Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
Elias the Presbyter, 60. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΗΛΙΑ
ΠΡΕΣΒΥΤΕΡΟΥ ΚΑΙ ΕΚΔΙΚΟΥ
Ἠλίας ὁ Θεῖος οὗτος Πατήρ, ὁ καὶ Ἔκδικος ἐπονομαζόμενος, πότερον Ἠλίας ὁ Κρήτης, ὁ καὶ τῶν τοῦ Γρηγορίου θεολογικῶν λόγων σχολιαστής, οὗτός ἐστιν, ἢ ἕτερός τις, ἡμῖν ἄδηλον. Ὅσον γεμὴν ἐκ τῶν παρόντων αὐτοῦ κεφαλαίων, ὡς ἔκ τινων ἀποτελεσμάτων τὸν ποιητὴν ἐπιγνῶναι, ἀνὴρ ἦν, εἴ τις καὶ ἄλλος σοφίας εἰς ἄκρον ἐληλακώς, τῆς τε θύραθεν, καὶ πολλῷ μᾶλλον τῆς καθ᾽ ἡμᾶς τε, καὶ κρείττονος· τήν τε γὰρ ἐν λόγοις δύναμιν, καὶ τὸ περιὸν αὐτῷ τῆς ἀρετῆς κλέος ῥαδίως ἂν ἐν τούτοις κριτικὸς ἀνὴρ καταμάθοι, ἃ δὴ καὶ ἡμεῖς κατιδόντες, καὶ τὸν ἐν αὐτοῖς πολύχουν καρπὸν τῆς ἠθικῆς, καὶ γνωστικῆς διδασκαλίας θαυμάσαντες, ναὶ μὴν, καὶ ἡσθέντες οἷόν τισι φύλλοις σκέπην τε τῷ καρπῷ, καὶ ὄψιν παρεχομένοις οὐκ ἄωρον, ταῖς τῶν μεταφορῶν φημί, καὶ λέξεων χάρισιν, αἷς εἰς τὸ ἄριστον ὁ Πατὴρ αὐτῶν ἐχαρίτωσε, τούτοις τοὺς φιλαναγνώστας φιλοφρονούμεθα, καὶ εἰσελθεῖν αὐτοὺς παρακαλοῦμεν ἐν ἀγάπῃ, τὸν εὐανθῆ τουτονὶ καὶ εὐώδη λειμῶνα, ὡς οὕτως ἐπιγράφεται, πολλαῖς μὲν καὶ ὑψηλαῖς ἀναδενδράσι τῶν πνευματικῶν λογίων πεπυκασμένον, ῥείθροις δὲ θείας σοφίας ποτιμωτάτοις κατάρρυτον· καὶ τῇ σκιᾷ τούτου ὑποκαθίσαι· ὡς ἂν καὶ αὐτοί, οὐ μόνον τῶν τῆς πρακτικῆς ῥοῶν ἀπολαύσωσιν, ἀλλὰ καὶ τῶν ἀκροδρύων τῆς θεωρίας, ἀσματικῶς εἰπεῖν, ζακόρως κατατρυφήσωσιν.