Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
Evagrius the Monk, Εὐαγρίου Μοναχοῦ ὑποτύπωσις Μοναχικὴ διδάσκουσα πῶς δεῖ ἀσκεῖν, καὶ…
ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ
ΥΠΟΤΥΠΩΣΙΣ ΜΟΝΑΧΙΚΗ.
ΔΙΔΑΣΚΟΥΣΑ ΠΩΣ ΔΕΙ ΑΣΚΕΙΝ, ΚΑΙ ΗΣΥΧΑΖΕΙΝ.
Ἐν τῷ Ἱερεμίᾳ εἴρηται, τό, καὶ σὺ μὴ λάβῃς σεαυτῷ γυναῖκα ἐν τῷ τόπῳ τούτῳ. ὅτι τάδε λέγει Κύριος περὶ τῶν υἱῶν καὶ τῶν θυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ, ἐν θανάτῳ νοσερῷ ἀπολοῦνται. τοῦτο δεικνῦντος τοῦ λόγου, ὅτι, κατὰ τὸν Ἀπόστολον· ὁ γαμήσας ἄνθρωπος, μεριμνᾷ τὰ τοῦ Κόσμου, καὶ πῶς ἀρέσει τῇ γυναικί, καὶ μεμέρισται. καὶ ἡ γαμήσασα γυνή, μεριμνᾷ τὰ τοῦ Κόσμου, καὶ πῶς ἀρέσει τῷ ἀνδρί. καὶ δῆλον, ὡς οὐ μόνον περὶ τῶν κατὰ γαμικὸν βίον ἐσομένων υἱῶν, καὶ θυγατέρων ἐν τῷ Προφήτῃ εἴρηται, τό, ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, ἀλλὰ καὶ περὶ τῶν ἐν καρδίᾳ αὐτῶν γεννωμένων υἱῶν καὶ θυγατέρων, τουτέστι σαρκικῶν λογισμῶν, καὶ ἐπιθυμιῶν, ὡς ἐν τῷ νοσερῷ, καὶ ἀσθενεῖ, καὶ ἐκλύτῳ φρονήματι τοῦ Κόσμου τούτου ἀποθανοῦνται καὶ οὗτοι, καὶ οὐ τῆς ἐπουρανίου ζωῆς τεύξονται. ὁ δὲ ἄγαμος, φησί, μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ, καὶ τοὺς ἀειθαλεῖς καὶ ἀθανάτους τῆς αἰωνίου ζωῆς ποιήσει καρπούς. τοιοῦτος ὁ μοναχός. καὶ οὕτω χρὴ εἶναι τὸν μοναχόν, ἀπεχόμενον ἀπὸ γυναικός· μὴ ποιοῦντα υἱόν, ἢ θυγατέρα, ἐν τῷ τόπῳ τῷ προειρημένῳ· οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστοῦ στρατιώτην, ἄῦλον, καὶ ἀμέριμνον ὑπάρχειν, πάσης πραγματευτικῆς ἐννοίας τε καὶ πράξεως ἐκτός, ὡς καὶ ὁ Ἀπόστολός φησιν· οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. ἐν τούτοις ἤτω ὁ μοναχός, μάλιστα ὁ πᾶσαν ὕλην τοῦ κόσμου τούτου καταλιπών, καὶ ἐπὶ τὰ ὡραῖα καὶ καλὰ τῆς ἡσυχίας ἀποτρέχων τρόπαια. ὡς ὡραία γάρ, καὶ καλὴ τῆς ἡσυχίας ἡ ἄσκησις. ὡς ὡραία ὄντως, καὶ καλή. ἔστι γὰρ χρηστὸς ὁ ταύτης ζυγός, καὶ τὸ φορτίον