Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Theognostos, Τοῦ Ὁσίου Θεογνώστου περὶ πράξεως καὶ θεωρίας· καὶ περὶ Ἱερωσύνης,…

ΠΕΡΙ ΠΡΑΞΕΩΣ ΚΑΙ ΘΕΩΡΙΑΣ
ΚΑΙ ΠΕΡΙ ΙΕΡΩΣΥΝΗΣ
ΗΣ Η ΑΚΡΟΣΤΙΧΙΣ ΗΔΕ.
ΤΟΙΣ ΟΣΙΩΤΑΤΟΙΣ ΠΑΤΡΑΣΙ ΛΑΖΑΡΩΙ ΚΑΙ ΒΑΡΛΑΑΜ. ΘΕΟΓΝΩΣΤΟΣ
ΠΑΝΕΥΤΕΛΗΣ ΑΝΑΞΙΟΣ ΤΟΥ ΠΑΝΤΟΣ ΚΟΣΜΟΥ.

Τότε νόμιζε ἀληθῆ ἔχειν ἀρετήν, ὅταν πάντων τῶν ἐπὶ γῆς τελείως καταφρονήσῃς, ἑτοίμην ἔχων τὴν καρδίαν διὰ καθαρᾶς συνειδήσεως πάντοτε τοῦ ἐκδημῆσαι πρὸς Κύριον. ἐὰν δὲ γνωσθῆναι θέλῃς παρὰ Θεοῦ, ἀγνοήθητι παρὰ τῶν ἀνθρώπων, ὅσον τὸ κατὰ δύναμιν.

Ὅρα τὰς περιττὰς τοῦ σώματος παρακλήσεις, καὶ ὑποστέλλου ἐξ αὐτῶν, μήπως ἀφέλωνταί τι τῶν κόπων σου· καθ᾽ ὅσον δηλαδὴ τοῖς προηγουμένοις πόνοις, πρὸ ἀπαθείας, ἡ ἐντεῦθεν ἐκ τούτων ἐπεισέρχεται ἄνεσις. ζημίαν ἡγούμενος, οὐ τὴν στέρησιν τῶν ἡδέων, ἀλλὰ τὸ διὰ τῆς ἀπολαύσεως τούτων, τῶν κρειττόνων ἀποπεσεῖν.

Μύρμηκα σεαυτὸν νόμιζε, καὶ σκώληκα ἐν πᾶσι αἰσθήσει, ὅπως γένῃ θεόπλαστος ἄνθρωπος. εἰ μὴ γὰρ ἐκεῖνο πρῶτον, οὐκ ἂν τοῦτο ἐπακολουθήσῃ· καὶ ὅσον ἂν κατέλθῃς, τοσοῦτον θ᾽ ἀνέλθῃς, ὅταν δὲ καὶ σεαυτὸν ὡσεὶ οὐθὲν ἐνώπιον Κυρίου λογίζῃ κατὰ τὸν ψαλμῳδόν, τότε γίνῃ μέγας ἐκ μικροῦ λεληθότως. καὶ ὁπηνίκα ὑποπτεύῃς ἔχειν καὶ εἰδέναι οὐδέν, τὸ τηνικαῦτα πλουτεῖς καὶ πρᾶξιν καὶ γνῶσιν ἐν Κυρίῳ ἐπαινετήν.

Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ἡδονῆς λέγω καὶ πονηρίας, ἀφ᾽ ὧν πᾶσα τίκτεται κακία. σύντριψον δὲ δι᾽ ἐγκρατείας, καὶ τῇ ἐκ ταπεινώσεως ἀκακία, ἵνα, εἰ καὶ ἐκζητηθῇ σου ἡ ἁμαρτία, γενναίῳ λόγῳ ἅπασα ἐν καιρῷ ἐρεύνης τῶν πεπραγμένων, μὴ εὑρεθῇ τι. ἐξαλείφεται γὰρ τὰ πεπλημμελημένα, ἡνίκα τὰ αἴτια τούτων, δι᾽ ὧν ἐτελεσιουργήθησαν μεμισηκότες ἡμεῖς, κατ᾽ αὐτῶν στρατευσώμεθα. τὴν πρώτην ἧτταν, ὑστάτῃ νίκῃ ἀνακαλούμενοι.

Οὐδέν ἐστι κρεῖττον καθαρᾶς προσευχῆς, ἀφ᾽ ἧς ὡς ἐκ πηγῆς αἱ ἀρεταὶ βρύουσιν· ἥ, τε σύνεσις καὶ ἡ πραότης, ἡ ἀγάπη, καὶ ἡ ἐγκράτεια, καὶ ἡ ἐκ δακρύων ἐγγινομένη θεόθεν ἀντίληψις ὁμοῦ, καὶ παράκλησις. Κάλλος δὲ ταύτης, ἐν μόνοις τοῖς λεγομένοις καὶ νοουμένοις εἶναι τὴν διάνοιαν, καὶ ἀκόρεστος διαπαντὸς τῆς τοῦ θείου ἐπιτυχίας ὄρεξις. ὁπότε τὸν ἴδιον δεσπότην διὰ τῆς τῶν ὄντων θεωρίας ἀνιχνεύων ὁ νοῦς, καὶ ζητῶν φλεγομένῳ πόθῳ διψητικῶς εὑρεῖν, καὶ ἰδεῖν τὸν ἀθέατον, ἢ θεωρῶν σκότος ἀποκρυφὴν αὐτοῦ, ἀποστρέφει πάλιν εἰς ἑαυτὸν πανευλαβῶς συστελλόμενος· ἀρκούμενος μὲν ἄρτι τῇ συμφερόντως ἀποκαλυπτομένῃ θεωρίᾳ, καὶ ταύτῃ παραμυθούμενος. Εὔελπις δὲ ὢν πάντως τότε καταλαβεῖν τὸ ποθούμενον, ὅταν τῶν ἐαφνώσεων λυθέντων, καὶ τῆς ἐν σκιαῖς φαντασίας ὡς ἐν ἐσόπτρῳ τε καὶ αἰνίγμασιν, καὶ κατὰ πρόσωπον ἀκραιφνὴς ὄψις ἔσται διηνεκῶς.

Συστέλλου ἀπὸ τῶν ὑψηλοτάτων θεωριῶν, εἰ μήπου ἀκροτάτης ἀπαθείας ἐπέβης. καὶ μὴ τρέχε ἀκίχητα τῶν ὑπερσὲ ἐφιέμενος. εἰ βούλει γάρ, φησι, θεολόγος γενέσθαι ὁμοῦ, καὶ θεωρητικός, διὰ πολιτεῖας ἄνελθε, καὶ διὰ καθάρσεως, κτῆσαι τὸ καθαρόν. Ἐπεὶ δὲ θεολογίας ἐμνήσθην, ὅρα μὴ τὸ ταύτης ὕψος εἰς ἀπειρίαν ἐπεκτεινόμενος, καὶ σκόπει, ὅτι οὐ θέμις ἡμῖν γάλα ἔτι ποτιζομένοις τῶν ἀρετῶν, πρὸς τοῦτο πειρᾶσθαι διαπετᾶν, μήπως πτερορρυήσωμεν, ὡς τὰ τῶν νεοττῶν ἀτέλιστα· εἰ καὶ τὸ τῆς γνώσεως μέλι τὸν πόθον παραβιάζεται· ὁπηνίκα δὲ σωφροσύνῃ καὶ δάκρυσι καθαιρόμενοι, γῆθεν ὡς Ἡλίας αἰρώμεθα ἢ Ἀββακούμ, τὴν ἐν νεφέλαις ἀπάρτι τότε προοιμιαζόμενος ἁρπαγήν· καὶ καθαρᾷ προσευχῇ θεωρητικῇ τε, καὶ ἀρεμβάστῳ, ἔξω τῶν αἰσθήσεων εὑρισκόμενοι, ζητῶμεν Θεόν, τότε ἴσως· καὶ τῆς θεολογίας ποσῶς προσαψόμεθα.

Ἐπιθυμῶν θέας ἀξιωθῆναι θείας, καὶ ἐμφανείας κατὰ διάνοιαν, εἰρηνικὸν καὶ ἡσύχιον πρότερον ἄσπασαι βίον· καὶ σχολάσας γνῶθι καὶ σαυτόν, καὶ Θεόν· εἰ γὰρ τοῦτο, οὐδὲν τὸ κωλύον ὡς ἐν αὔρᾳ λεπτῇ τῇ καθαρᾷ καταστάσει καὶ ἀθορύβῳ παντὶ πάθει, τὸν πᾶσι ἀθέατον ὄψεσθαι κατὰ νοῦν, σωτηρίαν σοι διὰ τῆς ἑαυτοῦ ἐκτυπωτέρας γνώσεως εὐαγγελιζόμενον.

Ὥς περ ἀστραπῆς προτρεχούσης, εὐθέως προσδοκᾶται καὶ ἡ βροντή, οὕτως ἔνθα θεῖος ἱλασμὸς ἐπέλαμψε, καὶ ἡ τῶν παθῶν ζάλη γαληνιᾷ· ὅπου δὲ τοῦτο συμπαραδρεύει τῷ κτησαμένῳ καὶ ὁ ἀρραβῶν τῆς ἐκεῖθεν μακαριότητος· οὐκ ἔστι δὲ θεῖον ἔλεος, ἢ ἀπαθείας ἐλπίς, ἐν ψυχῇ ἀγαπώσῃ τὸν κόσμον ὑπὲρ τὸν κτίσαντα, καὶ προσπαθῶς ἐχούσῃ πρὸς τὰ ὁρώμενα· καὶ ὁλικῶς ἀντεχομένῃ τῶν σαρκικῶν ἡδονῶν τε, καὶ ἀπολαύσεων.

Τὸ θεῖον ὅ,τί ποτέ ἐστι, καὶ ποῦ, μὴ ζήτει κατὰ νοῦν· ὑπερούσιον γάρ, καὶ τόπῳ μὴ ἀνεχόμενον, ὡς ὑπὲρ τὸ πᾶν, μόνον δὲ ἐμπερίγραπτον Θεὸν λόγον ἐνοπτρίζου, ὡς ἐφικτόν, φωτοβολοῦντα τῇ θείᾳ φύσει, καὶ τόπῳ ὑπονοούμενον τὸν ἁπανταχοῦ, διὰ τὸ ἀπερίγραπτον τῆς θεότητος· πλὴν ὅσον ἂν καθαίρῃ, κατὰ τοσοῦτον καὶ τῆς ἐλλάμψεως καταξιωθήσῃ.

Ἀληθοῦς γνώσεως ἐρῶν, καὶ πληροφορίαν σωτηρίας ἀνενδοιάστου. πρότερον φιλοσόφησον διαρρῆξαι τοὺς ἐμπαθεῖς τῆς ψυχῆς πρὸς τὸ σῶμα δεσμούς, καὶ γυμνωθεὶς τῆς προσπαθείας τῶν ὑλικῶν, κάτελθε εἰς τὴν τῆς ταπεινώσεως ἄβυσσον, καὶ εὑρήσεις τὸν πολύτιμον μαργαρίτην τῆς σωτηρίας σου, ὡς ἐν ὀστράκῳ τῇ θείᾳ γνώσει ἐγκεκρυμμένον, καὶ τὴν λαμπρότητά σοι τῆς τοῦ Θεοῦ βασιλείας, προμνηστευόμενον.

