Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
Elias the Presbyter, Τοῦ Ἱεροῦ Ἡλία Πρεσβυτέρου καὶ ἐκδίκου, Ἀνθολόγιον γνωμικὸν…
ΑΝΘΟΛΟΓΙΟΝ
ΓΝΩΜΙΚΟΝ ΦΙΛΟΣΟΦΩΝ ΣΠΟΥΔΑΙΩΝ
ΣΠΟΥΔΑΣΘΕΝ ΚΑΙ ΠΟΝΗΘΕΝ
ΗΛΙΑΙ
ΕΛΑΧΙΣΤΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ΚΑΙ ΕΚΔΙΚΩΙ
ΠΗΓΗΝ ΝΑΟΥΣΑΝ, ΗΘΙΚΩΝ ΔΡΟΣΩΝ ΛΟΓΟΝ ΕΝΤΑΥΘ᾽ ΕΦΕΥΡΟΙΣ
ΕΙ ΜΕΤΕΛΘΗΙΣ ΓΝΗΣΙΩΣ.
Ἔξεστι παντὶ Χριστιανῷ τῷ ὀρθῶς εἰς τὸν Θεὸν μὴ ἀμεριμνεῖν, ἀλλὰ πάντοτε προσδοκᾶν, καὶ ἐκδέχεσθαι πειρασμόν· ἵν᾽ ὅταν ἔλθῃ, μὴ ξενίζηται μὴ δὲ ταράσσηται, ἀλλ᾽ εὐχαρίστως ὑπομένῃ τὸν κόπον τῆς θλίψεως, καὶ ἐννοῇ τί ψάλλων σὺν τῷ Προφήτῃ λέγει. Δοκίμασόν με Κύριε, καὶ πείρασόν με· καὶ οὐκ εἴρηκεν ὅτι ἡ παιδεία σου κατέστρεψεν, ἀλλ᾽ ἀνώρθωσέ με εἰς τέλος.
Ἀρχὴ μὲν τῶν καλῶν, φόβος Θεοῦ· τέλος δὲ, ὁ πόθος αὐτοῦ.
Ἀρχὴ παντὸς ἀγαθοῦ, λόγος ἔμπρακτος καὶ πρᾶξις ἐλλόγιμος· διὸ οὔτε πρᾶξις, λόγου χωρίς, ἀγαθή· οὔτε λόγος, πράξεως ἄνευ ὁ προερχόμενος.
Πρᾶξίς ἐστι, σώματος μὲν, νηστεία, καὶ ἀγρυπνία· στόματος δὲ ψαλμῳδία, καὶ προσευχή, καὶ σιωπὴ λόγου τιμιωτέρα· καὶ χειρῶν πρᾶξις, τὸ ὑπ᾽ ἐκείνων ἀγογγύστως γινόμενον· ποδῶν δὲ, τὸ δι᾽ αὐτῶν ἐκ πρώτης προτροπῆς ἀνυόμενον.
Προηγεῖται πασῶν τούτων, ἔλεος καὶ ἀλήθεια· ὧν κύημα ἡ ταπείνωσις, καὶ ἡ ἐκ ταύτης κατὰ τοὺς πατέρας προσγινομένη διάκρισις· ἧς ἄνευ, οὐδ᾽ ἑτέρα τὸ ἑαυτῆς ἰδεῖν πέρας δυνήσεται· ἡ μὲν γὰρ πρᾶξις τὸν τοῦ λόγου ζυγὸν ἀτιμάζουσα, ὦδε κἀκεῖσε περὶ τὰ ἀνωφελῆ οἷα τις δάμαλις περιπλανωμένη εὑρίσκεται· ὁ δὲ λόγος τῆς πρακτικῆς τοὺς ἐντίμους χιτῶνας ἀποποιούμενος, οὐκ εὐσχήμων κἂν ποιοῦτος εἶναί πως τὸ δοκεῖν σχηματίζεται.
Ἡ ἀνδρεία ψυχή, ὡς γυνὴ παρ᾽ ὅλον αὐτῆς τὸν βίον, ὡς δύω λύχνους τὸ πρακτικόν τε καὶ θεωρητικὸν καιομένη κατέχουσα, πράττει τὰ ὀφειλόμενα· τὰ ἐναντία δὲ πάλιν, ἡ παρειμένη ταῖς ἡδοναῖς.
Οὐκ ἀρκεῖ τῇ ψυχῇ πρὸς τελείαν κακίας ἀπαλλαγήν, ἡ ἑκούσιος κακοπάθεια, εἰμὴ καὶ διὰ τῆς ἀκουσίου ἐκπυρουμένη μὴ διαλύηται· οἷα γάρ τις μάχαιρα ἡ ψυχή, εἰμὴ διὰ πυρὸς διέλθῃ καὶ ὕδατος, τουτέστιν ἑκουσίων πόνων καὶ ἀκουσίων, ἄθραυστος ταῖς ἀντιτυπίαις τῶν ἐπισυμβαινόντων οὐ συντηρεῖται.
Ὥς περ τῶν ἑκουσίων πειρασμῶν τρία εἰσὶ τὰ καθολικώτερα αἴτια, ὑγεία, πλοῦτος, καὶ εὔκλεια, οὕτω καὶ τῶν ἀκουσίων τρία εἰσί, ζημίαι, λοιδορίαι, ἀσθένειαι· γίνονται δὲ ταῦτα τισὶ μὲν εἰς οἰκοδομήν, τισὶ δὲ εἰς καθαίρεσιν.
Παρυφέστηκε ψυχῇ μὲν, ἐπιθυμία, καὶ λύπη· σώματι δὲ ἡδονή, καὶ ὀδύνη· θέλοντες γὰρ ἐκφυγεῖν τὴν κατὰ τὴν ὀδύνην ἐπίπονον αἴσθησιν, πρὸς τὴν ἡδονὴν καταφεύγομεν· τῆς δὲ λύπης, ἐπιθυμία.
Ἐνδιάθετον μὲν ὁ ἐνάρετος κέκτηται τὸ καλόν, περινενοημένον δὲ ὁ κενόδοξος· τὸ δὲ κακόν, ὁ μὲν σπουδαῖος, ἐξ ἐπιπολῆς ἔχει, κατὰ βάθος δὲ ὁ φιλήδονος.
Πρᾶξις ψυχῆς ἐστίν, ἐγκράτεια τῇ ἁπλότητι, καὶ ἁπλότης τῇ ἐγκρατείᾳ ἐνεργουμένη.
Νοῦ πρᾶξίς ἐστιν, ἡ ἐν θεωρίᾳ εὐχή, καὶ ἡ ἐν εὐχῇ θεωρία.
