι, ὅπως κοιμωμένῳ σοι συντάξηται, καὶ ἐγειρομένῳ συλλαλήσῃ σοι. λέγε δὲ καὶ τὸ ἅγιον σύμβολον τῆς ὀρθοδόξου πίστεως πρὸ τοῦ καθευδῆσαί σε. Τὸ γὰρ περὶ Θεοῦ δοξάζειν ὀρθῶς, πηγή ἐστι, καὶ φυλακὴ πάντων τῶν ἀγαθῶν. Πάλιν ἠρώτα αὐτὸν λέγων· ποίησον ἀγάπην Πάτερ· εἰπέ μοι ποίαν ἐργασίαν ἔχει ὁ σὸς νοῦς; δίδαξόν με, ἵνα κἀγὼ σωθῶ; ὁ δέ φησι· τί θέλεις ταῦτα πολυπραγμονεῖν; ὁ δὲ ἀναστάς, καὶ κρατήσας τοὺς πόδας τοῦ Ἁγίου καταφιλῶν, παρεκάλει ἐξειπεῖν αὐτῷ. μετὰ δὲ πολλὰς ὥρας ἔφη· οὐ δύνασαι βαστάσαι τέως· ἀνδρὸς γάρ ἔστι τῶν τῆς δικαιοσύνης ἀγαθῶν ἐν ἕξει γινομένου, τὸ διανέμειν ἑκάστῃ αἰσθήσει τὸ ἐπιτήδειον ἔργον. οὐδὲ γὰρ δυνατὸν τινα μὴ καθαρεύοντα παντελῶς τῶν τοῦ κόσμου ματαίων ἐννοιῶν, ἀξιωθῆναι τοῦ τοιούτου χαρίσματος. Διὸ εἰ τῶν τοιούτων ἐπιθυμητὴς εἶ, κράτησον τὴν κρυπτὴν μελέτην ἐν καθαρᾷ καρδίᾳ· εἰ γὰρ ἐπιμείνῃ ἀδιάλειπτός σου ἡ προσευχὴ, καὶ ἡ μελέτη τῶν γραφῶν, ἀνοίγονταί σοι οἱ νοεροὶ ὀφθαλμοὶ τῆς ψυχῆς, καὶ γίνεται αὐτῇ χαρὰ μεγάλη, καὶ πόθος τις ἄρρητος, καὶ δριμύς. ἐκκαιομένης καὶ τῆς σαρκὸς ὑπὸ τοῦ πνεύματος· ὥστε ὅλον τὸν ἄνθρωπον εἶναι πνευματικόν.
Εἴτε οὖν ἐν νυκτί, εἴτε ἐν ἡμέρᾳ, ἀξιώσει σε ὁ Θεὸς καθαρῷ τῷ νῷ προσεύξασθαι ἀπερισπάστως, μὴ προσχῇς τῷ ἰδίῳ κανόνι· ἀλλ᾽ ὅση δύναμίς ἐστιν, ἐπεκτείνου τῷ Θεῷ κολλώμενος, καὶ αὐτὸς φωτίζει τὴν καρδίαν σου, περὶ ἧς ἐργασίας ἐπιχειροίης πνευματικῆς. Καὶ τοῦτο δὲ προσετίθει, ὅτι παρέβαλέ μοι ποτέ τις γέρων, καὶ ἐρωτηθεὶς παρ᾽ ἐμοῦ περὶ καταστάσεως τοῦ νοός, εἶπεν· ὅτι δύο ἔτη ἔμεινα παρακαλῶν τὸν Θεὸν ἐξ ὅλης καρδίας αἰτῶν ἀνενδότως, ἵνα μοι δώη διηνεκῶς καὶ ἀπερισπάστως ἐντυπωθῆναι ἐν τῇ καρδίᾳ μου τὴν εὐχήν, ἣν παρέδωκεν αὐτὸς τοῖς ἰδίοις μαθηταῖς· καὶ ἰδὼν τὸν κόπον μου καὶ τὴν ὑπομονήν, παρέσχε τὸ αἴτημα ὁ μεγαλόδωρος Κύριος. ἔλεγε δὲ καὶ τοῦτο, ὅτι οἱ γενόμενοι τῇ διανοίᾳ περὶ τὰ μάταια λογισμοί, ἀρρωστήματά εἰσιν ἀργῆς, καὶ ῥαθύμου ψυχῆς. Προσήκει οὖν κατὰ τὸ γεγραμμένον, πάσῃ φυλακῇ τηρεῖν ἡμᾶς τὸν ἑαυτῶν νοῦν, καὶ ἀπερισπάστως ψάλλειν ἐν γνώσει, καὶ καθαρῷ τῷ νῷ προσεύχεσθαι· Τοιγαροῦν ἀδελφοί, βούλεται ἡμᾶς ὁ Θεός, πρῶτον ἐν κόποις, ἔπειτα ἐν ἀγάπῃ, καὶ ἀδιαλείπτῳ προσευχῇ, τὴν πρὸς αὐτὸν ἐπιδείκνυσθαι σπουδήν, καὶ αὐτὸς παρέχει τὴν τῆς σωτηρίας ὁδόν. εὔδηλον δὲ ὡς οὐκ ἄλλη ὁδός ἐστιν, ἡ πρὸς τὸν οὐρανὸν ἀνάγουσα, εἰμὴ ἡ τελεία ἡσυχία, καὶ ἡ τῶν κακῶν ἁπάντων φυγή, καὶ ἡ τῶν ἀγαθῶν κτῆσις, καὶ ἡ πρὸς αὐτὸν τελεία ἀγάπη, καὶ τὸ συγγενέσθαι Θεῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· ὡς εἴτις ἐν τούτοις γένηται, τάχιστα ἐπὶ τὸν οὐράνιον ἀναδραμεῖται χῶρον.