Τῷ μὲν τὴν νοητὴν κατορθωκότι ὑποταγήν, καὶ ὑποτάξαντι τὴν σάρκα τῷ πνεύματι, οὐ χρεία ἀνθρωπίνης ὑποταγῆς, ὑποτάσσεται γὰρ οὗτος τῷ τοῦ Θεοῦ λόγῳ καὶ νόμῳ, ὡς εὐγνώμων ὑπήκοος· ἐν οἷς δὲ μάχη καὶ πόλεμος σώματος πρὸς ψυχήν, ἀναγκαῖον ὑποταγῆναι, καὶ κτήσασθαι στρατηγὸν καὶ κυβερνήτην, πηδαλιουχοῦντα ἐπιστημόνως καὶ ἄριστα καθοπλίζοντα, μήπως ὑπὸ τῶν νοητῶν πολεμίων ἀναλωθῶμεν, καὶ ὑπὸ τῶν παθῶν ὑπὸ ἀπειρίας καταποντισθῶμεν.

Ὅταν ὑπό τινος πάθους οὐ διενοχλῇ, καὶ ὁ θεῖος πόθος αὔξῃ ἔνδον ἐν τῇ καρδίᾳ σου, καὶ ὁπηνίκα ὡς ὕπνον λογιζόμενος οὐ φοβῇ τὸν θάνατον, ἀλλὰ καὶ μᾶλλον ἐπιποθῇς τὴν ἀνάλυσιν, τότε καὶ τὸν ἀρραβῶνα ἐκτήσω τῆς σωτηρίας ὡς δεῖ, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν περιφέρεις ἔνδοθεν, ἀνεκλαλήτῳ χαίρων χαρᾷ.

Περὶ ἱερωσύνης.

Ἱερωσύνης καταξιωθεὶς τῆς θείας καὶ σεβασμίου, σεαυτὸν πρότερον κεχρεώστηκας ἔχειν τεθυμένον τῷ θανάτῳ τῶν παθῶν, καὶ τῶν ἡδονῶν, καὶ οὕτω κατατολμᾶν προσάπτεσθαι τῆς ζωηρᾶς, καὶ φρικώδους θυσίας, εἰ μὴ βούλει, ὡς ὕλη εὔπρηστος τῷ θείῳ κατακαῆναι πυρί· εἰ γὰρ τὸ Σεραφεὶμ λαβίδος χωρὶς οὐ τετόλμηκε τοῦ θείου προσάψασθαι ἄνθρακος, πῶς αὐτὸς ἐκτὸς ἀπαθείας ἅψῃ; δι᾽ ἧς τήν τε γλῶσσαν ἕξεις ἡγιασμένην, καὶ τὰ χείλη κεκαθαρμένα, καὶ τὴν ψυχὴν ἁγνὴν σὺν τῷ σώματι, καὶ αὐτὰς δὲ τὰς χεῖρας, χρυσίου λαμπροτέρας παντός, ὡς ὑπουργοὺς τοῦ ὑπερουσίου πυρός, καὶ θύματος;

Σύνες τῶν λεγομένων ἀπρὶξ τὴν δύναμιν, ὅτι ἐκεῖνο καθεκάστην ἐποπτεύεις τοῦ Θεοῦ τὸ σωτήριον, ὅπερ ἅπαξ ἰδὼν Συμεὼν ὁ πρέσβυς, ἐξεθαμβήθη, καὶ τὴν ἀπόλυσιν ηὔχετο. καὶ εἰ μὴ ἐχρηματίσθης ὑπὸ τοῦ Ἁγίου Πνεύματος δεκτὸς εἶναι μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὥς περ ἰσάγγελος, μὴ κατατολμᾶς ῥιψοκινδύνως τῆς τῶν θείων φρικτῆς καὶ πανάγνου ἱεροτελεστίας, ἣν καὶ Ἄγγελοι σέβονται, καὶ πολλοὶ τῶν ἁγίων ὡς ἀκήρατον πανευλαβῶς ὑπεστάλησαν· μήπως, ὡς ὁ Ζὰν ἐκεῖνος, δοκήσει τοῦ ἀγαθοῦ ἐξολοθρευθῇς.

Πρόσεχε σεαυτῷ κατὰ τὸν εἰπόντα, ἵνα εἰ καί τι σοι πρώην ἢ ἐγγίνεται ἴσως ῥυπῶδες ἐξ ἀσθενείας τῷ θείῳ καταδαπανᾶται πυρί, ὑπὲρ τῶν ἰδίων πρότερον ἁμαρτιῶν διαπαντὸς προσκομίζῃς. Οὕτω γὰρ ἂν ὡς ἐκλογῆς εὔχρηστον σκεῦος, καὶ καθαρὸν καὶ τοιούτου θύματος ἄξιον, ἰσχύσειας εἰς ἀργυρίου φύσιν, ἢ καὶ χρυσίου μεταβαλεῖν, εἰ καί τινα ξύλινα καὶ ὀστράκινα ἦν, εἰ μόνον ἕξεις ἐκ παρρησίας τὸ θεῖον ἐπικλινόμενον. Ὅπου γὰρ Θεὸς εἰς ὑπακοὴν ἕτοιμος, οὐδὲν ἐμπόδιον τῇ ἐκ τούτου μεταβολῇ.

Ἄθρει δὴ ὅσης κατηξιώθης ἰσαγγέλου τιμῆς, καὶ σπεῦδε διαμένειν ἀνέπαφος ἐν ᾧ ἐκλήθης βαθμῷ, δι᾽ ἀρετῆς πάσης καὶ καθαρότητος. Τὸν γὰρ πεσόντα ἑωσφόρον, οἶδας ἐκ ποίου οἷος κατέστη δι᾽ ἔπαρσιν, ὅπερ μὴ πάθῃς αὐτός, μεγάλα σεαυτῷ φανταζόμενος, ἀλλ᾽ ἔχων σεαυτὸν γῆν καὶ σποδόν, καὶ κάθαρμα, καὶ θρήνει διαπαντός, ὅτι ὅλως ἀξιοῦσαι εἰς κοινωνίαν θείαν, καὶ συγγένειαν προκαλεῖσθαι, διὰ τῆς τῶν ἁγίων μεταχειρήσεως τῆς φρικτῆς ἱεροτελεστίας, φιλανθρωπίᾳ ἀπορρήτῳ Θεοῦ καὶ ἀφάτῳ χρηστότητι.

Τὸν ἱερωμένον καὶ πάντων μὲν χρὴ καθαρεύειν τῶν παθῶν, ἐξαιρέτως δὲ πορνείας, καὶ μνησικακίας, μὴ δὲ ψιλὴν ἔχειν φαντασίαν, εἰμὴ μέλλῃ καθάπερ λελωβημένος ἢ ἀσβόλῃ κεχρισμένος τὰς ὄψεις, σώματος ἁπτόμενος βασιλικοῦ, στυγητὸς εἶναι, καὶ βδελυκτός.

Ῥείθροις δακρύων πρότερον ὑπὲρ χιόνα λευκαινόμενος, οὕτω δὴ καὶ λελευκασμένῃ συνειδείσει διὰ καθαρότητος, ἅπτου τῶν ἁγίων, ὡς ἅγιος, τῇ ἐκτὸς ἀγγελομόρφῳ λευχειμοσύνῃ, τὴν ἔνδοθεν ὑπεμφαίνων τῆς ψυχῆς ὡραιότητα· ὅρα δὲ μὴ πληροφορεῖσθαι ἐν τῇ τῶν θείων τελεταρχίᾳ ταῖς ὑπ᾽ ἀνθρώπων μόνον παραδόσεσιν, ἀλλ᾽ ἔστω σοι καὶ ἡ χάρις κρυπτῶς ἅμα καὶ μυστικῶς, τὰ ὑψηλότερα συνετίζουσα.

Ἀφθαρσίας ἐρῶν καὶ ἀθανασίας, σεβασμίως καὶ εὐλαβῶς πίστει μέτελθε τὰ ζωοποιὰ καὶ μὴ φθειρόμενα, ἰμειρόμενος καὶ τῆς ἐντεῦθεν ἐκδημίας, ὡς τετελειωμένος διὰ τῆς πίστεως· εἰ δὲ φοβῇ θάνατον, οὔπω ἀνεκράθης διὰ τῆς ἀγάπης Χριστῷ, ὃν κατηξιώθης αὐτόχειρ θύειν, καὶ οὕπερ ἐμφορῇ τῶν σαρκῶν· ἢ γὰρ ἂν, ἔσπευδες ἀπελθεῖν ὅπουπερ ὁ φιλούμενος, τῆς ζωῆς τε καὶ τῆς σαρκὸς μηδένα λοιπὸν λογον ποιούμενος.

Σαρκὸς Θεοῦ, καὶ θύτης γεγενημένος, καὶ κοινωνὸς διὰ τῆς μεταλήψεως, σύμφυτος γενέσθαι καὶ τῷ τοῦ θανάτου αὐτοῦ ὁμοιώματι κεχρεώστηκας, μηκέτι ζῶν ἑαυτῷ, κατὰ τὸν Ἀπόστολον, ἀλλὰ τῷ ὑπὲρ σοῦ σταυρωθέντι, καὶ ἀποθανόντι· εἰ δὲ σαρκί, καὶ κόσμῳ ζῆς ἐμπαθῶς, εὐτρεπίζου διὰ θανάτου, πρὸς τιμωρίαν ἀθάνατον, εἰ μὴ στῇς ἑκουσίως πρὸ τελευτῆς τῆς ἀναιμάκτου θυσίας, πλὴν ὅτι πολλοὶ κἀνταῦθα τῶν ἀναξίως ἱερουργούντων αἰφνηδίῳ ἀναρπασθέντες θανάτῳ, τοῖς ἐκεῖσε παρεπέμφθησαν δικαιωτηρίοις.

Ἱερεὺς γάρ τις ἐνταυτῷ ἅμα, καὶ Μοναχὸς εὐλαβείας δόξαν ἔχων, καὶ πολλοῖς τῆς ἔξωθεν ἐπιφανείας τίμιος νομιζόμενος, ἔνδοθεν δὲ κρυπτῶς λαγνεύων, καὶ μολυνόμενος, τὴν θείαν καὶ ἱερὰν ἐπιτελῶν λατρείαν, ἐπεὶ τῇ τοῦ χερουβικοῦ προσήγγισεν ὑμνωδίᾳ, τὸν αὐχένα ὑποκλίνας, ὡς σύνηθες, ἔμπροσθεν τῆς ἁγίας τραπέζης, καὶ τὸ οὐδεὶς ἄξιος ἐπαναγινώσκων, ἐξαίφνης εὐρέθη νεκρός, ἐπὶ τοιούτου σχήματος καταλιπούσης αὐτὸν τῆς ψυχῆς.