ἐλαφρόν. ἡδὺς ὁ βίος, ἡ πρᾶξις τερπνή. βούλει τοιγαροῦν, ἀγαπητέ, τὸν μονήρη βίον, ὡς ἔστιν, ἀναλαβεῖν, καὶ ἐπὶ τὰ τῆς ἡσυχίας ἁποτρέχειν τρόπαια; ἄφες ἐκεῖ τοῦ κόσμου τὰς φροντίδας, τάς τε ἐπὶ τούτων ἀργάς τε καὶ ἐξουσίας, τουτέστιν ἄϋλος ἔσο, ἀπαθής, πάσης ἐπιθυμίας ἐκτός· ἵνα τῆς τούτων περιστάσεως ἀλλότριος γενόμενος, δυνηθῇς ἡσυχάσαι καλῶς. εἰμὴ γάρ τις τούτων ἑαυτὸν ὑπεξάρῃ, οὐκ ἂν δυνηθῇ ταύτην κατορθῶσαι τὴν πολιτείαν. τροφῶν βραχέων ἀντέχου, καὶ εὐκαταφρονήτων, μὴ πολλῶν, καὶ εὐπεριστάτων. ἐὰν δὲ καὶ ὡς φιλοξενίας χάριν περὶ τὰ πολυτελῆ λογισμὸς γένηται, ἄφες τοῦτον ἐκεῖ, μὴ ὅλως πεισθῇς αὐτῷ· ἐνεδρεύει γὰρ διὰ τούτου ὁ ὑπεναντίος· ἐνεδρεύει τοῦ ἀποστῆσαι τῆς ἡσυχίας. ἔχεις τὸν Κύριον Ἰησοῦν μεμφόμενόν πως τὴν τὰ τοιαῦτα σπουδάζουσαν ψυχήν, Μάρθαν, καὶ λέγοντα· τί περὶ πολλὰ εἶ, καὶ τυρβάζῃ; ἑνὸς ἐστὶ χρεία, τοῦ τὸν θεῖόν φησι λόγον ἀκούειν· καὶ μετὰ τοῦτο, ἀκμητὶ παντὸς τοῦ εὐρισκομένου. διὸ καὶ εὐθὺς ἐπιφέρει, λέγων· Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς.
ἔχεις δὲ καὶ τῆς ἐν Σαράφθοις χήρας τὸ ὑπόδειγμα, ἐν τίσιν αὕτη τὸν προφήτην ἐξένισε. κἂν ἄρτον μόνον ἔχῃς, κἂν ἅλας, κἂν ὕδωρ, δύνασαι ἐν τούτοις ποιῆσαι τῆς φιλοξενίας τὸν μισθόν. κἂν δὲ μὴ ταῦτα ἔχῃς, μόνον δὲ προθέσει ἀγαθῇ ὑποδέξῃ τὸν ξένον, καὶ λόγον εὔχρηστον αὐτῷ ἀποδῷς, ὡσαύτως δύνασαι τῆς φιλοξενίας πορίσασθαι τὸν μισθόν. ἀγαθὸν γάρ, εἴρηται, λόγος, ὑπὲρ δόμα. τοιαῦτα ἐπὶ τῆς ἐλεημοσύνης σε δεῖ φρονεῖν. ὅρα οὖν μὴ ἐπιθυμήσῃς πλοῦτον ἔχειν, πρὸς διάδοσιν τῶν πενήτων. ἔστι γὰρ καί αὕτη ἀπάτη τοῦ πονηροῦ, πρὸς κενοδοξίαν πολλάκις προσερχομένη, καὶ εἰς πολυπραγμοσύνης αἰτίαν ἐμβάλλουσα τὸν νοῦν. ἔχεις τὴν ἐν τῷ Εὐαγγελίῳ ὑπὸ τοῦ Κυρίου Ἰησοῦ μαρτυρουμένην χήραν, διὰ δύω μόνον λεπτῶν, τὴν τῶν πλουσίων ὑπερβεβηκυῖαν προαίρεσίν τε, καὶ δύναμιν. ἐκεῖνοι μὲν γάρ φησιν, ἐκ τοῦ Περισσεύματος ἔβαλον ἐν τῷ γαζοφυλακίῳ· αὕτη δὲ ἅπασαν