Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
Evagrius the Monk, Τοῦ αὐτοῦ, περὶ διακρίσεως παθῶν, καὶ λογισμῶν, κεφάλαια εἴκοσι τρία.
ΤΟΥ ΑΥΤΟΥ ΕΥΑΓΡΙΟΥ
ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΔΙΑΚΡΙΣΕΩΣ ΠΑΘΩΝ ΚΑΙ ΛΟΓΙΣΜΩΝ
Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ, πρῶτοι κατὰ τὸν πόλεμον συνίστανται οἱ τὰς τῆς γαστριμαργίας ὀρέξεις πεπιστευμένοι, καὶ οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες, καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι. οἱ δὲ ἄλλοι πάντες κατόπιν τούτων βαδίζοντες, τοὺς ὑπὸ τούτων τιτρωσκομένους διαδέχονται. οὐκ ἔστι γὰρ ἐμπεσεῖν εἰς χεῖρας πνεύματος πορνείας, μὴ ὑπὸ γαστριμαργίας καταπεσόντα. καὶ οὐκ ἔστι ταράξαι θυμόν, μὴ ὑπὲρ βρωμάτων, ἢ χρημάτων, ἢ δόξης μαχόμενον. καὶ οὐκ ἐστι τὸν τῆς λύπης δαίμονα διαφυγεῖν, μὴ τούτων πάντων στέρησιν παθόντα. οὐδ᾽ ἀποφεύξεται τὴν ὑπερηφανίαν τις, τὸ πρῶτον γέννημα τοῦ διαβόλου, μὴ τὴν τῶν κακῶν πάντων ῥίζαν ἐξορίσας φιλαργυρίαν, εἴπερ καὶ πενία ἄνδρα ταπεινοῖ, κατὰ τὸν Σολομῶντα. καὶ συλλήβδην εἰπεῖν, οὐκ ἔστιν ἄνθρωπον περιπεσεῖν δαίμονι, μὴ πρότερον ὑπ᾽ ἐκείνων τῶν πρωτοστατῶν κατατρωθέντα. διὸ καὶ τοὺς τρεῖς τούτους λογισμοὺς ὁ διάβολος τότε τῷ Σωτῆρι προσήγαγε· ἁ. μὲν τοὺς λίθους ἄρτους γενέσθαι παρακαλῶν· ἔπειτα καὶ τὸν κόσμον ἐπαγγελλόμενος, εἰ πεσὼν προσκυνήσῃ. καὶ γ΄. εἰ ἀκούσῃ, δοξασθήσεσθαι λέγων, μηδὲν ἐκ τηλικούτου πτώματος πεπονθότα. ὧν ὁ Κύριος ἡμῶν κρείττων φανείς, εἰς τὰ ὀπίσω τῷ διαβόλῳ χωρεῖν προσέταττε· διδάσκων ἡμᾶς διὰ τούτων, ὡς οὐκ ἔστιν ἀπώσασθαι τὸν διάβολον, μὴ τῶν τριῶν τούτων λογισμῶν καταφρονήσαντας.
Πάντες οἱ δαιμονιώδεις λογισμοὶ νοήματα εἰς τὴν ψυχὴν τῶν αἰσθητῶν εἰσφέρουσι πραγμάτων, ἐν οἷς τυπούμενος ὁ νοῦς τὰς μορφὰς τῶν πραγμάτων ἐκείνων ἐν ἑαυτῷ περιφέρει. καὶ ἀπ᾽ αὐτοῦ λοιπὸν τοῦ πράγματος, ἐπιγινώσκει τὸν προσεγγίσαντα δαίμονα· οἷον, εἰ τοῦ ζημιώσαντός με, ἢ ἀτιμάσαντος ἐν τῇ διανοίᾳ μου τὸ πρόσωπον γένοιτο, ἐλέγχεται ὁ τῆς μνησικακίας παραβαλὼν λογισμός. εἰ πάλιν χρημάτων ὑπόμνησις γένοιτο, ἢ δόξης, ἐκ τοῦ πράγματος δηλονότι ὁ θλίβων ἡμᾶς ἐπιγνωσθήσεται. καὶ ἐπὶ τῶν ἄλλων δὲ λογισμῶν ὡσαύτως, ἀπὸ τοῦ πράγματος εὑρήσεις τὸν παρεστῶτα, καὶ ὑποβάλλοντα. οὐ πάσας δὲ τὰς μνήμας τῶν τοιούτων πραγμάτων ἐκ δαιμόνων λέγω συμβαίνειν· ἐπειδὴ πέφυκε καὶ αὐτὸς ὁ νοῦς κινούμενος ὑπὸ τοῦ ἀνθρώπου, τῶν γεγονότων ἀναφέρειν τὰς φαντασίας· ἀλλ᾽ ὅσαι τῶν μνημῶν θυμόν, ἢ ἐπιθυμίαν παρὰ φύσιν συνεπισπῶνται. διὰ γὰρ τὴν ταραχὴν τῶν δυνάμεων τούτων, ὁ νοῦς κατὰ διάνοιαν μοιχεύει, καὶ μάχεται, τοῦ νομοθετήσαντος αὐτῷ Θεοῦ τὴν φαντασίαν δέξασθαι μὴ δυνάμενος, εἴπερ ἡ λαμπρότης ἐκείνη κατὰ στέρησιν τῶν ἐν τοῖς πράγμασι νοημάτων, ἐν τῷ καιρῷ τῆς προσευχῆς τῷ ἡγεμονικῷ παραφαίνεται.