Ὁλιγάκις μὲν καὶ οὐκ ἐπιμελῶς πρὸς τὸ κακὸν εὑρίσκεται ὁ τοῦτο μισῶν· πλεονάκις δὲ καὶ προσεκτικώτερον, ὁ ἐπὶ ταῖς αἰτίαις ἐκείνου προσκείμενος.
Οἷς μὴ κατὰ πρόθεσιν τὸ μετανοεῖν, τούτοις συνεχῶς καὶ τὸ πλημμελεῖν· οἷς δὲ παρὰ πρόθεσιν τὸ ἁμαρτάνειν, ἐμπληροφόρητος ἡ μετάνοια, καὶ τὸ αἴτιον ταύτης οὐχὶ συχνόν.
Αἴσθησις καὶ συνείδησις, λόγῳ τῷ κατὰ προφορὰν συνερχέσθωσαν· ὅπως ὁ εἰρηνικὸς καὶ θεῖος λόγος, ἐν μέσῳ τούτων εὑρίσκεσθαι μὴ καταισχύνηται διὰ τῆς προπετείας ἢ τῆς ἀμετρίας τῶν λεγομένων.
Οὐχ ὁ τοῖς ἔργοις μὴ ἀδικῶν τὴν ψυχὴν αὐτοῦ, οὗτος καὶ τοῖς λόγοις ἀμίαντον αὐτὴν συνετήρησεν· οὐδὲ ὁ τούτοις φυλάττων ἤδη καὶ μολυσμοῖς οὐκ ἐμόλυνε· τριττὸν γὰρ τὸ ἁμαρτάνειν καθέστηκεν.
Οὐ δυνήσῃ τὸ πρόσωπον τῆς ἀρετῆς κατιδεῖν, ἡδέως ἔτι τὸ τῆς κακίας κατανοῶν· μισητὸν δέ σοι τότε φανεῖται τὸ δεύτερον, ὅτε τρυφῆς ἐπιθυμητῆς τὴν γεῦσιν, καὶ τοιαύτης τὴν ὄψιν ἀποξενώσῃς μορφῆς.
Διὰ τῶν λογισμῶν, οὐ διὰ τῶν πραγμάτων προηγουμένως πολεμοῦσιν οἱ δαίμονες τὴν ψυχήν· αὐτὰ γὰρ καθ᾽ ἑαυτὰ πολεμοῦσι τὰ πράγματα· καὶ τῶν μὲν πραγμάτων, ἡ ἀκοὴ αἴτιος καὶ ἡ ὅρασις· τῶν δὲ λογισμῶν ἡ συνήθεια καὶ οἱ δαίμονες.
Τριττὸν μὲν τὸ ἁμαρτικὸν μέρος τῆς ψυχῆς εὑρίσκομεν· ἐν ἔργοις, ἐν λόγοις, καὶ ἐννοίαις· ἐξαδικὸν δὲ τὸ τῆς ἀναμαρτησίας καλόν· ἀπταίστους γὰρ τὰς πέντε αἰσθήσεις, καὶ τὸν προφορικὸν δὴ συντηρεῖν λόγον· ἐν οἷς ὁ μὴ πταίων, ἀνὴρ τέλειος, δυνατὸς χαλιναγωγῆσαι καὶ τὰ λοιπὰ μέρη τῆς ψυχῆς.
Ἐξαχῶς τὸ ἄλογον μέρος διαιρεῖται τῆς ψυχῆς, εἴς τε τὰς πέντε αἰσθήσεις, καὶ εἰς τὸν κατὰ προφορὰν λόγον· ὃς συνδιατηρεῖται μὲν ἀδιαιρέτως τῷ πάσχοντι, ἀπαθὴς ὧν· ἀναμάττεται δὲ τὴν αὐτοῦ κακίαν, παθητικὸς εὑρισκόμενος.
Οὔτε σῶμα δύναται νηστείας, καὶ ἀγρυπνίας καθαρισθῆναι χωρίς, οὔτε ἐλέους, καὶ ἀληθείας ψυχή· ἀλλ᾽ οὔτε νοῦς ἄνευ ὁμιλίας, καὶ θεωρίας Θεοῦ· αὖται γὰρ αἱ συζυγίαι, ἐν τούτοις ἐπισημόταται.
Κυκλοφορουμένη ταῖς εἰρημέναις ἀρεταῖς ἡ ψυχή, ἀπερικτύπητον τὸ ταύτης ἐκ πειρασμῶν καθίστησι φρούριον, ὃ ἐστὶν ἡ ὑπομονή. Ἐν τῇ ὑπομονῇ ὑμῶν γὰρ κτήσασθε τὰς ψυχὰς ὑμῶν, ὁ λόγος φησίν· εἰ δὲ ἑτέρως ἐχόμενα εἴη, οἵα τις πόλις ἀτείχιστος καὶ ὑπὸ τῶν πόρρωθεν ψόφων, δειλίας μοχλοῖς κατασείεσθαι εἴωθεν.
Οὐχ ὅσοι εἰς τὰ κατὰ λόγον εἰσὶ φρόνιμοι, οὗτοι καὶ εἰς τὰ κατ᾽ ἔννοιαν· οὐδὲ ὅσοι εἰς τὰ κατ᾽ ἔνοιαν, οὗτοι καὶ εἰς τὰ κατ᾽ αἴσθησιν τὴν ἔξωθεν εὑρεθήσονται· εἰ γὰρ καὶ πάντας ὑποφόρους ἔχει ἡ αἴσθησις, ἀλλ᾽ οὐχ ὁμοίως αὐτῇ τοὺς φόρους ἀποδιδόασι, ἐξ ἀφελότητος γὰρ οἱ πλείους εἰς τὰ κατ᾽ αὐτὴν τιμᾶν αὐτήν, ὡς αὐτὴ ἀπαιτεῖ, οὐκ ἐπίστανται.
Τῇ φύσει ἄτμητος οὖσα ἡ φρόνησις, τέμνεται εἰς διαφόρους τομάς, ᾧ μὲν γὰρ δίδοται πλέον, ᾧ δὲ ἔλαττον αὐτῆς, ἕως αὐξηθεῖσα ἡ πρακτικὴ ἀρετή, συνδρόμους τε αὐτῇ τὰς γενικὰς ἔχουσα ἀρετάς, τὸ ἐνδεχόμενον ἑκάστῃ ἀποπληρώσῃ καλόν, οἱ πλείους γὰρ κατὰ τὴν ἔλλειψιν τῆς ἐμπράκτου ζωῆς, καὶ τὸ φρονεῖν ἐκληρώσαντο.