Δεῖ δὲ πάντως τὸν ἐπὶ τοῦτο ἀνελθεῖν τὸ ὕψος ἐπιθυμοῦντα, νεκρῶσαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. ὅταν γὰρ ἡ ψυχὴ ἡμῶν τῇ θεωρίᾳ τοῦ ὄντος ἀγαθοῦ ἐνευφραίνηται, πρὸς οὐδὲν ἐπιστρέφεται τῶν καθ᾽ ἡδονὴν ἐνεργουμένων παθῶν· ἀλλὰ πᾶσαν ἀποστραφεῖσα σωματικὴν ἡδυπάθειαν, καθαρᾷ καὶ ἀμολύντῳ διανοίᾳ, τὴν τοῦ Θεοῦ δέχεται ἐμφάνειαν. Πολλῆς οὖν χρήζομεν φυλακῆς, καὶ πόνων σωματικῶν, καὶ καθάρσεως ψυχῆς, ὅπως ἐνοικήσωμεν τὸν Θεὸν ἐν ταῖς καρδίαις ἡμῶν· ἵνα τοῦ λοιποῦ ἐκτελῶμεν ἀπλανῶς τὰς θείας αὐτοῦ ἐντολάς, αὐτός τε λοιπὸν διδάσκει ἡμᾶς ἀσφαλῶς τοὺς νόμους αὐτοῦ τηρεῖν, καθάπερ ἀκτῖνας ἡλιακὰς τὰς οἰκείας ἐνεργείας ἐκπέμπων, διὰ τῆς ἐντεθείσης τοῦ πνεύματος χάριτος. Διὰ γὰρ πόνων, καὶ πειρασμῶν δεῖ ἐκκαθάραι ἡμᾶς τὴν εἰκόνα, καθ᾽ ἣν γεγόναμεν λογικοί, καὶ πάσης συνέσεως δεκτικοί, καὶ τῆς πρὸς Θεὸν ὁμοιώσεως, πάσης κηλίδος ἀμιγεῖς φέροντες τὰς αἰσθήσεις, ἀναχαλκευομένας τρόπον τινὰ διὰ τῆς καμίνου τῶν πειρασμῶν, καὶ μεταποιούμενοι εἰς τὸν βασιλικὸν ἀξίωμα· μέτοχον γὰρ παντὸς ἀγαθοῦ, καὶ τὴν ἀνθρωπίνην φύσιν ἐδημιούργησε, ὁ Θεός, δυναμένην νοερῶς θεωρεῖν τὰς τῶν ἀγγέλων χορείας, τὰς δόξας τῶν κυριοτήτων, τὰς δυνάμεις, τὰς ἀρχάς, τὰς ἐξουσίας τὸ φῶς τὸ ἀπρόσιτον, τὴν δόξαν τὴν ὑπεραστράπτουσαν. Ὅταν δὲ κατορθώσῃς ἀρετήν, μὴ ἐπαρθῇ σου λογισμὸς κατὰ τοῦ ἀδελφοῦ, ὡς σοῦ κατορθώσαντος, κἀκείνου ἀμελήσαντος· ἀρχὴ γὰρ ὑπερηφανίας τοῦτό ἐστι. πάσῃ δυνάμει τήρει μηδὲν ποιεῖν κατὰ ἀνθρωπαρέσκειαν. ἐὰν δὲ ἀγωνίζῃ πρὸς τὸ πάθος, μὴ ἐκκακίσῃς· μηδὲ ὀλιγωρήσῃς, εἰπερ ἐπιμένει ὁ πόλεμος· ἀλλ᾽ ἀναστὰς ῥίψον σεαυτὸν ἐνώπιον τοῦ Θεοῦ ἐν ὅλῃ καρδίᾳ μετὰ τοῦ Προφήτου λέγων· Δίκασον Κύριε τοὺς ἀδικοῦντάς με· ἐγὼ γὰρ οὐ δύναμαι πρὸς αὐτούς. καὶ αὐτὸς βλέπων τὴν ταπείνωσίν σου, τάχιον ἀποστελεῖ σοι τὴν βοήθειαν αὐτοῦ.
