Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Philotheos of Sinai, Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιλοθέου τοῦ Σιναίτου, Νηπτικὰ κεφάλαια…
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΦΙΛΟΘΕΟΥ
ΤΟΥ ΣΥΝΑΪΤΟΥ
ΝΗΠΤΙΚΑ ΚΕΦΑΛΑΙΑ Μ΄.
Ἔστιν ἐν ἡμῖν νοητὸς πόλεμος τοῦ αἰσθητοῦ χαλεπώτερος, καὶ δεῖ τὸν τῆς εὐσεβείας ἐργάτην τρέχειν, καὶ κατὰ σκοπὸν διώκειν ἐν νῷ, τοῦ τελείως τὴν τοῦ Θεοῦ μνήμην ἐν καρδίᾳ, ὥς περ μαργαρίτην, ἢ λίθον τίμιον θησαυρίσαι, καὶ χρὴ πάντα προέσθαι, καὶ σῶμα καὶ αὐτῆς τῆς παρούσης ζωῆς καταφρονεῖν, ἵνα Θεὸν ἐν καρδίᾳ κτησώμεθα μόνον· ἀρκεῖ γάρ, ἔφη ὁ θεῖος Χρυσόστομος ἡ κατὰ νοῦν θεοπτία ἀπολέσαι τοὺς πονηρούς.
Πάσῃ οὖν δυνάμει ὀφείλουσιν οἱ νοητῶς ἀγωνιζόμενοι, ἐργασίας πνευματικὰς ἐκ τῶν θείων γραφῶν ἐκλέγεσθαι, καὶ τῷ νοὶ ὥς περ ὑγιεινὰς ἐμπλάστρους τιθέναι. Καὶ ἀπὸ μὲν πρωΐας, φησί, μετὰ ἀκριβοῦς μνήμης Θεοῦ, καὶ ἀδιαλείπτου ἐν ψυχῇ Ἰησοῦ Χριστοῦ εὐχῆς χρὴ ἀνδρείως καὶ ἀποτόμως ἵστασθαι ἐν πύλη καρδίας, καὶ ἀποκτείνειν τῇ νοητῇ φυλακῇ πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, καὶ ἐκτάσει τῆς πιστῆς τοῦ Θεοῦ μνήμης, συγκόπτειν κεφαλὰς δυναστῶν διὰ Κύριον, καὶ ἀρχὰς λογισμῶν πολεμίων· ἐπείπερ ἴσμεν καὶ ἐν νοητοῖς ἱδρῶσιν ἔνθεόν τινα ἐργασίαν καὶ τάξιν, καὶ οὕτω χρή γε βιαζομένους ποιεῖν, ἕως ἐνστῇ ὁ τῆς ἑστιάσεως παρὼν καιρός· μετέπειτα δὲ εὐχαριστήσαντας τῷ Κυρίῳ, τῷ διὰ μόνην φιλανθρωπίαν δισσῶς ἐμπιπλῶν τι ἡμᾶς τροφῆς καὶ ἐν πνεύματι, καὶ σώματι, τῇ τοῦ θανάτου μνήμῃ καὶ μελέτῃ δεῖ ἀναλίσκειν, καὶ τῇ ἐφεξῆς πάλιν, τοῦ πρωϊνοῦ ἔργου κραταιῶς ἔχεσθαι. Μόλις γὰρ οὕτω καθ᾽ ἡμέραν ποιοῦντες, ἐκφυγεῖν ἐξισχύσωμεν ἐν Κυρίῳ τὰ δίκτυα τοῦ νοητοῦ ἐχθροῦ, ἅτινα ἐν ἡμῖν ἐγχρονίζοντα, γεννῶσι τὰ τρία ταῦτα, πίστιν, ἐλπίδα, καὶ ἀγάπην· καὶ ἡ μὲν πίστις, ἀληθινῶς ἡμᾶς παρασκευάζει φοβεῖσθαι Θεόν· ἡ δὲ ἐλπὶς τὸν δουλικὸν ὑπερπηδῶσα φόβον, ἀγάπη Θεοῦ συνάπτει τὸν ἄνθρωπον, εἴπερ ἡ ἐλπὶς οὐ καταισχύνει, ἐπειδὴ γεννᾶν οἴδε τὴν διττὴν ἀγάπην, ἐφ᾽ ᾗ ὁ νόμος κρέμανται καὶ οἱ Προφῆται· ἡ δὲ ἀγάπη, οὐδέποτε ἐκπίπτει μετὰ καὶ τοῦ αἰτία γενέσθαι ἐν τῷ δε τῷ αἰῶνι τῷ μετόχῳ αὐτῆς, τοῦ πληροῦντος τὰς θείας νομοθεσίας, καὶ ἐν τῷ μέλλοντι.
Σπάνιον δὲ ἐστι λίαν εὑρεῖν τοὺς τῷ λογιστικῷ ἡσυχάζοντας· κἀκείνων μόνων ἐστίν, οἷ τὴν θείαν χάριν καὶ παράκλησιν διὰ τοῦ δε τοῦ πράγματος ἐγγίζειν αὐτοῖς μηχανῶνται, εἰ τοίνυν τὴν κατὰ Χριστὸν φιλοσοφίαν, ἐν τηρήσει νοὸς καὶ νήψει, τὴν νοητὴν ἐργασίαν βαδίζειν βουλόμεθα, δι᾽ ἐγκρατείας βρωμάτων πολλῶν τέως τῆς ὁδοῦ ταύτης ἀρχόμεθα, σταθμῷ τὰ βρώματα, καὶ ποτὰ λαμβάνοντες, ἐν τῷ δύνασθαι· λεγέσθω γὰρ ἡ νῆψις εἰκότως, ὁδὸς μὲν εἰς βασιλείαν ἄγουσα εἴς τε τὴν ἐντὸς ἡμῶν, καὶ εἰς τὴν μέλλουσαν, νοητὴ δὲ ἐργασία, ὡς ἐξεργαζομένη καὶ λευκαίνουσα τὰ τοῦ νοῦ ἤδη, καὶ ἀπὸ τοῦ ἐμπαθοῦς εἰς τὸ ἀπαθὲς μεταβάλλουσα· θυρίδι γὰρ φωτεινῇ ἐοικεν, ἀφ᾽ ἧς ὁ Θεὸς διακύψας, ἐπιφαίνεται τῷ νοΐ.
Ὅπου δὲ ταπείνωσις, μνήμη τε Θεοῦ ἐκ νήψεως συνεστῶσα καὶ προσοχῆς, προσευχῆς τε πυκνότης κατ᾽ ἐχθρῶν ἐστηλωμένη, ἔστιν ἄρα ἐκεῖ ὁ τόπος τοῦ Θεοῦ· ἤτοι καρδιακὸς οὐρανός, ἐν ᾧ δαιμόνιος φάλαγξ δέδοικε προσκαρτερεῖν, διὰ τὸν ἐν τῷ τόπῳ κατοικοῦντα Θεόν.
Οὐδὲν πολυλογίας συγχυτικώτερον, καὶ γλώσσης ἀκρατοῦς φαυλότερον. καὶ κατάστασιν ψυχῆς ἀφανίσαι δυνάμενον· ἃ γὰρ καθ᾽ ἡμέραν οἰκοδομοῦμεν, καταλύει· καὶ ἃ κόπῳ συνάγομεν, διὰ γλωσσαλγίας ἡ ψυχὴ σκορπίζει, τί γὰρ αὐτῆς χεῖρον; ἀκατάσχετον κακόν· δεῖ οὖν αὐτῇ ὁρίσαι, καὶ βίαν ἐπιθεῖναι, καὶ ἄγξαι αὐτήν, ἵν᾽ οὕτως εἴπω, τὰ πρὸς χρείαν μόνον ὑπηρετεῖν, καὶ τίς ἂν ἐξείποι ὅλην τὴν ἐκ τῆς γλώττης ψυχικὴν ζημίαν;
Πρώτη πύλη ἡ εἰσάγουσα εἰς τὴν νοητὴν Ἱερουσαλὴμ τὴν τοῦ νοῦ προσοχήν, ἔστιν ἡ ἐν γνώσει σιωπὴ τοῦ στόματος, κἂν μήπω ὁ νοῦς τέως ἡσυχάζῃ· δευτέρα δέ, ἡ ἀπὸ βρωμάτων καὶ πομάτων ἐγκράτεια ἔμμετρος· τρίτη, ἡ νοῦν καὶ σῶμα ἁγνίζουσα, τοῦ θανάτου ἀδιάλειπτος μνήμη καὶ μελέτη. Ταύτης ἔγωγε τὴν ὥραν ἅπαξ ἰδών, καὶ πνεύματι ἀλλ᾽ οὐκ ὄμματι τρωθεὶς καὶ τερφθείς, ὁμόζυγον ἐμοὶ παρ᾽ ὅλον τὸν βίον ἠθέλησα κτήσασθαι, ἐρασθεὶς τῇ αὐτῆς εὐπρεπείᾳ τε, καὶ σεμνότητι· ὅπως ἔστι ταπεινή, χαρμολυπουμένη, σκεπτική, ἔμφοβος τῆς μελλούσης δικαίας ἐτάσεως, δεδοικυῖα τὴν τοῦ βίου μέλλησιν. Καὶ ἐκ μὲν αἰσθητῶν ὀμμάτων, ὕδωρ ζωηρὸν ἰαματικὸν πέφυκε στάζειν, ἐκ δὲ νοητῶν ὀφθαλμῶν πηγὴν ἀφιεῖσαν ἐννοιῶν σοφωτάτων, ἥτις νάουσα καὶ ἁλλομένη, εὐφραίνει τὴν φρένα ταύτην, ὡς ἔφην, τὴν τοῦ Ἀδὰμ θυγατέρα τὴν μνήμην λέγω τοῦ θανάτου, ἐδίψων ἀεὶ σύμβιον κτήσασθαι, καὶ σὺν αὐτῇ καθεύδειν, αὐτῇ τε ὁμιλεῖν· καὶ τί μέλλει γενέσθαι μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, συζητεῖν· ἀλλ᾽ οὐκ εἴασεν ἡ μιαρὰ πολλάκις λήθη, ἡ ἐζοφωμένη τοῦ διαβόλου θυγάτηρ.