ἑαυτῆς τὴν ὕπαρξιν. Περὶ δὲ ἱματίων, μὴ ἐπιθυμήσῃς περισσὰ ἔχειν ἱμάτια. τὰ ἀρκοῦντα τῇ ἀνάγκῃ τοῦ σώματος προνοοῦ. ἐπίῤῥιψον ἐπὶ Κύριον μᾶλλον τὴν μέριμνάν σου, καὶ αὐτός σου προνοήσεται. αὐτῷ, γάρ φησι, μέλει περὶ ἡμῶν. ἐὰν δέῃ τροφῶν, ἢ ἱματίων, μὴ αἰσχυνθῇς τὰ παρ᾽ ἑτέρων σοι προσφερόμενα λαβεῖν. τοῦτο γάρ ἐστιν ὑπερηφανίας εἶδος. ἐὰν δὲ καὶ αὐτὸς ἐν τούτοις περισσεύῃς, δίδου τῷ στερουμένῳ. οὕτως ὁ Θεὸς τοὺς ἑαυτοῦ παῖδας οἰκονομεῖσθαι βούλεται. διὰ τοῦτο καὶ ὁ Ἀπόστολος πρὸς Κορινθίους γράφων, περὶ τῶν ὑστερουμένων ἔλεγεν· τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα καὶ τὸ ἐκείνων περίσσευμα, γένηται εἰς τὸ ὑμῶν ὑστέρημα· ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· ὁ τὸ πολύ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν. ἔχων τοίνυν τοῦ ἐνεστῶτος καιροῦ τὰ δέοντα, εἰς τὸν μέλλοντα μὴ μεριμνήσῃς καιρόν· οἷον ἡμέρας μιᾶς, ἢ ἑβδομάδος, ἢ μηνῶν. ἐνεστηκότος γὰρ τοῦ τῆς αὔριον καιροῦ, αὐτὸς ἐπιχορηγήσει τὰ δέοντα· ζητοῦντός σου μάλιστα τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ· ζητεῖτε, γάρ φησιν ὁ Κύριος, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. μὴ κτήσῃ παῖδα, μήποτε ὁ ὑπεναντίος διὰ τούτου κινήσῃ σκάνδαλόν τι, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνημα τῶν πολυτελεστάτων τροφῶν φροντίζειν· οὐ γὰρ δυνήσῃ ἔτι σεαυτοῦ μόνον φροντίζειν. κἂν ὡς πρὸς σωματικὴν ἀνάπαυσιν ἐπέλθῃ λογισμός, ἀλλὰ τὸ κρεῖττον ἐπινόει· λέγω δὴ τὴν πνευματικὴν ἀνάπαυσιν· κρείττων γάρ ἐστιν ὡς ἀληθῶς ἡ πνευματικὴ ἀνάπαυσις τῆς σωματικῆς. κἂν ὠφελείας τοῦ παιδὸς χάριν προσλάβῃ τῇ γνώμῃ, μὴ πεισθῇς αὐτῷ. οὐ γάρ ἐστι τοῦτο ἡμέτερον ἔργον. ἑτέρων ἐστί, τῶν ἐν κοινοβίῳ ἁγίων Πατέρων. σεαυτοῦ μόνου τῆς ᾠφελείας φρόντιζε, καὶ τὸν τῆς ἡσυχίας περιποιοῦ τρόπον. μὴ ἀγαπήσῃς οἰκῆσαι μετὰ ἀνθρώπων ὑλικῶν, και ἐμπεριστάτων· ἢ μόνος οἰκεῖ, ἢ μετὰ ἀδελφῶν ἀΰλων, καὶ ὁμοφρόνων.