Ὅταν δὲ περιπατῇς μετά τινος ἐν ὁδῷ, μὴ παραδέξῃ ματαίαν ὁμιλίαν· ἀλλὰ δὸς τῷ νῷ, ἥνπερ εἶχε πνευματικὴν ἐργασίαν, ὅπως γένηται αὐτῷ συνήθεια ἀγαθή, καὶ λήθη τῶν τοῦ κόσμου ἡδέων, καὶ εἰς τοὺς τῆς ἀπαθείας καταντήσῃ λιμένας. Τούτοις καὶ πλείοσι λόγοις κατηχήσας τὸν ἀδελφὸν ἀπέλυσε. μετὰ δὲ χρόνον ὀλίγον, πάλιν ἐπανῆλθε πρὸς αὐτόν, καὶ τῆς ἐρωτήσεως ἀπαρξάμενος ἔλεγε. Τί ποιήσω Πάτερ, ὅτι ἐν τῇ νυκτερινῇ μου λειτουργίᾳ ὁ ὕπνος βαρεῖ με, καὶ οὐκ ἐᾷ νηφόντως προσεύχεσθαι· ἀλλ᾽ οὔτε ἀγρυπνῆσαι ἐκ περισσοῦ; καὶ θέλω ἐργόχειρον ψηλαφῆσαι ἡνίκα ψάλλω; Ὁ δὲ ἔφη· ὅταν δύνῃ νηφόντως προσεύχεσθαι, μὴ ψηλαφήσῃς ἐργόχειρον. εἰ δὲ ἀκηδίᾳ κατασχεθῇς, μικρὸν κινήθητι ἐπαπειλῶν τῷ λογισμῷ, καὶ ψηλάφησον τὸ ἐργόχειρον. Ὁ δὲ πάλιν πρὸς αὐτὸν ἔφη· αὐτὸς δέσποτα οὐ βαρῇ τῷ ὕπνῳ ἐν τῇ λειτουργίᾳ σου; λέγει αὐτῷ· δυσχερῶς μὲν, πλήν, εἰ φθάσῃ ποτὲ μικρόν, κινοῦμαι, καὶ λέγω ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου ἀπαρχῆς, ἐκτείνων πρὸς τὸν Θεὸν τὸ ὄμμα τῆς διανοίας, καὶ εὐθὺς ἀφανὴς γίνεται. ὡσαύτως δέ, καὶ περὶ τῶν λογισμῶν κέχρημαι· ὅταν γὰρ ἐπέλθῃ, ἀπαντῶ αὐτῷ ὡς πῦρ μετὰ δακρύων, καὶ ἀφανὴς γίνεται. σὺ δὲ τέως οὕτως οὐ δύνασαι ὁπλίσασθαι, ἀλλὰ μᾶλλον κράτει πάντοτε κρυπτὴν μελέτην, καὶ τὰς τυπωθείσας παρὰ τῶν Ἁγίων Πατέρων ἡμερινάς τε εὐχάς· λέγω δὴ, τρίτην, ἕκτην, καὶ ἐννάτην, ἑσπερινά, καὶ τὰς νυκτερινὰς λειτουργίας σπούδασον ἐπιτελεῖν· πάσῃ δὲ δυνάμει τηρεῖν, μηδὲν ποιεῖν κατὰ ἀνθρωπαρέσκειαν, μηδὲ ἔχειν ποτὲ ἔχθραν κατὰ τοῦ ἀδελφοῦ σου, ἵνα μὴ χωρίσῃς σεαυτὸν ἀπὸ τοῦ ἀδελφοῦ σου, ἵνα μὴ χωρίσῃς σεαυτὸν ἀπὸ τοῦ Θεοῦ σου.
Σπούδασον ἀμετεώριστόν σου τὴν διάνοιαν φυλάξαι. ἐπιμελῶς ἔχουσαν πρὸς τοὺς ἔσωθεν λογισμούς. ἐπειδὰν ἐν τῇ ἐκκλησίᾳ ὢν, καὶ μέλλεις μεταλαμβάνειν τῶν θείων τοῦ Χριστοῦ μυστηρίων, μὴ ἐξέλθῃς ἄχρις ἂν λάβῃς τὴν τελείαν εἰρήνην· ἐν ἑνὶ τόπῳ ἑστηκώς, μὴ ἀποστῇς ἐκεῖθεν ἕως ἀπολύσεως. νόμιζε δὲ σεαυτὸν ἐν τῷ οὐρανῷ ἑστάναι, καὶ μετὰ τῶν Ἁγίων Ἀγγέλων τῷ Θεῷ ἀπαντῆσαι, καὶ αὐτὸν ὑποδέξασθαι ἐν τῇ καρδίᾳ· ἐν φόβῳ οὖν, καὶ τρόμῳ πολλῷ παρασκευάζου, ἵνα μὴ ἀναξίως μετάσχῃς τῶν Ἁγίων δυνάμεων. καὶ ἐπὶ τούτοις καλῶς καθοπλίσας τὸν ἀδελφὸν τῷ Κυρίῳ, καὶ τῷ Πνεύματι τῆς χάριτος αὐτοῦ τοῦτον παραθέμενος, ἀπέλυσεν. Πρὸς δὲ τούτοις, διηγεῖτο ἔτι καὶ ὁ συνὼν αὐτῷ ἀδελφὸς ταῦτα· ὅτι περ καθεζομένου μου ποτὲ πλησίον αὐτοῦ, ἠρώτησα αὐτόν, εἰ ἐπειράθη ἐπιβουλαῖς δαιμόνων ἐν ταῖς ἐρήμοις καθεζόμενος. ὁ δέ φησι· συγχώρησον ἀδελφέ· ἐὰν συγχωρήσῃ ὁ Θεὸς ἐλθεῖν εἰς σὲ, οὓς ὑπέστην πειρασμοὺς ὑπὸ τοῦ διαβόλου, οὐκ οἶμαι δύνασθαί σε ὑπενεγκεῖν τὴν τούτων πικρίαν· ἑβδομηκοστὸν τοῦτο ἔτος ἔχω, ἢ καὶ πρός, πλεῖον ἐν τοῖς πειρασμοῖς ὑπομένων, καὶ διαφόρους οἰκήσας ἐρήμους ἐν ἡσυχίᾳ ἀκροτάτῃ, τοσαῦτα ἐπειράθην, καὶ πέπονθα ἐξ αὐτῶν, ἅπερ οὐ συμφέρει τοῖς μήπω εἰληφόσι πεῖραν ἡσυχίας, διηγήσασθαι τὴν τούτων πικρίαν. Τοῦτο δὲ ἀεὶ ἐν τοῖς πειρασμοῖς ἐποίουν, πᾶσαν τὴν ἐλπίδα μου τῷ Θεῷ ἀνετίθουν, πρὸς ὃν καὶ τὰς συνθήκας τῆς ἀποταγῆς ἐποιησάμην. καὶ αὐτὸς εὐθέως πάσης ἀνάγκης ἐρρύετό με. διὸ ἀδελφὲ οὐκ ἔτι ἐμαυτοῦ πρόνοιαν ποιοῦμαι. οἶδα γὰρ αὐτὸν ὑπὲρ ἐμοῦ μεριμνῶντα, καὶ κουφοτέρως φέρω τοὺς ἐπαγομένους μοι πειρασμούς.