Λόγου ὀρθοῦ, καὶ γνώσεως οὐδὲν προυργιαίτερον· ἐντεῦθεν γὰρ προσγίνεται, ὁ εἰς Θεὸν φόβος, καὶ πόθος, ὁ μὲν καθαίρων δι εὐλαβείας καὶ συστολῆς, ὁ δὲ τελειοποιῶν διὰ φωτιστικῆς ἕξεώς τε καὶ διακρίσεως, καὶ τὸν νοῦν μετεωροπόρον ἀπεργαζόμενος δι᾽ ὑψηλῆς θεωρίας καὶ ἀναβάσεως, ἀμήχανων δὲ φόβου χωρίς, πρὸς τὸν θεῖον ἔρωτα διαπορθμευθῆναι, καὶ δι᾽ αὐτοῦ πετάσαι καὶ καταπαῦσαι πρὸς τὰ ἐλπιζόμενα.

Ἄγε δὴ ἐμοὶ πειθόμενος, ὁ τῆς σωτηρίας διακαῶς καὶ ἀναστοχήτως ἐπιποθῶν, ἕως οὗ καταλάβῃς τρέχε, ζητῶν ἐμπόνως, αἰτῶν ἀπαύστως, καὶ κρούων ὑπομονητικῶς, ἕως ἐπιτύχῃς, ὑποβάθραν, πίστιν στερεὰν πηξάμενος, καὶ ταπείνωσιν· τότε δὲ κατέλαβες τὸ ποθούμενον, οὐχ ὅταν ἀφέσεως ἁμαρτιῶν μόνον τεύξῃ, ἀλλ᾽ ὅταν οὐκ ἔτι πτοῇ οὐδὲ δέδοικας πάθους τινὸς ἐπανάστασιν, ἀφόβως καὶ μετὰ παρρησίας τῆς σαρκὸς χωριζόμενος.

Ζήτει πληροφορίαν λαβεῖν μετὰ πολλῶν δακρύων, πλὴν μὴ πρὸ τελευτῆς, εἰ ταπεινόφρων εἴης, μήπως εἰς τὸ ἑξῆς ὡς ἀμεριμνήσας καταφρονήσῃς, ἀλλὰ τότε πλησιον εὑρεῖν ἐξόδου, πλὴν ἀναστόχητον, ἵνα μὴ θαρρήσας ἔχειν χλευαστικῶς ἐξ οἰήσεως, ἀστοχήσῃς τοῦ ἐφετοῦ, τοῦ ἐλπιζομένου τότε καταλαβόντος καιροῦ, καὶ ποῦ πορεύσῃ ταλαίπωρε ἀρραβῶνος χωρίς, καὶ τῆς σωζούσης ἀναμφιβόλου πληροφορίας διδομένης διὰ τοῦ πνεύματος;

Ἀπαθείας ἐρῶν τῆς θεοποιοῦ, δι᾽ ὑπακοῆς πρῶτον καὶ ταπεινώσεως εὑρὲ τὸ ποθούμενον, ἵνα μὴ δι᾽ ἄλλης ὁδεύσας, κόπους σεαυτῷ προξενήσῃς· ἀπάθειαν δὲ κέκτηται, οὐχ ὁ ποτὲ μὲν ὑπὸ τῶν παθῶν παρενοχλούμενος, ποτὲ δὲ ἡρεμῶν καὶ ἀναπαυόμενος, ἀλλ᾽ ὁ διηνεκῶς ἐντρυφῶν τῇ ἀπαθείᾳ, καὶ τῶν αἰτιῶν παρόντων τῶν παθῶν, μένων ἀκίνητος, ἐξαιρέτως δὲ καὶ ὁ μὴ πάσχων πρὸς τὰ τούτων νοήματα.

Μαχόμενος καὶ ὀνειδίζων. μετὰ θράσους ἐπέρχεται ὁ ἐχθρὸς τῇ ψυχῇ ἐξελθούσῃ τοῦ σώματος, κατήγορος γινόμενος πικρός τε καὶ φοβερὸς ἐπὶ τοῖς ἐπταινοις. ἀλλ᾽ ἔστιν ἰδεῖν τότε τὴν φιλόθεον ψυχήν, κἂν πολλαῖς τὸ πρὶν πολλάκις ἐτρώθη ἁμαρτίαις, οὐ καταπληττομένην τὰς ἐκείνου ὁρμὰς καὶ ἀπειλάς· ἀλλὰ μᾶλλον νευρουμένην ἐν Κυρίῳ, καὶ πτερουμένην ἐν χαρᾷ, θαρσοποιουμένη τε ταῖς ὁδηγούσαις ἁγίαις δυνάμεσι, καὶ περιτειχιζομένη τῷ φωτὶ τῆς πίστεως, καὶ ἀντικράζουσα μετὰ πολλῆς παρρησίας τῷ πονηρῷ· τί σοί, καὶ ἡμῖν δραπέτα τῶν οὐρανῶν καὶ δοῦλε πονηρέ; οὐκ ἔχεις σὺ τὴν ἐξουσίαν καθ᾽ ἡμῶν. Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ἡμῶν τε, καὶ πάντων ἔχει τὴν ἐξουσίαν, αὐτῷ ἡμάρτομεν, αὐτῷ καὶ ἀπολογησόμεθα. Ἐνέχυρον ἔχοντες τῆς ἡμᾶς εὐσπλαχνίας καὶ σωτηρίας, τὸν τούτου τίμιον σταυρόν· σὺ δὲ φεῦγε μακρὰν ἀφ᾽ ἡμῶν ὀλέθριε, μηδέν σοι, καὶ τοῖς δούλοις τοῦ Χριστοῦ. Ταῦτα λεγούσης τῆς ψυχῆς μετὰ θάρρους, νῶτα λοιπὸν δίδωσιν ὁ διάβολος, βοαῖς ὀδυρόμενος, μὴ δυνηθεὶς ἀντιστῆναι τῷ τοῦ Χριστοῦ ὀνόματι. Ὑπεράνω δὲ τυγχάνουσα ἡ ψυχή, καθίπταται τοῦ ἐχθροῦ, κολαφίζουσα αὐτὸν ὥσπερ ὁ λεγόμενος ὀξύπτερος τὸν κόρακα. Καὶ μετὰ ταῦτα ὑπὸ τῶν θείων Ἀγγέλων δοκιμάζεται ἀγαλλιωμένη εἰς τοὺς ὡρισμένους τόπους αὐτῇ κατὰ τὴν αὐτῆς κατάστασιν.

Ῥεόντων πόθος οὐ καθελκύσει πρὸς τὴν γῆν, τὰ οὐράνια φανταζόμενον. Εἰδέ τις σε προσπάθεια τῶν γηίνων πρὸς ἑαυτὴν δεσμεύει, ἔοικας ἀετῷ κατεχομένῳ ἐν παγίδι ὑπὸ τοῦ ὄνυχος, καί κωλυομένῳ τὴν ὑψιπέτησιν. Ἔχε οὖν πάντα, καὶ ἡγοῦ σκύβαλα, ἐλπίδι τῶν ἀμεινόνων. Ἀλλὰ καὶ αὐτὸ τὸ σαρκίον, καιροῦ καλοῦντος, ἀποτιναξάμενος, ἀκολούθει ἐκσπῶντί σε τῷ Ἀγγέλῳ τοῦ Θεοῦ.

Ὥσπερ ἀμήχανον τὸ μὴ ἔχον νόμισμα χαρακτῆρα βασιλικόν, εἰς θησαυροὺς βασιλικοὺς μετὰ τῶν συνήθων καταταγῆναι, οὕτως ἀδύνατον γνώσεως ὀρθῆς ἄτερ καὶ ἀπαθείας δέξασθαι ἀρραβῶνα τῆς ἐκεῖθεν μακαριότητος, καὶ μετὰ παρρησίας ἐξελθεῖν, καὶ πληροφορίας ἀπὸ τῶν ὦδε πρὸς τὰ ἐλπιζόμενα, καὶ συνταγῆναι μετὰ τῶν ἐκλεκτῶν. Γνῶσιν δέ φημι οὐ σοφίαν, ἀλλὰ τὴν ἀπλανῆ Θεοῦ, καὶ τῶν θείων εἴδησιν. Δι᾽ ὧν ὁ φιλόθεος ὑψοῦται μὴ καθελκόμενος ὑπὸ τῶν παθῶν, πρὸς ἐνθέωσιν, τῇ τοῦ Πνεύματος χάριτι.

Κἂν πᾶσαν τὴν πρακτικὴν μετέλθῃς, μηδ᾽ οὕτω θαρρήσῃς ἑαυτῷ, ὅτι πέφθακας εἰς ἀπάθειαν, καὶ ἀμερίμνως ἐμφιλοχωρεῖς τῷ κόσμῳ· μήπως τύπους παθῶν ἐντεῦθεν ἀναμαξάμενος, δυσχέρειαν εὑρήσῃς ἀναχωρῶν. Ἀλλ᾽ ἀείποτε τῷ φόβῳ παιδαγωγούμενος, τῆς τρεπτῆς ἐπιμελοῦ καὶ ἀλλοιουμένης σου φύσεως. Μάκρυνον ἐν σοφίᾳ τῶν αἰτιῶν τῶν παθῶν. Ἡ γὰρ εἰς ἄκρον ἀναλλοίωτος ἀπάθεια, ἐν τοῖς φθάσασίν ἐστι τὴν τελείαν ἀγάπην, καὶ διὰ θεωρίας διηνεκοῦς, ὑπεραρθεῖσι τῶν αἰσθητῶν, καὶ τὸ σῶμα ὑπεραναβᾶσι τῆς ταπεινώσεως. Ὧν οὐχ ἅπτεται φλὸξ παθῶν ἔτι, διακοπεῖσα τῇ φωνῇ τοῦ Κυρίου, διὰ τὸ μεταστοιχειωθῆναι τούτους ἤδη πρὸς ἀφθαρσίαν.

Ἀπαθείας ἔρα μὴ πρὸ καιροῦ, ἵνα μὴ πάθῃς ὅπερ ἔπαθεν ὁ πρωτόπλαστος, ἀώρου μεταλαβὼν τοῦ ξύλου τῆς γνώσεως. ἀλλ᾽ ἐργαζόμενος ἐν ὑπομονῇ διὰ περιεκτικῆς ἐγκρατείας, καὶ ἐκτενοῦς δεήσεως· καὶ φυλάσσων δι᾽ αὐτομεμψίας καὶ ταπεινοφροσύνης ἄκρας τὰ εἰργασμένα, ἐκδέχου μετὰ ταῦτα ἐν καιρῷ εὐθέτῳ τὴν χάριν τῆς ἀπαθείας. Μετὰ τὴν πολλὴν ζάλην καὶ ταραχήν, τὸν λιμένα τῆς ἀναπαύσεως. Οὐ γὰρ ἄδικος ὁ Θεὸς τοῖς ὀρθῶς βαδίζουσι τὴν τῆς ἀπαθείας ἀποκλεῖσαι πύλην ὁπότε δεῖ.