ὁ γὰρ μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπεριστάτων οἰκῶν, πάντως κοινωνήσει καὶ αὐτὸς τῇ τούτων περιστάσει, καὶ δουλεύσει ἀνθρωπίναις ἐπιταγαῖς· λαλιαῖς τε ματαίαις, καὶ τοῖς ἄλλοις ἅπασι δεινοῖς, ὀργῇ, λύπῃ, μανίᾳ τῶν ὑλῶν, φόβῳ τῶν σκανδάλων, καὶ γονικαῖς μερίμναις, ἢ συγγενικαῖς φιλίαις μὴ συναπαχθῇς· ἀλλὰ γὰρ καὶ πρὸς τούτους αὐτοὺς τὰς συνεχεῖς συντυχίας παραιτοῦ· μήποτε ἀποσυλήσωσι τῆς ἐν τῷ κελλίῳ ἡσυχίας, καὶ περὶ τὰς ἑαυτῶν περιστάσεις ἀγάγωσιν· ἄφες, φησὶν ὁ Κύριος, τοὺς νεκρούς, θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ δεῦρο ἀκολούθει μοι. ἐὰν δὲ καὶ τὸ κελλίον ἐν ᾧ καθέζῃ, εὐπερίστατον ᾖ, φεῦγε, καὶ αὐτοῦ μὴ φείσῃ, καὶ μὴ ἐκλυθῇς εἰς ἀγάπην αὐτοῦ. πάντα ποίει, πάντα πράττε, ὅπως δυνηθῇς ἡσυχάσαι, καὶ σχολᾶσαι, καὶ σπουδάσαι γενέσθαι ἐν τοῖς τοῦ Θεοῦ θελήμασι, καὶ ἐν τῇ πάλῃ τῶν ἀοράτων. εἰ μὴ δύνασαι ῥᾳδίως ἡσυχάσαι ἐν τοῖς σοῖς μέρεσι, δός σου ἐπὶ ξενιτείαν τὴν πρόθεσιν, καὶ ἐπὶ ταύτην κατάσπευδέ σου τὸν λογισμόν. γενοῦ καθάπερ τὶς πραγματευτὴς ἄριστος, τὰ πάντα πρὸς ἡσυχίαν δοκιμάζων· καὶ τὰ πρὸς ταύτην ἥσυχα, καὶ χρήσιμα διὰ πάντων κατέχων. πλὴν λέγω σοι, ξενιτείαν ἀγάπα. ἐπαλλάττει γάρ σε τῶν κατὰ τὴν ἰδίαν χώραν περιστάσεων, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ὠφελείας μόνον ἀπολαύειν ποιεῖ. τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ τὰς ἐν ἐρημίᾳ καρτέρησον. ἰδοὺ γάρ φησιν ὁ ἅγιος, ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. εἰ δυνατόν, τὸ καθόλου εἰς πόλιν μὴ ἀπαντήσῃς. οὐδὲν γὰρ εὔχρηστον, οὐδὲν χρήσιμον, οὐδὲν ὠφέλιμον τῇ πολιτείᾳ σου ἐκεῖ θεάσῃ· εἰδον, φησὶ πάλιν ὁ ἅγιος, ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. τοὺς οὖν ἀπερισπάστους, καὶ ἰδιάζοντας δίωκε τόπους· μὴ δειλιάσῃς ἦχον αὐτῶν· ἐὰν καὶ δαιμόνων φαντασίας ἐκεῖ θεάσῃ, μὴ πτοηθῇς· μηδὲ ἀποφύγῃς τὸ στάδιον τῆς ὑμετέρας ὠφελείας. ἀφόβως ὑπόμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὰ μεγαλεῖα, τὴν ἀντίληψιν, τὴν κηδεμονίαν, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίᾳ πληροφορίαν· προσεδεχόμην γάρ φησιν ὁ μακάριος ἀνήρ, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας, καὶ ἀπὸ καταιγίδος. μή σου νικήσῃ ρέμβους ἐπιθυμία τὴν προαίρεσιν· ῥεμβασμὸς γὰρ ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. πολλοὶ διὰ τοῦτο πειρασμοί. φοβοῦ τὸ πταῖσμα, καὶ ἐν τῷ κελλίῳ σου ἑδραῖος ἔσο. ἐὰν φίλους ἔχῃς, φεῦγε τούτων τὰς συνεχεῖς συντυχίας. διὰ μακροῦ γὰρ αὐτοῖς συντυγχάνων, εὔχρηστος ἔσῃ. ἐὰν δὲ καὶ κατανοήσῃς διὰ τούτων αὐτῶν βλάβην σοι γινομένην, μηδόλως ἐγγίσῃς. φίλους γὰρ ἔχειν σε χρὴ τοὺς ὠφελίμους, καὶ συμβαλλομένους σου τῇ πολιτείᾳ· φεῦγε καὶ τῶν πονηρῶν ἀνδρῶν, καὶ μαχίμων τὰς συντυχίας, καὶ μηδενὶ τούτων συνοικήσῃς· ἀλλὰ γὰρ καὶ τὰς φαύλας αὐτῶν προθέσεις παραιτοῦ· οὔτε γὰρ Θεῷ προσοικειοῦνται, οὔτε μὴν παραμένουσιν. ἄνδρες εἰρηνικοὶ ἔστωσαν φίλοι σου, ἀδελφοὶ πνευματικοί, πατέρες ἅγιοι.