Τοῦτο δὲ αὐτὸ μόνον οἴκοθεν προσφέρω, τὸ, ἀδιαλείπτως προσεύχεσθαι. οἶδα γάρ, ὅτι ὅσον ἐπιτείνεται τὰ δεινά, τοσοῦτον προξενοῦνται οἱ στέφανοι τῷ ὑπομένοντι. συναλλάγματα γάρ εἰσι ταῦτα παρὰ τῷ δικαίῳ κριτῇ. Ταῦτ᾽ οὖν εἰδὼς ἀδελφέ, μὴ τῇ ῥαθυμίᾳ καταπέσῃς, εἰδὼς ὅτι μέσον τοῦ πολέμου ἔστηκας ἀγωνιζόμενος, καὶ πλείστους ὄντας τοὺς ὑπὲρ ἡμῶν πολεμοῦντας τῷ ἐχθρῷ τοῦ Θεοῦ. πῶς γὰρ οἷόν τε ἦν ἡμᾶς κατατολμᾶν πρὸς οὕτω φοβερὸν ἀντίπαλον τοῦ ἡμετέρου γένους, εἰμὴ ἡ κρατίστη δεξιὰ τοῦ Θεοῦ λόγου, συνεῖχεν ἡμᾶς περιέπουσα καὶ σκέπουσα; πῶς ὑφίστατο ἡ ἀνθρωπίνη φύσις τὰς ἐπιβουλὰς αὐτοῦ; Τίς γάρ, φησιν· ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ, τίς ἂν εἰσέλθῃ; ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαρριπτοῦνται ἐσχάραι πυρός· ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καιομένης αἱθάλης, πυρὶ ἀνθράκων. ἡ ψυχὴ αὐτοῦ ἄνθρακες· φλὸξ δὲ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται· ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις. Ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια· ἡ καρδία αὐτοῦ πέπηγεν· ὡσεὶ λίθος ἕστηκε, καὶ ὥς περ ἄκμων ἀνάλωτος· ἀναζεῖ τὴν ἄβυσσον, ὥσπερ χαλκεῖον. ἡγεῖται τὴν θάλασσαν, ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου, ὥσπερ αἰχμάλωτον. πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς βασιλεύων πάντων τῶν ἐν τοῖς ὕδασι. πρὸς τοῦτον ἡμῖν ἡ πάλη ἀδελφέ. τὸν τοιοῦτον καὶ τηλικοῦτον ὑπέγραψεν ὁ λόγος τύραννον. Ἀλλὰ τούτου ἡ νίκη ῥαδίως τοῖς νομίμως τὸν μονήρη βίον ἐπανηρημένοις γίνεται, διὰ τὸ μὴ ἔχειν τὶ τῶν αὐτοῦ· διὰ τῆς ἀποταγῆς τοῦ κόσμου, καὶ τῆς ἀνδραγαθίας τῶν ἀρετῶν. διὰ τὸ ἔχειν ἡμᾶς τὸν ὑπὲρ ἡμῶν πολεμοῦντα.
Τίς γὰρ προσελθὼν τῷ Κυρίῳ, εἰπέ μοι; καὶ τὸν φόβον αὐτοῦ ἐν νῷ λαβών, οὐ μετεποιήθη τῇ φύσει; καὶ τοῖς θείοις νόμοις τε, καὶ ἔργοις καταλαμπρύνας ἑαυτόν, φαεινοτάτην ψυχὴν οὐκ εἰργάσατο; καὶ τοῖς θείοις νοήμασιν, καὶ λογισμοῖς ἀπαστράπτειν οὐ παρεσκεύασεν; ἀργὴν δὲ αὐτὴν οὐκ ἐᾷ. ἔχει γὰρ τὸν Θεὸν διεγείροντα τὸν νοῦν, ἀκορέστως ἐφίεσθαι τοῦ φωτός. καὶ πυκνῶς ἐνεργουμένη ἡ τοιαύτη ψυχὴ οὐ συγχωρεῖται ὑπὸ τοῦ πνεύματος ἐν τοῖς πάθεσι καταμαλακίζεσθαι. ἀλλ᾽ οἷά τις βασιλεύς, δριμὺ καὶ φοβερὸν κατὰ τῶν ἐναντίων πνέων, κόπτων τε ἀφειδῶς, καὶ μηδαμῶς ἐπιστρεφόμενος εἰς τὰ ὀπίσω· ἀλλὰ διὰ τῆς πρακτικῆς τὰς χεῖρας εἰς οὐρανὸν κινῶν, καὶ διὰ τῆς προσευχῆς τοῦ νοῦ, τὴν νίκην ποιεῖται τοῦ πολέμου. Διηγεῖτο δὲ πάλιν καὶ τοῦτο ὁ αὐτὸς ἀδελφός. ὅτι περ πρὸς ταῖς ἄλλαις αὐτοῦ ἀρεταῖς, καὶ ταύτην ἐκέκτητο· οὐδέ ποτε ἀργὸν ἠνείχετο ἀκοῦσαι λόγον. εἰ δὲ καί τις ἐξ ἀπροσεξίας διηγεῖτο πρᾶγμα μὴ συντεῖνον εἰς ὠφέλειαν ψυχῆς, οὐδ᾽ ὅλως ἀπεκρίνετο. ἀλλ᾽ οὐδὲ ἀπερχομένου μου ποτὲ εἰς διακονίαν, ἠρώτα διατὶ ἀπέρχῃ; ἢ πάλιν ἐρχομένου μου, ἔλεγε, ποῦ εἶ; ἢ πῶς, ἢ τί πεποίηκας; Ποτὲ γοῦν καταπλεύσαντός μου ἐπὶ Ἀλεξάνδρειαν διὰ ἀναγκαίαν χρείαν, κἀκεῖθεν ἀνελθόντος μου ἐπὶ τὴν βασιλίδα τῶν πόλεων, ἐκκλησιαστικοῦ πράγματος ἕνεκα· καὶ δὴ, συνταξάμενος τοῖς ἐκεῖ εὐλαβεστάτοις ἀδελφοῖς ἀνῆλθον, μηδεμίαν ἀπόκρισιν δηλώσας τῷ τοῦ Θεοῦ θεράποντι.