Εἰς μὲν τὰ κατὰ φύσιν, ὀλίγοι φρόνιμοι εὑρεθήσονται, εἰς δὲ τὰ παρὰ τὴν φύσιν. πολλοί· δέει γὰρ τῷ περὶ αὐτά, ὅλην αὐτῶν τὴν φυσικὴν φρόνησιν ἐκκενώσαντες, ἔχουσιν ἐκεῖ μὲν τὸ φρονεῖν ὀλίγον· τὸ πλεῖστον δὲ ἐν τοῖς περιττοῖς, καὶ οὐ τῇ φύσει ἐπαινετοῖς.
Τοῖς εὐλόγου σιωπῆς, ὁ καιρὸς καὶ τὸ μέτρον συνεστιάτορες· πανδαισία δὲ τούτου γίνεται ἡ ἀλήθεια, καθ᾽ ἣν ὁ τοῦ ψεύδους πατὴρ ἐπὶ ψυχὴν ἀποδημοῦσαν ἐρχόμενος, εὑρίσκει τῶν ἐπιζητουμένων οὐδέν.
Ἐλεήμων ἀληθής, οὐχ ὁ παρέχων ἑκουσίως τὰ περιττά, ἀλλ᾽ ὁ συγχωρῶν τὰ ἀναγκαῖα τοῖς ἁρπάζουσι.
Οἱ μέν, τῷ ἐνύλῳ πλούτῳ κτῶνται τὸν ἄϋλον ἐλεημοσύνης θεσμοῖς, οἱ δέ, τῷ ἀΰλῳ ἀποκτῶνται τὸν ἔνυλον ἐν αἰσθήσει τοῦ ἀνεκλείπτου γινόμενοι.
Φίλον μὲν παντί, τὸ πλουτεῖν ἐν καλοῖς· λυπηρὸν μὲν τῷ θείως πλουτίσαντι μέν, μὴ ἐπιπλεῖστον συγχωρηθῆναι δὲ ἐνευφρανθῆναι αὐτῷ.
Ἔξωθεν μὲν ἡ ὑγεία δοκεῖ τῇ ψυχῇ, ἐνδοθεν δὲ ἐν τῷ τῆς αἰσθήσεως πυθμένει πέφυκε κρύπτεσθαι ἡ ἀρρωστία αὐτῆς, εἰ δὲ δεῖ πάντως ἔξωθεν μὲν τὴν ἀρρωστίαν ἐκείνην τῷ ἀναθερισμῷ τῶν ἐλέγχων γενέσθαι, ἔνδοθεν δὲ τὴν ὑγείαν δηλονότι ταύτην τῷ ἀνακαινισμῷ τοῦ νοός, ἄφρων ὁ τοὺς ἐλέγχους ἀποσειόμενος, καὶ ἐν τῷ τῆς ἀναλγησίας πάντοτε ἀνακεῖσθαι νοσοκομείῳ μὴ αἰσχυνόμενος.
Μὴ τραχυνθῇς κατὰ τοῦ ἀκουσίως σε χειρουργήσαντος, ἀλλὰ πρὸς τὴν ἐκκενωθεῖσαν ἀηδίαν ἀποβλεψάμενος, ταλάνισον μὲν σεαυτόν, μακάρισον δὲ τὸν αἴτιόν σοι ταύτης γενόμενον τῆς ὠφελείας, οἰκονομίᾳ Θεοῦ.
Μὴ πρός τι δεινὸν ἀπευδοκήσῃς τῆς ἀρρωστίας σου, ἀλλὰ διὰ τῶν τῆς φιλοπονίας δραστικωτέρων φαρμάκων, πόρρω γενοῦ ταύτης, ὁ τῆς κατὰ ψυχὴν ὑγείας ἐπιμελούμενος.
Μὴ συσταλῇς ἀπὸ τοῦ καιρίως σε πλήττοντος, πρόσιθι δὲ τούτῳ καὶ ὑποδείξει σοι, ὅσον τὸ ὑποσμῆχον τὴν αἴσθησίν σου καλόν· καὶ φάγῃ ὅψον ἡδὺ τὸ ἐκ τῆς ὑγείας, μετὰ τὸ ἀναλωθῆναι τὸ ἐκ τῆς πικρίας ἀπόβλητον.
Ὅσον αἰσθάνῃ τῶν πόνων, τοσοῦτον ἀποδέχου τὸν τούτους διὰ τῶν ἐλέγχων ὑποδεικνύοντά σοι· καθάρσεως γὰρ τελείας, αἴτιός σοι, καθίσταται· ἧς ἄνευ, ἐν καθαρῷ χωρίῳ τῷ τῆς εὐχῆς, οὐ δύναται γενέσθαι ὁ νοῦς.
Ἐν τῷ ἐλέγχεσθαι, ἢ σιωπᾶν δεῖ, ἢ ἠπίως ἀπολογεῖσθαι τῷ καταλέγοντι· οὐ διὰ τὸ συστῆσαι τὰ οἰκεῖα τὸν ἐλεγχόμενον· διὰ δὲ τὸ ἀναστῆσαι ἴσως προσκώψαντα, τὸν ἐν ἀγνοίᾳ ἐλέγχοντα.
Τῷ λυπήσαντι δικαίως, ὁ πρὸ τοῦ προσκληθῆναι ὑπ᾽ αὐτοῦ μετανοῶν, ἐζημίωται τῶν ἀνηκόντων οὐδέν· ὁ δὲ μετὰ τὴν πρόσκλησιν, τῆς εὐφορίας τὸ ἥμισυ, κερδαίνει μέν τοι ὅλον τὸ προκαταβληθέν, ὁ μηδέ ποτε διὰ λύπην ἀποσυνάγωγος εὑρισκόμενος, προστίθησι δὲ καὶ μισθὸν ἑαυτῷ, ὁ τῷ σφάλμα βάλλων ἐπάνω αὐτοῦ ἐν παντί.
Οὔτε ὁ ὑψηλόφρων ἐπιγινώσκει οἷα τὰ ἑαυτοῦ ἐλαττώματα, οὔτε τὰ οἰκεῖα ὁ ταπεινόφρων καλά· καλύπτει γὰρ τὸν μὲν ἄνοια φαύλη· τὸν δὲ ἡ θεάρεστος.
Τοῖς ἰσοτίμοις ὁ ὑπερήφανος, ἐν καλοῖς παραμετρεῖσθαι οὐ βούλεται· ἐν δὲ τοῖς ἐναντίοις, πρὸς τοὺς ὑπερέχοντας, φορητὸν τὸ ἑαυτοῦ παραβαλλόμενος ἡγεῖται ἐλάττωμα.