Ἴθι πρὸς τὸν μύρμηκα τῇ εὐτελείᾳ καὶ οὐθενίᾳ, ὦ ὀκνηρέ, πρὸς τοῦτο σύ, καὶ ἀπείραστε, καὶ μαθήσῃ ἐξ ἐμοῦ, ὅτι τῶν ἀγαθῶν ἡμῶν, οὐ χρείαν ἔχει ὁ Θεὸς ὁ ἀνενδεὴς καὶ ὑπερπλήρης, ἀλλὰ πλουσιοδώρως εὐεργετεῖ, καὶ σώζει κατὰ χάριν τοὺς προαιρετικοὺς εὐγνώμονας, εἰ καὶ τὴν κατὰ δύναμιν φιλανθρώπως ἀποδέχεται ἐργασίαν. εἰ μὲν οὖν ὡς ὀφειλέτης κάμῃς, τῶν προῦπαρξάντων ἀγαθῶν πρὸς αὐτοῦ, εὖ ποιεῖς, καὶ πλησίον τὸ θεῖον ἔλεος. εἰ δὲ χρεώστην νομίζεις ἔχειν Θεόν, δι᾽ ὧν δοκεῖς ἐργάζεσθαι ἀγαθῶν, τῆς εὐθείας ἀπεπλανήθης, πῶς γὰρ χρεώστης ὁ εὐεργέτης; πλὴν καὶ οὕτως τρέχε ὡς μισθωτός. καὶ κατὰ μικρὸν προκόπτων, καταλάβῃς, ἐλέει Θεοῦ, τὸ ζητούμενον.

Βούλει σοι καὶ ἑτέραν σωτηρίας, μᾶλλον δὲ ἀπαθείας, ὑποδείξω ὁδόν; παραβίαζε τὸν κτίστην ἐν ταῖς δεήσεσιν, ὅση δύναμις, μὴ ἀστοχῆσαι τοῦ προκειμένου, μεσίτας πρὸς αὐτὸν διαπαντὸς προβαλλόμενος τὰς ἐπουρανίους πάσας δυνάμεις, καὶ πάντας ὁμοῦ τοὺς ἁγίους, μετὰ τῆς πανάγνου καὶ θεομήτορος. καὶ ἀπάθειαν μὲν μὴ ζήτει, ὡς ἀνάξιος ταύτης τῆς δωρεᾶς· αἴτει δὲ σωτηρίαν ἐμπόνως καὶ λήψῃ σὺν ταύτῃ καὶ τὴν ἀπάθειαν. Ἡ μὲν γὰρ ἀργυρίῳ, ἡ δὲ χρυσίῳ ἔοικε καθαρῷ. ἔχε δὲ καὶ κρυπτὴν ὡς μάλιστα ἐργασίαν Θεοῦ θεραπεύτριαν, καί τινων ἀποκρύφων πρὸς αὐτὸν μυστηρίων λόγους θεοποιοῦντάς σε, ἐν οἷς ἥδεται ὁμοῦ τὸ θεῖον καὶ ἐπικάμπτεται.

Ἀγώνισαι τὸν ἀρραβῶνα τῆς σωτηρίας λαβεῖν κρυπτῶς ἔνδον ἐν τῇ καρδίᾳ σου, πληροφορίᾳ ἀνενδοιάστως, ἵνα μὴ θρόησιν εὕρῃς, καὶ πτόησιν ἀπροσδόκητον ἐν καιρῷ ἐξόδου. τότε δὲ ἔλαβες, εἰ μηκέτι ἔχεις καρδίαν καταγινώσκουσαν ἐν ἐλλείμμασι, καὶ τὴν συνείδησιν τύπτουσαν ἐν παροργισμοῖς· εἰ τῶν θηρίων παθῶν ἡ ἀγριότης ἐτιθασσεύθη σοι, θείᾳ χάριτι, εἰ τὸ δάκρυον τῆς παρακλήσεως βρύει, καὶ ὁ νοῦς καθαρῶς καὶ ἀμετεωρίστως προσεύχεται. Καὶ ὁπηνίκα προσηνῶς ἐν ἑτοιμασίᾳ καρδίας ἐκδέχῃ τὸν φευκτὸν τοῖς πολλοῖς ὁμοῦ, καὶ φοβερὸν θάνατον.

Ρήματα ζωῆς αἰωνίου, ἅπερ ἔχειν ὁ Θεὸς Λόγος ὑπὸ τοῦ τῶν Ἀποστόλων κορυφαίου ἐμαρτυρήθη, οἱ λόγοι εἰσὶν τῶν ὑπ᾽ αὐτοῦ γεγονότων, οὓς ὁ μυσταγωγούμενος πρὸς αὐτὸν ὡς ἀβέβηλος, ἤδη ἀπεντεῦθεν ἐκτήσατο καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τὸν ἀρραβῶνα τοῦ Πνεύματος, καὶ τὴν ἀκαταίσχυντον ἐλπίδα τῆς σωτηρίας, οὐ καταξιοῦται δὲ τούτων, ὁ προτιμῶν τῆς ψυχῆς τὴν σάρκα, καὶ προσπάθειαν ἔχων, καὶ σχέσιν πρὸς τὰ ἐπίγεια.

Λογικός, οὐχ ὁ προφορικὸν ἔχων λόγον ἐστί· τοῦτο γὰρ πᾶς ἄνθρωπος, ἀλλ᾽ ὁ διὰ τοῦ λογικοῦ ζητῶν τε, καὶ ἀνιχνεύων εὐρεῖν τὸν Θεόν· εὑρήσει δὲ, ὅ, τίποτε τὴν οὐσίαν ὁ ὑπερούσιος, οὐδαμῶς· πάσῃ γὰρ φύσει τοῦτο ἀμήχανον, ἀλλὰ διὰ τῆς τῶν ὄντων δημιουργικῆς σοφίας, καὶ προνοίας, καὶ διοικήσεως, συνοχῆς τε, καὶ κυβερνήσεως ἅμα, καὶ συντηρήσεως, ἐν οἷ εὑρίσκεται καὶ οἱονεὶ καθορᾶται ὁ ἀριστοτέχνης, καθ᾽ οἷον τρόπον καὶ οἰκοδόμος, διὰ τοῦ ἔργου τῶν ἰδίων χειρῶν.

Ἀκτημοσύνην ὡς δεῖ, ἀπαθείας πάρεξ οὐ κατορθώσεις, οὐδὲ ἀπάθειαν, ἀγάπης χωρίς, οὐδὲ ταύτην ἐκτὸς φόβου καὶ καθαρᾶς προσευχῆς· οὐδὲ ταῦτα, πίστεως ἄτερ καὶ ἀμεριμνίας, δι᾽ ὧν πτερούμενος ὁ νοῦς, τὸ μὲν χαμαίζηλον ῥίπτει φρόνημα, ἵπταται δὲ εἰς τὰ ὑψηλά, καὶ μετέωρα, τὸν ἴδιον δεσπότην ἐπιζητῶν.

Ἄσπασαι τὴν ἁγνείαν, ὡς κόρην ὀφθαλμοῦ, ἵνα γένῃ ναὸς Θεοῦ καὶ οἶκος ἐπέραστος· ἀδύνατον γὰρ σωφροσύνης χωρίς, προσοικειωθῆναι Θεῷ. Τίκτει δὲ ταῦτα πόθος θεῖος, καὶ ἀπροσπάθεια, καὶ κόσμου φυγή· συντηρεῖ δὲ ταπεινοφροσύνη ὁμοῦ, καὶ ἐγκράτεια, προσευχὴ διηνεκής, καὶ θεωρία πνευματική, καὶ σὺν ἀοργησίᾳ, ἐκτενὲς δάκρυον. Τοῦ δὲ κάλλους τῆς διακρίσεως, ἀπαθείας πάρεξ, οὐκ ἐπιτεύξῃ.

Μηδείς σε ἀπατήσῃ ἀδελφέ, ὅτι, πλὴν ἁγιασμοῦ, κατὰ τὸν Ἀπόστολον, καθορᾶται Θεός. Οὐ γὰρ καταδέχεται Κύριος ὁ ὑπέραγνος, καὶ πάσης καθαρότητος ὑπερκείμενος, ἀκαθάρτῳ ἐμφανισθῆναι. Ὡς γὰρ ἀνάξιος αὐτοῦ ὁ πατέρα καὶ μητέρα ὑπὲρ τοῦτον φιλῶν, ἢ αὖθις θυγατέρα, καὶ υἱόν, οὕτω καὶ ὅ,τί ποτε τῶν προσκαίρων καὶ ὑλικῶν. Καὶ πολλῷ πλέον, ὁ τὴν βδελυρὰν καὶ δυσώδη προτιμῶν ἁμαρτίαν, τῆς ἀγάπης Κυρίου· ἀποσείεται γὰρ τὸν μὴ ἀποστρεφόμενον τὴν ῥυπαρίαν Θεός· ὅτι μὴ δ᾽ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.

Θείας ἀγάπης, γνώσεως χωρίς, οὐ καταξιωθήσῃ· οὐδὲ ταύτης, πλὴν πίστεως· πίστιν δέ φημι, οὐ τὴν ψιλὴν ἁπλῶς, ἀλλὰ τὴν ἐκ πράξεως προσγινομένην τῶν ἀρετῶν. Τῆς δ᾽ ἀληθοῦς κατανύξεως τότ᾽ ἐπιτεύξῃ, ὅταν δι᾽ ἐγκρατείας, καὶ ἀγρυπνίας, προσευχῆς τε, καὶ ταπεινώσεως, τὴν ἔμφυτον τῆς σαρκὸς ἀπομαράνας ἡδονήν, συσταυρωθῇς τῷ Ἰησοῦ, μηκέτι ζῶν ἐμπαθῶς, ἀλλὰ τῷ θείῳ Πνεύματι καὶ ζῶν, καὶ στοιχῶν ἐλπίδι τῆς ἄνω λήξεως.

Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με βόα πρὸς τὸν Θεόν, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ, μέχρι τέλους τυραννῶν διὰ τῶν παθῶν καὶ ὑπωπιάζων με. Ἀλλ᾽ ἵνα πρὸ τελευτῆς τῆς αὐτοῦ χειρὸς ἀφαρπάσῃς με, καὶ ζῆν πνευματικῶς, κατὰ τὸ σοὶ εὐάρεστον, καταξιώσας διὰ χρηστοῦ τέλους, σεσωσμένον τῷ σῷ παραστήσειας βήματι· ἔνθεν τὸν ἀρραβῶνα τῆς σωτηρίας, τῷ σῷ ἐλέει. καὶ τὴν ἀνενδοίαστον κομιζόμενον πληροφορίαν· ὡσὰν μὴ τεταραγμένος, ἐν καιρῷ ἐξόδου, καὶ ἀνέτοιμος εὑρισκόμενος, ἀφόρητον ἡγοῦμαι τὴν θλίψιν καὶ τοῦ θανάτου καὶ τῆς κολάσεως, πικροτέραν καὶ χείρονα.