Οὐκ ἂν ἀπώθοιτο τὰς ἐμπαθεῖς μνήμας ὁ ἄνθρωπος, μὴ ἐπιθυμίας, καὶ θυμοῦ ἐπιμέλειαν ποιησάμενος. τὴν μέν, νηστείαις, καὶ ἀγρυπνίαις, καὶ χαμευνίαις καταναλώσας· τὸν δέ, μακροθυμίαις, καὶ ἀνεξικακίαις, καὶ ἀμνησικακίαις, καὶ ἐλεημοσύναις, καθημερώσας. ἐκ γὰρ τῶν δύω τούτων παθῶν, πάντες οἱ δαιμονιώδεις σχεδὸν συνίστανται λογισμοί, οἱ τὸν νοῦν ἐμβάλλοντες εἰς ὄλεθρον καὶ ἀπώλειαν. ἀδύνατον δὲ τῶν παθῶν τούτων περιγενέσθαι, μὴ παντελῶς βρωμάτων, καὶ χρημάτων, καὶ δόξης ὑπεριδόντες· ἔτι δὲ καὶ τοῦ ἰδίου σώματος, διὰ τοὺς ῥαπίζειν αὐτὸ πολλάκις ἐπιχειροῦντας. πᾶσα οὖν ἀνάγκη, μιμεῖσθαι τοὺς κινδυνεύοντας ἐν τῇ θαλάσσῃ, καὶ τῶν σκευῶν ἐκβολὴν ποιουμένους διὰ τὴν βίαν τῶν ἀνέμων, καὶ τῶν ἐπανισταμένων κυμάτων. ἀλλ᾽ ἐνταῦθα προσεκτέον ἀκριβῶς, μὴ ἐκβολὴν ποιούμενοι τῶν σκευῶν, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις ποιήσωμεν. ἐπεὶ ἀπέχομεν τὸν μισθὸν ἑαυτῶν. καὶ ἄλλο χαλεπώτερον τοῦ προτέρου διαδέξεται ἡμᾶς ναυάγιον, τοῦ τῆς κενοδοξίας ἀντιπνεύσαντος δαίμονος πνεύματος. διὸ καὶ ὁ Κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις τὸν κυβερνήτην νοῦν παιδεύων, φησί· προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰδέ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν, τῷ ἐν τοῖς οὐρανοῖς. καὶ πάλιν· ὅταν προσεύχησθέ φησιν, οὐκ ἔσεσθε ὥς περ οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς πλατείαις προσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀνθρώποις. ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε, ὥς περ οἱ ὑποκριταί, σκυθρωποί. ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. ἀλλὰ προσεκτέον ἐνταῦθα τῷ ἰατρῷ τῶν ψυχῶν, πῶς διὰ μὲν τῆς ἐλεημοσύνης, τὸν θυμὸν θεραπεύει· διὰ δὲ τῆς προσευχῆς, τὸν νοῦν καθαρίζει· καὶ πάλιν διὰ τῆς νηστείας, τὴν ἐπιθυμίαν καταμαραίνει· ἐξ ὧν συνίσταται ὁ νέος ἀδάμ, ὁ ἀνακαινούμενος κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ἐν ᾧ οὐκ ἔστι, διὰ τὴν ἀπάθειαν, ἄρσεν, καὶ θῆλυ· οὐδὲ διὰ τὴν μίαν πίστιν, ἕλλην, καὶ ἰουδαῖος· περιτομή, καὶ ἀκροβυστία· βάρβαρος, καὶ σκύθης· δοῦλος, καὶ ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ.
Ζητητέον πῶς ἐν ταῖς καθ᾽ ὕπνον φαντασίαις τυποῦσιν ἡμῶν τὸ ἡγεμονικόν, καὶ σχηματίζουσιν οἱ δαίμονες· τὸ γὰρ τοιοῦτον ἔοικε συμβαίνειν, τῷ νῷ, ἢ δι᾽ ὀφθαλμῶν ὁρῶντι, ἢ δι᾽ ἀκοῆς ἀκούοντι, ἢ δι᾽ αἰσθήσεως ὁποιασοῦν ἢ ἀπὸ τῆς μνήμης· ἥτις τυποῖ τὸ ἡγεμονικόν, ἃ διὰ τοῦ σώματος ἔσχε, ταῦτα κινοῦσα. οἱ οὖν δαίμονες ἐοίκασί μοι τὴν μνήμην κινοῦντες, τυποῦν τὸ ἡγεμονικόν· τὸ γὰρ ὄργανον ὑπὸ τοῦ ὕπνου κατέχεται ἀνενέργητον. πῶς οὖν πάλιν τὴν μνήμην κινοῦσι, ζητητέον; ἢ τάχα διὰ τῶν παθῶν. καὶ τοῦτο δῆλον, ἐκ τοῦ μηκέτι τοὺς καθαρούς, καὶ ἀπαθεῖς πάσχειν τί τοιοῦτον. ἔστι δέ τις καὶ κίνησις τῆς μνήμης ἁπλῆ ὑφ᾽ ὧν γινομένη, ἢ ὑπὸ τῶν ἁγίων δυνάμεων, καθ᾽ ἣν ἁγίοις τε συντυγχάνομεν καὶ συνεστιώμεθα. πλὴν προσεκτέον· ὅτι ἅπερ μετὰ τοῦ σώματος ἡ ψυχὴ εἰσδέχεται εἰδωλα, ταῦτα ἐκτὸς τοῦ σώματος ἡ μνήμη κινεῖ. καὶ τοῦτο σαφές, ἐκ τοῦ πολλάκις καὶ ἐν τοῖς ὕπνοις πάσχειν ἡμᾶς τοῦτο, ἠρεμοῦντος τοῦ σώματος. ὡς γὰρ ἔστι μνημονεῦσαι ὕδατος, καὶ μετὰ δίψης, καὶ ἄνευ δίψης, οὕτως ἐστὶ μνημονεῦσαι χρυσίου, μετὰ πλεονεξίας, καὶ ἄνευ πλεονεξίας. καὶ ἐπὶ τῶν ἄλλων δέ, ὡσαύτως. τὸ δέ, τοιάσδε, ἢ τοιᾶσδε εὑρίσκειν φαντασιῶν διαφοράς, τῆς ἐκείνων κακοτεχνίας ἐστὶ γνώρισμα. ἅμα δὲ καὶ τοῦτο ἰστέον· ὅτι καὶ τοῖς ἔξωθεν πράγμασι κέχρηνται πρὸς φαντασίαν οἱ δαίμονες· οἷον τῷ ἤχῳ τῶν κυμάτων, ἐπὶ πλεόντων.