Ὁ μὲν ψόγος, στερράν, ἔκλυτον δὲ ὁ ἔπαινος τὴν ψυχὴν ἀπεργάζεται, καὶ νωθροτέραν πρὸς τὰ καλά.
Ὑπόστασις μὲν πλούτου, χρυσός· ἀρετῆς δέ, ἡ ταπείνωσις. Ὡς οὖν ὁ χρυσοῦ ἀπορῶν πένης ἐστί, καὶ μὴ τοῖς ἔξωθεν φαίνηται, οὕτω ταπεινώσεως ἄνευ, ἐνάρετος οὐκ ἔσται ὁ ἀγωνιζόμενος.
Χρυσοῦ δίχα, ὥσπερ ὁ ἔμπορος οὐ πέφυκεν ἔμπορος, κἂν λίαν πρὸς ἐμπορίαν ἐστὶν ἐπιτήδειος, οὕτως οὐδὲ ταπεινοφροσύνης χωρίς, ἐν κατασχέσει τῶν τῆς ἀρετῆς ἡδέων εὑρεθήσεται ὁ ἀσκούμενος, κἂν πάνυ τῇ ἑαυτοῦ νουνεχείᾳ θαρρῇ.
Τῇ ταπεινοφροσύνῃ ὁ ἀνιών, κατώτερος τοῦ ἑαυτοῦ φρονήματος γίνεται· ἀνώτερος δέ, ὁ ἐκείνης χωρίς· ὃς οὐδὲ παραμετρεῖσθαι τοῖς ἐλαχίστοις ἑκουσίως ἀνέχεται. καὶ διὰ τοῦτο ἐν ταῖς πρωτοκλισίαις, τὸ λυπηρὸν ἐπιδείκνυται.
Καλὸν τῷ ἀγωνιστῇ φρονεῖν μὲν ἥττονα τῆς ἐργασίας αὐτοῦ· πράττειν δὲ κρείττονα τῆς δειλίας αὐτοῦ· οὕτω γὰρ ἂν καὶ ἀνθρώποις αἰδέσιμος, καὶ Θεῷ ἐργάτης εὑρίσκεται ἀνεπαίσχυντος.
Ἡ κατορθοῦσθαι δεῖ πρὸς πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ, ἢ μιᾶς ἀντιποιεῖσθαι τῆς ταπεινοφροσύνης, τὸν δεδιότα μὴ ξένον τῶν ἐν τῷ νυμφῶνι ἀντικειμένων ὀφθήσεσθαι.
Μίξον τῇ ἁπλότητι τὴν ἐγκράτειαν, καὶ σύζευξον τῇ ταπεινοφροσύνη τὴν ἀλήθειαν, καὶ ὀφθήσῃ δικαιοσύνης συνέστιος, ἧς ἐπὶ τραπέζης, ἄλλη πᾶσα φιλεῖ συνάγεσθαι ἀρετή.
Τυφλὴ τῆς ταπεινοφροσύνης χωρίς, ἡ ἀλήθεια, διὰ τοῦτο καὶ τῇ ἀντιλογίᾳ χρῆται χειραγωγῷ· ἐρεῖσαι μὲν αὐτῇ ἐπίτι μοχθούσῃ, μὴ εὑρισκούσῃ δὲ εἰμὴ τὸ τῆς μνησικακίας ὀχύρωμα.
Ἦθος χρηστόν, ὡραιότητα μαρτυρεῖ ἀρετῆς, μελῶν δὲ εὐστάθεια, εἰρηναίαν ψυχήν.
Πρῶτον μὲν καλὸν, τὸ ἐν μηδενὶ μέρει προσπαταίειν· δεύτερον δὲ, τὸ μὴ αἰδοῖ κατακρύπτειν τὸ σφάλμα αὐτοῦ, μήτε μὴν ἀναδύεσθαι ἐν αὐτῷ· μᾶλλον δὲ ταπεινοῦσθαι, καὶ κατηγορουμένου ἑαυτοῦ συγκατηγορεῖν, καὶ δέχεσθαι ἀσμένως τὸ ἐπιτίμιον, τούτου δὲ μὴ γινομένου, ἀνίσχυρον ἅπαν τὸ τῷ Θεῷ προσφερόμενον.
Πρὸς τῇ ἑκουσίᾳ κακοπαθείᾳ, χρὴ καὶ τὴν ἀκούσιον καταδέχεσθαι, τὴν ἐκ διαβόλων λέγω, ζημιῶν τε, καὶ ἀσθενειῶν. Ταῦτα γὰρ ὁ μὴ καταδεχόμενος, ἀλλὰ ἀποδυσπετῶν, ὅμοιός ἐστι τῷ μὴ μετὰ ἁλὸς μετὰ δὲ μέλιτος μόνου βουλομένου ἐσθίειν τὸν ἄρτον αὐτοῦ. Ὅς οὐ πάντοτε μὲν τὴν ἡδονὴν ἔχει σύντροφον, τὸν δὲ κόρον ἀεὶ γείτονα κέκτηται.
Δεσπότης ὢν δούλου σχῆμα περιβαλλόμενος φαίνεται, ὁ τὸ διερρωγὸς πλύνων τοῦ πλησίον λόγοις ἐνθέοις ἱμάτιον· ἢ καταρράπτων ταῖς μεταδόσεσι· σκοπείτω δὲ ὁ τοῦτο ποιῶν μηδέποτε διὰ τὸ μὴ ὡς δοῦλος τοῦτο τελεῖν, συναπωλέσῃ καὶ τὸν μισθὸν καὶ τὸ προσὸν αὐτῷ τῆς ἐξουσίας διὰ κενοδοξίαν ἀξίωμα.
Ὥς περ ἡ πίστις ἐλπιζομένων ὑπόστασις πέφυκεν, οὕτω ψυχῆς μὲν ἡ φρόνησις, ἀρετῆς δὲ ἡ ταπείνωσις· καὶ θαῦμα πῶς τὰ αὐτοτελῆ, τῶν συμβεβηκότων δίχα, ἀτελῆ καθεστήκασιν.