Οὐκ ἔστιν ἁπλῶς ψιλὸν πρᾶγμα καὶ τὸ τυχόν, ἡ πίστις καὶ ἡ ἐλπίς. Ἀλλ᾽ ἡ μὲν πίστις, στερρᾶς δεῖται ψυχῆς· ἡ δὲ ἐλπίς, γνώμης καὶ καρδίας εὐθείας. Πῶς γάρ τις πιστεύσει τοῖς οὐχ ὁρωμένοις εὐκόλως, χωρὶς τῆς χάριτος; πῶς δὲ ἐλπίσει περὶ τῶν μελλόντων ἀδήλων, εἰμὴ σχοίη τινὰ ἐξ εὐθύτητος πεῖραν τῶν χαρισμάτων Κυρίου; δι᾽ ὧν κἀκείνων λάβῃ πληροφορίαν, ὡς ἐνεστώτων· οὐκ οὖν ἐν ἀμφοτέροις, καὶ ἀρετῆς χρεία, καὶ τῆς τοῦ Θεοῦ ῥοπῆς τε, καὶ βοηθείας· ὧν μὴ παρόντων ἡμῖν, εἰκῆ κοπιῶμεν.

Γέννημα ἀληθινῆς ἀρετῆς, ἢ γνῶσις, ἢ ἀπάθεια, ἢ καὶ ἄμφω ταῦτα· εἰδ᾽ οὖν, ἀλλὰ μεματαίωται ἡμῖν, καὶ ἡ δοκοῦσα ἀρετὴ οὐκ ἀνόθευτός ἐστιν· ἢ γὰρ ἂν, ἐκόμα, καὶ καρποῖς, οὐ φύλλοις μόνον, νυνὶ δὲ, ἢ ἀρέσκειαν ἀνθρώπων, ἢ αὐταρέσκειαν ἐπισυρόμενος, ἢ ἄλλό τι τῶν μὴ ἀρεσκόντων Θεῷ, νόθος καὶ οὐ θεοφιλὴς ἐστιν, ἀλλ᾽ ἡμεῖς τὸ αἴτιον ἐπιδιορθωσάμενοι, τευξόμεθα πρὸς τὸ λυσιτελὲς ἀναμφιβόλως, καὶ τῆς κομιζούσης ὁπότε δεῖ καὶ καθ᾽ ὅσον, καὶ γνῶσίν τε καὶ ἀπάθειαν, τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν χάριτος.

Νόει τὰ τοῦ ἐχθροῦ νοήματα διὰ φωτισμοῦ τῆς χάριτος, καὶ ῥίπτων ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ μετὰ κλαυθμοῦ, ἐξάγγελε τὴν ἀσθένειάν σου, μηδὲν ἔχων ἑαυτόν, εἰ καὶ δοκεῖν εἶναι τινὰ παραπείθει ὁ ἀπατεῶν, μή τε μὴν ἀξιῶν περὶ βραβεύσεως χαρισμάτων, εἰμὴ σωτηρίας εἶεν πρόξενα, καὶ ταπεινοφροσύνης φυλακτικά· ζήτει δὲ τὴν μὴ φυσιοῦσαν γνῶσιν ὡς θεογνωσίας αἰτίαν· καὶ τοῦ μὴ καταδυναστεύεσθαι μέχρι τέλους, τυράννων δίκην τοῖς πάθεσιν· ἀλλ᾽ ἀπολυθῆναι τῆς σαρκὸς ἐν ἀπαθείᾳ, ἢ συμπαθείᾳ σφαλμάτων, τὸ ταπεινότερον.

Ὥς περ οὐκ ἔστιν ἀναπτῆναι εἰς τὰ ὑψηλὰ καὶ μετέωρα ἄνευ πτερῶν, οὕτως οὐδὲ τυχεῖν τῶν ἐλπιζομένων, ἐκτὸς τῆς ἀπεντεῦθεν ἀνενδοιάστου πληροφορίας· ἡ δὲ πληροφορία, ἐκ ταπεινοφροσύνης ἄκρας, ἢ ἐκ τῆς τοῦ Ἁγίου Πνεύματος χάριτος ἐν τοῖς τελείως καταλλαττομένοις Θεῷ, ἐν οἷς καὶ ἀπάθεια πάντως, ἢ ἐκ μέρους, ἢ τελεώτερον κατὰ τὴν καταλλαγὴν καὶ τὴν κάθαρσιν· οἱ δ᾽ ἄλλως τοῦ σώματος χωριζόμενοι, ὡς ἐν χειμῶνι παθῶν ἔτι, ἢ σαββάτῳ, (ἀργοὶ δηλονότι τῶν ἀρετῶν) ὑπὸ κρίσιν εἰσὶ καὶ ἐξέτασιν, ὡς ὑπεύθυνοι ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως.

Σωζόμενος δωρεάν, εὐχαρίστει τῷ σωτῆρι Θεῷ, εἰ δὲ βούλει καὶ δῶρα προσενεγκεῖν, πρόσφερε ἀπὸ τῆς χηρευούσης ψυχῆς σου τὰ δύω λεπτὰ εὐγνωμόνως, ταπείνωσιν φημί, καὶ ἀγάπην· καὶ προσδέξεται ταύτας, εὖ οἶδα, ὑπὲρ ἀρετῶν πληθυσμὰκ καταβαλλομένων παρὰ πολλῶν, εἰς τὸ τῆς σωτηρίας γαζοφυλάκιον· εἰ δὲ καὶ ὡς Λάζαρος δέῃ ἀναζωώσεως, τεθνήξας ὑπὸ τῶν παθῶν, αὐτὰς ταύτας ὡς ἀδελφὰς γνησίας προβαλοῦ μεσίτιδας πρὸς αὐτόν, καὶ τεύξῃ πάντως τοῦ ζητουμένου.

Τὴν πρακτικὴν κατορθῶν, οὐ δυνήσῃ δι᾽ αὐτῆς καὶ μόνης προσπελάσαι τῇ ἀπαθείᾳ, ὥς τε καθαρῶς ἅμα, καὶ ἀρρεμβάστως προσεύχεσθαι· εἰμὴ καὶ πνευματικαὶ τὸν νοῦν διαδέχονται θεωρίαι, τῆς τε φωτιστικῆς γνώσεως, καὶ τῆς τῶν ὄντων κατανοήσεως, ὑφ᾽ ὧν πτερούμενός τε, καὶ ἐλαμπόμενος, ὑψοῦται τῷ τῆς ἀληθοῦς προσευχῆς ὁλικῶς ἔρωτι, ἀνατατικῶς πρὸς τὰ συγγενῆ φῶτα τῶν ἄνω ἀύλων τάξεων, κἀκεῖθεν, ὡς ἐφικτόν, πρὸς τὸ μέγα φέρεται φῶς, καὶ τρισήλιον τῆς θεαρχικῆς Τριάδος.

Οὐ κολασθησόμεθα ἐν τῷ μέλλοντι, ὅτι ἡμάρτομεν, οὐδὲ κατακριθησόμεθα τούτου χάριν, τρεπτῆς, καὶ ἀλλοιωτῆς λαχόντες φύσεως, ἀλλ᾽ ὅτι ἁμαρτήσαντες, οὐ μετενοήσαμεν, οὐδὲ ἐστράφημεν τῆς πονηρᾶς ὁδοῦ πρὸς τὸν Κύριον, ἐξουσίαν λαβόντες καὶ καιρὸν μετανοίας, ἵνα καὶ μᾶλλον τὸ ἀγαθόν, ὅπερ ἐστὶ τὸ θεῖον, ἀλλὰ μὴ τοὐναντίον, ὡς ἐμπαθές, ὑποδείξωμεν, ἀμυνόμενον οἷον, καὶ ὀργιζόμενον· πλὴν τὴν κακίαν, ἀλλ᾽ οὐχ ἡμᾶς, αὐτὸ γὰρ παντὸς πάθους καὶ πάσης ἀμύνης ἐκτός· εἰ καὶ λέγεται συσχηματίζεσθαι τοῖς ἔργοις ἡμῶν, καὶ ταῖς διαθέσεσιν, ἐσόπτρου δίκην, ἑκάστῳ κατὰ τὴν τῶν βεβιωμένων ἀξίαν δόσιν ἀντιπαρέχων.

Σαλευόμενος τῆς κρείττονος στάσεως, μὴ θροοῦ, ἀλλὰ διορθοῦ, θᾶττον ἐπανατρέχων εἰς τὴν προτέραν κατάστασιν, λύπῃ καὶ σκυθρωπότητι, καὶ αὐτομεμψίᾳ σφόδρα· ἀλλὰ γὰρ καὶ δακρύων ἱκανῇ ἐκχύσει, ἐν συντριβῇ πνεύματος· δι᾽ ὧν ἐξιὼν τοῦ συμβατικοῦ πτώματος, εἰς τὴν κοιλάδα ἥξεις τῆς σωτηρίου ἀγαλλιάσεως, εἰς τὸ ἑξῆς ἀσφαλιζόμενος ὅση δύναμις· ἵνα μὴ πάλιν τὸν κριτὴν παροργίσας, δέῃ δακρύων καὶ θλίψεως εἰς ἐξίλασμα, εἰ δὲ μὴ ὦδε τοῦτο, ἀλλὰ πάντως κολάσεως ἐν τῷ μέλλοντι.

Περὶ Ἱερωσύνης.

Πάλιν περὶ τῆς σεβασμίου ἱερωσύνης ἡμῖν ὁ λόγος, ὡς ἀγγελικῆς δεῖται τάξεως καὶ καθάρσεως, καὶ πλείονος τῆς μετὰ ταῦτα ἀσφαλείας, καὶ σωφροσύνης, ἢ τὸ πρόσθεν, εἴπερ τὸ μιαρὸν ποσῶς καθαρὸν γενέσθαι, τὸ καθαρὸν δὲ, πῶς ἄρα καὶ βεβηλωθήσεται; εἰμή, μέλοιμεν φωτί σκότος μιγνύντες, καὶ μύρῳ τὴν δυσωδίαν, τὸ οὐαὶ κληροῦσθαι, καὶ τὴν ἀπώλειαν ὡς ἱερόσυλοι πάντως κατὰ τὸν Ἀνανίαν τε καὶ τὴν Σάπφειραν.

Ἀπὸ σκεύους ἀπολωλότος ὁμοῦ, καὶ ἀχρήστου, εἰ καὶ δοκεῖς ἀξίους ἐπιβῆναι ἴσως ἱερωσύνης τῆς ἰσαγγέλου καὶ οὐρανίου διὰ μικρὰν κάθαρσιν, σκεῦος ἐκλογῆς καὶ τῷ Κυρίῳ εὔχρηστον κατὰ Παῦλον γενόμενος, τήρει τὴν τιμὴν ἄχραντον ἧς ἠξίωσαι, φυλάσσων τὸ θεῖον δῶρον, ὡς κόρην ὀφθαλμοῦ, ἵνα μὴ κοινωθεὶς ἀπροσέκτως, ἀπορριφῇς ἐξ ὕψους πάντως εἰς βόθυνον, δυσχερῶς εὑρίσκων ἐπάνοδον.