Ἔστι γὰρ πόλεμος ἐν τῷ κρυπτῷ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, διὰ λογισμῶν μετὰ τῆς ψυχῆς συγκρουόμενος· ἀοράτῳ γὰρ αὐτῇ οὔσῃ καὶ αἱ κακοθελεῖς δυνάμεις ἐκεῖναι καταλλήλως τῇ ταύτης οὐσίᾳ, διὰ τοῦ ἀοράτου πολέμου αὐτῇ προσφέρονται, καὶ ἔστιν ἰδεῖν μεταξὺ αὐτῶν καὶ αὐτῆς, καὶ ὅπλα, καὶ παράταξιν, καὶ δολίας ἀπάτας, καὶ πόλεμον φοβερόν, καὶ συμβολὴν ἔμμαχον, καὶ νίκας καὶ ἥττας ἐξ ἑκατέρων μερῶν· ἓν δὲ ἀπολείπεται οὗτος ὁ νοητός, ὃν ὑφηγούμεθα πόλεμος τοῦ αἰσθητοῦ πολέμου, τὸν καιρὸν τῆς τοῦ πολέμου προθεσμίας· ὁ μὲν γὰρ αἰσθητὸς πόλεμος, οἶδε καὶ καιρὸν ἑαυτῷ, καὶ τάξιν ὁρίζειν, ὁ δὲ ἀμηνύτως προσβάλλει ἐξάπινα περὶ τὰ τῆς καρδίας μεσαίτατα, καίρια λοχῶν ψυχὴν θανατοῖ διὰ τῆς ἁμαρτίας· ἕνεκεν τίνος, καὶ διατί, ὁ ἀγὼν οὗτος, καὶ ἡ πάλη συνίσταται καθ᾽ ἡμῶν; ἵνα μὴ τὸ τοῦ Θεοῦ θέλημα, ὅπερ εὐχόμεθα, γενηθήτω λέγοντες ἐν ἡμῖν τὸ θέλημά σου, δι᾽ ἡμῶν γένηται· τὸ δέ ἐστιν αἱ τοῦ Θεοῦ ἐντολαί, καὶ εἴ τις λεπτῶς ἐν Κυρίῳ τὸν ἴδιον νοῦν νηφαλέως στήσας τῆς πλάνης, τὰς εἰσβολὰς αὐτῶν καὶ μετεμπλοκὰς τὰς ἐκ φαντασιῶν συνισταμένας, ἀκριβῶς παρατηρήσειεν, εὐρήσει διὰ πείρας, διὸ καὶ ὁ Κύριος κατὰ τῶν ἀλιτηρίων δαιμόνων σκοπὸν ἀποτεινόμενος, ἅτε Θεὸς τὰ νοήματα αὐτῶν προθεωρῶν, ἐξ ἐναντίας αὐτῶν τοῦ σκοποῦ, τὰς ἐντολὰς αὐτοῦ σὺν ἀπειλῆ τοῖς παραβαίνουσι τέθεικεν.
Ὅταν ἐν ἕξει τινὶ γενώμεθα ἐγκρατείας λέγω, καὶ ἀποχῆς κακῶν φαινομένων, διὰ τῶν πέντε αἰσθήσεων ἐνεργουμένων, εἰς τὸ ἑξῆς δυνησόμεθα καὶ τὴν καρδίαν τηρεῖν μετὰ Ἰησοῦ, καὶ παρ᾽ αὐτοῦ ἐν αὐτῇ φωτίζεσθαι, καὶ μετὰ πόθου τινὸς θερμοῦ τῆς χρηστότητος αὐτοῦ διὰ τοῦ νοὸς ἀπογεύεσθαι· ἐπεὶ μὴ δι᾽ ἄλλο τί καθαίρεσθαι τὴν καρδίαν νόμον ἐλάβομεν, ἀλλ᾽ ἵνα τῶν τῆς πονηρίας νεφῶν ἐκβάντων ἐκ τοῦ ἀέρος τῆς καρδίας, καὶ διασκεδασθέντων τῇ συνεχείᾳ τῆς προσοχῆς, ὡς ἐν αἰθρίᾳ καθαρῶς ἰδεῖν δυνηθῶμεν τὸν ἥλιον τῆς δικαιοσύνης Ἰησοῦν, καὶ ποσῶς ἐλλαμφθῆναι τοὺς λόγους ἐν νῷ τῆς αὐτοῦ μεγαλειότητος· ἐπειδὴ μὴ πᾶσι φανεροῦσθαι πεφύκασιν, εἰμὴ τοῖς καθαίρουσι τὴν διάνοιαν.
Οὕτως ἑαυτοὺς τὸ καθ᾽ ἡμέραν χρὴ καταρτίζειν, οἵους χρὴ φαίνεσθαι ἐνώπιον τοῦ Θεοῦ· φησὶ γὰρ ὁ Προφήτης Ὠσηέ, Ἔλεον, καὶ κρίσιν φυλάσσου, καὶ ἔγγιζε τῷ Θεῷ σου διαπαντός· καὶ πάλιν ὁ Μαλαχίας, ἐκ προσώπου τοῦ Θεοῦ φησί, Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν Κύριον αὐτοῦ· καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγώ, ποῦ ἐστὶν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ· καὶ ὁ Ἀπόστολος. Καθαρίσωμεν ἑαυτούς, φησίν, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ ἡ Σοφία πάλιν. Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδος ζωῆς· καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς ἔφη. Καθάρισον τὸ ἔσωθεν τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἔξωθεν καθαρόν.
Αἱ ἄκαιροι ὁμιλίαι, ποτὲ μὲν μῖσος παρὰ τῶν ἀκουόντων ἡμῖν προξενοῦσιν, ἄλλο τε δὲ λοιδορίας, καὶ γέλωτα, τὴν τῶν ῥημάτων ἄνοιαν καταγινωσκόντων, ἄλλαι δὲ, μολυσμὸν συνειδότος, ἄλλαι τὴν ἐκ Θεοῦ κατάκρισιν, καὶ τὴν λύπην τοῦ Ἁγίου Πνεύματος, ὃ καὶ φρικτὸν τῶν ἄλλων ἁπάντων.
Ὁ τὴν καρδίαν αὐτοῦ καθαίρων καὶ ἐκ ῥιζῶν ἀνασπῶν τὴν ἁμαρτίαν ἐν Κυρίῳ, καὶ πονῶν χάριν γνώσεως θειοτέρας, καὶ βλέπων ἐν νῷ τὰ πολλοῖς ἀθέατα, οὐ χρὴ διὰ τοῦτο τινὸς κατεπαίρεσθαι· οὐδὲν γὰρ καθαρώτερον ἐν κτιστοῖς ἀσωμάτου, οὐδὲν ἀγγέλου γνωστικώτερον· ἀλλ᾽ ἐπαρθείς, ὡς ἀστραπὴ ἐξ οὐρανοῦ κατερράγη· οὕτως αὐτῷ ἡ ὑψηλοφροσύνη, ἀκαθαρσία παρὰ τῷ Θεῷ λογισθεῖσα, φανεροὶ δὲ εἰσιν οἱ τὸν χρυσὸν ἀνορύττοντες.
