Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Philotheos of Sinai, 58. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΦΙΛΟΘΕΟΥ
ΤΟΥ ΣΥΝΑΪΤΟΥ

Φιλόθεος ὁ Ὁσιώτατος Πατὴρ ἡμῶν, ὁ τῆς κατὰ τὸ Σίναιον λογικῆς τῶν Μοναχῶν ποίμνης χρηματίσας Ἡγούμενος, καὶ διὰ τοῦτο Συναίτης ἐπικαλούμενος, ἐν τίσιν ἤκμασε χρόνοις καὶ ἐτελεύτησεν, ἄδηλον. Ὁ δὲ παρὼν οὑτοσὶ λόγος, εἰς κεφάλαια διῃρημένος τεσσαράκοντα, ἀρίστως αὐτῷ φιλοπονηθείς, καὶ πλείστης ὅσης, ὡς οὐκ ἄν τις εἶποι, τῆς πνευματικῆς σοφίας καὶ ψυχικῆς ὠφελείας πεπληρωμένος, τῆς χορείας τῶν λοιπῶν Νηπτικῶν διαζευχθῆναι οὐκ ἔδοξε δίκαιος. Πολλοῦ γε καὶ δεῖ. Γνώμονά γε τούτου ἀκριβῆ νήψεως, καὶ νοὸς φυλακῆς, καὶ καθαρότητος καρδίας εἰπών τις, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας.

· Contents ·