Σφόδρα τῷ σκοπῷ τῶν δαιμόνων ὁ θυμὸς ἡμῶν συμβάλλεται παρὰ φύσιν κινούμενος, καὶ πρὸς πᾶσαν αὐτῶν κακομηχανίαν· γίνεται χρησιμώτατος. ὅθεν νύκτωρ, καὶ μεθ᾽ ἡμέραν ταράσσειν τοῦτον, οὐδεὶς αὐτῶν παραιτεῖται. ἀλλ᾽ ὅταν ἴδωσιν αὐτὸν δεθέντα πραύτητι, τοτηνικαῦτα ἐπὶ δικαίαις προφάσεσιν εὐθὺς αὐτὸν ἀπολύουσιν· ἵνα ὀξύτατος γεγονὼς πρὸς τοὺς θηριώδεις αὐτῶν λογισμοὺς χρησιμεύσῃ. διό περ ἀνάγκη μήτε ἐπὶ δικαίοις, μήτε ἐπὶ ἀδίκοις πράγμασιν αὐτὸν ἐρεθίζειν· μηδὲ κακὸν ξίφος διδόναι τοῖς ὑποβάλλουσιν· ὅπερ πολλάκις πολλοὺς ποιοῦντας ἐπίσταμαι, καὶ πλέον, ἢ χρή, ἐπὶ μικραῖς ἀναπτομένους προφάσεσιν. ὑπὲρ τίνος γὰρ εἰπέ μοι καὶ περιπίπτεις ταχέως εἰς μάχην; εἴ περ βρωμάτων καὶ χρημάτων, καὶ δόξης κατεφρόνησας; τί δὲ τρέφεις τὸν κύνα, μηδὲν ἔχειν ἐπαγγελλόμενος; εἰ δὲ οὗτος ὑλακτεῖ καὶ τοῖς ἀνθρώποις ἐπέρχεται, πρόδηλός ἐστι κεκτημένος τινά, καὶ ταῦτα φυλάσσειν βουλόμενος. ἀλλ᾽ ἐγὼ τὸν τοιοῦτον, μακρὰν καθαρᾶς προσευχῆς πείθομαι εἶναι, λυμεῶνα τὸν θυμὸν τῆς τοιαύτης εὐχῆς ἐπιστάμενος. πρὸς δὲ τούτοις, θαυμάζω· ὡς καὶ τῶν ἁγίων ἐπιλελησμένος· τοῦ μὲν Δαβὶδ ἐκβοῶντος· παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν. τοῦ δὲ Ἐκκλησιαστοῦ παραγγέλλοντος· ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου· τοῦ δὲ Ἀποστόλου προστάσσοντος, ἐπαίρειν ἐν παντὶ καιρῷ, καὶ τόπῳ ὁσίας χεῖρας, χωρὶς ὀργῆς, καὶ διαλογισμῶν. τί δὲ οὐ μανθάνομεν ἀπὸ τῆς ἀνθρώπων μυστικῆς καὶ παλαιᾶς συνηθείας, διωκούσης ἐκ τῶν οἴκων τοὺς κύνας ἐν τῷ καιρῷ τῆς προσευχῆς; τοῦτο αἰνιττομένης, ὡς οὐ δεῖ παρεῖναι τοῖς προσευχομένοις θυμόν. καὶ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν· οἴνου δὲ οἱ Ναζιραῖοι ἀπείχοντο. Περὶ δὲ τοῦ μὴ δεῖν μεριμνᾶν ἐνδυμάτων ἕνεκα, ἢ βρωμάτων, περιττὸν οἶμαι γράφειν, αὐτοῦ τοῦ Σωτῆρος ἐν τοῖς εὐαγγελίοις ἀπαγορεύοντος· μὴ μεριμνήσητε γάρ φησι, τῇ ψυχῇ ὑμῶν, τί φάγητε, ἢ τί πίητε, ἢ τί περιβαλεῖσθε. ἐθνικῶν γὰρ ἄντικρυς τοῦτο, καὶ ἀπιστούντων, ἀθετούντων τὴν πρόνοιαν τοῦ δεσπότου, καὶ τὸν δημιουργὸν ἀρνουμένων. χριστιανῶν δέ, παντελῶς τὸ τοιοῦτον ἀλλότριον, ἅπαξ πεπιστευκότων, ὅτι καὶ τὰ δύο στρουθία τὰ πιπρασκόμενα τῷ ἀσσαρίῳ, ὑπὸ τὴν οἰκονομίαν τῶν ἁγίων ἀγγέλων ἐστί. πλῆν, ἔστι καὶ αὕτη συνήθεια τῶν δαιμόνων· μετὰ τοὺς ἀκαθάρτους λογισμούς, ἐμβάλλειν καὶ τοὺς τῆς μερίμνης· ἵνα ἐκνεύσῃ ὁ Ἰησοῦς, ὄχλου ὄντος νοημάτων, ἐν τῷ κατὰ διάνοιαν τόπῳ, καὶ ἄκαρπος γένηται ὁ λόγος, συμπνιγόμενος ὑπὸ τῶν τῆς μερίμνης λογισμῶν. ἀποθέμενοι τοίνυν αὐτούς, ἐπιῥῥίψωμεν τὴν μέριμναν ἡμῶν πρὸς τὸν Κύριον, τοῖς παροῦσιν ἀρκούμενοι, καὶ πενιχρᾷ ζωῇ χρησάμενοι, καὶ στολῇ, τοὺς πατέρας τῆς κενοδοξίας καθ᾽ ἡμέραν ἀποδυσώμεθα. εἰδέτις ἀσχημονεῖν ἐπὶ πενιχρᾷ νομίζει στολῇ, βλεπέτω τὸν ἅγιον Παῦλον, ἐν ψύχει, καὶ γυμνότητι, τὸν τῆς δικαιοσύνης προσδοκήσαντα στέφανον. ἀλλ᾽ ἐπειδὴ θέατρον, καὶ στάδιον ὁ Ἀπόστολος τὸν κόσμον ὠνόμασε τοῦτον, ἴδωμεν, εἰ ἐστι δυνατόν, μερίμνης ἐνδυσάμενον λογισμούς, δραμεῖν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ· ἢ παλαῖσαι πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. ἐγὼ μὲν οὐκ οἶδα, καὶ ἀπ᾽ αὐτῆς τῆς αἰσθητῆς παιδευόμενος ἰστορίας. ἐμποδισθήσεται γὰρ ἐκεῖνος δηλονότι ὑπὸ τοῦ χιτῶνος, καὶ περιελκυσθήσεται, καθάπερ ὁ νοῦς ὑπὸ τῶν λογισμῶν τῆς μερίμνης· εἴπερ ἀληθινὸς ὁ λόγος ὁ λέγων, τὸν νοῦν τῷ ἰδίῳ προσκαρτερεῖν θησαυρῷ· ὅπου γάρ φησιν ὁ θησαυρός σου ἐστίν, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου.