Φησὶν ὁ Ἀπόστολος. Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ὡς μὴ δυνατὸν μετὰ κόρου βρωμάτων, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἀφανεῖς, καὶ κακοθελεῖς δυνάμεις παρατάττεσθαι τοὺς τῇ σαρκὶ ταύτῃ συνδεδεμένους τῇ μοχθηρᾷ, καὶ ἀεὶ ἐπιθυμούσῃ κατὰ τοῦ πνεύματος. Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις, καὶ πόσις, τὸ φρόνημα τῆς σαρκός, ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναταί φησι, δῆλον ὅτι διὰ τοῦτο οὐ δύναται, ἐπειδὴ γήϊνον ὃν, χυμῷ καὶ αἵματι, καὶ φλέγματι συγκεκραμμένον, καὶ ἀεὶ κάτω πίπτον, ἀεὶ προσπάχει τοῖς γηίνοις, καὶ ἥδεται ταῖς ὀλλυμέναις ἡδοναῖς τοῦ ἐνεστῶτος αἰῶνος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος· οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.
Πολλῆς δὲ ταπεινώσεως ἡμῖν χρεία, ἐπιμελουμένοις νοὸς φυλακῆς ἐν Κυρίῳ, πρῶτον εἰς Θεὸν, καὶ εἰς ἀνθρώπους, παντοίως δὲ πάντοθεν, ὀφείλομεν συντρίβειν τὴν καρδίαν, πᾶν τὸ ταπεινοῦν ἐπιτηδεύοντες. Συντρίβειν δέ, καὶ ταπεινοῦν οἶδε καρδίαν, μνήμη τοῦ ἀρχαίου ἡμῶν ἐν τῷ κόσμῳ βίου, εἰ κατὰ ἀκρίβειαν μνημονεύεται παρ᾽ ἡμῶν. Καὶ μνήμη ἁμαρτημάτων πάντων ἐκ νηπίου, κατ᾽ εἶδος παρὰ τοῦ νοὸς ἀναθεωρουμένων, (παρεκτὸς τῶν σαρκικῶν, τούτων γὰρ ἡ ἐνθύμησις ἐπιζήμιός ἐστι.) καὶ ταπεινοῦν οἶδε καὶ δάκρυα γεννᾶν, καὶ πρὸς εὐχαριστίαν Θεοῦ ὁλοκαρδίως ἡμᾶς κινεῖν, ὥσπερ καὶ ἡ ἀένναος, καὶ ἡ ἐναργὴς μνήμη τοῦ θανάτου. ἡ αὐτὴ γὰρ καὶ πένθος τίκτει μετὰ ἡδύτητός τινος, καὶ χαρᾶς, καὶ νῆψιν νοός. Κραταιῶς δὲ ταπεινοῖ φρόνημα, καὶ γῆν ὁρᾶν, καὶ ἡ μνήμη τῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παθῶν, κατ᾽ εἰδος καὶ αὐτῶν τῇ μνήμῃ ἀναλεγομένων, καὶ μνημονευομένων· καί γε δάκρυα καὶ ταῦτα παρέχουσι. Καὶ πρὸς τούτοις ταπεινοῦσιν ἀληθῶς ψυχὴν καὶ αἱ πολλαὶ εὐεργεσίαι τοῦ Θεοῦ, αἱ εἰς ἡμᾶς κατ᾽ εἶδος ἀριθμούμεναι καὶ ἀναθεωρούμεναι, ἐπειδὴ πρὸς ὑπερηφάνους δαίμονας τὴν πάλην ἔχομεν.
Μὴ ἀπαναίνου ἐκ φιλαυτίας τὰ τοιάδε σωτήρια φάρμακα ψυχῆς, ὦ οὐτος, ἐπεὶ οὐκ εἶ λοιπὸν Χριστοῦ μαθητής, οὐ μὴν, οὐδὲ Παύλου μιμητής, ὅς, οὐκ εἰμὶ ἱκανὸς, φησι, καλεῖσθαι Ἀπόστολος· καὶ πάλιν· τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· ὁρᾶς ὑπερήφανε τὸν ἅγιον, ὅπως οὐκ ἐπιλήσμων τοῦ προτέρου βίου ἦν; καὶ οἱ ἅγιοι δὲ πάντες οἱ ἐξ ἀρχῆς κτίσεως, μέχρι καὶ νῦν, ταύτην ἐνεδιδύσκοντο τὴν ἐσχάτην Θεοῦ ἁγίαν διπλοίδα· καὶ αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, Θεὸς ὢν ἀκατάληπτος, καὶ ἄγνωστος, καὶ ἀνεκλάλητος, θέλων δεῖξαι τὴν ὁδὸν τῆς αἰωνίου ζωῆς, καὶ ἁγιότητος, τὴν ταπείνωσιν ὅλῳ τῷ ἑαυτοῦ σαρκίῳ ἐνεδύσατο· οὕτως ἄρα καὶ θεϊκὴ ἀρετὴ δικαίως ὀφείλει καλεῖσθαι, καὶ δεσποτικὴ ἐντολή, καὶ στολή, ἡ ἁγία ταπείνωσις, καὶ οἱ Ἄγγελοι δὲ, καὶ πᾶσαι αἱ λαμπραὶ καὶ θεῖαι δυνάμεις ἐκεῖναι, ταύτην τὴν ἀρετὴν ἐξασκοῦσι, καὶ φυλάττουσιν, εἰδότες οἵῳ πτώματι πέπτωκεν ὑπερηφανευθεὶς ὁ σατᾶν, καὶ εἰς ὑπόδειγμα φόβου πτώσεως Ἀγγέλων τε, καὶ ἀνθρώπων, κεῖται ἐν τῇ ἀβύσσῳ ὁ πονηρός, πάσης τῆς ἄλλης κτίσεως ἀτιμώτερος πρὸς Θεοῦ, διὰ οἰκείαν ὑπερηφάνειαν ὑποδειχθείς. Οἴδαμεν δὲ καὶ ᾧπερ πτώματι ὁ Ἀδὰμ ἐξ ὑπερηφανίας πέπτωκε. Τοσαῦτα οὖν ἔχοντες ὑποδείγματα τῆς ψυχωφελοῦς ἀρετῆς, παντοίως ἀεὶ ταπεινώμεθα· ὅση δύναμις τούτοις χρώμενοι ταπεινωθῶμεν ψυχῇ, καὶ σώματι, καὶ φρονήματι, καὶ θελήματι, καὶ ῥήμασι, καὶ διανοήμασι, καὶ σχήματι, καὶ ἔκτοθι καὶ ἔνδοθι· ὃ μάλιστα ζητητέον, ἵνα μὴ τὸν ὑπὲρ ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ Θεόν, καθ᾽ ἡμῶν ἔξωμεν. Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· καὶ ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος· καὶ ὁ ἑαυτὸν ταπεινῶν ὑψωθήσεται. Καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· διὸ προσεκτέον.
Ὁρᾶτε, φησὶν ὁ σωτὴρ ἡμῶν, μὴ βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν, καὶ τὰ ἑξῆς. ὁ δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Πάντα οὖν ταῦτα πρὸς ἡμᾶς παρὰ τῇ τῇ θείᾳ γραφῇ εἰρημένα εἰδότες, ἐγκρατῶς τὸν βίον διάξωμεν· πρὸ πάντων ἀπὸ πολλῶν βρωμάτων, τάξει ἐναρέτῳ, καὶ συνηθείᾳ τῷ σώματι ἐθίσωμεν, μέτρῳ τὴν τροφὴν αὐτῷ παρεχόμενοι. Οὕτω γὰρ καὶ τὰ σκιρτήματα αὐτοῦ τοῦ ἐπιθυμητικοῦ μέρους, ῥᾷον κατευνάζονται, καὶ ὑποτάσσονται τῷ ἡγεμόνι λογιστικῷ· εἴπερ δεῖ πειθανῶς εἰπεῖν, καὶ ἀληθῶς, καὶ τὰ τοῦ θυμοῦ. Ἀλλὰ καὶ τῶν λοιπῶν σφαλμάτων, εὐκόλως ἀπεχόμεθα· ἐπεὶ καὶ ἀρετὴ τοῦτο κρίνεται τοῖς πεῖραν ἀρετῆς εἰληφόσι, τὸ περιεκτικῶς ἐγκρατεύεσθαι, τουτέστιν ἀπὸ παντὸς εἶδους πονηροῦ ἀπέχεσθαι. αἴτιον γὰρ τῆς ἁγνείας προηγουμένως μὲν ὁ Θεός, ὁ πάντων τῶν καλῶν αἴτιος, καὶ δοτήρ. Ἔπειτα δέ, ἡ ἀπὸ βρωμάτων πολλῶν ἴση καθ᾽ ἑκάστην καὶ μεμετρημένη ἐγκράτεια.