Διατρίψας οὖν ἐκεῖ χρόνον ἱκανόν, ἐπανῆλθον πάλιν ἐν τῇ σκήτῃ πρὸς αὐτόν. ὁ δὲ ἰδών με, καὶ περιχαρὴς γενόμενος, καὶ ἀσπασάμενός με, ποιήσας εὐχὴν ἐκάθησε, μηδὲν τὸ παράπαν ἐρωτήσας με, ἀλλὰ τῇ θεωρίᾳ προσασχολούμενος διέμενε. Ποτὲ γοῦν δοκιμάσαι αὐτὸν βουλόμενος, ἔμεινα ἐπὶ ἡμέρας, μὴ ἐπιδεδωκὼς αὐτῷ ἄρτον φαγεῖν. ὁ δὲ οὐκ ἐπεζήτησεν, οὐδὲ εἶπέ τι. ἐγὼ δὲ μετὰ ταῦτα βαλὼν αὐτῷ μετάνοιαν, εἶπον πρὸς αὐτόν· ποίησον ἀγάπην, πάτερ, καὶ εἰπέ. ἆρα οὐκ ἐλυπήθης, ὅτι οὐκ ἤνεγκά σοι κατὰ τὴν συνήθειαν φαγεῖν; ὁ δέ φησι. συγχώρησον ἀδελφέ· εἴκοσιν ἡμέρας ἐὰν μή μοι δῷς ἄρτον φαγεῖν, οὐκ ἔτι ζητῶ παρὰ σοῦ· ἄχρις οὗ γὰρ ὑπομένω τῇ ψυχῇ, οὕτω καὶ τῷ σώματι. τοσοῦτον ἦν τῇ θεωρίᾳ τοῦ ὄντως ἀγαθοῦ προσασχολούμενος. Ἔλεγε δὲ, ὅτι ἀφ᾽ οὗ ἦλθον ἐν τῇ σκήτῃ οὐ συνεχώρησα τὸν λογισμόν μου ἐξελθεῖν ἔξω τῆς κέλλης· ἀλλ᾽ οὐδὲ ἄλλον λογισμὸν ἐν τῇ διανοίᾳ μου παραδέδεγμαι, πλὴν τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῶν τοῦ μέλλοντος αἰῶνος δικαιωτηρίων· ἐνθυμούμενος τήν τε τοῖς ἁμαρτωλοῖς ἠπειλημένην κρίσιν, καὶ τὸ πῦρ τὸ αἰώνιον, καὶ τὸ ἐξώτερον σκότος, καὶ πῶς αἱ τῶν ἁμαρτωλῶν ψυχαὶ διάγουσι, καὶ τῶν δικαίων, καὶ τὰ τοῖς δικαίοις ἀποκείμενα ἀγαθά. καὶ ἕκαστον λαμβάνοντα τὸν ἴδιον μισθόν, κατὰ τὸν ἴδιον κόπον. τὸν μὲν, ὑπὲρ τῆς τῶν πόνων αὐξήσεως. τὸν δὲ, ὑπὲρ ἐλεημοσύνης, καὶ ἀγάπης ἀνυποκρίτου. τὸν δὲ, ὑπὲρ ἀκτημοσύνης, καὶ τῆς τοῦ κόσμου παντὸς ἀποταγῆς. ἕτερον. ὑπὲρ ταπεινοφροσύνης, καὶ ἀκροτάτης ἡσυχίας. ἄλλον, ὑπὲρ τῆς εἰς ἄκρον ὑποταγῆς. ἕτερον, ὑπὲρ ξενιτείας.
Ταῦτα πάντα διαλογιζόμενος, οὐ συγχωρῷ ἕτερον λογισμὸν ἐνεργεῖσθαι ἐν ἐμοί, οὐδὲ δύναμαι ἔτι μετὰ ἀνθρώπων εἶναι, ἢ πρὸς τούτους ἀσχολῆσαί μου τὸν νοῦν, ἵνα μὴ τῶν θειοτέρων ἐννοιῶν χωρισθῶ. Προσετίθει τούτοις καὶ διήγησιν ἑνός τινος μονάζοντος, καὶ ἔλεγεν· ὅτι εἰς ἀπάθειαν ἦν ἐληλακώς, καὶ ἐκ χειρὸς ἀγγέλου τὸν ἄρτον ἐδέχετο τῆς τροφῆς· καὶ διὰ τῆς ἀμελείας, τῆς τιμῆς ταύτης ἐζημιώθη. ὅταν γὰρ ἡ ψυχὴ τὸ πυκνόν, καὶ σύντονον τοῦ νοὸς ὑποχαλάσῃ, κρατεῖ τῆς ψυχῆς ἡ νύξ. ὅπου γὰρ ὁ Θεὸς μὴ ἐπιλάμπει, πάντα ὡς ἐν ζόφῳ διακέχυνται, καὶ οὐ δύναται πρὸς τὸν Θεὸν μόνον βλέπειν, καὶ τρέμειν τοὺς λόγους αὐτοῦ. Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι λέγει Κύριος, καὶ οὐ Θεὸς πόρρω. ἢ κρυβήσεται ἄνθρωπος ἐν κρυφῇ, κἀγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. καὶ ἑτέρων πολλῶν ἐμέμνητο τὰ ὅμοια παθόντων. Πρὸς τούτοις δὲ καὶ τὸ Σολομῶντος παρήγαγε πτῶμα, ὅς φησι· τοσαύτην σοφίαν εἰληφώς, καὶ παρὰ πάντων δοξαζόμενος, ἦν γὰρ ὡς ἑωσφόρος τὸ πρωὶ ἀνατέλλων, τὸ φαιδρὸν τῆς σοφίας πάντας φωτίζων· καὶ διὰ μικρὰν ἡδονήν, τὴν δόξαν ἀπώλεσε. Φόβος οὖν ἐστὶ τὸ ἀμελεῖν. ἀδιαλείπτως δεῖ προσεύχεσθαι, ἵνα μὴ ἕτερος λογισμὸς ἀπελθών, χωρίσῃ ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, καὶ τοῦ ἡμετέρου νοὸς παρυφιστάμενόν τι. ἡ γὰρ καθαρὰ καρδία, τοῦ Πνεύματος τοῦ Ἁγίου γενομένη ὅλη χωρητική, ὅλον αὐτὸν καθαρῶς ἐνοπτρίζεται τὸν Θεόν.