Κύριος φυλάξει τὴν εἴσοδόν σου, φησί, καὶ τὴν ἔξοδόν σου, τῶν βρωμάτων δηλονότι καὶ τῶν ῥημάτων, τῇ ἐγκρατείᾳ ἐγκρατῶς γὰρ ὁ ἔχων περὶ τὴν τῶν βρωμάτων καὶ ῥημάτων εἴσοδόν τε καὶ ἔξοδον, ἐπιθυμίαν μὲν τὴν ἐξ ὀφθαλμῶν ἀποδιδράσκει· θυμὸν δὲ τὸν ἐξ ἀπνοίας καταπραύνει· ὧν καὶ δεῖ πρὸ πάντων ποιεῖσθαι τὴν ἐπιμέλειαν τὸν ἀγωνιζόμενον, καὶ παντὶ τρόπῳ σπουδαστέον· ἐν τούτοις γὰρ τὸ μὲν πρακτικὸν ἔρρωται, τὸ δὲ θεωρητικὸν ἐστεραίωται.
Τινὲς μὲν περὶ τὴν εἴσοδον τῶν βρωμάτων, πολλὴν ποιοῦνται τὴν ἐπιμέλειαν· περὶ δὲ τὴν ἔξοδον τῶν ῥημάτων, ἀμελῶς διατίθενται· οἱ τοιοῦτοι, οὐκ ἐπίστανται παράγειν θυμὸν ἀπὸ καρδίας, ἐπιθυμίαν δὲ ἀπὸ σαρκός, κατὰ τὸν Ἐκκλησιαστήν· δι᾽ ὧν ἡ καθαρὰ καρδία κτίζεσθαι εἴωθε παρὰ τοῦ καινουργοῦ πνεύματος.
Τὸ μὲν τῶν βρωμάτων ἀπέριττον, περὶ τὴν ἥττω τροφῆς ποιότητα· τὸ δὲ τῶν ῥημάτων ἀνέγκλητον, περὶ τὴν κρείττω σιωπῆς ποιότητα εὐρεθήσεται.
Πύρωσον τοὺς νεφρούς σου ἀσιτίᾳ βρωμάτων, καὶ ἔτασον τὴν καρδίαν σου ἐγκρατείᾳ ῥημάτων· καὶ ἕξεις ἐπὶ ὑπηρεσίαν καλῶν, τὸ ἐπιθυμητικόν τε, καὶ θυμικόν.
Ἡ μὲν τῶν ὑπογαστρίων ἡδονή, καταπίπτει ἐν ἀσκουμένοις, τοῦ σώματος παρακμάσαντος· ἔτι δὲ παραμένει ἡ τοῦ φάρυγγος, τῷ μὴ φθάσαντι ταύτην ἐνδίκως κολάσαι· σπουδάσαι οὖν χρὴ διὰ τοῦ αἰτίου, τοῦ αἰτιατοῦ τὸν ὀνειδισμὸν ἀποτρίψασθαι· ὡς ἂν μὴ ξένος ἐκεῖσε τῆς κατὰ τὴν ἐγκράτειαν ἀρετῆς εὑρεθείς, αἰσχύνῃ περιβληθῇς.
Ἀναγκαῖον εἰδέναι τὸν ἀσκητήν, πότε καὶ τίσι βρώμασι δεῖ τὸ σῶμα ὡς ἐχθρὸν τρέφειν πότε δὲ ὡς φίλον παρακαλεῖν, καὶ πότε παραμυθεῖσθαι ὡς ἀσθενῆ· ἵνα μὴ λάθῃ τὰ μὲν τοῦ ἐχθροῦ τῷ φίλῳ, τὰ δὲ τοῦ φίλου τῷ ἐχθρῷ, καὶ τὰ τούτου πάλιν τῷ ἀσθενεῖ παρατιθείς, καὶ ἑκατέρους ὡς σκανδαλίσας, καιρῷ πειρασμοῦ εὑρήσει πολεμοῦντας αὐτόν.
Ὅταν τῆς τρυφῆς τὴν τροφὴν ὁ τρεφόμενος προτιμωτέραν ποιήσηται, τότε ἡ τῶν δακρύων ἐπιδημήσασα χάρις αὐτῷ, παρακαλεῖν ἄρχεται· καὶ ἄλλης πάσης ἡδύτητος ἐπιλανθάνεσθαι, ὡς ἤδη τῇ τούτων καταποθείσης ἀσυγκρίτως ἡδύτητι.
Τῷ μὲν πλατυνομένῳ, συνεστάλη τὰ δάκρυα· ἐξεβλήθη δὲ ταῦτα, τῷ τὴν στενὴν ὁδὸν ἀγαπήσαντι.
Οὐκ ἔστι λύπης ἐκτός, οὔτε ἁμαρτωλός, οὔτε δίκαιος· ἀλλ᾽ ὁ μὲν ὅτι μὴ πάντῃ ἀπέλιπε τὸ κακόν, ὁ δὲ ὅτι οὔπω τῆς τελειότητος ἥψατο.
Τῶν ἐφ᾽ ἡμῖν, αἱ κατὰ δύναμιν ἀρεταί, εὐχή τε, καὶ σιωπή· τῶν οὐκ ἐφ᾽ ἡμῖν δέ, ἀλλ᾽ ὡς τὰ πολλὰ τῆς τοῦ σώματος κατασκευῆς, νηστεία, καὶ ἀγρυπνία εἰσί· ὅπερ οὖν τῷ ἀγωνιστῇ εὐληπτότερον, τοῦτο μετέρχεσθαι χρή.
Οἶκος μὲν ψυχῆς, ἡ ὑπομονή· περικρατεῖται γὰρ ἐν αὐτῇ· χρῆμα δὲ, ἡ ταπείνωσις· τρέφεται γὰρ δι᾽ αὐτῆς.
Πόνοις μὴ καρτερῶν, ἐπαίνοις οὐ τιμηθήσῃ· πρὸ δὲ τῆς ἡδονῆς τὴν ὀδύνην ἀποσκοπῶν, ἐκφεύξῃ ταύτης τὸ λυπηρόν.
Μὴ δεσμευθῇς τῷ μικρῷ, καὶ οὐ δουλεύσεις τῷ μείζονι· οὐ γὰρ πέφυκε τὸ μεῖζον κακόν, πρὸ τοῦ μικροῦ διαπλάττεσθαι.
Ἀφορῶν πρὸς τὰ μείζονα, φοβερὸς ἔσῃ τοῖς ἥττοσιν· εὐκαταφρόνητος δὲ τούτοις ὀφθήσῃ, πρὸς ἐκεῖνα ἀπειρηκώς.
Οὐ δυνήσῃ ἐπὶ τὰς μείζους φθάσαι τῶν ἀρετῶν, μὴ τῶν κατὰ δύναμιν καταλαβὼν τὴν ἀκρότητα.