Ὥσπερ γὰρ ὁ σατᾶν τῷ Θεῷ ἀντιταττόμενος, πρὸς τὸ τοῦ Θεοῦ μὴ γίνεσθαι θέλημα ὅ εἰσιν αἱ ἐντολαί, δι᾽ ὧν καταλύειν πειρᾶται αὐτό, δι᾽ ἡμῶν Θεῷ πολεμεῖ, οὕτω πάλιν δι᾽ ἡμῶν ὁ Θεὸς ἀνύεσθαι βούλεται τὸ πανάγιον αὐτοῦ βούλημα ὅ ἐστιν ὡς εἶπον αἱ θεῖαι, καὶ ζωοποιαὶ ἐντολαί, δι᾽ ἡμῶν καὶ τῆς αὐτοῦ ῥοπῆς, τὸν ὀλέθριον σκοπὸν τοῦ πονηροῦ καταβάλλων. Τὴν γὰρ τοῦ ἐχθροῦ ἀνόνητον βούλησιν, ἥτις δοκεῖ Θεῷ ἀντιτάττεσθαι, δι᾽ ὧν ποιεῖ τὰς ἐντολὰς αὐτοῦ παραβαίνεσθαι, αὐτὸς πάλιν ὁ Θεὸς δι᾽ ἀνθρωπίνης ἀσθενείας καταστρέφει. Καὶ ὅρα, εἰ μὴ οὕτως ἔχει. Αἱ μὲν ἐντολαὶ πᾶσαι τοῦ θείου Εὐαγγελίου, τὸ τριμερὲς τῆς ψυχῆς δοκοῦσι νομοθετεῖν καὶ ὑγιὲς ποιεῖν, δι᾽ ὧν προστάττουσιν. Μᾶλλον δὲ οὐδὲ δοκοῦσι μόνον, ἀλλὰ καὶ ἀληθινῶς αὐτὸ ὑγιάζουσιν. Τοῦτο οὖν τὸ τριμερὲς τῆς ψυχῆς καὶ ὁ διάβολος φαίνεται νυκτὸς καὶ ἡμέρας πολεμῶν. Καὶ εἰ τὸ τριμερές πολεμεῖ ὁ σατᾶν, δηλονότι τὰς ἐντολὰς τοῦ Χριστοῦ πολεμεῖ· ὁ Χριστὸς γὰρ τὸ τριμερὲς τῆς ψυχῆς νομοθετεῖ διὰ τῶν ἐντολῶν. Τὸ δέ ἐστι, θυμικόν, ἐπιθυμητικόν, καὶ λογιστικόν. Καὶ σκόπει, ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει, καὶ τὰ ἑξῆς αὐτοῦ παραγγέλματα· ἰδοὺ θεραπεῖαι τοῦ θυμοῦ· ὁ δὲ ἐχθρὸς πάλιν τὴν ἐντολὴν ταύτην, καὶ τὰς περὶ αὐτήν, διὰ φιλονεικιῶν, καὶ μνησικακίας, καὶ φθόνου λογισμῶν ἔνδον πειρᾶται καταστρέψαι. οἶδε γὰρ καὶ αὐτὸς ὁ ἀντίπαλος, ὅτι τοῦ θυμικοῦ καθηγεμών, τὸ λογιστικόν ἔστι, καὶ τοῦτο διὰ λογισμῶν, ὡς εἶπον, τοξεύων, ὑπονοιῶν φθόνου, φιλονεικίας, ἔριδος, δόλου, κενοδοξίας, πείθει τὸ λογιστικὸν καταλιπεῖν τὴν οἰκείαν ἀρχήν, καὶ ἐνδοῦναι τῷ θυμῷ τὰς ἡνίας, καὶ ἀκυβέρνητον ἐᾶσαι. Ὁ δὲ θυμός, ὥς περ τὸν κυβερνήτην ἀποβαλών, ἐξάγει διὰ στόματος ἐν λόγοις, τὰ αὐτῷ προαποκείμενα ἐν καρδίᾳ, ἃ διὰ λογισμῶν τοῦ ἐχθροῦ, καὶ ἀμελείας τοῦ νοῦ, ἐν καρδίᾳ ἀπεθησαυρίσθησαν, καὶ τὴν καρδίαν ἀντὶ θείου πνεύματος. καὶ θείων ἐννοιῶν, κακίας οὖσαν ἰδέσθαι τότε ἀνάπλεων, καθὼς εἶπεν ὁ Κύριος. Ἐκ τοῦ πληρώματος τῆς καρδίας λαλεῖ τὸ στόμα. Εἰ γὰρ εἶς λόγος τὰ ἔσω μελετώμενα ἐξαγαγεῖν ἰσχύσει ὁ πονηρός, οὐ ῥακᾶ εἰπεῖν ὁ ἀδελφὸς ὁ ἁλοὺς τῷ ἀδελφῷ καὶ οὐ μωρὸν μόνον, ἀλλ᾽ ἐξ ὑβριστικῶν ῥημάτων, καὶ φόνῳ περιπεσεῖται πολλάκις, καὶ τούτοις μὲν χρῆται ὁ πονηρός, διὰ τὸν δόντα ἐντολὴν Θεὸν τοῦ μὴ ὀργίζεσθαι εἰκῇ, ἅπερ ἠδύνατο μὴ ἐκβῆναι εἰς ῥήματα ὑβριστικὰ καὶ τὰ τούτοις ἐπακολουθοῦντα, εἰ ἐκ προσβολῆς εὐθύς, δι᾽ εὐχῆς καὶ προσοχῆς τῆς ἔνδον ἐκ καρδίας ἀπεδιώχθησαν· οὕτως ὁ ἀλάστωρ τοῦ ἰδίου σκοποῦ τυγχάνει, εἴγε ἃ διὰ λογισμῶν ἐν καρδίᾳ ἐνέβαλεν, εὑρήσει θείαν ἐντολὴν λύοντα.
Τίνα δὲ καὶ τὰ τῷ ἐπιθυμητικῷ παρὰ τῆς θείας ἐντολῆς τῆς δεσποτικῆς ἐντέταλται; Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ ταύτην δὲ δοθεῖσαν ἰδὼν ὁ κακοῦργος, οἷον κατὰ τῆς ἐντολῆς ἀμφίβληστρον ἐν αὐτῷ πλέκει· πόρρω γὰρ τῆς ἐρεθιζούσης ὕλης μακρύνας τὸν πόλεμον ταύτης, ἔνδον ὑφίσταται· καὶ ἔστιν ἰδεῖν ἐν νῷ ζωγραφούμενα παρ᾽ αὐτοῦ, καὶ σχήματα, καὶ τυπώματα πορνικά· καὶ λόγους ἀκούειν ἐστὶν ἐρεθίζοντας πρὸς πάθος, καὶ ἄλλα ἅπερ οἱ νοῦ πεῖραν ἔχοντες ἴσασιν.