Ταῦτα οὖν ἀκούων ἐγώ, φησι, καὶ ἔργοις αὐτοῖς κατέλαβε ὅτι ἄπρακτα ἦν ἐν αὐτῷ παντελῶς τὰ σαρκικὰ πάθη· ἐπιθυμητὴς δὲ τῶν κρειττόνων πάντως ἦν, ὡς πάντοτε ὁρᾶσθαι αὐτὸν τῷ θείῳ Πνεύματι διαμορφούμενον, καὶ στενάζοντα στεναγμοῖς ἀλαλήτοις· καὶ εἰς ἑαυτὸν συστρεφόμενον, καὶ ἑαυτὸν σταθμίζοντα, καὶ ἀγωνιῶντα μήπως τὸ τῆς διανοίας καθαρὸν ἐπιθολώση ἐπεισελθόντα· καὶ μῶμός τις λανθανόντως αὐτῷ προσγένηται. Ὁρῶν οὖν ἐγὼ ταῦτά, φησιν ὁ συνὼν αὐτῷ ἀδελφός, καὶ ὥσπερ εἰς ζῆλον διεγειρόμενος τῶν ὁμοίων κατορθωμάτων, συνεχῶς ἐπεκείμην, καὶ πυκνὰς τὰς πρὸς αὐτὸν ἐρωτήσεις ἐποιούμην· πῶς δύναμαι, λέγων, κτήσασθαι καθαρὸν τὸν νοῦν, ὥσπερ καὶ σύ; ὁ δὲ ἔλεγεν· ὕπαγε πόνησον· κόπου γὰρ χρεία, καὶ πόνου καρδίας. οὐ γὰρ κοιμωμένοις ἡμῖν, καὶ ἀναπεπτωκόσι, τὰ σπουδῆς ἄξια, καὶ πόνου παραγίνεται. ὅπου δὲ τὰ τῆς γῆς ἀγαθά, χωρὶς κόπου παραγίνεταί τισι. Δέον οὖν τὸν βουλόμενον εἰς πνευματικὴν προκοπὴν ἐλθεῖν, πρὸ πάντων ἀποτάξασθαι τοῖς οἰκείοις θελήμασι, καὶ κτήσασθαι διὰ παντὸς τὸ πένθος καὶ τὴν ἀκτημοσύνην· μή προσέχοντα ταῖς ἁμαρτίαις ἑτέρων, ἀλλὰ ταῖς ἰδίαις καὶ μόνον, καὶ ὑπὲρ τούτων κλαίειν ἡμέρας καὶ νυκτός. καὶ μὴ ἔχειν φιλίαν μετὰ ἀνθρώπου. ψυχὴ γὰρ κατώδυνος συμφοραῖς, καὶ τῇ μνήμῃ τῶν προημαρτημένων κεντουμένη, νεκρὰ γίνεται τῷ κόσμῳ, καὶ ὁ κόσμος νεκροῦται αὐτῇ· τουτέστιν ἄπρακτα γίνεται τῆς σαρκὸς τὰ πάθη, καὶ ὁ ἄνθρωπος τοῖς πάθεσιν. ὁ γὰρ ἀποτασσόμενος τῷ κόσμῳ, καὶ συντασσόμενος τῷ Χριστῷ, καὶ τῇ ἡσυχίᾳ σχολάζων, ἀγαπᾷ τὸν Θεόν, καὶ φυλάττει τὴν εἰκόνα, καὶ τὸ ὁμοίωμα πλουτεῖ· ἄνωθεν γὰρ δέχεται παρ᾽ αὐτοῦ τὴν χορηγίαν τοῦ Πνεύματος, καὶ γίνεται οἶκος Θεοῦ, καὶ οὐ δαιμόνων· ἔργα δίκαια ἐπίσταται τῷ Θεῷ, καὶ ψυχὴ κεκαθαρμένη τοῦ βίου, καὶ ἐλευθέρα τῶν τῆς σαρκὸς μολυσμάτων, μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα, τὸν τῆς δικαιοσύνης ἀναδήσεται στέφανον, ὑπερλάμπουσα τῷ κάλλει τῆς ἀρετῆς.