Ἐν οἷς κρατεῖ ἔλεος καὶ ἀλήθεια, ἐν ἐκείνοις, καὶ πᾶν εἴτι θεάρεστον· ἡ μὲν γὰρ, οὐδένα κρίνει, ἐλέους χωρίς· ὁ δὲ, φιλανθρωπεύεται ἐν οὐδενί, ἀληθείας ἐκτός.
Τῇ ἁπλότητι κερασάμενος τὴν ἐγκράτειαν, ἐν περιλήψει γενήσῃ τῆς ἐκεῖθεν μακαριότητος.
Οὐκ ὄψει πάντως τὰ πολεμοῦντά σε πάθη, εἰμὴ πρότερον τὴν γῆν, ἐξ ἧς ἐτρέφοντο ἐάσῃς ἀνήρωτον.
Οἱ μὲν, τὴν τοῦ σώματος ὕλην μόνον ἐκκαθᾶραι σπεύδουσιν· οἱ δὲ, καὶ τῆς ψυχῆς· οἱ μὲν γὰρ πρὸς μνήμην τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν ἰσχὺν ἔλαβον, οἱ δὲ πρὸς τὸ πάθος, πρὸς δὲ τὴν κατ᾽ ἐπιθυμίαν, πάνυ ἐλάχιστοι.
Ὑλη πονηρὰ σώματος, ἐμπάθεια· ψυχῆς δὲ, ἡδυπάθεια, προσπάθεια δὲ τοῦ νοός· κατηγορεῖται δὲ τῆς μὲν, ἁφή, τῆς δὲ, αἱ λοιπαὶ αἰσθήσεις· τῆς δὲ τελευταίας, ἐναντία διάθεσις.
Ὁ μὲν ἡδυπαθής, πλησίον ἐστὶ τοῦ ἐμπαθοῦς· ὁ δὲ προσπαθής, τοῦ ἡδυπαθοῦς· μακρὰν δὲ ἀμφοτέρων ὁ ἀπαθής.
Ἐμπαθής ἐστιν, ὁ τὸ ἁμαρτητικὸν τοῦ λογισμοῦ βιαιότερον ἔχων, κἂν τέως μὴ ἁμαρτάνῃ ἐκτός· ἡδυπαθὴς δὲ, ὁ τὴν ἐνέργειαν τῆς ἀμαρτίας ἔχων τοῦ λογισμοῦ, κἂν πάσχῃ ἐντός· προσπαθὴς δὲ, ὁ τῇ ἐλευθερίᾳ μᾶλλον ἢ τῇ δουλείᾳ τῶν μέσων προσκείμενος· ἀπαθὴς δ᾽ ἂν εἴη, ὁ τούτων πάντων τὴν διαφορὰν ἀγνοῶν.
Ἀπόλλυται ἐκ ψυχῆς ἐμπάθεια μὲν, διὰ νηστείας καὶ προσευχῆς· ἡδυπάθεια δὲ, δι᾽ ἀγρυπνίας καὶ σιωπῆς· ἡ δὲ προσπάθεια, διὰ ἡσυχίας καὶ προσοχῆς, ἀπάθεια δὲ συνίσταται, ἐκ μνήμης Θεοῦ.
Τῆς ἀπαθείας ἀπὸ χειλέων, κηρία μέλιτος οἷα, λόγοι τῆς αἰωνίου ζωῆς ἀποστάζουσι· τίς οὖν ἀξιωθείη τοῖς χείλεσιν ἐκείνης προσάψαι τὰ ἴδια· καὶ μασθοὺς ἀναμέσον αὐτῆς αὐλισθῆναι, καὶ ὀσμῆς ἡδείας μεταλαβεῖν ἱματίων ἐκείνης· τουτέστι νόμοις ἐνηδυνθῆναι τῶν ἀρετῶν, τῶν ὑπὲρ πάντα, φησί, τὰ ἀρώματα ὄντων τῆς αἰσθητικῆς διαγνώσεως.
Γυμνοὶ τοῦ μὲν τῆς φιλαυτίας χιτῶνος, ἴσως πολλοί· ὀλίγοι δὲ, τοῦ τῆς φιλοκοσμίας εἰσί, τοῦ δὲ τῆς κενοδοξίας, ὃς καὶ ἔσχατος λέγεται, γυμνοὺς εὑρήσεις τοὺς ἀπαθεῖς.
Τοῦ μὲν ὁρωμένου σώματος, πᾶσα ψυχὴ γυμνωθήσεται· τοῦ δὲ τῆς ἁμαρτίας, ἡ τῆς ἐνταῦθα ζωῆς ὀλίγον τῶν ἡδέων προσαπολαύσασα.
Νεκροὶ μὲν ἐκ ζώντων, πάντες ὀφθήσονται· νεκρωθήσονται δὲ τῆς ἁμαρτίας, μόνοι οἱ ἐκ διαθέσεως ταύτην μισήσαντες.
Τίς ἑαυτὸν πρὸ τοῦ κοινοῦ θανάτου τοῦ σώματος ἴδῃ τῆς ἁμαρτίας γυμνόν; καὶ τίς ὁ γνοὺς ἑαυτόν τε, καὶ τὴν ἰδίαν φύσιν, ὁποία ἐστί, πρὸ τῆς μελλούσης γυμνώσεως.
Ψυχὴν ἔρωτι νυμφικῷ τετρωμένην,
Εὐχὴ συνάπτειν οἷδεν ὦδε νυμφίῳ.
Τοῦ αἰσθητοῦ τε καὶ νοεροῦ φωτὸς ἡ λογικὴ ἐν μεθορίῳ κειμένη ψυχή, διὰ μὲν τούτου καὶ πράττειν τὰ τοῦ σώματος ἐπετράπη, δι᾽ ἐκείνου δὲ, τὰ τοῦ Πνεύματος, ἀλλ᾽ ἐπειδὴ ἠμαυρώθη μὲν αὐτῇ ἐκεῖνο, ἐτρανώθη δὲ τοῦτο, διὰ τὴν ἀρχῆθεν συνήθειαν, εἰμὴ ὅλως μετὰ τοῦ νοεροῦ ἐν τῇ εὐχῇ γένηται, ὁλικῶς τοῖς θείοις ἐνατενίζειν οὐ δύναται· ἀνάγκη δὲ εἶναι αὐτὴν ἐν μεταιχμίῳ σκότους καὶ φωτός, κατὰ σχέσιν μὲν τούτου, κατὰ δὲ φαντασίαν ἐκείνου ἀναστρεφομένην.