Νόει ὡς ἐχέφρων, ὅτι Θεοῦ δικαιοῦντος, ὁ κατακρίνων οὐδείς· καὶ εἰ κληθεὶς εἰσῆλθες εἰς τὴν ὑπερκόσμιον τῆς θείας ἱερωσύνης χάριν, μηδέν σοι μέλει περὶ τοῦ προλαβόντος βίου, εἴπου τι ἴσως κεκηλίδωται, διὰ Θεοῦ δὲ αὖθις, καί τις κεκάθαρται διορθώσεως· ἀλλ᾽ ἔστω σοι σπουδή, καὶ νῆψις μετέπειτα, μὴ ἀμαυρῶσαι τὴν χάριν, ἵνα εἰ καί τις ἀφρόνως ἐπὶ τῇ σῇ διακρίνηται ἱεροτελεστίᾳ, διὰ τὰ προλαβόντα, ἐνωτισθῇ θείας ἐνηχούσης φωνῆς· ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.

Ἐλαφρὸν τὸ τῆς ἱερωσύνης ἀξίωμα, καὶ ὁ ζυγὸς χρηστός, ἀλλ᾽ ἕως ἂν αἵρηται ἅμα ὡς θέμις καὶ κατευθύνηται· καὶ εἰμὴ ὥνιον ἡ τοῦ θείου Πνεύματος χάρις· ἐπὰν δὲ σπουδῇ ἀνθρωπίνῃ, καὶ δώρῳ φθαρτῷ πραγματευθείῃ τὸ ἄπρατον, καὶ ἡ κλῆσις οὐκ ἄνωθεν, βαρὺ μὲν τὸ φορτίον ἄγαν, ὡς βασιζόμενον παρ᾽ ἀξίαν, καὶ ὑπὲρ δύναμιν. Ὁ δὲ ζυγὸς σκληρὸς λίαν ἐκτρίβων καὶ τὸν αὐχένα, καὶ τὴν ἰσχὺν τοῦ ἕλκοντος, εἰμὴ ἀνεθείη, ἕως ἂν τοῦτον ἐκδαπανήσῃ καὶ ἀναλώσῃ τέλεον.

Ὑπελθὼν τὸν τῆς ἱερωσύνης ζυγὸν τολμηρῶς, κατόρθου τὰς ὁδούς σου, καὶ ὀρθοτόμει τὸν τῆς ἀληθείας λόγον, μετὰ φόβου καὶ τρόμου, δι᾽ αὐτῆς τὴν σὴν κατεργαζόμενος σωτηρίαν· ὅτι ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· καὶ εἰ μὲν ἅπτῃ τούτου ὡς χρυσὸς ἢ καὶ ἄργυρος, μὴ φοβοῦ τὸν ἐμπρησμόν, ὡς οὐδὲ οἱ ἐν Βαβυλῶνι παῖδες τὸ πῦρ. εἰ δὲ χόρτινος εἶ, καὶ καλαμώδης τῆς εὐπρηστοτέρας ὕλης ὡς γηῖνόφρων, τρέμε μὴ κατακαῇς τῷ οὐρανίῳ πυρί, εἰμὴ φύγῃς ὡς Λὼτ τὴν ὀργὴν δι᾽ ἀποχῆς τῶν φρικωδεστάτων, οὐκ οἶδα, εἰμή τινα εἶεν ἐξ ἀσθενείας βραχύτατα τῶν ἐλαττωμάτων τῷ θείῳ τούτῳ πυρὶ δαπανώμενα ἐν τῇ εὐαγεστάτῃ λατρείᾳ· κἀντεῦθεν μένῃς αὐτὸς ἄφλεκτος ἐν τῷ πυρὶ καὶ ἀλώβητος, ὡς τὸ ἀσθενὲς ἐκεῖνο τῆς βάτου φυτόν.

Τῆς παθητικῆς ἕξεως ὡς γονορρυὴς μὴ σθένων ἀποσπασθῆναι διὰ τὴν χρονίαν συνήθειαν, πῶς κατατολμᾶς τῶν καὶ ἀγγέλοις ἀψαύστῳ, ταλαίπωρε; ἢ οὖν φρίξον, καὶ ἀπόσχου λοιπὸν τῆς θείας ἱεροτελεστίας, καὶ οὕτως ἐξιλεώσει τὸ θεῖον, ἢ ἐκδέχου ὡς ἀναίσθητος ἅμα καὶ ἀδιόρθωτος, εἰς χεῖρας Θεοῦ ζῶντος μετ᾽ ὀργῆς ἐκπεσεῖν, οὐ φειδομένου φιλανθρώπως, ἀλλ᾽ ἀσυμπαθῶς σε κολάζοντος, διὰ τὸ κατατολμᾶν ἀναιδῶς τοῦ βασιλικοῦ γάμου κεχραμένῃ καὶ ψυχῇ καὶ στολῇ, ὡς ἀνάξιον καὶ αὐτῆς εἰσόδου, μήτι γε κατακλίσεως.

Ἔγνων ἔγωγε τῶν ἱερωμένων, ὃς τῶν θείων κατατολμῶν ἀναξίως, διὰ τὸ πάθει πορνείας περιπεσεῖν, πίπτει μὲν πρότερον νόσῳ ἀνιάτῳ καὶ χαλεπῇ, καὶ ἤδη τῷ θανάτῳ προσήγγιζεν· ἐπεὶ δὲ πάντα ποιῶν εἰς τὴν τοῦ κακοῦ λύσιν ἤνυε· πλέον οὐδέν, μᾶλλον δ᾽ αὐτῷ καὶ τὸ κακὸν ἐπετείνετο, εἰς συναίσθησίν που ἐλθών, καὶ ὅτι θανατοῦται τῷ παρ᾽ ἀξίαν ἱερουργεῖν, ἀποτάσσεται μὲν παραυτίκα μεθ᾽ ὅρκου τῇ ἱερᾷ Λειτουργίᾳ· κατὰ πόδας δ᾽ εὐθέως καὶ ἡ θεραπεία ἐπηκολούθει, ὡς μηδ᾽ ἴχνος τούτῳ ἐναπομεῖναι νοσήματος.

Λαμπρὸν τὸ τῆς ἱερωσύνης ἀξίωμά τε καὶ ἔνδυμα, ἀλλ᾽ ἕως ἂν ἔχῃ συνεκλάμπουσαν ἔνδον καὶ τὴν ψυχὴν διὰ καθαρότητος· ἐπὰν δὲ μωμηθῇ ἐξ ἀπροσεξίας, καὶ ἡ συνείδησις μαρτυροῦσα περὶ τοῦ αἴσχους καταφρονεῖται, γίνεται σκότος τὸ φῶς, καὶ αἰωνίου σκότους καὶ πυρὸς πρόξενον. εἰ μήπως ἄρα ταύτην ἀφέντες τὴν ὁδὸν ὡς ἀμφίκρημνον, ἑτέραν τραπώμεθα τὴν δι᾽ ἀρετῆς καὶ ταπεινώσεως, ἀκινδύνως εἰς βασιλείαν Θεοῦ ἄγουσαν.

Ἡ τῆς σωτηρίας ἐπιτυχία, δι᾽ εὐτελείας καὶ ἀρετῆς προσγίνεται, οὐ διὰ τῆς ἐνδόξου ἱερωσύνης, καὶ ἰσάγγελον ἀπαιτουμένης πολίτευμα· ἢ οὖν γενοῦ κατ᾽ ἀγγέλους ἀπαθής, ὡς ἔξω κόσμου καὶ σαρκὸς τῷ φρονήματι, καὶ οὕτως ἐπὶ τὴν οὐράνιον ταύτην βαῖνε κλίμακα, ἢ ἐπιγνώμων τῆς ἰδίας ἀσθενείας γενόμενος, φοβοῦ τὸ ὕψος ὡς μεγάλου πτώματος τοῖς μὴ κατορθοῦσι· καὶ τὴν τοῖς πολλοῖς στεργομένην ἑλοῦ πολιτείαν, οὐκ ἔλαττον ἐκείνης Θεῷ οἰκειοῦσαν· ἐν ᾗ. κἂν καὶ συμβῇ σε πεσεῖν, ῥαδία πάλιν ἡ ἔγερσις τῇ μεταμελείᾳ, τῷ τοῦ Θεοῦ ἐλέει, ἅμα καὶ χάριτι.

Σάρξ, καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομεῖ· καὶ πῶς σὺ σαρκὸς Θεοῦ μετέχων καὶ αἵματος, οὐ γίνῃ σύσσωμος, καὶ συνανακρινᾷ τούτου τῷ αἵματι; ἤδη ἔχων ἐντὸς τὴν τῶν οὐρανῶν βασιλείαν; ἀλλ᾽ ὑπὸ παθῶν πολιορκῇ σαρκὸς καὶ αἵματος; φοβοῦμαι μήπως οὐ καταμενεῖ ἐν σοὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ὡς σαρκικῷ, καὶ διχοτομηθῇς τότε ἐν καιρῷ κρίσεως, αἰρομένης ἐκ σοῦ τῆς σεβασμίας ἱερωσύνης ὡς ἀναξίου τοιαύτης χάριτος· καὶ παραπεμπομένου σου κολάσει αἰωνίῳ.

Ἀπέναντι τῶν ὀφθαλμῶν σου, φόβου μὴ ὄντος Θεοῦ, δοκεῖς ψιλὸν τι πρᾶγμα εἶναι τὸ ἀναξίως ἱερουργεῖν, ὑπὸ τῆς φιλαυτίας ἐξαπατώμενος, καὶ ἀγαθὸν ἐντεῦθεν τὸ θεῖον ὑποτοπάζων· τοῦτο καὶ Δαθὰν πάλαι πεπόνθει καὶ Ἀβειρών, ἕως τούτους ἡ γῆ κατέπιεν· ὅπερ αὐτὸς δεδοικώς, καὶ φοβούμενος ἀληθῶς, οὗ ἐστι φόβος, νόει τὸ τοῦ πράγματος μέγεθος, καὶ ἢ ἀξίως καὶ καθαρῶς, ἵνα μὴ εἴπω ἰσάγγελος, μεταχειρίζου τὸ τῆς θείας ἱερωσύνης χρῆμα, ἢ στῆθι τῆς φρικτῆς λατρείας ὡς συνετός· μήπως ἐν τούτῳ καταφρονοῦντός σου, καὶ τὴν ἰδίαν παραλογιζομένου συνείδησιν διελέγχουσαν, εἴπῃς τότε κατακρινόμενος μετ᾽ ὀδύνης, ὅταν τὰ πάντα κρίνηται καὶ διευθύνηται· φόβος ὃν ἐφοβούμην ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι.

Νηφόντως καὶ πεπονημένως ὑπὲρ σεαυτοῦ πρῶτον πρόσφερε μετὰ συντριμμοῦ, καὶ δακρύων τὴν σωσίκοσμον καὶ ἱερὰν θυσίαν εἰς ἐξίλασμα, τίνα γὰρ ἕξεις πονοῦντα ὑπὲρ σοῦ ὡσαύτως, καὶ προσφέροντα μετὰ θάνατον; διόπερ ὡς ἀγχίνους προλαβὼν, σαυτὸν ἐνταφίασον ἤδη καὶ προμνημόνευσον· εἰς μεσιτείαν τῆς σωτηρίας, αὐτὰ τὰ ἅγια ἐπὶ τῆς ἁγίας τραπέζης προτιθεὶς τῷ Θεῷ, καὶ τῆς ἑκουσίου ἐντεῦθεν καὶ φιλανθρώπου ἀναμιμνήσκων τούτου σφαγῆς.