Τίς δὲ καὶ ἡ τῷ λογιστικῷ παραινοῦσα ἐντολή; ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· ἔστω δὲ ὁ λόγος ὑμῶν, ναὶ, καὶ οὔ· καὶ, ὁ μὴ ἀρνησάμενος πάντα καὶ ἀκολουθῶν μοι, οὐκ ἔστι μου ἄξιος· καὶ εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ταῦτα τὰ τοῦ λογιστικοῦ παραγγέλματα· πάλιν οὖν ὁ πολέμιος, ὥσπερ τινὰ στρατηγὸν ἄριστον βουλόμενος χειρώσασθαι, ὅς ἐστι τὸ λογιστικόν, διὰ λογισμῶν γαστριμαργίας, καὶ ἀδιαφορίας αὐτὸ τῶν φρενῶν ἐκστήσας, τῆς δὲ ἡγεμονίας. οἷα μέθυσον στρατηγὸν διαχλευάσας τε, καὶ ἐπιθυμίᾳ, ὑπηρέταις ὁ δράκων κέχρηται τῶν ἰδίων θελημάτων· αἱ δὲ δυνάμεις αὗται, τὸ ἐπιθυμητικὸν λέγω, καὶ τὸ θυμικόν, ἐκ τοῦ λογιστικοῦ ἄφετοι οὖσαι, ταῖς πέντε ἡμῶν αἰσθήσεσιν, εἰς τὸ φανερῶς ἁμαρτάνειν ὑπουργοῖς κέχρηνται· καὶ ταῦτά εἰσι τὰ πτώματα, τότε τοίνυν καὶ ὀφθαλμοὶ περίεργοι, οὐκ ἔχοντες τὸν νοῦν ἔνδον αὐτοὺς δεσμοῦντα· καὶ ἀκοὴ μάταια ἀκούειν ἀγαπῶσα, καὶ ὅσφρησις ἐκθηλυνομένη, καὶ στόμα ἀκρατές, καὶ χεῖρες ἁπτόμεναι ὧν μὴ δεῖ· οἷς ἐπακολουθεῖ, ἀδικία ἀντὶ δικαιοσύνης, ἄνοια ἀντὶ φρονήσεως, ἀκολασία ἀντὶ σωφροσύνης· δουλεία, ἀντὶ ἀνδρείας· αὖται γὰρ αἱ γενικαὶ τέσσαρες ἀρεταί· ἤγουν ἡ δικαιοσύνη, ἡ φρόνησις, ἡ σωφροσύνη, καὶ ἀνδρεία ὑγιαίνουσαι, τὸ τριμερὲς διακυβερνῶσι· τὸ τριμερὲς δὲ καλῶς ἰθυνόμενον, τὰς αἰσθήσεις τῶν ἀτόπων ἀπείργει, καὶ τότε δὴ γαλήνην ὁ νοῦς ἄγων, τῶν ἑαυτοῦ δυνάμεων ἐνθέως κυβερνωμένων καὶ ὑπηκόων, ῥαδίως ἐν τῷ νοητῷ πολέμῳ ἀνδραγαθεῖ· εἰ δὲ συγχέει αὐτοῦ τὰς δυνάμεις ἀπροσεξίᾳ, διὰ τῶν τοῦ πονηροῦ προσβολῶν ἡττώμενος, τὰς θείας ἐντολὰς παραβαίνει, τῇ παραβάσει οὖν πάντως ἕπεται, ἢ μετάνοια ἀνάλογος, ἢ κόλασις ἐν τῷ μέλλοντι. καλὸν οὖν τὸ ἀεὶ νήφειν τὸν νοῦν, δι᾽ οὗ πράγματος εἰς τὸ κατὰ φύσιν σταθείς, γίνεται ἐνταλμάτων θείων φύλαξ ἀληθής.
Ἡ ψυχὴ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων περιτετείχισταί τε, καὶ περιπέφρακται, καὶ δέδεται ἁλύσεσι σκότους. Μὴ δυναμένη διὰ τὸ περὶ αὐτὴν σκότος, ὡς θέλει προσεύξασθαι· ἐν τῷ κρυπτῷ γὰρ δεσμεῖται, τυφλώττουσα τοῖς ἔνδον ὄμμασιν· ὅταν οὖν ἀρχὴν λάβῃ εὔχεσθαι τῷ Θεῷ, καὶ νήφειν δι᾽ εὐχῆς, τότε τοῦ σκότους ἐκείνη δι᾽ εὐχῆς λυθήσεται· ἄλλως γάρ, οὐ δυνατὸν λυθῆναι· τοτε γὰρ δύναται ἡ ψυχὴ ἐπιγνῶναι, ὅτι ἔστιν ἔνδον ἐν τῇ καρδίᾳ ἄλλη πάλη, καὶ ἄλλη ἐναντιότης κρυπτή, καὶ ἄλλος πόλεμος λογισμῶν πνευμάτων πονηρίας· ὡς περ καὶ αἱ ἅγιαι γραφαὶ μαρτυροῦσι, λέγει γάρ· ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς· τόπος δὲ τοῦ νοῦ ἡ στάσις ἐστὶν αὐτοῦ ἐν τῇ ἀρετῇ βεβαία, καὶ ἡ νῆψις· καὶ γὰρ στάσις ἐστὶ καὶ ἐπὶ ἀρετῆς, καὶ κακίας· φησὶ γάρ, Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη· καὶ ὁ Ἀπόστολος. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.
Κρατῶμεν Χριστοῦ κραταιῶς ἄγαν, διὰ τοὺς ἀεννάως λαβεῖν τοῦτον ἐκ ψυχῆς ἀγωνιζομένους, ἵνα μὴ ἐκνεύσῃ Ἰησοῦς, ὄχλου λογισμῶν ὄντων ἐν τῷ τόπῳ τῆς ψυχῆς· ὃν οὐκ ἐξὸν χωρὶς πόνου ψυχῆς κραταιῶς κρατεῖν· καὶ ψηλαφῶμεν τὸν ἐν σαρκὶ αὐτοῦ βίον, ἵνα τὸν ἡμέτερον ταπεινῶς διεξάγωμεν, καὶ κρατῶμεν τὰ αὐτοῦ πάθη, ἵνα τὰ θλιβερὰ ὑπομείνωμεν, αὐτὸν ζηλοῦντες· καὶ γευώμεθα τὴν ἄρρητον καὶ συγκαταβατικὴν δι᾽ ἡμᾶς οἰκονομίαν αὐτοῦ, ἵνα ἐκ τῆς γεύσεως τῆς ψυχῆς τῆς γλυκείας, γινώσκωμεν ὅτι Χρηστὸς ὁ Κύριος· ἐπὶ πᾶσι δὲ τούτοις, ἢ καὶ πρὸ πάντων, ἀνενδοιάστως πιστεύωμεν αὐτῷ, ἐν οἷς λέγει· τὴν πρόνοιάν τε αὐτοῦ τὴν εἰς ἡμᾶς ἥκουσαν, καθ᾽ ἑκάστην ἐκδεχώμεθα, καὶ ὡς ἂν τύχῃ ἐλθοῦσα, εὐχαρίστως, καὶ ἀσπαστῶς, καὶ προθύμως δεχώμεθα· ἵνα μάθωμεν, πρὸς τὸν Θεὸν μόνον ὁρᾶν· ὃς τὰ ὅλα διοικεῖ λόγοις σοφίας θεϊκοῖς, καὶ ὅταν ταῦτα ποιήσωμεν πάντα, τότε οὐ μακράν που τοῦ Θεοῦ τυγχάνομεν· εἴπερ εὐσέβεια, ἀτέλεστος τελειότης, ὡς εἶπε τίς τῶν θεοφόρων ἀνδρῶν, καὶ τελείων τῷ πνεύματι.
Ὁ γὰρ τὴν ἑαυτοῦ ζωὴν καλῶς ἐξαγοραζόμενος, ἐννοίᾳ τε διόλου, καὶ μνήμῃ θανάτου σχολάζων, καὶ σοφῶς ἐκ παθῶν κλέπτων τὸν νοῦν, διὰ τοῦδε τοῦ πράγματος, οὗτος καὶ τὰς καθ᾽ ὥραν παρουσίας τῶν δαιμονικῶν προσβολῶν, ὀξυτέρως ὁρᾶν πάντως πέφυκε παρ᾽ ἐκεῖνον, ὃς, ἄτερ μνήμης θανάτου, διάγειν βεβούληται· ἕνεκεν γνώσεως μόνης τὴν καρδίαν καθαίρων, καὶ μὴ πενθήρει ἐννοίᾳ σώζων διόλου, ἐνίοτε δοκῶν οὗτος πάντων κρατεῖν, ἐντρεχείᾳ παθῶν ὀλεθρίων, ὑφ᾽ ἑνὸς δέδεται, ὡς οὐκ οἶδε, τοῦ χειρίστου πάντων, καὶ πίπτει ἔσθ᾽ ὅτε, χωρὶς Θεοῦ, ὑψηλοφροσύνῃ, τοῦτον χρὴ νήφειν σφόδρα, ἵνα μὴ τυφωθεὶς χαώσῃ τὰς φρένας· πέφυκε γὰρ ὡς Παῦλος φάσκει, ψυχας ἔνθεν κἀκεῖθεν ἐρανιζούσας γνῶσιν, φυσιοῦσθαι κατ᾽ ἐλαττόνων, ὡς δοκοῦσιν, αἷς σπινθήρ, ὡς οἶμαι, τῆς οἰκοδομούσης ἀγάπης οὐκ ἐνυπάρχει, ὁ δέγε τὸν θάνατον μελέτην κατ᾽ ὀψὲ μεμνημένος, τὰς καταδρομὰς τῶν δαιμόνων ὀξύτερον ὑπὲρ τὸν ἄλλως ἔχοντα βλέπων, ἐκδιώκων βάλλει.