τούτους γὰρ οὕτω καὶ ὁ Κύριος ἀποκαλεῖ λέγων· μήτηρ μου, καὶ ἀδελφοί, καὶ πατέρες οὗτοί εἰσιν, οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. μστὰ περισπωμένων μὴ συναυλίζου· μηδὲ πορευθῇς εἰς συμπόσιον μετ᾽ αὐτῶν· μὴ ποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἑλκύσωσι, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ἐπιστήμης ἀπαγάγωσιν. ἔστι γὰρ τὸ πάθος τοῦτο ἐν αὐτοῖς. μὴ ἐκκλίνης τὸ οὖς σου εἰς τοὺς λόγους αὐτῶν, καὶ ἐννοίας καρδίας αὐτῶν μὴ παραδέξῃ. εἰσὶ γὰρ ὄντως ἐπιζήμιοι. ἐπὶ τοὺς πιστοὺς τῆς γῆς ἔστω σοι ὁ πόνος, καὶ ὁ πόθος τῆς καρδίας σου, εἰς ζῆλον πένθους αὐτῶν. οἱ ὀφθαλμοί μου γάρ φησιν, ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾽ ἐμοῦ. ἐὰν δέ τις καὶ τῶν κατὰ τὴν ἀγάπην πολιτευομένων τοῦ Θεοῦ ἐλθὼν πρὸς σέ, ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶ θέλεις ὑπάγειν, ὕπαγε μέν, τάχιον δὲ ἐν τῷ κελλίῳ σου ὑπόστρεφε. εἰ δυνατόν, ἐκτὸς τούτου, μὴ καθευδήσῃς ποτέ· ἵνα διαπαντός σοι παραμείνῃ τῆς ἡσυχίας ἡ χάρις, καὶ τῆς ἐν αὐτῷ προθέσεως ἀνεμπόδιστον ἕξεις τὴν λατρείαν. μὴ γίνου ἐπιθυμητὴς βρωμάτων καλῶν, καὶ τῶν κατὰ τὴν σπατάλην ἀπατῶν. ἡ γὰρ σπαταλῶσα, ζῶσα τέθνηκεν, ὡς καὶ ὁ Ἀπόστολός φησι. μὴ χορτάσῃς κοιλίαν σου ἐν βρώμασιν ἀλλοτρίων, ἵνα μὴ πόθος σοι τούτων γένηται, καὶ περὶ τὰς ἔξω τραπέζας ἐμποιήσῃ σοι τὸν πόθον. εἴρηται γάρ, μὴ ἀπατᾶσθε χορτασίᾳ κοιλίας. ἐὰν δὲ καὶ συνεχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούμενον, παραιτοῦ. ἔστι γὰρ ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβή. ἀφαιρεῖται τὴν χάριν· σκοτεῖ τὸ φρόνημα· μαραίνει τὸν πόθον. ἴδε μοι κεράμιον οἴνου ἐγχρονίσαν ἐν τῷ τόπῳ, καὶ κείμενον ἀσάλευτον, πῶς παρασκευάζει τὸν οἶνον λαμπρόν, καθιστάμενον, καὶ εὐώδη. ἐὰν δὲ ὦδε κἀκεῖσε περιφέρηται, τεταραγμένον, στυγνόν, πάσης ὁμοῦ τῆς ἐκ τῆς τρυγίας κακίας τὴν ἀηδίαν ἐπιδεικνύμενον. τοιγαροῦν τούτῳ παραπλησιάσας σεαυτόν, πειρῶ τῆς