Τῶν λογισμῶν οἱ μὲν τέμνουσιν οἱ δὲ τέμνονται. καὶ τέμνουσι μὲν οἱ πονηροὶ τοὺς ἀγαθούς· τέμνονται δὲ πάλιν ὑπὸ τῶν ἀγαθῶν οἱ πονηροί. τοίνυν τὸ Πνεῦμα τὸ Ἀγιον τῷ πρώτῳ τεθέντι προσέχει λογισμῷ, καὶ πρὸς ἐκεῖνον κρίνει ἡμᾶς ἢ ἀποδέχεται. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· ἔχω τινὰ φιλοξενίας λογισμὸν, καὶ γοῦν ἔχω, διὰ τὸν Κύριον· ἀλλ᾽ οὗτος, ἐπελθόντος τοῦ πειράζοντος, τέμνεται· δόξης χάριν, φιλοξενεῖν ὑποβάλλοντος· καὶ πάλιν ἔχω φιλοξενίας λογισμὸν, πρὸς τὸ τοῖς ἀνθρώποις φανῆναι. ἀλλὰ καὶ οὗτος, ἐπελθόντος κρείττονος λογισμοῦ, τέμνεται· τοῦ πρὸς τὸν Κύριον μᾶλλον ἡμῶν τὴν ἀρετὴν ἀπευθύνοντος, καὶ μὴ δι᾽ ἀνθρώπους ταῦτα πράττειν ἡμᾶς καταναγκάζοντος.
Λογισμῶν τῶν ἀγγελικῶν, καὶ τῶν ἀνθρωπίνων, καὶ τῶν ἐκ δαιμόνων, ταύτην τὴν διαφορὰν μετὰ πολλῆς τῆς παρατηρήσεως ἐγνώκαμεν εἶναι· ὅτι πρῶτον μὲν, οἱ ἀγγελικοὶ, τὰς φύσεις τῶν πραγμάτων περιεργάζονται, καὶ τοὺς πνευματικοὺς αὐτῶν ἐξιχνιάζουσι λόγους· οἷον, τίνος χάριν γένηται ὁ χρυσὸς, καὶ διατί ψαμμώδης κάτωπου τοῖς μορίοις τῆς γῆς ἐγκατέσπαρται, καὶ μετὰ πολλοῦ καμάτου καὶ πόνου εὑρίσκεται; πῶς δὲ εὑρεθεὶς, ὕδατι πλύνεται, καὶ πυρὶ παραδίδοται, καὶ οὕτως εἰς τεχνιτῶν ἐμβάλλεται χεῖρας· τῶν ποιούντων τῆς σκηνῆς τὴν λυχνίαν, καὶ τὸ θυμιατήριον, καὶ τὰς θυίσκας, καὶ τὰς φιάλας, ἐν οἷς οὐκ ἔτι νῦν πίνει διὰ τὴν χάριν τοῦ Σωτῆρος ἡμῶν, ὁ βαβυλώνιος Βασιλεύς· Κλεόπας δὲ φέρει καρδίαν καιομένην, ὑπὸ τούτων τῶν μυστηρίων· ὁ δὲ δαιμονιώδης λογισμὸς, ταῦτα οὔτε οἶδεν, οὔτε ἐπίσταται· μόνην δὲ τὴν κτῆσιν τοῦ αἰσθητοῦ χρυσίου ἀναιδῶς ὑποβάλλει, καὶ τὴν ἐκ τούτου τροφήν τε, καὶ δόξαν ἐσομένην προλέγει. ὁ δὲ ἀνθρώπινος λογισμὸς, οὐδὲ τὴν κτῆσιν ἐπιζητεῖ, οὐδὲ τίνος ἐστὶ περιεργάζεται σύμβολον ὁ χρυσός· ἀλλὰ μόνον εἰς τὴν διάνοιαν, τοῦ χρυσοῦ τὴν μορφὴν εἰσφέρει ψιλὴν, πάθους καὶ πλεονεξίας κεχωρισμένην. ὁ δὲ αὐτὸς λόγος, καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ῥηθήσεται, κατὰ τὸν κανόνα τοῦτον μυστικῶς γυμναζόμενος.