Πέφυκεν ἡ τερπνὴ μνήμη τοῦ Θεοῦ, τουτέστιν ὁ Ἰησοῦς μετὰ θυμοῦ καρδίας καὶ πικρίας σωστικῆς, διαλύειν λογισμῶν πάσας μαγγανείας, νοήματα, λόγους, φαντασίας, ἰνδάλματα σκοτεινά, καὶ ἁπαξαπλῶς εἰπεῖν, δι᾽ ὧν παρατάσσεται, καὶ νεανιεύεται ὁ πανώλης· τὰς ψυχὰς διαψηλαφῶν καταπιεῖν, καλούμενος δὲ Ἰησοῦς, πάντα φλογίζει εὐχερῶς, ἐν οὐδενὶ γὰρ ἄλλῳ ἡ σωτηρία ἡμῶν ἐστίν, εἰ μὴ ἐν Χριστῷ Ἰησοῦ· ὃ δὴ καὶ αὐτὸς ἔφησεν ὁ σωτήρ· Χωρὶς γὰρ ἐμοῦ, οὐ δύνασθε ποιεῖν οὐδέν.
Πάσῃ οὖν φυλακῇ τὴν καρδίαν ἡμῶν πάσῃ ὥρᾳ καὶ τὸ ἀκαριαῖον γοῦν, τηρήσωμεν ἐκ λογισμῶν ἀχλυούντων τὸ ψυχικὸν ἔσοπτρον, ἐν ᾧ δὴ τυποῦσθαι καὶ φωτεινογραφεῖσθαι Ἰησοῦς Χριστὸς πέφυκεν, ἡ τοῦ Θεοῦ Πατρὸς σοφία καὶ δύναμις, καὶ ἔνδον καρδίας ἄπαυστα τῶν οὐρανῶν τὴν βασιλείαν ζητήσωμεν, τόν τε κόκκον, καὶ τὸν μαργαρίτην, καὶ τὴν ζύμην· καὶ τᾶλλα πάντα μυστικῶς εὑρήσομεν ἔνδον ἡμῶν αὐτῶν, εἴγε τὸ ὅμμα τοῦ νοῦ ἐκ καθάρωμεν, διά τοι τοῦτο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔφη, ἡ βασιλεία τῶν οὐρανῶν, ἐντὸς ἡμῶν ἐστί δηλῶν μένουσαν ἔνδον καρδίας τὴν θεότητα.
Καὶ νῆψις μὲν, τηλαυγῶς καθαίρει συνείδησιν, τῆς δὲ καθαρθείσης, ὡς φῶς καλυπτόμενον εὐθὺς ἐκλάμψασα, μέγα ἐκδιώκει σκότος· τοῦ δὲ διωχθέντος, συχνῇ νήψει γνησίᾳ, τὰ λανθάνοντα πάλιν ἡ συνείδησις δεικνύει· καὶ διὰ νοῦ ἐκδιδάσκει τῇ νήψει τὴν ἀόρατον πάλην, καὶ λογικὴν μάχην, καὶ πῶς δεῖ ῥίπτειν λόγχας ἐν τῇ μονομαχίᾳ, καὶ βάλλειν μὲν εὐστόχοις ἀκοντίοις λογισμοῖς, μὴ βάλλεσθαι δὲ τὸν νοῦν κρυβόμενον ἀκοντίοις πρὸς Χριστόν, ἀντὶ σκότους βλαπτικοῦ, ἱμειρόμενον φῶς· οὗ ὁ γευσάμενος, συνῆκεν ὃ λέγω· οὗ φωτὸς ἡ γεῦσις, λιμαγχονεῖ μᾶλλον ψυχὴν τρεφομένην, μὴ κορεννυμένην δὲ ποτέ· ἀλλ᾽ ὅσον ἐσθίουσαν, ἔτι αὖθις πεινῶσαν, φῶς νοῦν ἕλκον ὥς περ ἥλιος ὅμματα, ὁ ἀνερμήνευτον ὂν, ἑρμηνευόμενον οὐ λόγῳ, πεῖρα δὲ παθόντες, ἢ τρωθέντος ἀληθέστερον φᾶναι, σιγᾶν με διαγγέλλει· καίγε τοῦ νοῦ θέλοντος τρυφᾶν ἐν τῷ λέγειν τὰ περὶ ὧν λέγει· εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν· οὗ χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον· ἕνεκεν γὰρ κτήσεως ἀγάπης καὶ ἁγνείας, αὗται γὰρ ἡ εἰρήνη, καὶ ὁ ἁγιασμός.
Ὁπλίζειν χρὴ τὸν θυμὸν πρὸς μόνους τοὺς δαίμονας, τοὺς λογιστικῶς ἡμῖν ἐχθραίνοντας, καὶ κατ᾽ αὐτῶν θυμουμένους· τὸν τρόπον δὲ τοῦ καθ᾽ ὥραν πολέμου τοῦ ἐν ἡμῖν, ἄκουσον καὶ ποίησον· νήψει σύναπτε εὐχήν, νῆψις γὰρ εὐχὴν καθαίρει, ἡ δὲ τὴν καθαίρουσαν· ἡ μὲν γὰρ νῆψις, ἀδιάλειπτα ὁρῶσα, νοεῖ τοὺς εἰσερχομένους· κωλύουσα δὲ αὐτοὺς μικρὸν τῆς εἰσόδου, εἰς βοήθειαν καλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐκδιῶξαι πολεμίους πονηρούς· ἡ δὲ προσοχή, κωλύει ἀντιλέγουσα αὐτούς· φωνούμενος δὲ ὁ Ἰησοῦς, ἐκδιώκει δαίμονας σὺν φαντασίαις αὐτῶν.
Λίαν ἔσο ἀκριβῶς τηρῶν σου τὸν νοῦν· ὅταν οὖν λογισμὸν γνοίης, ἀντιλογήθητι αὐτῷ εὐθέως δὲ τάχος, κάλεσον Χριστὸν εἰς ἐκδίκησιν· ὁ δὲ γλυκὺς Ἰησοῦς, ἔτι σου λαλοῦντος, ἐρεῖ· ἰδοὺ πάρειμι νεῖμαί σοι ἀντίληψιν, σὺ δὲ τούτων τῶν ἐχθρῶν ὅλων, εὐχῇ, κατευνασθέντων πάντων, πάλιν πρόσεχε τῷ νῷ· ἰδοὺ πάλιν κύματα πλείονα τῶν προτέρων, ἀλλεπάλληλος φορά, ἐφ᾽ ὧν ψυχὴ νήχεται· ἀλλ᾽ ἰδοὺ αὖ ὁ Ἰησοῦς, ἐγειρόμενος παρὰ τοῦ μαθητοῦ καὶ τοῖς πονηροῖς ἀήταις ἐπιτιμῶν ὡς Θεός· εὐκαιρῶν δὲ ἐκ τούτων ὥραν ἴσως, ἢ στιγμήν, δόξαζε τὸν σεσωκότα, καὶ ἐννοιάζου θάνατον.
Πάσῃ προσοχῇ καρδίας ἐν αἰσθήσει ψυχῆς ὁδεύσωμεν· προσοχὴ γάρ, καὶ προσευχὴ καθ᾽ ἡμέραν ζευγνύμεναι, παρόμοια πέλουσιν ἅρματος πυρφόρου Ἡλιοῦ, εἰς ὕψος οὐρανοῦ τὸν ἴδιον μέτοχον κουφίζοντα· καὶ τί λέγω; τοῦ γὰρ νῆψιν κατορθοῦντος, ἢ κατορθῶσαι σπεύδοντος, καρδία μακαρία, σὺν ἡλίῳ τε, καὶ σελήνῃ, καὶ ἄστροις, νοητὸς οὐρανὸς κατεσκεύασται, θεοῦ τε τοῦ ἀχωρήτου χώρημα γίνεται, κατὰ μυστικὴν θεωρίαν τε καὶ ἀνάβασιν, ᾧ τινι οὖν αἶνος ἀρετῆς θείας, δοκιμαζέτω ἐκφέρειν σὺν ῥοπῇ Κύριον, καὶ προθυμίᾳ τοὺς λόγους εἰς ἔργα· καὶ βίᾳ τινὶ τὴν πεντάδα τῶν ἰδίων αἰσθήσεων, ἐξ ὧν ἡ ψυχὴ βλάπτεσθαι οἶδε, κωλύων, ἐλαφρότερον τῷ νοὶ ἑαυτοῦ τὸν ἐγκάρδιον ἀγῶνα, καὶ πόλεμον πάντως τεύχει· εἴργε οὖν πάντας τοὺς ἔξω τισὶν ἐπινοίαις· καὶ πολέμει τοὺς ἐξ αὐτῶν τικτομένους λογισμοὺς ἔνδον, ἀσωμάτοις θείαις μεθοδείαις· ἀγρυπνιῶν κόπῳ ἡδονὰς ἀποσόβει· καὶ περὶ βρωτὰ καὶ ποτὰ ἐγκρατῶς ἔχου, καὶ τὸ σῶμα ἱκανῶς λέπτυνον, ἵνα κοῦφον τὸν ἐγκάρδιον πόλεμον εὐχερῶς σεαυτῷ κατασκευάζῃς· ἑαυτὸν εὐεργετῶν οὐχ ἕτερον· καὶ ἐννοίᾳ θανάτου τὴν ψυχὴν τιμώρει· Ἰησοῦ Χριστοῦ μνήμῃ συνάγαγέ σου τὸν νοῦν ἐσκορπισμένον. Ταῖς νυξὶ γὰρ μᾶλλον εἴωθεν ὁ νοῦς αἰθιάζειν λαμπραῖς θεωρίαις Θεοῦ, καὶ τῶν θείων.
Μὴ ἀπαναινόμεθα καὶ σωματικῶν ἀσκήσεων κόπους· ἐκ μὲν γὰρ γῆς σῖτος· ἐκ δὲ τῶν τοιούτων χαρὰ πνευματικὴ καὶ πεῖρα καλῶν ἐκβλαστάνει. Μὴ δὲ τὴν συνείδησιν παραλογιζόμεθα ὁμιλοῦσαν ἡμῖν τὰ σωτήρια καὶ πρακτέα, τάτε δέοντα καὶ ὀφειλόμενα ἐκλαλοῦσαν ἀπαύστως, καὶ μάλιστά τε εἰ τύχοι δι᾽ ἐνεργοῦς τε καὶ ἐμπράκτου, καὶ λεπτῆς τοῦ νοῦ νήψεως καθαιρομένη. Ἀρμοδίους γὰρ τότε, καὶ ἀναμφιλέκτους τὰς συνοπτικὰς κρίσεις διὰ τὸ καθαρὸν αὐτῆς, εἴωθεν ἐκφέρειν. Διὸ οὐ παραλογιστέον αὐτὴν διὰ ταῦτα, βίον γὰρ ἀρέσκοντα Θεῷ, ἔνδον ἀναγγέλλει· καὶ ἐλέγχουσα τὴν ψυχὴν ἀποτόμως, ἁμαρτίαις ἔσθ᾽ ὅτε βαφεῖσαν τὴν φρένα, τὴν τοῦ σφάλματος πάλιν ἐπανόρθωσιν δεικνύει, νουθετοῦσα τὴν καρδίαν πταίσασαν μετανοεῖν, ὑποδεικνύουσα τὸ ἄκος τερπνῇ ὑπαγορίᾳ.
Καπνὸς ἐκ ξύλων ἀναθρώσκων, βαρὺς γίνεται ὄμμασιν, ἀλλὰ δεικνύει φῶς αὐτοῖς, καὶ τέρπει οὓς ἐλύπει πρότερον· καὶ προσοχὴ ἀδιαλείπτως μὲν ὁρῶσα, ἐπιφέρει βάρος· φθάσας δὲ ἐν εὐχῇ Ἰησοῦς καλούμενος, φωτίζει καρδίαν· ἡ γὰρ αὐτοῦ μνήμη, παρέχει ὁμοῦ τῇ ἐλλάμψει, τὸ κράτιστον τῶν καλῶν.
Πέφυκέ πως ὁ ἐχθρὸς ἡμῶν τὸν νοῦν ἐκμολγεύειν, καὶ χοῦν ἐσθίειν καὶ ἡμᾶς σὺν αὐτῷ ἐπιθυμεῖ. Καὶ τὴν κατ᾽ εἰκόνα Θεοῦ, ἐπὶ κοιλίας βαδίζειν ἐφίεται. Διὰ τοῦτό φησιν ὁ Θεός, Ἔχθραν θήσω ἀναμέσων σοῦ καὶ αὐτοῦ· τούτου ἕνεκα, δεῖ ἡμᾶς τὸν Θεὸν ἀεὶ ἀναπνέειν· ἵν᾽ ἐκ τούτου, ἄτρωτοι ἐκ τῶν τοῦ διαβόλου πεπυρωμένων βελῶν, τὸ καθ᾽ ἡμέραν διαβαίνωμεν· σκεπάσω αὐτόν, φησίν, ὅτι ἔγνω τὸ ὄνομά μου καὶ πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ.
Ὁ μακάριος Ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ἐν Χριστῷ λαλῶν, πεῖραν πολλὴν τοῦ ἔνδον, καὶ ἐν ἡμῖν αὐτοῖς ἀθεάτου, καὶ νοητοῦ πολέμου ἔχων, Ἐφεσίοις γράφων ἔλεγεν Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· ὁ δὲ Ἀπόστολος Πέτρος φησί· Νήψατε, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν, τίνα καταπίει, ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διαλεγόμενος περὶ διαφόρων προαιρέσεων τῶν ἀκουόντων τῶν τοῦ εὐαγγελίου λόγων ἔφη. Εἶτα ἔρχεται ὁ διάβολος, καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας· δηλαδή, λήθῃ πονηρᾷ τὴν κλοπὴν ἐνεργῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν καὶ πάλιν ὁ Ἀπόστολος· Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ εἰς τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με. Εἰρήκασι δὲ ταῦτα διδάσκοντες ἡμᾶς, καὶ τὸ λανθάνον γνωρίζοντες.
Πέφυκέ πως ἡ γνῶσις φυσιοῦσθαι, οἰομένη ὡς ὑπὲρ πολλοὺς εἶναι, εἴπερ στερηθῇ τῆς αὐτομεμψίας, καὶ ταπεινώσεως. Οἷς οὖν ἐπίγνωσις ἰδίας ἀσθενείας, τοῦτο φρονῶμεν, ἀκούοντες τοῦ φάσκοντος. Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι, ἓν δέ, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος· κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Χριστοῦ. Καὶ πάλιν. Ἐγὼ οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δαίρων ἀλλ᾽ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένομαι. Οἶδες ταπείνωσιν, ὅση ἐν ταὐτῷ, καὶ δρόμος εἰς ἀρετήν; ὁρᾷς τοῦ Ἁγίου Παύλου τοῦ τοσούτου, καὶ τηλικούτου τὴν ταπείνωσιν ὁποίαν; Χριστός, φησιν, ἦλθεν ἐν κόσμῳ ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγώ. Οὐκ οὖν ἀνάγκη ταπεινοῦσθαι ἡμᾶς, εἴγε τὸ εὐτελὲς τῆς φύσεως ἔχομεν, τί γὰρ πηλοῦ εὐτελέστερον; καὶ Θεοῦ δεῖ μνημονεύειν ἡμᾶς, εἴγε διὰ τοῦτο ἐποιήθημεν ἀλλὰ καὶ ἐγκράτειαν δεῖ ἀσκεῖν, ἵνα κοῦφοι τρέχωμεν ἐν Κυρίῳ ἡμῶν.
Ἀδύνατον τὸν πονηροῖς λογισμοῖς ἑαυτὸν δόντα, καθαρεύειν ἐξ ἁμαρτιῶν εἰς τὸν ἔξω ἄνθρωπον. Καὶ οὐ δυνατὸν μὴ ἐκ καρδίας ἐκριζουμένους τοὺς πονηροὺς λογισμούς, μὴ προφέρειν εἰς ἔργα πονηρὰ τούτους· καὶ τοῦ ὁρᾶν μοιχικῶς αἴτιον, τὸ τὸν ἔσω ὀφθαλμὸν παραμοιχευθῆναι, καὶ σκοτισθῆναι· καὶ τοῦ θέλειν ἀκούειν αἰσχρά, αἴτιον, τὸ ἀκούειν τοῖς ψυχικοῖς ὡσεὶ τοὺς ἔνδον αἰσχροὺς δαίμονας, οἷα καθ᾽ ἡμῶν ψιθυρίζουσιν. Ὀφείλομεν οὖν ἐν Κυρίῳ καθαίρειν ἑαυτοὺς ἔνδον, καὶ ἔξω, τηρεῖν δὲ ἕκαστος ἡμῶν τὰς ἰδίας αἰσθήσεις, καὶ καθαίρειν τὸ καθ᾽ ἑκάστην ἐξ ἐμπαθῶν ἐνεργειῶν τε, καὶ ἐφαμάρτων. Καὶ καθάπερ πρώην ἐν τῇ ἀγνοίᾳ ἡμῶν ἐν τῷ κόσμῳ ἀναστρεφόμενοι ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν, ὅλῳ τῷ νοὶ καὶ ταῖς αἰσθήσεσι δεδουλεύκαμεν τῇ ἀπάτῃ τῆς ἁμαρτίας. οὕτω πάλιν χρὴ ἡμᾶς εἰς τὸν κατὰ Θεὸν βίον μεταθέντας, ὅλῳ τῷ νοὶ καὶ ταῖς αἰσθήσεσι δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ Θεοῦ δικαιοσύνῃ, καὶ θελήματι.