Ἄρρητος καὶ ἀνέκφραστος ἡδονὴ τῆς ἐν πληροφορίᾳ χωριζομένης ψυχῆς τοῦ σώματος, καὶ ἀπεκδυομένης τοῦτο, ὥς περ ἱμάτιον. Τῇ γὰρ τῶν ἐλπιζομένων ἤδη ἐπιτυχίᾳ, ἀποτίθεται τοῦτο ἀλύπως, χωροῦσα μετ᾽ εἰρήνης, πρὸς τὸν ὑψόθεν ἥκοντα φαιδρόν τε καὶ ἱλαρὸν Ἄγγελον, καὶ ἀνεμποδίστως διαπερῶσα σὺν αὐτῷ τὸν ἀέρα, μηδ᾽ ὅλως παραβλαπτομένη ἀπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἀλλ᾽ ἀνιοῦσα ἐν χαρᾷ μετὰ θάρσους, καὶ φωνῶν εὐχαριστηρίων, ἕως εἰς προσκύνησιν καταντήσῃ τοῦ ποιητοῦ, κἀκεῖθεν δέξηται τὴν ἀπόφασιν μετὰ τῶν ὁμοίων καταταγῆναι, καὶ ἰσομέτρων τῇ ἀρετῇ, μέχρι τῆς κοινῆς ἀναστάσεως.

Ξένον σοι λόγον φημὶ καὶ μὴ θαύμαζε εἰ καὶ τῆς ἀπαθείας οὐκ ἐπιτεύξῃ διὰ τὰς τυραννούσας ἴσως προλήψεις· ἀλλ᾽ εὐρισκόμενος ἐν καιρῷ ἐξόδου εἰς τὴν τῆς ταπεινώσεως ἄβυσσον, οὐδὲν ἦττον τοῦ ἀπαθοῦς ὑπὲρ τὰς νεφέλας ἀνυψωθήσῃ· εἰ γὰρ καὶ ὁ τῶν ἀπαθῶν θησαυρὸς ἐκ πάσης ἀρετῆς συνήθροισται, ἀλλὰ καὶ ὁ τίμιος λίθος τῆς ταπεινώσεως, πασῶν ἐστιν ὑπεράξιος. Οὐχ ἱλασμοῦ τῷ κτήτορι πρόξενος μόνον παρὰ Θεῷ, ἀλλὰ καὶ συνεισελεύσεως μετὰ τῶν ἐκλεκτῶν ἐν τῷ νυμφῶνι τῆς αὐτοῦ βασιλείας.

Ἱλασμὸν λαμβάνων παρὰ Θεοῦ τῶν πταισμάτων, δόξαζε τὸν ἀμνησίκακον ἅμα καὶ ἀνεξίκακον, ἀσφαλιζόμενος ὑπὲρ τῶν ἑκουσίων σφαλμάτων πάσῃ δυνάμει. Εἰ γὰρ καὶ αὐτῶν ἐστιν ἐξιλέωσις μέχρις ἐξόδου τὸ καθ᾽ ἡμέραν, ἀλλὰ δοκεῖς ἀγνώμων εἶναι, τὸ ἐν γνώσει εὐκόλως ἐξαμαρτάνειν. Ὅμως ἀπωθουμένου σου εὐελπιστίας λίθῳ τὸν κύνα τῆς ἀπογνώσεως, καὶ ἀναιδῶς πάντοτε καὶ ἐπιμόνως ἐξαιτουμένου, ἀφεθήσονται αἱ πολλαὶ ἁμαρτίαι· ἵνα χρεωστικῶς καὶ αὐτὸς ἀγαπήσῃς πολλὰ τὸν συμπαθῆ καὶ ὑπεράγαθον ἐν τῷ αἰῶνι τῷ μέλλοντι.

Ὅταν ὑπὸ τῆς θείας ἐνεργούμενος χάριτος ἔμπροσθεν Θεοῦ εὑρεθῇς μετὰ δακρύων ἐν τῇ προσευχῇ, κυλίου σταυροτύπως ἡπλωμένος ἐπὶ τῆς γῆς καὶ τύπτων τὴν κεφαλήν, καὶ ζήτει τὴν ἐντεῦθεν ἀπόλυσιν, ὡς φθορᾶς ἐλευθερίαν καὶ πειρασμῶν ἀλλοτρίωσιν. Πλὴν μὴ κατὰ τὸ σοὶ θελητόν, ἀλλ᾽ ὡς Θεῷ δοκεῖ. Καὶ ὁπηνίκα καὶ ὅπου· ἐπιθυμῶν μὲν ἤδη τὴν ἐκδημίαν, καὶ ἀγαπῶν, εἰ συναπῆλθες, τοῖς δάκρυσι πρὸς Κύριον, ἐν τῇ ἀβύσσῳ τῆς ταπεινώσεως, ἵνα ἔστης ἀμεριμνήσας τοῦ φλογμοῦ τοῦ πόθου καὶ τῆς δεήσεως· στέγων δ᾽ ὅμως τὴν ἀναβολὴν ἄρτι πρὸς τὸ παρόν, ὡς κρεῖττόν τι προβλεπομένου τοῦ Θεοῦ, τὸ δὲ ἀναστόχητον, βιαστικῶς καὶ μεθ᾽ ὅρκου ζήτει, τί μὲν οὐ ποιῶν, τί δὲ οὐ λέγων, τί δὲ οὐ σκοπῶν, καὶ πραγματευόμενος; ὡς ἂν μὴ ἐκπέσῃς Θεοῦ.

Σαρκοφόρος ὤν, μὴ πειρῶ τὰ νοητὰ ὡς ἔστιν ἀνερευνᾶν, εἰ καὶ τὸ νοερὸν τῆς ψυχῆς φέρει πρὸς ταῦτα διὰ καθαρότητος· εἰ μὴ γὰρ τὸ ἀσώματον πνοῇ καὶ αἵματι κεκρατημένον λυθῇ τῆς παχύτητος, καὶ μετὰ τῶν νοητῶν γένηται, οὐκ ἰσχύσει ταῦτα, ὡς δεῖ, στοχάσασθαι καὶ καταλαβεῖν· τοιγαροῦν προευτρεπιζόμενος ἐξελθεῖν τῆς ὑλης, ὡς ἔκ τινος ἄλλης δευτέρας μητρικῆς νηδύος καὶ σκοτεινῆς, πρὸς ἐκεῖνα τὰ ἄϋλά τε καὶ φωτεινά, εὐθύμει δοξάζων τὸν εὐεργέτην, διαπορθμεύοντα ἡμᾶς διὰ θανάτου πρὸς τὰ ἡμῖν ἐλπιζόμενα· καὶ νῆφε διαπαντὸς διὰ τοὺς κύκλῳ περιπατοῦντας ἀσεβεῖς δαίμονας, καὶ ἡμῶν ἀεὶ τῇ εὐδοκιμήσει ἐπιβουλεύοντας, καὶ τὴν πτέρναν ἡμῶν δολερῶς τηροῦντας τὴν τοῦ βίου τελείωσιν, τρέμων μέχρις ἐξόδου διὰ τὸ τοῦ μέλλοντος ἄδηλον· ὡς τρεπτὸς κτισθεὶς καὶ ἀλλοιωτὸς διὰ τὸ αὐτεξούσιον.

Τοτηνικαῦτα ὁ ἐχθρὸς ἀγρίοις ἡμᾶς καὶ φοβεροῖς προσυπαντᾷ πειρασμοῖς, ὅταν αἴσθηται τὴν ψυχὴν μεγάλων ἀρετῆς μέτρων περιλαβομένην· τεκμηριοῦται δὲ τοῦτο, ἀπό τε τῶν τῆς προσευχῆς ῥημάτων, καὶ τῆς ὑπὲρ τὴν ὑλικὴν δυάδα, σαρκός τε καὶ τῶν αἰσθητῶν ἀναβάσεως, καὶ τοσοῦτον φθονερῶς ὁ μισάνθρωπος ἐκπειράζει, ὥστε ἐξαπορεῖσθαι ἡμᾶς καὶ τοῦ ζῆν, ἀγνοεῖ δὲ ἄρα ὁ μάταιος ὅσων πρόξενος ἡμῖν γίνεται ἀγαθῶν, δοκίμους τε ἐντεῦθεν ἡμᾶς διὰ τῆς ὑπομονῆς ἐργαζόμενος, καὶ λαμπροτέρους τοὺς στεφάνους πλέκων ἡμῖν.

Οὐκ ἔστιν ἕτερος μείζων ἀγὼν τῆς Σωφροσύνης καὶ παρθενίας· καὶ ὑπ᾽ αὐτῶν γὰρ τῶν Ἀγγέλων θαυμάζεται, ὁ τὴν ἀγαμίαν τιμῶν, καὶ τῶν ἀθλητῶν οὐκ ἐλαττον στεφανοῦται. Τὸ γὰρ σαρκὶ συνδεδεμένον τινὰ καὶ αἵματι, σπεύδειν μιμεῖσθαι τὴν τῶν ἀσωμάτων αὐλίαν διὰ τῆς ἁγνείας ἀεὶ, πόσων δεῖται τῶν μόχθων καὶ τῶν ἰδρώτων; καὶ τοσοῦτον τῇ ἀληθείᾳ μέγα καὶ ὑψηλὸν τὸ κατόρθωμα, ὥστε μικροῦ καὶ ἀδύνατον εἶναι δοκεῖν, ὡς ὑπὲρ φύσιν, εἰ μήπου Θεὸς ἄνωθεν ἀντιλάβηται, τὸ ἀσθενὲς τῆς φύσεως ἐνισχύων, καὶ τὸ σαθρὸν ὑπερείδων, καὶ τρόπον τινά, τῆς γῆς ἀνακουφίζων ἔρωτι θείῳ, καὶ ἐλπίδι τῶν ἀποκειμένων γερῶν.

Ὑγραινομένη σὰρξ πολυποσίᾳ καὶ πολυῦπνίᾳ, μέγα πρὸς σωφροσύνην ἐμπόδιον. σωφροσύνη δὲ ἀληθής, καὶ ἐν τοῖς καθ᾽ ὕπνον φαντάσμασι μένει ἀκίνητος· τὸ γὰρ προστρέχειν ἐν τούτοις τὸν νοῦν, σύμβολόν ἐστι περιφέρειν ἔτι αὐτὸν τὸ τοῦ πάθους κατὰ βάθους ἀρρώστημα· εἰ δὲ διὰ τῆς χάριτος καταξιωθείη καὶ σώματος δίχα, ἐν ὕπνῳ προσομιλεῖν τῷ Θεῷ, μένει ἀνέπαφος αὐτός, καὶ ψυχῆς καὶ σώματος φύλαξ ἐγρήγορος, ἠρεμούντων αὐτῶν, οἷόν τις σκύλαξ διὰ τοὺς ἐπιβούλους λύκους νήφων καὶ μὴ συλούμενος.