Ἔνδον τῆς κατὰ τὴν εὐχὴν στενῆς πύλης, νοῦς παθητικὸς οὐ δύναται εἰσελθεῖν, πρὸ τοῦ τὴν κατὰ σχέσιν ἀπολιπεῖν μέριμναν, περὶ δὲ τὰ περισκήνια ἐκείνης, ὀδυνηθήσεται διαπαντὸς ἀσχολούμενος.
Συμπαραμενέτω τῷ νῷ ἡ εὐχή, ὡς ἐν ἡλίῳ ἀκτίς· ἧς ἄνευ αἱ κατ᾽ αἴσθησιν, μέριμναι, οἷά τινες ἄνυδροι νεφέλαι περιπετώμεναι, τὸν νοῦν εἴργουσι τῆς οἰκείας λαμπρότητος.
Δύναμις μὲν εὐχῆς πεῖνα βρωμάτων ἑκούσιος, πείνης δὲ, τὸ μήτε ἀκούειν, μήτε ὁρᾶν ὅτι μὴ πᾶσα ἀνάγκη τῶν ἐγκοσμίων μηδέν· τούτων ὁ μὴ ποιούμενος πρόνοιαν, τὸ μὲν τῆς νηστείας οὐκ ἐστερέωσεν οἰκοδόμημα, τὸ δὲ τῆς εὐχῆς ἐν αὐτῇ περιρραγῆναι ἐποίησεν.
Ἀπέριττος εἰ μὴ ἐκ πάντων ὁ νοῦς τῶν κατ᾽ αἴσθησιν γένηται, ἀνωφερὴς γενέσθαι οὐ δύναται καὶ τὸ οἰκεῖον γνωρίσαι ἀξίωμα.
Ἡμέρας μὲν σύμβολον ἡ νηστεία διὰ τὸ ἔκδηλον· νυκτὸς δὲ διὰ τὸ ἄδηλον ἡ εὐχή· ἑκατέρων οὖν τούτων ἐν ἑκατέρᾳ ἐνδίκως ὁ μετερχόμενος, πρὸς τὴν κατὰ σκοπὸν ἀπαντήσεται πόλιν, ἐν ᾗ ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός.
Ἡ πνευματικὴ ἐργασία, καὶ σωματικῆς ἐπιπόνου ἐκτός, συνίστασθαι πέφυκε μακάριος οὖν, ὁ κρείττονα τοῦ ἐνύλου ἔργου τὴν ἄϋλον ἡγησάμενος ἐργασίαν, δι᾽ αὐτῆς γὰρ τὴν τοῦ ἔργου ἀνεπλήρωσεν ἔλλειψιν, ζήσας τὴν κεκρυμμένην ζωὴν τῆς εὐχῆς, καὶ φανερὰν τῷ Θεῷ.
Ὑπομένειν μὲν ἡμᾶς τῇ πίστει, παρακαλεῖ ὁ θεῖος Ἀπόστολος· χαίρειν δὲ τῇ ἐλπίδι· τῇ εὐχῇ δὲ προσκαρτερεῖν, ἵνα τὸ τῆς χαρᾶς ἡμῖν παραμείνῃ καλόν· εἰ δὲ τοῦτο, ἄρα ὁ μὴ ὑπομένων, οὐ πιστός· ὁ δὲ μὴ χαίρων, οὐκ εὐέλπις, ἀπεβάλλετο γὰρ τὴν αἰτίαν τῆς χαρᾶς τὴν προσευχήν, ἐν τῷ μὴ προσκαρτερεῖν ἐν αὐτῇ.
Εἰ ἐν τοῖς ἐγκοσμίοις λογισμοῖς ὁ νοῦς ἐξ ἀρχῆς συναναστραφείς, τοσαύτην ἐν αὐτοῖς τὴν φιλίαν ἐκτήσατο, πόσην οὐκ ἂν οἰκειότητα σχῇ ἐν εὐχῇ συνεχεῖ; καὶ γὰρ ἐν οἷς, φησί, χρονίζει, ἐν αὐτοῖς καὶ πλατύνεσθαι εἴωθεν.
Ὥς περ τοῦ ἰδίου οἰκητηρίου πάλαι διαιρεθεὶς ὁ νοῦς, τῆς ἐκεῖθεν λαμπρότητος ἐπελάθετο, οὕτω δεῖ τοῦτον αὖθις ἐν λήθῃ τῶν ὦδε γενόμενον, πρὸς ἐκεῖνο ἀναδραμεῖν δι᾽ εὐχῆς.
Καθάπερ τὶ νήπιον πρὸς μασθοὺς ἐναποψυγέντας μητρός, εὐρεθήσεται νοῦς πρὸς προσευχήν, τὴν μὴ δυναμένην παρακαλέσαι αὐτόν· πρὸ δὲ τὴν ἄλλως ἔχουσαν, ὡς παιδίον τὸ ὑφ᾽ ἡδονῆς ἐναφυπνοῦν ἐν ταῖς ἀγκάλαις αὐτῆς.
Ἐκεῖ φησίν, ἐν τῇ πενθίμῳ δηλονότι εὐνῇ τῆς ἐναρέτου ζωῆς, κατὰ τὴν ἐν τῷ ἄσματι, φήσειε καὶ ἡ νύμφη εὐχὴ πρὸς τὸν ἑαυτῆς ἐραστήν, δώσω τοὺς μασθούς μου σοὶ, εἰ ὁλικῶς μοι ἀνατεθῆς.
Φιλίαν πρὸς τὴν εὐχὴν ἔχειν οὐ δύναται, ὁ μὴ πᾶσαν ἀπαρνησάμενος ὕλην.
Πλὴν ζωῆς, καὶ πνοῆς, ἔξω τῶν ἄλλων γενοῦ ἐν εὐχῇ, εἰ θέλεις μετὰ μόνου γενέσθαι τοῦ νοῦ.
Νοῦ θεοφιλοῦς μαρτύριον, εὐχὴ μονολόγιστος, καὶ λόγος καίριος, ἔμφρονος λογισμοῦ, μονοειδὴς δὲ γεῦσις, τῆς ἐλευθέρας εἴη αἰσθήσεως, ἐν τούτοις οὖν τοῖς τρισὶν ἐρρῶσθαι τὰ τῆς ψυχῆς λέγεται.
Λεανθῆναι καλῶς δεῖ, καὶ ἀπαλυθῆναι ὥς περ τῶν παιδίων, τὴν φύσιν τοῦ εὐχομένου, ὡς ἂν κατὰ τὴν ἐκείνων, καὶ ἡ τούτου εὐείκτως δέξηται τὴν ἐκ τῆς εὐχῆς ἐνταττομένην ἀνάπτυξιν, διὸ μὴ ἀμέλει ὁ συναφθῆναι ταύτῃ φιλῶν.