Ἐν ᾧ γὰρ ἐν ἀρχῇ τῆς ἀποταγῆς οὐ γίνεται πένθος ἐν καρδίᾳ οὔτε δάκρυα πνευματικά, οὔτε μνήμη τῆς ἀπεράντου κολάσεως. οὔτε ἡσυχία ἀληθινή, οὔτε ἐπίμονος προσευχή, οὔτε ψαλμῳδία, καὶ μελέτη τῶν θείων γραφῶν· καὶ οὐκ ἐν ἔθει γέγονε τούτων, ἵνα τῷ ἀδιαλείπτῳ τῆς καρτερίας ἀναγκάζηται, καὶ μὴ βουλομένου αὐτοῦ, ὑπὸ τοῦ νοὸς ταῦτα πράττειν· καὶ ἐνακμάζει ὁ φόβος τοῦ Θεοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἀκμὴν τῇ φιλίᾳ τοῦ κόσμου ὁ τοιοῦτος ἐπαναπαύεται, καὶ οὐ δύναται κτήσασθαι καθαρὸν τὸν νοῦν ἐν τῇ προσευχῇ. ἡ γὰρ εὐσέβεια, καὶ ὁ φόβος τοῦ Θεοῦ, καθαίρουσι τὴν ψυχὴν ἀπὸ τῶν παθῶν, καὶ τὸν νοῦν ἐλεύθερον παρασκευάζει γενέσθαι, καὶ πρὸς φυσικὴν θεωρίαν ἄγει, καὶ θεολογίας ἐφάπτεσθαι ποιεῖ, ἣν ἐν σχήματι μακαριότητος ἐκδέχεται, καὶ τοῖς μετιοῦσιν αὐτὴν ἐντεῦθεν τοὺς ἀρραβῶνας παρέχει, καὶ ἀσάλευτον αὐτὴν φυλάττει. Πάσῃ οὖν δυνάμει τῆς πρακτικῆς ἐπιμελησώμεθα ἐργασίας, δι᾽ ἧς πρὸς τὴν εὐσέβειαν ἀναγόμεθα· ἥ ἐστιν ἡ κατὰ διάνοιαν καθαριότης, ἧς ὁ καρπός, φυσικὴ καὶ θεολογικὴ θεωρία· πρᾶξις γὰρ, ἐπίβασις θεωρίας, ὡς ὁ διαπρύσιος καὶ θεολογικώτατος φησὶ νοῦς. Ἐὰν τοίνυν τῆς πράξεως ἀμελήσωμεν, πάσης ἔρημοι φιλοσοφίας ἐσόμεθα. κἂν γάρ τις πρὸς τὸ ἀκρότατον ἐλάσῃ τῆς ἀρετῆς, δεῖται τοῦ τῆς ἀσκήσεως πόνου, χαλινῶσαι τὰς τοῦ σώματος ἀτάκτους ὁρμάς, καὶ τὴν τῶν λογισμῶν ἐπιτήρησιν φυλάξαι. οὕτω γὰρ ἂν μόλις ἐπιτύχωμεν τῆς τοῦ Χριστοῦ ἐνοικήσεως.
Ὅσῳ γὰρ πλεονάζει ἐν ἡμῖν ἡ δικαιοσύνη, τοσοῦτον ἡ πνευματικὴ ἀνδρεία ἐπιγίνεται· καὶ τελειωθεὶς ὁ νοῦς, πρὸς τὸν Θεὸν ὅλος ἀνακιρνᾶται, καὶ τῷ θείῳ φωτὶ περιλάμπεται, καὶ ἀποκαλύπτεται τῶν μυστηρίων τὰ ἀπόρρητα· καὶ τότε μανθάνει ἀληθῶς, ποῦ ἐστι φρόνησις, ποῦ ἐστὶν ἰσχύς, ποῦ σύνεσις, τοῦ γνῶναι πάντα· ποῦ ἐστι μακροβίωσις, καὶ ζωή· ποῦ φῶς ὀφθαλμῶν, καὶ εἰρήνη. ἕως οὗ γὰρ ἐν τῇ τῶν παθῶν μάχῃ ἀσχολεῖται, οὕπω τούτων ἐν ἀπολαύσει γενέσθαι ἕξει καιρόν. αἱ γὰρ ἀρεταὶ καὶ κακίαι, τυφλὸν ἀπεργάζονται τὸν νοῦν. αἱ μὲν, ἵνα μὴ ἴδῃ τὰς ἀρετάς, αἱ δέ, ἵνα μὴ βλέπῃ τὰς κακίας. Ὅταν δὲ τοῦ πολέμου ἀνακοπὴν λάβῃ, καὶ πνευματικῶν ἀξιωθῇ χαρισμάτων, τότε ὅλος φωτοειδὴς γίνεται, πυκνῶς ἐνεργούμενος παρὰ τῆς χάριτος· καὶ ἀκλινὴς ἕστηκεν εἰς τὴν τῶν πνευματικῶν θεωρίαν· ὁ τοιοῦτος, οὐκ ἔστι τοῖς ἐνταῦθα προσδεδεμένος, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Δεῖ οὖν τὸν προσιέμενον τὸν ζηλωτὴν βίον, καὶ προσερχόμενον τῷ Θεῷ, ἁγνὴν ἔχειν καρδίαν, καὶ στόμα καθαρόν· ὅπως καθαρὸς ὁ λόγος ἐκ τοῦ στόματος προερχόμενος, ἀξίως δυνηθῇ ἀνυμνῆσαι τὸν Θεόν. ἡ γὰρ κεκολλημένη ψυχὴ τῷ Θεῷ, διηνεκῶς πρὸς αὐτὸν διαλέγεται. Θελήσωμεν οὖν ἀδελφοὶ εἰς ἐκείνην φθάσαι τὴν ἀκρώρειαν τῶν ἀρετῶν, καὶ μὴ μείνωμεν ἐν τῇ γῇ προσηλωμένοι τοῖς πάθεσιν. ὁ γὰρ ἀγωνιζόμενος, καὶ φθάσας προσεγγίσαι Θεῷ, καὶ ἐν μεθέξει τοῦ ἁγίου φωτὸς γενέσθαι, καὶ τῷ πόθῳ αὐτοῦ τρωθῆναι, κατατρυφᾷ τοῦ Κυρίου πνευματικήν τινα καὶ ἀκατάληπτον εὐφροσύνην· καθά φησιν ὁ θεῖος ψαλμός.
