Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Theognostos, 56. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΘΕΟΓΝΩΣΤΟΥ
Ὁ ὅσιος Θεόγνωστος, ὁ τῶν παρόντων κεφαλαίων Πατήρ, πότερον, ὁ Ἀλεξανδρεύς, καὶ Ἐξηγητής, περὶ οὗ γίνεται μνεία παρὰ Φωτίῳ, ἀναγνώσει ρϛ΄. σελ. 151 οὗτός ἐστιν, ἢ ἄλλος τίς, ἢ ἐν τίσιν ἤκμασε χρόνοις, ἐπ᾽ ἀκριβείας εἰπεῖν οὐκ ἔχομεν. Ὅσον δὲ ἐκ τοῦ καρποῦ αὐτοῦ τὸ δένδρον γνωρίσαι, ἀνὴρ καὶ οὗτος ἦν τῶν πράξει καὶ γνώσει διαβεβηκότων, καὶ διὰ καθαρότητα βίου ἔνοικον ἔχων τὴν χάριν τοῦ Πνεύματος. οὗ καὶ ταῖς ἐλλάμψεσι τὸν νοῦν φωτιζόμενος, αἷς φύσει πρόσεστιν ἡ πάντων ἀποκάλυψις, καὶ ταῖς ζωηραῖς αὐτοῦ αὔραις, καθάπερ ὄργανον, ἐμπνεόμενος, οἷόν τι παναρμόνιον, καὶ ἱερὸν μέλος, τὰ παρόντα κεφάλαια ἐκελάδησε, καὶ διὰ τῆς ἐγκειμένης αὐτοῖς χάριτος, καὶ τῶν πνευματικῶν νοημάτων θέλγει τῶν ἀναγινωσκόντων καί ἀκοήν, καὶ διάνοιαν, καὶ πρὸς τὸν τῆς κατορθώσεως ἔμπρακτον ζῆλον ἀνερεθίζει. Τῆς τε γὰρ πρακτικῆς δι᾽ αὐτῶν ὁ ἐξαίρετος ὑφηγεῖται τρόπος, καὶ ἡ τῆς θεωρίας ἀνάβασις ἀπλανῶς ἐκδιδάσκεται. καὶ τίνα, καὶ ὅπως χρὴ εἶναι τὸν Ἱερωσύνῃ τετιμημένον, ἐκ τούτων ἄν τις ἐπ᾽ ἀκριβὲς καταμάθοι. καὶ ὅλως πολλῆς τινος τῆς ἠθικῆς ὠφελείας, καὶ σωτηριώδους νήψεως τοῖς φιλοπόνως μετιοῦσι γίνεται πρόξενα.