Οὐ πάντες τὸν αὐτὸν σκοπὸν ἐν εὐχῇ κέκτηνται, ὁ μὲν, τοῦτον, ὁ δὲ, ἄλλον, ὁ μὲν εὔχεται, εἰ οἷόν τε, μετὰ τῆς εὐχῆς εἶναι τὴν καρδίαν αὐτοῦ πάντοτε· ὁ δὲ, καὶ πρὸς τὸ ὑπερβῆναι αὐτήν· ὁ δὲ, ἵνα μὴ λογισμοῖς ἐν εὐχῇ περικόπτηται· πάντες δὲ εὔχονται, ἢ συντηρηθῆναι ἐν ἀγαθοῖς, ἢ μὴ συναπαχθῆναι κακοῖς.
Εἰ ἐξ εὐχῆς οὐδεὶς ἀταπείνωτος (συντρίβεται ἐν ταπεινώσει καὶ γὰρ ὁ εὐχόμενος) οὐκ ἄρα ἐν ταπεινώσει προσεύχεται ὁ ἔξωθεν θρασυνόμενος.
Πρὸς τὴν χήραν τὴν πρὸς τὸν ὠμὸν τὴν δίκην κινοῦσαν κριτὴν ἀφορῶν ὁ εὐχόμενος, οὐκ ἐκκακήσει ποτὲ διὰ τὴν βραδυτῆτα τῶν ἀγαθῶν ὑποσχέσεων.
Οὐ παραμείνη σοι εὐχή, τῷ πρὸς τὰ συλλογιζόμενα ἔσωθεν, καὶ ὁμιλούμενα ἔξωθεν ἐμβραδύνοντι· ἡ αὐτὴ δὲ ὀφθήσεται ὑποστρέφουσα, τῷ δι᾽ αὐτὴν ὑποτεμνομένῳ τὰ πλείονα.
Εἰ μὴ εἰς λαγόνας ψυχῆς εἰσδύνουσι τὰ ῥήματα τῆς εὐχῆς, οὐκ ἂν εἰς τὰς τοῦ προσώπου σιαγόνας τὰ δάκρυα περικλυσθῆναι συγχωρηθήσονται.
Ἀνατελοῦσι γεωργῷ μὲν τὰ δράγματα, μὴ κατ᾽ ὄψιν τῶν σπερμάτων ῥιφέντων τῆς γῆς. Μοναχῷ δὲ τὰ δάκρυα ἀναβλύσουσιν, οὐκ ἀπονητὶ τῷ μετερχομένῳ τὰ ῥήματα τῆς εὐχῆς.
Κλεὶς οὐρανῶν βασιλείας, εὐχή· ταύτην ὁ κατέχων ὡς δεῖ, ὁρᾷ τὰ ἐν αὐτῇ ἀποκείμενα ἀγαθὰ τοῖς φίλοις αὐτῆς· μόνα δὲ τὰ παράπονα περισκοπεῖ, ὁ παρρησίαν ἐν ἐκείνῃ μὴ ἐχηκώς.
Οὐ δύναται ὁ νοῦς ἐν καιρῷ τῆς εὐχῆς μετὰ παρρησίας λέγειν πρὸς τὸν Θεόν. Διέρρηξας τοὺς δεσμούς μου· σοὶ θύσω θυσίαν αἰνέσεως, εἰμὴ δειλίας, καὶ ῥαθυμίας, πολυῦπνίας, καὶ ἡδυφαγίας, ἐξ ὧν τὸ πταίειν, ἐπιθυμίᾳ τῶν κρειττόνων, ἀπορραγῇ.
Ἔξω τοῦ πρώτου καταπετάσματος ἱσταται, ἐν εὐχῇ ὁ ῥεμβόμενος· ἔνδοθεν δὲ γίνεται, ὁ μονολόγιστον ἐξανύων αὐτήν· μόνος δὲ εἰς τὰ ἅγια τῶν ἁγίων παρέκυψεν, ὁ μετὰ τῆς εἰρήνης τῶν φυσικῶν λογισμῶν, καὶ τὰ περὶ τῆς πάντα νοῦν ὑπερεχούσης διασκεπτόμενος, καί τινος ἐκεῖθεν θεοφανείας καταξιούμενος.
Ὁπόταν ἀπὸ τῶν ἔξωθεν σχολάσασα ἡ ψυχὴ συναφθῇ τῇ εὐχῇ, τότε οἷά τις φλὸξ περικυκλώσασα ταύτην ἐκείνη, σίδηρον καθάπερ τὸ πῦρ, πεπυρακτωμένην ὕλην καθίστησιν καὶ ἔστι ψυχὴ μὲν ἡ αὐτή, οὐκ ἔτι δὲ καὶ ἁπτὴ οὐδὲ γὰρ ὁ πυρακτωθεὶς σίδηρος, ταῖς ἔξωθεν ἐπαφαῖς.
Μακάριος ὁ ἐν τῷ βίῳ τούτῳ οὑτωσὶ θεωρηθῆναι καταξιωθείς, καὶ τὸν αὐτοῦ φύσει πήλινον ἀνδριάντα, χάριτι πύρινον κατιδών.
Τοῖς μὲν εἰσαγομένοις, βαρὺς οἷά τις δεσπότης ὁ νόμος ἐπίκειται τῆς εὐχῆς. τοῖς προκόψασι δὲ ὡς ἔρως, ὁ συνελαύνων πεινῶντα καθάπερ πολυτελῆ πρὸς ἑστίασιν.
Τοῖς καλῶς μετερχομένοις τὴν πρακτικήν, ποτὲ μὲν ἡ εὐχὴ νεφέλη καθάπερ ἐπισκιάζουσα, τοὺς καυστικοὺς ἀπείργει ἐξ αὐτῶν λογισμούς· ποτὲ δὲ σταγόνας οἷα δακρύων τούτους ἐπιψεκάζουσα, δείκνυσι τὰ πνευματικὰ θεωρήματα.
Ἡδὺ μὲν ἥδυσμα κιθάρας τῆς κρουομένης ὑπό τινος ἔξωθεν εὐρεθήσεται ψυχὴ δὲ, μὴ συνηχούσης αὐτῇ ἐν εὐχῇ τῆς ἐν πνεύματι μυστικῆς προσφωνήσεως, εὐκατάνυκτος οὐ πέφυκε γίνεσθαι τὸ γὰρ τὶ προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν καὶ τὰ ἑξῆς, εἰς τοῦτο ἐνάγει τὸν προσευχόμενον.