Ἔστι πρῶτον προσβολή· ἔπειτα συνδυασμὸς εἶτα συγκατάθεσις ἔπειτα αἰχμαλωσία εἶτα πάθος ποιωθὲν συνηθείᾳ καὶ συνεχείᾳ· ἰδοὺ δὴ τῆς καθ᾽ ἡμῶν πάλης ἡ νίκη. Οὕτω γὰρ καὶ παρὰ τῶν Ἁγίων Πατέρων ὁρίζεται.
Καὶ προσβολὴν μὲν εἶναί φασιν, λογισμὸν ψιλόν, ἢ εἰκόνα πράγματος τυχὸν νεοφανῶς γεννηθεῖσαν ἐν τῇ καρδίᾳ, καὶ τῷ νῷ παραφαινομένην. Συνδυασμὸν δὲ τὸ συλλαλῆσαι τῷ φανέντι κατὰ πάθος, ἢ ἀπαθῶς. Συγκατάθεσιν δέ, νεῦσιν ἐνήδονον τῆς ψυχῆς πρὸς τὸ ὀφθὲν γινομένην. Αἰχμαλωσίαν δέ, βιαίαν, καὶ ἀκούσιον τῆς καρδίας ἀπαγωγήν, ἢ ἐπίμονον, καὶ τῆς ἀρίστης ἡμῶν καταστάσεως ἀφανιστικὴν συνουσίαν πρὸς τὸ τυχόν· πάθος δὲ κυρίως λέγουσι τὸ χρόνῳ μακρῷ ἐμπαθῶς τῇ ψυχῇ ἐμφωλεῦον. Τούτων ἁπάντων, τὸ μὲν πρῶτον, ἀναμάρτητον· τὸ δὲ δεύτερον, οὐ πάντως· τὸ δὲ τρίτον, πρὸς τὴν τοῦ ἀγωνιζομένου κατάστασιν· ἡ δὲ πάλη, ἢ στεφάνων, ἢ τιμωριῶν αἴτιος.
Ἡ γὰρ αἰχμαλωσία, ἑτέρως ἐν καιρῷ προσευχῆς, καὶ ἑτέρως ἐν οὐ καιρῷ τὸ δὲ πάθος, ἀναμφιβόλως ἢ ἀντιζύγῳ μετανοίᾳ, ἢ τῇ μελλούσῃ κολάσει ὑπόκειται. Τοίνυν ὁ τὸ πρῶτον ἀνθιστάμενος ἢ ἀπειθῶς λογιζόμενος, ἤτοι τὴν προσβολήν, πάντα τὰ αἰσχρὰ ὑφ᾽ ἓν περιέκοψεν. Αὕτη ἡ πάλη, πρὸς Μοναχούς τε, καὶ οὐ Μοναχοὺς τῶν πονηρῶν δαιμόνων, καὶ ἧττα καὶ νίκη, ὡς ἔφημεν. Καὶ ἐκ τῆς νίκης, ἢ στέφανοι, ἢ ποιναί, πταίσασι, καὶ μὴ μετανοήσασιν. Ἀγωνισώμεθα οὖν νοητῶς κατ᾽ αὐτῶν, ἵνα μὴ τὰ πονηρὰ αὐτῶν βουλεύματα, εἰς ἐφάμαρτα αἰσθητὰ ἔργα ἐξενέγκωμεν· ἀλλ᾽ ἀπὸ καρδίας τὴν ἁμαρτίαν ἐκκόπτοντες, τὴν τῶν οὐρανῶν βασιλείαν ἐντὸς ἑαυτῶν εὑρήσομεν· τήν τε καθαρότητα τῆς καρδίας ἡμῶν καὶ κατάνυξιν διαρκῆ πρὸς Θεοῦ φυλαξώμεθα διὰ τῆς τοιαύτης καλλίστης ἐργασίας.
Πολλοὶ τῶν Μοναχῶν οὐκ ἴσασι τοῦ νοὸς τὴν πλάνην, ἣν ἀνατλᾶ ἐκ δαιμόνων. Διάκεινται δὲ τῇ πράξει, οὐ φροντίζοντες τοῦ νοῦ, ἁπλοῖ καὶ ἄπλαστοι ὄντες, πλέουσι τὸν βίον, οἶμαι, ἄγευστοι ὄντες καρδίας καθαρότητος, ὅλως τῶν παθῶν τῶν ἔνδον τὸ σκότος ἀγνοοῦντες. Ὅσοι οὖν οὐκ ἴσασι πάλην, ἣν λέγει Παῦλος, οὔτε τῷ καλῷ ἐκ πείρας ἴσως ποιωθέντες, τὰς κατ᾽ ἐνέργειαν ἁμαρτίας, πτώματα κρίνουσι μόνον, τὰς κατ᾽ ἔννοιαν ἥττας καὶ νίκας οὐ λογιζόμενοι· ἐπεὶ μὴ δὲ ὄψις αὐτὰς πέφυκεν ὁρᾶν ἀπορρήτους οὔσας καὶ μόνῳ τῷ ἀγωνοθέτῃ Θεῷ, καὶ τῇ συνειδήσει τοῦ ἀγωνιζομένου γινωσκομένας. Οἷς λελέχθαι δοκῶ τὸ γραφικὸν ἐκεῖνο, Καὶ εἶπον, φησίν, εἰρήνη, ἀλλ᾽ οὐκ ἦν εἰρήνη· ἔχουσιν οὖν ἐν τοῖς ἀδελφοῖς ἐξ ἁπλότητος οὕτως, εὔχεσθαι αὐτοῖς καὶ διδάσκειν ὡς μάλιστα, ἵνα τῶν κατ᾽ ἐνέργειαν κακῶν ἀπέχωνται πράξεων· οἷς δὲ ἔφεσις θεία τὸ τῆς ψυχῆς ὀπτικὸν ἐκκαθαίρεσθαι, πρᾶξις ἄλλη Χριστοῦ, καὶ ἄλλο μυστήριον.
Περιεκτικὴ τῳόντι πολλῶν ἀρετῶν ἡ ἐναργὴς τοῦ θανάτου μνήμη· γεννήτρια πένθους· προτροπὴ ἐγκρατῶς ἔχειν ἐκ πάντων· ὑπόμνησις γεέννης· μήτηρ εὐχῆς καὶ δακρύων, φυλακὴ καρδίας, ἀπροσπάθεια τῆς πηλοῦ, ὡς πηλίνης· βρύσις ἀγχινοίας σὺν διακρίσει· ὧν τέκνα, ὁ διττὸς Θεοῦ φόβος· καὶ κάθαρσις λογισμῶν ἐμπαθῶν ἐκ καρδίας, περιεκτικὴ πολλῶν ἐντολῶν δεσποτικῶν τυγχάνει· ἐν αὐτῇ θεωρεῖται ὁ καθ᾽ ὥραν ἀγὼν ὁ δυσμαχώτατος, καὶ τοῖς πολλοῖς ὧν ἐν φροντίδι τῶν ἀθλητῶν τοῦ Χριστοῦ.
Ἐξ ἀπροσδοκήτων σύμβασις, ἢ συμφορὰ ἐπελθοῦσα, λυμαίνεται οὐ μικρῶς προσοχὴν διανοίας· καὶ τὸν νοῦν ἐκστήσασα νεύσεως τῆς κρείττονος, καὶ ἐναρέτου, καὶ καλῆς καταστάσεως, πρὸς φιλονεικίας καὶ ἔριδας ἐφαμάρτους ἐκτρέπει· αἴτιον δὲ τοῦ ὀλέθρου ἡμῖν τούτου, τὸ ἁμερίμνους τῶν ἐπιφορῶν εὑρίσκεσθαι πάντως.
Οὐδὲν ἡμᾶς λυμανεῖται, οὔτε λυπήσει τῶν καθ᾽ ἡμέραν ἀνιαρῶν, ἡμῖν προσπιπτόντων, ἅπαξ εἰδότας καὶ μελέτην ποιουμένους αὐτὸ πάντοτε· διό φησιν ὁ θεῖος Ἀπόστολος Παῦλος. Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις· καί, πάντες οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.