Κατατρύφησον τοῦ Κυρίου, καὶ δώῃ σοι τὰ αἰτήματα τῆς καρδίας σου· καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν· Ποῖος γὰρ πόθος ψυχῆς οὕτω δριμύς καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγινόμενος τῇ ψυχῇ, τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ; καὶ ἀπὸ ἀληθινῆς διαθέσεως καρδίας λεγούσῃ, τετρωμένη ἀγάπης ἐγώ εἰμι; ἄρρητοι παντελῶς καὶ ἀνεκδιήγητοι τοῦ θείου κάλλους αἱ ἀστραπαί· οὐ παρίστησι λόγος. οὐ δέχεται ἀκοή. κἂν ἑωσφόρου αὐγὰς εἴπῃς, κἂν σελήνης λαμπρότητα, κἂν ἡλίου φῶς, πάντα ἀτιμα πρὸς εἰκασίαν τῆς δόξης ἐκείνης, καὶ πλέον ἀπολειπόμενα πρὸς τὴν τοῦ ἀληθινοῦ φωτὸς σύγκρισιν, ἢ καθόσον βαθεῖα νὺξ, ἢ στυγνὴ σκοτομήνη, μεσημβρίας καθαρωτάτης. Οὕτω γὰρ καὶ Βασίλειος ὁ ἐν διδασκάλοις θεσπέσιος, τῇ πείρᾳ παραλαβών, καὶ διδαχθεὶς παρέδωκεν ἡμῖν. Ταῦτα μὲν οὖν, καὶ πλείονα τούτων ὁ συνὼν αὐτῷ ἀδελφὸς διηγήσατο· ἀλλαμὴν καὶ τοῦτο τίς αὐτοῦ μὴ θαυμάσειε, τῆς ταπεινοφροσύνης αὐτοῦ ἔχον ἀπόδειξιν μεγάλην· ἐκ πολλοῦ γὰρ πρεσβυτερίου ἀξιωθείς, καὶ τῶν οὐρανίων ἁψάμενος κατὰ πολιτείαν καὶ γνῶσιν, οὕτω τῶν θείων Ἱερουργιῶν ὑπέφευγε τὸν ὄγκον, ὥστε ἐν πλείστοις αὐτοῦ ἀγωνισμάτων χρόνοις, μὴ καταδέξασθαι σχεδὸν τῇ ἱερᾷ προσεγγίσαι τραπέζῃ. ἀλλὰ καὶ τὴν τῶν θείων μυστηρίων μετάληψιν, τοσαύτῃ ἀκριβείᾳ συζῶν ὁπηνίκα τὴν πρὸς ἀνθρώπους συντυχίαν ἐποιεῖτο οὐ μετελάμβανε· καί περ μηδενὸς γηίνου λεγομένου παρ᾽ αὐτοῦ, ἀλλ᾽ ἐπ᾽ ὠφελείᾳ τῶν αἰτούντων τὴν συντυχίαν ποιούμενος.
Μέλλων δὲ τῶν θείων μεταλαμβάνειν μυστηρίων, εὐχαῖς, καὶ ψαλμωδίαις, καὶ ἐξομολογήσεσι τὸν Θεὸν ἐδυσώπει. τὴν γὰρ τοῦ Ἱερέως ἔφριττε φωνήν, ἐν ταύτῃ διὰ τοῦτο προσφωνοῦντος καὶ λέγοντος· τὰ Ἅγια, τοῖς Ἁγίοις. ἔλεγε γὰρ, πᾶσαν τὴν Ἐκκλησίαν πληροῦσθαι ἁγίων Ἀγγέλων· καὶ αὐτὸν δὲ τὸν βασιλέα τῶν δυνάμεων μυστικῶς ἱερουργούμενον, καὶ ἐν ταῖς ἡμετέραις καρδίαις μεταποιούμενον εἰς σῶμα καὶ αἶμα. Διὸ καὶ ἔλεγε· χρὴ ἡμᾶς ἁγνῶς καὶ καθαρῶς, καὶ οἱονεὶ ἔξω σαρκὸς γινομένους, χωρὶς παντὸς δισταγμοῦ, καὶ ἐνδοιασμοῦ, κατατολμᾶν, τῆς ἁγίας κοινωνίας τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, ὅπως τοῦ ἐξ αὐτῶν φωτισμοῦ γενώμεθα μέτοχοι. Πολλοὶ γὰρ τῶν Ἁγίων Πατέρων, ἐθεώρουν τοὺς Ἀγγέλους παραφυλάττοντας αὐτούς· διὸ καὶ τῇ σιωπῇ ἐφύλαττον ἑαυτούς, πρός τινα μὴ διαλεγόμενοι. ἔλεγε δὲ καὶ τοῦτο· ὅτι εἰ ἐγένετο αὐτοῦ χρεία, δι᾽ ἑαυτοῦ πωλῆσαι τὸ ἴδιον ἐργόχειρον, ἵνα μὴ ἐκ τοῦ λέγειν καὶ ἀνταποκρίνασθαι ψεῦδός τι, ἢ ὅρκος· ἢ περιττολογία, ἢ ἕτερον εἰδος ἁμαρτίας, ἀκολουθήσῃ, τὸ δοκεῖν εἶναι σαλὸς ὑποκρινόμενος ἵστατο. καὶ πᾶς ὁ βουλόμενος ἀγοράσαι, ἐλάμβανε παρ᾽ αὐτοῦ, καὶ παρεῖχεν ὃ ἠβούλετο. εἰργάζετο δὲ τὸ καλούμενον μαλάκιον· ἐδέχετο δὲ τὸ διδόμενον εὐχαρίστως, μηδὲν τὸ παράπαν λαλῶν, ὁ ὄντως φιλόσοφος ἀνήρ.