Ἔστι δαίμων, πλάνος λεγόμενος, καὶ ὑπὸ τῆν ἕω μάλιστα τοῖς ἀδελφοῖς παρίσταται· ὅστις περιάγει τὸν νοῦν, ἀπὸ πόλεως εἰς πόλιν, καὶ ἀπὸ κώμης εἰς κώμην, καὶ ἀπὸ οἰκίας εἰς οἰκίαν· ψιλὰς δῆθεν τὰς συντυχίας ποιούμενον· καὶ γνωρίμοις τισὶ συντυχάνοντα μακρότερα, καὶ τὴν οἰκείαν πρὸς τοὺς ἀπαντῶντας κατάστασιν διαφθείροντα· καὶ μακρὰν γινόμενον κατ᾽ ὀλίγον τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τῆς ἀρετῆς, καὶ τοῦ ἐπαγγέλματος λήθην λαμβάνοντα. δεῖ οὖν τὸν ἀναχωροῦντα, τοῦτον τηρεῖν, πόθεν τε ἔρχεται, καὶ ποῦ καταλήγει. οὐ γὰρ εἰκῇ, οὐδὲ ὡς ἔτυχε τὸν μακρόν ἐκεῖνον κύκλον ἐργάζεται. ἀλλὰ τὴν κατάστασιν τοῦ ἀναχωροῦντος διαφθείρειν βουλόμενος, ταῦτα ποιεῖ· ἵνα ἐκκαυθεὶς ἐκ τούτων ὁ νοῦς, καὶ ἐκ τῶν πολλῶν συντυχιῶν μεθυσθεὶς, εὐθέως τῷ τῆς πορνείας, ἢ τῷ τῆς ὀργῆς, ἢ τῷ τῆς λύπης δαίμονι περιπέσῃ· οἵ τινες μάλιστα λυμαίνονται τῆς καταστάσεως αὐτοῦ τὴν λαμπρότητα. ἀλλ᾽ ἡμεῖς εἴπερ ἔχομεν σκοπὸν τοῦ γνῶναι σαφῶς τὴν τούτου πανουργίαν, μὴ ταχέως φθεγξώμεθα πρὸς αὐτὸν, μηδὲ μηνύσωμεν τὰ γινόμενα, πῶς κατὰ διάνοιαν τὰς συντυχίας ἐργάζεται, καὶ τίνα τρόπον κατ᾽ ὀλίγον ἐλαύνει τὸν νοῦν πρὸς τὸν θάνατον, ἐπεὶ φεύξεται ἀφ᾽ ἡμῶν· ὁρᾶσθαι γὰρ ταῦτα πράττων, οὐ καταδέχεται. καὶ οὐδὲν λοιπὸν εἰσόμεθα, ὧν μαθεῖν ἐσπουδάκαμεν. ἀλλὰ καὶ ἄλλην μίαν ἡμέραν, ἢ καὶ δευτέραν, συγχωρήσωμεν αὐτῷ τελειῶσαι τὸ δρᾶμα· ἵνα ἀκριβῶς μαθόντες αὐτοῦ τὸ σκευώρημα, λόγῳ μετὰ ταῦτα ἐλέγχοντες αὐτὸν φυγαδεύσωμεν. ἀλλ᾽ ἐπειδὴ κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ συμβαίνει τεθολωμένον ὄντα τὸν νοῦν, μὴ ἀκριβῶς ἰδεῖν τὰ γινόμενα, μετὰ τὴν ἀναχώρησιν τοῦ δαίμονος τοῦτο γινέσθω. καθεσθείς, μνημόνευσον κατὰ σεαυτὸν τῶν συμβεβηκότων σοι πραγμάτων, πόθεν τε ἤρξω, καὶ ποῦ ἐπορεύθης, καὶ ἐν ποίῳ τόπῳ συνελήφθης ὑπὸ τοῦ πνεύματος τῆς πορνείας, ἢ τῆς λύπης, ἢ τῆς ὀργῆς, καὶ πῶς πάλιν γέγονε τὰ γινόμενα. ταῦτα κατάμαθε, καὶ παράδος τῇ μνήμῃ, ἵν᾽ ἔχῃς ἐλέγχειν αὐτὸν προσιόντα. καὶ τὸν κρυπτόμενον ὑπ᾽ αὐτοῦ τόπον καταμήνυε, καὶ οὐκ ἀκολουθήσεις αὐτῷ λοιπόν. εἰ δὲ βούλει καὶ εἰς μανίαν προσκαλέσασθαι αὐτόν, ἔλεγξον αὐτὸν εὐθὺς ἐπιστάντα, καὶ τὸν πρῶτον τόπον εἰς ὃν εἰσῆλθες λόγῳ φανέρωσον, καὶ τὸν δεύτερον, καὶ τὸν τρίτον. πάνυ γὰρ χαλεπαίνει, μὴ φέρων τὴν αἰσχύνην. ἀπόδειξις δὲ ἔστω τοῦ καιρίως σε φθέγξασθαι πρὸς αὐτόν, τὸ πεφευγέναι τὸν λογισμὸν ἀπὸ σοῦ. ἀδύνατον γὰρ στῆναι, φανερῶς ἐλεγχόμενον. τοῦτον δὲ ἡττηθέντα τὸν δαίμονα, διαδέχεται ὕπνος βαρύτατος, καὶ νέκρωσις μετὰ ψυχρότητος πολλῆς βλεφάρων, καὶ χάσμαι ἄπειροι, καὶ ὥμοι βαρούμενοι· ἅπερ πάντα τῇ συντόνῳ προσευχῇ διαλύει τὸ Πνεῦμα τὸ Ἁγιον.
Πάνυ τὸ μῖσος τὸ κατὰ δαιμόνων, ἡμῖν πρὸς σωτηρίαν συμβάλλεται, καὶ πρὸς τὴν ἐργασίαν ἀρετῆς ἐστὶν ἐπιτήδειον. καὶ τοῦτο ἐκτρέφειν παρ᾽ ἑαυτοῖς, ὥσπερ τι γέννημα ἀγαθόν, οὐκ ἰσχύομεν· τῶν φιληδόνων πνευμάτων διαφερόντων αὐτό, καὶ πρὸς φιλίαν καὶ συνήθειαν τὴν ψυχὴν πάλιν ἐκκαλουμένων. ἀλλὰ ταύτην τὴν φιλίαν, μᾶλλον καὶ τὴν δυσίατον γάγγραιναν, ὁ ἰατρὸς τῶν ψυχῶν, δι᾽ ἐγκαταλείψεως θεραπεύει. συγχωρεῖ γάρ τι φοβερὸν παθεῖν ἡμᾶς ὑπ᾽ αὐτῶν νύκτωρ, καὶ μεθ᾽ ἡμέραν. καὶ πάλιν ἡ ψυχὴ πρὸς ἀρχέτυπον μῖσος ἐπανατρέχει, διδασκομένη πρὸς τὸν Κύριον λέγειν κατὰ τὸν Δαβίδ· τό, τέλειον μῖσος ἐμίσουν αὐτούς. εἰς ἐχθροὺς ἐγένοντό μοι. οὗτος γὰρ τέλειον μῖσος μισεῖ τοὺς ἐχθρούς, ὁ μήτε κατ᾽ ἐνέργειαν, μήτε κατὰ διάνοιαν ἁμαρτάνων· ὅπερ τῆς μεγίστης, καὶ πρώτης ἀπαθείας ἐστὶ τεκμήριον.