ὠφελείας. κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου ὁ νοῦς περιστατικὸς γένηται, καὶ ταράξῃ τὸν τῆς ἡσυχίας τρόπον. ἐργασίας χειρῶν φρόντιζε· καὶ τοῦτο εἰ δυνατὸν νυκτός, καὶ ἡμέρας, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα· μᾶλλον δέ, καὶ εἰς τὸ μεταδιδόναι, καθὰ παραινεῖ λέγων καὶ ὁ Ἀπόστολος Παῦλος. ἵνα δὴ καὶ ἐν τούτῳ τὸν τῆς ἀκηδίας καταπαλαίσης δαίμονα, καὶ τὰς ἄλλας πάσας ἐπιθυμίας τοῦ ἐχθροῦ διάρῃς· ἐπίκειται γὰρ τῇ ἀργίᾳ ὁ τῆς ἀκηδίας δαίμων. καὶ ἐν ἐπιθυμίαις ἐστίν, ὡς φησίν, πᾶς ἄεργος. ἀπὸ δόσεως, καὶ λήψεως, οὐκ ἐκφεύξῃ ἁμαρτίαν. εἴτε οὖν πωλεῖς, εἴτε ἀγοράζεις, μικρόν τι τοῦ ἴσου ζημίωσον σεαυτόν· μὴ τοῖς κατ᾽ ἀκρίβειαν τῆς περὶ τὴν τιμὴν φιλοκερδείας ἐνεχθεὶς τρόποις, ἐπὶ τὰ βλαβερὰ τῶν τῆς ψυχῆς αἰτιῶν καταπέσῃς· φιλονεικίαις, ἐπιορκίαις, ταῖς τῶν λόγων σου ἐναλλαγαῖς, καὶ ἐν τοῖς τοιούτοις, τὴν ἔντιμον τῆς ἡμετέρας προθέσεως ἀτιμάσῃς καὶ καταισχύνῃς ἀξίαν.
οὕτω καὶ αὐτὸς ἐννοῶν, ἀπὸ δόσεώς σου, καὶ λήψεώς σου φυλάσσου. εἰ δὲ τὸ κρεῖττον αἱρῇ, καὶ ἔστι σοι τοῦτο δυνατόν, ἐπὶ ἕτερόν τινα πιστὸν ἄνδρα παράῤῥιψόν σου τὴν φροντίδα· ὅπως οὕτως εὔθυμος γενόμενος, χρηστάς, καὶ ἐπιχαρεῖς ἕξεις τὰς ἐλπίδας. ταῦτά σοι οὕτω παραινεῖν οἶδε τὰ χρήσιμα ὁ τῆς ἡσυχίας τρόπος. Φέρε δὴ καὶ τῶν ἑξῆς ἐπιφερομένων ἐν αὐτῇ πραγμάτων παραθήσωμαί σοι τὸν νοῦν, σὺ δέ μου ἄκουε καὶ ποίει ἃ ἐντέλλομαί σοι. καθεζόμενος ἐν τῷ κελλίῳ σου, συνάγαγέ σου τὸν νοῦν, μνήσθητι ἡμέρας θανάτου, ἴδε τότε τοῦ σώματος τὴν νέκρωσιν, ἐννόει τὴν συμφοράν, λάβε τὸν πόνον, κατάγνωθι τῆς ἐν τῷ κόσμῳ τούτῳ ματαιότητος· τῆς τε ἐπιεικείας, καὶ τῆς σπουδῆς, ἵνα δυνηθῇς διὰ παντὸς μένειν τῇ αὐτῇ προθέσει τῆς ἡσυχίας, καὶ μὴ ἀσθενήσῃς. μνήσθητι δὲ καὶ τῆς ἐν τῷ ἄδῃ νυνὶ καταστάσεως· λογίζου τὸ, πῶς ἅρα εἰσὶν ἐκεῖ αἱ ψυχαί; ἐν ποίᾳ πικροτάτῃ σιωπῇ; ἢ ἐν ποίῳ δεινοτάτῳ στεναγμῷ; ἡλίκῳ φόβῳ; ἢ ἀγωνίᾳ; ἢ τίνι προσδοκίᾳ; τὴν ἄπαυστον ὀδύνην, τὸ ψυχικὸν καὶ ἀπέραντον δάκρυον. ἀλλὰ καὶ ἡμέραν ἀναστάσεως, καὶ παραστάσεως μνήσθητι τῆς πρὸς τὸν Θεόν· φαντάζου τὸ φοβερὸν ἐκεῖνο, καὶ φρικῶδες βῆμα· ἄγε εἰς μέσον τὰ ἀποκείμενα τοῖς ἁμαρτάνουσιν· αἰσχύνην τὴν κατ᾽ ἐνώπιον τοῦ Θεοῦ, καὶ Χριστοῦ αὐτοῦ· ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ πάντων ἀνθρώπων· τά τε κολαστήρια πάντα, τὸ πῦρ τὸ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν τάρταρον, τὸ σκότος, τὸν ἐπὶ πᾶσι τούτοις τὸν ὀδόντων βρυγμόν, τοὺς φόβους, καὶ τὰς βασάνους. ἄγε δὴ καὶ τὰ τοῖς δικαίοις ἀποκείμενα ἀγαθά· παῤῥησίαν τὴν μετὰ Θεοῦ Πατρός, καὶ Χριστοὺ αὐτοῦ· ἀγγέλλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ παντὸς τοῦ δήμου· βασιλείαν, καὶ τὰ ταύτης δωρήματα· τὴν χαράν, καὶ τὴν ἀπόλαυσιν. ἑκατέρων τούτων τὴν μνήμην ἄγε σαυτῷ· καὶ ἐπὶ μὲν τῇ τῶν ἁμαρτωλῶν κρίσει, στέναζε, δάκρυε· πένθους ἔνδυσαι τὴν ἰδέαν, φοβούμενος μὴ καὶ σὺ αὐτὸς ἐν τούτοις γένῃ· ἐπὶ δὲ τοῖς ἀποκειμένοις τοῖς δικαίοις ἀγαθοῖς, χαῖρε, καὶ ἀγαλλία, καὶ εὐφραίνου· καὶ τούτων μέν, σπούδασον ἀπολαῦσαι· ἐκείνων δέ, ἀλλοτριοῦσθαι. ὅρα μὴ ἐπιλάθῃ τούτων ποτέ, κἂν ἔνδον τοῦ κελλίου σου τυγχάνῃς, κἂν ἔξωπου, τῆς ἐκ τούτων μνήμης μὴ παραρρίψῃς τὸ φρόνημα, ὅπως κἂν διὰ τούτων τοὺς ῥυπαρούς, καὶ βλαβεροὺς ἐκφεύξῃ λογισμούς. νηστεία σοι ἔστω ὅση δύναμις κατ᾽ ἐνώπιον Κυρίου· αὕτη σου τὰς ἀνομίας, καὶ τὰς ἁμαρτίας περικαθαριεῖ· σεμνύνει τὴν ψυχήν, ἁγιάζει τὸ φρόνημα, δαίμονας ἀπελαύνει, Θεοῦ ἐγγὺς εἶναι παρασκευάζει. ἅπαξ δὲ τῆς ἡμέρας φαγών, εἰς δεύτερον μὴ ἐπιθυμήσῃς· ἵνα μὴ πολυδάπανος γένῃ, καὶ ἐκθορυβήσῃς σου τὸ φρόνημα. ἔνθεν εὐπορῆσαι δυνήσῃ ἐπὶ τὰ τῆς εὐποιίας ἔργα, καὶ αὐτοῦ δὲ τοῦ σώματος νεκρῶσαι τὰ πάθη· ἐὰν δὲ ἀπάντησις ἀδελφῶν γένηται, καὶ ἔστι χρεία, ὥστε καὶ δεύτερόν σε, καὶ τρίτον φαγεῖν, μὴ στυγνάσῃς, μηδὲ κατηφήσῃς· χαῖρε δὲ μἀλλον, ὑπήκοος τῆς χρείας γενόμενος, καὶ δεύτερον, ἢ τρίτον φαγὼν, εὐχαρίστει τῷ Θεῷ, ὅτι νόμον ἀγάπης πεπλήρωκας, καὶ ὡς ὅτι δήπερ αὐτὸν τὸν Θεὸν ἕξεις τῆς ὑμετέρας ζωῆς οἰκονόμον.