Παράδοξόν σοι λόγον φημὶ καὶ μὴ θαύμαζε· ἔστι τί μυστήριον κρυπτῶς μεταξὺ Θεοῦ, καὶ τῆς ψυχῆς τελούμενον, τῶν ὑψηλοτάτων δὲ τοῦτο μέτρων, καὶ τῆς τελείας καθάρσεως, καὶ ἀγάπης, καὶ πίστεως. Ὅταν ὁ ἄνθρωπος εἰς ἄκρον καταλλαγείς, ἑνωθῇ Θεῷ διὰ τῆς οἰκειώσεως, προσευχῇ καὶ θεωρίᾳ ἀδιαλείπτῳ, ἐν τούτῳ Ἡλίας μὲν κλείει οὐρανὸν τῇ ἀβροχίᾳ, καὶ οὐρανίῳ φλέγει πυρὶ τὴν θυσίαν. Μωϋσῆς δὲ τέμνει θάλασσαν, καὶ χειρῶν ἐκτάσει τροποῦται Ἀμαλήκ, καὶ Ἰωνᾶς κήτους καὶ βυθοῦ διασώζεται· βία γὰρ ἄγει Θεὸν τὸν φιλανθρωπότατον, οἷ καὶ βούληται, ὁ τούτου καταξιωθείς, εἰ καὶ ἐν σαρκὶ περίεστιν, ἀλλ᾽ ὑπερέβη τὸ μέτρον τῆς φθορᾶς καὶ τῆς θνητότητος, ὡς κοινὸν ὕπνον τὸν θάνατον ἐκδεχόμενος, ἡδέως παραπέμποντα πρὸς τὰ ἐλπιζόμενα.

Περὶ Ἱερωσύνης.

Αἰδούμενος τὰ δεσποτικὰ πάθη, καὶ τὴν ὑπὲρ ἡμῶν τοῦ Θεοῦ λόγου κένωσιν, ἀλλὰ γὰρ καὶ τὴν θύσιν καὶ ἀνάκρασιν ἐν ἡμῖν τοῦ ζωοποιοῦ καὶ θείου σώματός τε καὶ αἵματος, ὧν οὐ τῆς μεθέξεως μόνον, ἀλλὰ καὶ τῆς ἱερουργίας κατηξιώμεθα, ταπείνου σεαυτὸν ὡσεὶ καὶ σφαγῆς πρόβατον ὑπερέχοντάς σου πάντας ἐν ἀληθείᾳ ἡγούμενος, καὶ σπεῦδε μή τινος πλήττειν συνείδησιν· παραλόγως μάλιστα, ἁγιασμοῦ δὲ χωρίς, μὴ κατατόλμα τῆς τῶν ἁγίων προσψαύσεως, ἵνα μὴ ὡσεὶ χόρτος φλεχθεὶς τῷ θείῳ πυρί, καὶ ὡσεὶ κηρὸς τακείς, ἀνταναιρεθῆς.

Ναὶ μὴν, ἐὰν ὡς δεῖ μεταχειρίζῃ τὴν τῆς θείας, καὶ σεβασμίας ἱερουργίας φρικτὴν τελεταρχίαν, καὶ μὴ καθάπτηταί σου τὸ συνειδός, ἐν οὐδενὶ τῶν πάντων, ὡς ἐκ ταύτης ἐλπίσῃς τὴν σωτηρίαν· ὑπὲρ γὰρ πᾶσαν ἐργασίαν καὶ θεωρίαν ἡ ἐντεῦθεν προσγένηταί σοι ὠφέλεια· εἰ δὲ μὴ οὕτως, ὄψει αὐτός, καὶ κρεῖττον πάντως ἀποσχέσθαι δι᾽ ἐπιγνωμοσύνης τῆς οἰκείας ἀσθενείας τοῦ τῆς ἱερωσύνης ὕψους, ἢ ἀτελῶς καὶ ἀνάγνως ταύτης ἐπειλημμένον, καὶ τοῖς πολλοῖς δοκοῦντα εἶναι μετέωρον, πτῶμα κεῖσθαι κλαυθμοῦ ἄξιον ἐξ ἀναξιότητος.

Τόσον ὑπέρκειται ἡ τῆς σεβασμίας ἱερωσύνης λατρεία, καὶ πρὸς τὸ θεῖον ἐξίλασις καὶ δυσώπησις πάσης ψαλμῳδίας καὶ προσευχῆς, ὅσον ἀστέρων ἥλιος· αὐτὸν γὰρ ἐκεῖνον τὸν μονογενῆ θυσιάζομεν, καὶ προτίθεμεν, καὶ προσάγομεν εἰς παράκλησιν, τὸν ὑπὲρ ἁμαρτωλῶν δωρεὰν σφαγέντα διὰ φιλανθρωπίαν, οὐχ ὑπὲρ ἁμαρτάδων ἀφέσεως μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν δεώμεθα πρὸς τὸ συμφέρον πάντως, εἰ μὴ ἡ συνείδησις βεβηλοῦται· καὶ τὸ μὲν ἡνωμένον θεότητι, ὡς περ τις ἄνθραξ φλέγει πᾶσαν ὕλην ἀνομημάτων, καὶ τὰς καρδίας φωτίζει τῶν μετὰ πίστεως προσιόντων· ὡσαύτως δὲ καὶ τὸ θεῖον αἷμα καὶ τίμιον, ῥύπτει καὶ καθαίρει παντὸς ὑσσώπου ἐπέκεινα, κηλίδα πᾶσαν καὶ σπῖλον, τῶν ὅση δύναμις καθαρῶς καὶ οὐκ ἀνάγνως τῶν ἁγίων κατατολμώντων, εἴπου τίς ἐναποληφθείη οὕτω συμβάν.

Οὐ τὸ σῶμα τὸ ἀναληφθὲν τοῦ Θεοῦ λόγου, ὥς τις ἔφησε τῶν ἁγίων, ἐξ οὐρανοῦ κατιὸν θύεται, ἀλλ᾽ αὐτὸς ὁ ἄρτος καὶ ὁ οἶνος μεταβάλλεται εἰς σῶμα καὶ αἷμα Χριστοῦ, πίστει, καὶ φόβῳ, καὶ πόθῳ, καὶ εὐλαβείᾳ, ἀπὸ τῶν καταξιωθέντων τῆς θείας ἱερωσύνης ἱεροτελεστούμενος· καὶ τὴν ἐκ τούτου εἰς τοῦτο ἄμειψιν δεχόμενος, ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Παναγίου Πνεύματος. Οὐχὶ γινόμενος ἕτερον σῶμα παρ᾽ ἐκεῖνο τὸ δεσποτικόν, ἀλλ᾽ εἰς τοῦτο μεταβαλλόμενος, ἀφθαρτίζων, οὐχὶ φθειρόμενος. Πόσης οὖν δεῖται τῆς καθαρότητος καὶ τῆς ἁγιότητος ὁ ἱερεύς, θεϊκοῦ ψαύων σώματος, καὶ παρρησίας ὁποίας, μεσίτης Θεοῦ καὶ ἀνθρώπων γινόμενος, καὶ συμπρεσβευτὰς περιλαμβάνων σὺν τῇ Πανάγνῳ καὶ Θεομήτορι, πάσας τε τὰς ἐπουρανίους τῶν Ἀγγέλων δυνάμεις καὶ τοὺς ἀπ᾽ αἰῶνος ἁγίους; Ἐμοὶ δοκεῖ, ἀγγελικῆς αὐτὸν ἢ ἀρχαγγελικῆς ὥσπερ δὴ τῆς ἀξίας. οὕτω χρήζειν καὶ τῆς οἰκειότητος.

Σημειωτέον σοι, ὦ Πισήνιε, ὅτι διὰ τοῦτο ἀνακεκαλλυμένα πρόκεινται τὰ ἅγια, μετὰ τὸ τῆς πίστεως σύμβολον, ἐπὶ τῆς ἁγίας τραπέζης μέλλοντα ἁγιάζεσθαι, ὡς ἂν δέῃται τρόπον τινὰ ὑπὲρ τῶν προσφερόντων, καὶ κράζειν ἀλαλήτοις φωναῖς πρὸς τὸν ἐν οὐρανοῖς κατοικοῦντα. Ὁρῶν γὰρ ἐκεῖνος οὐ παρορᾷ· καὶ βλέπων οὐ παραβλέπει, ἐνθυμούμενος τὴν ὑπὲρ τῶν ἁμαρτωλῶν ἑκούσιον κένωσιν, καὶ ἄρρητον συγκατάβασιν, καὶ φιλάνθρωπον σφαγήν. Οὐ γὰρ δεδικαιωμένοις οὖσιν ἡμῖν, τὸ λύτρον ἐχαρίσατο διὰ τοῦ παθεῖν καὶ τὴν σωτηρίαν, ὁ ἀγαθός τε καὶ ἀνεξίκακος, ἀλλὰ προσκεκρουκότας ἠλέησε, καί ἀνεκαλέσατο.

Κἂν καθαρᾶς ἐπιμελούμενος προσευχῆς ἐνούσης Θεῷ ἀΰλως τὸν ἄϋλον νοῦν, καὶ ἔφθασας ὡς ἐν ἐσόπτρῳ ἰδεῖν τὴν διαδεξαμένην σε λῆξιν μετὰ τὸ τέλος τῆς ἐνταῦθα ζωῆς, ὡς τὸν τοῦ Πνεύματος δεξάμενος ἀρραβῶνα, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἐντὸς κεκτημένος ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ, μὴ ἀνάσχῃ ἀπολυθῆναι τῆς σαρκὸς χωρὶς προγνώσεως τοῦ θανάτου, ἀλλὰ καὶ δέου λιπαρῶς περὶ τούτου, καὶ ἔσο εὐελπις τούτου τυχεῖν, τῆς ἐξόδου πλησίον, εἰ εἴη συμφέρον, πρὸς ἣν εὐτρεπίζου διηνεκῶς, δειλίαν πᾶσαν ἀπορριπτούμενος ὡς ἂν τὸν ἀέρα διαπεράσας, καὶ τὰ τῆς πονηρίας διαδρὰς πνεύματα, θαρσαλέως καὶ ἀδειμάντως εἴσω γένῃ τῶν οὐρανίων ἀψίδων, τάξεσιν ἀγγελικαῖς συνταττόμενος, καὶ προσθήκῃ τοῖς ἀπ᾽ αἰῶνος ἐκλεκτοῖς καὶ δικαίοις γινόμενος, καὶ τὸ θεῖον ὁρῶν ὅσον ἐφικτόν. Εἰδ᾽ οὖν, ἀλλὰ τὰ ὑπ᾽ αὐτῷ ἀγαθὰ καὶ τὸν τοῦ Θεοῦ λόγον κατανοῶν ἀκτινοβολοῦντα τὰ ὑπερουράνια, λατρευόμενον μιᾷ προσκυνήσει, μετὰ τῆς ἀχράντου σαρκὸς αὐτοῦ, ἅμα τῷ Πατρί, καὶ τῷ Πνεύματι, ὑπὸ πάσης ἐπουρανίου στρατιᾶς, καὶ τῶν ἁγίων ἁπάντων. Ἀμήν.

· Contents ·