Περὶ δὲ τοῦ δαίμονος τοῦ τὴν ψυχὴν ποιοῦντος ἀναίσθητον, τί δεῖ καὶ λέγειν; ἐγὼ γὰρ δέδοικα γράφειν περὶ αὐτοῦ. πῶς ἡ ψυχὴ τῆς οἰκείας ἐξίσταται καταστάσεως παρὰ τὸν καιρὸν τῆς ἐπιδημίας αὐτοῦ, καὶ τὸν φόβον Κυρίου, καὶ τὴν εὐλάβειαν ἀποδύεται· καὶ τὴν ἁμαρτίαν, οὐχ ἁμαρτίαν λογίζεται· καὶ τὴν παρανομίαν, οὐ νομίζει παρανομίαν· κολάσεώς τε καὶ κρίσεως αἰωνίου, ὡς ψιλοῦ ῥήματος μέμνηται· καταγελᾷ δὲ ὄντως σεισμοῦ πυρφόρου· καὶ Θεὸν μὲν δῆθεν ὁμολογεῖ· τὴν δὲ πρόσταξιν αὐτοῦ οὐκ ἐπίσταται. τύπτεις εἰς τὰ στήθη, κινουμένης αὐτῆς πρὸς τὴν ἁμαρτίαν, καὶ αὕτη οὐκ αἰσθάνεται. ἀπὸ γραφῶν διαλέγῃ, καὶ ὅλη πεπώρωται, καὶ οὐκ ἀκούει. ὄνειδος αὐτῇ τὸ παρὰ τῶν ἀνθρώπων προσφέρεις, καὶ οὐ λογίζεται. τὴν παρὰ τοῖς ἀνθρώποις αἰσχύνην, καὶ αὐτὴ οὐ συνίησι, δίκην χοίρου καμμύσαντος καὶ τὸν φραγμὸν διἀκόψαντος. τοῦτον δὲ τὸν δαίμονα, κενοδοξίας χρονίσαντες ἐπάγουσι λογισμοί. οὖ, εἰμὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. καὶ γὰρ τῶν σπανίως παραβαλλόντων ἐστὶ τοῖς ἀδελφοῖς. καὶ ἡ αἰτία πρόδηλος. ἐπὶ γὰρ συμφοραῖς ἑτέρων, καὶ ἐν νόσοις πιεζομένων, ἢ ἐν φυλακαῖς δυστυχούντων, ἢ αἰφνιδίῳ περιπτόντων θανάτῳ, φυγαδεύεται οὗτος· τῆς ψυχῆς κατὰ μικρὸν κατανυσσομένης, καὶ εἰς συμπάθειαν ἐρχομένης, διαλυομένου τοῦ ἐκ δαιμονίου συνισταμένου πωρώματος. ὧν ἡμεῖς ἀποροῦμεν διὰ τὴν ἐρημίαν καὶ τὴν σπάνιν τῶν παρ᾽ ἡμῖν ἀσθενούντων. τοῦτον τὸν δαίμονα μάλιστα φυγαδεύων ὁ Κύριος, ἐν τοῖς Εὐαγγελίοις προσέταξεν ἀσθενοῦντας ὁρᾶν, καὶ τοὺς ἐν φυλακῇ ἐπισκέπτεσθαι. ἀσθενὴς γὰρ ἤμην φησί, καὶ ἤλθετε πρός με. πλὴν τοῦτο ἰστέον· εἴ τις τῶν ἀναχωρούντων περιπεσὼν τούτῳ τῷ δαίμονι, λογισμοὺς οὐκ ἔλαβε πορνικούς, ἢ τὸν οἶκον ἀπὸ ἀκηδίας οὐ καταλέλοιπεν, οὗτος ὑπομονὴν καὶ σωφροσύνην ἀπ᾽ οὐρανῶν ὑπεδέξατο κατελθοῦσαν, καὶ μακάριος τῆς τοιαύτης ἀπαθείας ἐστίν. ὅσοι δὲ τῶν ἐπαγγελλομένων θεοσέβειαν ἀσκεῖν, κοσμικοῖς συναυλίζεσθαι προαιροῦνται, φυλασσέσθωσαν τοῦτον τὸν δαίμονα. ἐγὼ γὰρ περὶ αὐτοῦ πλέον λέγειν, ἢ γράφειν, καὶ τοὺς ἀνθρώπους αἰσχύνομαι.
ΠΕΡΙ ΔΑΙΜΟΝΟΣ ΤΗΣ ΛΥΠΗΣ
Πάντες οἱ δαίμονες· φιλήδονον διδάσκουσι τὴν ψυχήν, μόνος δὲ ὁ τῆς λύπης δαίμων, τοῦτο πράττειν οὐ καταδέχεται· ἀλλὰ τῶν εἰσελθόντων τοὺς λογισμοὺς διαφθείρει, πᾶσαν ἡδονὴν τῆς ψυχῆς περικόπτων, καὶ ξηραίνων διὰ τῆς λύπης, εἴπερ ἀνδρὸς λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. καὶ μετρίως μὲν πολεμῶν, δόκιμον τὸν ἀναχωρητὴν ἀπεργάζεται· πείθει γὰρ μηδὲν τῶν τοῦ κόσμου τούτου προσίεσθαι, καὶ πᾶσαν ἡδονὴν περιίστασθαι. πλεῖον δὲ προσκαρτερῶν γεννᾷ λογισμούς, ὑπεξάγειν τὴν ψυχὴν συμβουλεύοντας, ἢ φεύγειν τὸν τόπον μακρὰν ἀναγκάζοντας. ὅπερ λελόγισται ποτὲ, καὶ πέπονθεν ὁ ἅγιος Ἰώβ, ὑπὸ τούτου παρενοχλούμενος. εἴθε γὰρ ἐδυνάμην φησίν, ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσαι μοι τοῦτο. τούτου τοῦ δαίμονος σύμβολόν ἐστιν ἡ ἔχιδνα τὸ θηρίον· ἧς ἡ φύσις φιλανθρώπως διδομένη, τοὺς τῶν ἄλλων θηρίων ἰοὺς διαφθείρει· ἀκρατῶς δὲ λαμβανομένη, καὶ αὐτὸ διαφθείρει τὸ ζῶον· τούτῳ τῷ δαιμονίῳ παραδέδωκεν ὁ Παῦλος τὸν ἐν Κορίνθῳ παρανομήσαντα· διὸ καὶ γράφει πάλιν σπουδαίως, κυρώσατε, λέγων τοῖς Κορινθίοις, εἰς αὐτὸν ἀγάπην. μήπως, τῇ περισοτέρᾳ λύπῃ, καταποθῇ ὁ τοιοῦτος. ἀλλ᾽ οἶδε τοῦτο θλίβον τοὺς ἀνθρώπους τὸ πνεῦμα, καὶ μετανοίας ἀγαθῆς πρόξενον γίνεσθαι. ὅθεν καὶ ὁ ἅγιος Ἰωάννης ὁ Βαπτιστής, τοὺς ὑπὸ τούτου κεντουμένους τοῦ πνεύματος, καὶ προσφεύγοντας τῷ Θεῷ, γεννήματα ἐχιδνῶν ἐκάλει λέγων· τὶς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ. πλὴν πᾶς ὁ τὸν Ἀβραάμ μιμησάμενος, καὶ ἐξελθὼν ἐκ τῆς γῆς αὐτοῦ, καὶ ἐκ τῆς συγγενείας, αὐτὸς καὶ τούτου τοῦ δαίμονος γέγονεν ἰσχυρότερος.