ἔστι δ᾽ ὅτε καὶ ἀῤῥωστία σώματος συμβαίνει, καὶ δέῃ ὥστε καὶ δεύτερον, καὶ τρίτον, καὶ πολλάκις φαγεῖν, οὕτω μὴ ἔστω σου λελυπημένος ὁ λογισμός· οὐδὲ γὰρ τοὺς σωματικοὺς τῆς πολιτείας πόνους, καὶ ἐν ταῖς ἀῤῥωστίαις ἐπικρατεῖν χρή· ἀλλ᾽ ὑπενδιδόναι τισίν, ἵνα τοῖς αὐτοῖς τῆς πολιτείας ἐγγυμνάζηται πόνοις. περὶ δὲ ἀποχῆς βρωμάτων οὐκ ἐκώλυσέ τι μὴ φαγεῖν ὁ θεῖος λόγος, ἀλλ᾽ εἶπεν· ἰδοὺ δέδωκα ὑμῖν πάντα, ὡς λάχανα χόρτου ἐσθίετε, μηδὲν ἀνακρίνοντες· καί, οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα, κοινοῖ τὸν ἄνθρωπον. τὸ οὖν ἀπέχεσθαι βρωμάτων, τοῦτο τῆς ὑμετέρας προαιρέσεως ἂν εἴη, καὶ ψυχῆς πόνος. τὴν ἀγρυπνίαν, καὶ τὴν χαμευνίαν, καὶ τὰς ἄλλας πάσας κακοπαθείας, ἡδέως φέρε· ἀποβλέπων εἰς τὴν μέλλουσαν ἀποκαλυφθῆναί σοι δόξαν σὺν πᾶσι τοῖς ἁγίοις· οὐ γὰρ ἄξια τὰ παθήματα, φησί, τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ἐὰν ἀθυμῆς, προσεύχου, καθὼς γέγραπται· προσεύχου δὲ ἐμφόβως, ἐντρόμως, ἐμπόνως, νηφαλίως, καὶ ἐγρηγόρως. οὕτω προσεύχεσθαι δεῖ, μάλιστα διὰ τοὺς κακοτρόπους ἐχθρούς. ὁπηνίκα γὰρ οὗτοι ἴδωσιν ἡμᾶς ἐν προσευχῇ παρισταμένους, τότε δὴ καὶ αὐτοὶ σπουδαίως ἐφίστανται ἡμῖν, ἐκεῖνα ἡμῶν τῷ νῷ ὑποβάλλοντες, ἃ μὴ δεῖ, ἐν καιρῷ τοῦ προσεύχεσθαι ἐνθυμεῖσθαι, ἢ ἐννοεῖν· ἵνα αἰχμάλωτον ἡμῶν τὸν νοῦν ἀπαγάγωσι, καὶ ἀργήν, καὶ ματαίαν, καὶ ἀνωφελῆ τὴν ἀπὸ τῆς προσευχῆς δέησίν τε, καὶ ἱκετηρίαν ποιήσωσι. ματαία γὰρ ὄντως καὶ ἀνωφελὴς ἡ προσευχή τε, καὶ ἡ δέησις, καὶ ἡ ἱκετηρία τυγχάνει, ὅταν μή, ὡς προείρηται, ἐν φόβῳ, καὶ ἐν τρόμῳ, νηφαλίως τε, και ἐγρηγόρως διατελῆται. εἶτα ἀνθρώπῳ μὲν βασιλεῖ προσερχόμενός τις, μετὰ φόβου, καὶ τρόμου, καὶ νήψεως οὕτω τὴν δέησιν ἐπιτελεῖ, οὐ πολλῷ μᾶλλον Θεῷ τῷ Δεσπότῃ τῶν ὅλων, καὶ Χριστῷ, Βασιλεῖ τῶν Βασιλευόντων, καὶ Ἄρχοντι τῶν Ἀρχόντων, ὁμοίως παρίστασθαι δεῖ, καὶ ὡσαύτως τὴν ἱκετηρίαν, καὶ δέησιν ποιεῖσθαι; πολλοῦ γε καὶ δεῖ. αὐτῷ ὅτι καὶ πᾶσα ἡ νοερὰ τῶν Ἀγγέλων πληθύς, καὶ χορεία φόβῳ λειτουργοῦσα, καὶ τρόμῳ δοξολογοῦσα, ἀκατάπαυστον ἀναπέμπει τὸν ὕμνον, σὺν τῷ Ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ Παναγίῳ, καὶ συναϊδίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.