Εἷ τις θυμοῦ κεκράτηκεν, οὗτος δαιμόνων κεκράτηκεν. εἰδέ τις τούτῳ δεδούλωται οὗτος τοῦ μοναδικοῦ βίου ἐστὶν ἀλλότριος, καὶ ξένος τῶν ὁδῶν τοῦ Σωτῆρος ἡμῶν, εἴπερ αὐτὸς ὁ Κύριος λέγεται διδάσκειν τοὺς πραεῖς τὰς ὁδοὺς αὐτοῦ· διὸ καὶ δυσθήρατος γίνεται ἀναχωρούντων ὁ νοῦς, εἰς τὸ τῆς πραότητος καταφεύγων πεδίον. οὐδὲ μίαν γὰρ σχεδὸν τῶν ἀρετῶν δεδοίκασιν οἱ δαίμονες, ὡς πραύτητα. ταύτην Μωϋσῆς ὁ μέγας ἐκεῖνος ἐκέκτητο, πραΰς παρὰ πάντας τοὺς ἀνθρώπους κληθείς. καὶ ὁ ἅγιος Δαβίδ, ἀξίαν τῆς τοῦ Θεοῦ μνήμης ἀπεφήνατο εἶναι· μνήσθητι λέγων τοῦ Δαβίδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν, μιμητὰς ἡμᾶς γενέσθαι τῆς ἐκείνου πραότητος ἐκέλευσε· μάθετε ἀπ᾽ ἐμοῦ λέγων, ὅτι πρᾶος εἰμὶ, καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· εἰδέ τις βρωμάτων καὶ πομάτων μὲν ἀπέχοιτο, θυμὸν δὲ πονηροῖς λογισμοῖς ἐρεθίζει, οὗτος ἔοικε ποντοπορούσῃ νηί, καὶ ἐχούσῃ δαίμονα κυβερνήτην. διὸ προσεκτέον, ὅση δύναμις, τῷ ἡμετέρῳ κυνί, καὶ διδακτέον, τοὺς λύκους μόνον αὐτὸν διαφθείρειν, καὶ μὴ τὰ πρόβατα κατεσθίειν, πᾶσαν ἐνδεικνύμενον πρᾳότητα, πρὸς πάντας ἀνθρώπους.
ΠΕΡΙ ΚΕΝΟΔΟΞΙΑΣ
Μόνος τῶν λογισμῶν, ὁ τῆς κενοδοξίας ἐστὶ πολύυλος, καὶ ὅλην σχεδὸν περιλαμβάνων τὴν οἰκουμένην, καὶ πᾶσι τοῖς δαίμοσιν ὑπανοίγων τὰς θύρας, ὥσπέρ τις προδότης γενόμενος πονηρὸς πόλεως τινός. διὸ καὶ πάνυ ταπεινοῖ τοῦ ἀναχωροῦντος τὸν νοῦν, πολλῶν λόγων, καὶ πραγμάτων αὐτὸν πληρῶν, καὶ τὰς προσευχὰς αὐτοῦ λυμαινόμενος, δι᾽ ὧν πάντα τὰ τῆς ψυχῆς αὐτοῦ τραύματα θεραπεύειν σπουδάζει. τοῦτον τὸν λογισμὸν συναύξουσιν ἡττηθέντες πάντες οἱ δαίμονες, καὶ πάλιν δι᾽ αὐτοῦ πάντες εἰς τὰς ψυχὰς λαμβάνουσιν εἴσοδον· ποιοῦντες οὕτως τὰ ἔσχατα χείρονα τῶν πρώτων. ἐκ τούτου γεννᾶται τοῦ λογισμοῦ καὶ ὁ τῆς ὑπερηφανίας· ὁ τὸ σφράγισμα τῆς ὁμοιώσεως, καὶ τὸν στέφανον τοῦ κάλλους, ἀπ᾽ οὐρανῶν εἰς τὴν γῆν κατασείσας. ἀλλ᾽ ἀποπήδησον ἐκ τούτου, καὶ μὴ χρονίσῃς, ἵνα μὴ προδῶμεν ἄλλοις τὴν ζωὴν ἡμῶν, καὶ τὸν ἡμέτερον βίον ἀνελεήμοσι· τοῦτον δὲ τὸν δαίμονα φυγαδεύει ἐκτενὴς προσευχή, καὶ τὸ μηδὲν ἑκόντα ποιεῖν, ἢ λέγειν τῶν συντελούντων πρὸς τὴν ἐπάρατον κενοδοξίαν.
Ὅτε ὀλίγης ἀπαθείας τῶν ἀναχωρούντων ὁ νοῦς ἐπιλάβηται, τότε κενοδοξίας ἵππον κτησάμενος, εὐθὺς ἐλαύνει κατὰ τὰς πόλεις, ἄκρατον ἐμφορούμενος ἐκ τῆς δόξης τὸν ἔπαινον· ᾧ κατ᾽ οἰκονομίαν τὸ πνεῦμα τῆς πορνείας ὑπαντιάσαν, καὶ εἰς ἕνα τῶν συφεῶν τοῦτον ἀποκλείσαν, παιδεύει αὐτὸν μηκέτι πρὸ τῆς τελείας ὑγείας καταλιμπάνειν τὴν κλίνην, μηδὲ τοὺς ἀτάκτους τῶν ἀρρώστων μιμεῖσθαι· οἵτινες ἔτι λείψανα τῆς ἀσθενείας ἐν ἑαυτοῖς περιφέροντες ὁδοῖς ἑαυτοὺς, καὶ λουτροῖς ἀκαίρως ἐπιδιδόασι, καὶ τοῖς ἐξ ὑποστροφῆς νοσήμασι περιπίπτουσι. διόπερ καθεζόμενοι, πρόσχωμεν ἐν ἑαυτοῖς μᾶλλον, ὡς προκόπτοντες μὲν ἐν ἀρετῆ, δυσκίνητοι πρὸς κακίαν γινόμεθα ἀνακινούμενοι δὲ ἐν τῇ γνώσει, ποικίλων προσλαμβάνομεν πλῆθος θεωρημάτων· ὑψούμενοι δὲ πάλιν, φανερώτερον τὸ τοῦ Σωτῆρος ἡμῶν ἐποπτεύομεν φῶς.
Πάσας μὲν τὰς κακουργίας τῶν δαιμόνων γράφειν οὐ δύναμαι· καὶ τὰς κακομηχανίας αὐτῶν καταλέγειν αἰσχύνομαι, δέδοικὼς τῶν ἐντευξομένων τοὺς ἁπλουστέρους. πλὴν δὲ τοῦ πνεύματος τῆς πορνείας, ἄκουε πανουργίας. ὅταν τὶς τοῦ ἐπιθυμητικοῦ μέρους κτήσηται τὴν ἀπάθειαν, καὶ οἱ αἰσχροὶ λογισμοὶ ὑπόψυχροι γένωνται, τοτηνικαῦτα εἰσάγει ἄνδρας τε, καὶ γυναῖκας παίζοντας μετ᾽ ἀλλήλων, καὶ αἰσχρῶν πραγμάτων, καὶ σχημάτων, τὸν ἀναχωρητὴν καθίστησι θεατήν. ἀλλ᾽ οὗτος ὁ πειρασμὸς οὐκ ἔστι τῶν χρονιζόντων· προσευχὴ γὰρ σύντονος, καὶ δίαιτα στενωτάτη, μετ᾽ ἀγρυπνίας καὶ γυμνασίας θεωρημάτων πνευματικῶν, ὥσπερ νέφος αὐτὸν ἄνυδρον ἀπελαύνει· ἔστι δὲ ὅτε καὶ τῶν σαρκῶν ἐφάπτεται, πρὸς τὴν ἄλογον πύρωσιν αὐτὰς ἐκμοχλεύων, καὶ ἄλλα δὲ μυρία προσμηχανᾶται ὁ πονηρὸς οὗτος· ἅπερ οὐκ ἀναγκαῖον δημοσιεῦσαι, καὶ παραδοῦναι γραφῇ· συμβάλλεται καὶ πρὸς τοὺς λογισμοὺς τοὺς τοιούτους, καὶ ζέσις θυμοῦ κατὰ τοῦ δαίμονος κινηθεῖσα· ὃν περ θυμὸν μάλιστα δέδοικεν ἐπὶ τοῖς λογισμοῖς ταρασσόμενον, καὶ διαφθείροντα αὐτοῦ τὰ νοήματα· καὶ τοῦτό ἐστι τὸ, ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· χρήσιμον φάρμακον ἐν τοῖς πειρασμοῖς τῇ ψυχῇ προσαγόμενον. μιμεῖται δὲ καὶ ὁ τῆς ὀργῆς τοῦτον τὸν δαίμονα, καὶ πλάττει καὶ αὐτὸς τινὰς τῶν γεγενηκότων, ἢ φίλων, ἢ συγγενῶν, ὑβριζομένους ὑπὸ ἀναξίων· καὶ τοῦ ἀναχωροῦντος κινεῖ τὸν θυμόν, φθέγξασθαί τι πονηρόν, ἢ ποιῆσαι πρὸς τοὺς φαινομένους κατὰ διάνοιαν· οἷς προσέχειν ἀναγκαῖον, καὶ ταχέως ἐξαρπάζειν ἀπὸ τοιούτων εἰδώλων τὴν διάνοιαν· ἵνα μὴ χρονίσασα ἐν αὐτοῖς, γένηται κατὰ τὸν καιρὸν τῆς προσευχῆς, δαυλὸς καιόμενος. τούτοις δὲ τοῖς πειρασμοῖς οἱ θυμώδεις περιπίπτουσι μάλιστα, καὶ ῥᾳδίως πρὸς τὰς ὁρμὰς ἐξαπτόμενοι· οἱ τινες μακράν εἰσι καθαρᾶς προσευχῆς, καὶ τῆς γνώσεως τοῦ Σωτῆρος ἥμων Ἰησοῦ Χριστοῦ.
Τὰ νοήματα τοῦ αἰῶνος τούτου, ὁ Κύριος, καθάπερ πρόβατα, τῷ ἀγαθῷ ποιμένι τῷ ἀνθρώπῳ παρέδωκε· καὶ γέγραπται, παντὶ ἀνθρώπῳ τὸ νόημα ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ, συζεύξας αὐτῷ ἐπιθυμίαν, καὶ ὀργὴν πρὸς βοήθειαν· ἵνα, διὰ μὲν τοῦ θυμοῦ, φυγαδεύη τὰ τῶν λύκων νοήματα· διὰ δὲ τῆς ἐπιθυμίας, στέργῃ τὰ πρόβατα, καὶ ὑπὸ τῶν ὑετῶν καὶ ἀνέμων πολλάκις βαλλόμενος. ἔδωκε πρὸς τούτοις καὶ νόμον, ὅπως ποιμαίνῃ τὰ πρόβατα· καὶ τόπον χλόης, καὶ ὕδωρ ἀναπαύσεως, καὶ ψαλτήριον, καὶ κιθάραν, καὶ ῥάβδον, καὶ βακτηρίαν· ἵνα ἐκ ταύτης τῆς ποίμνης, καὶ τραφῇ καὶ ἐνδύσηται, καὶ χόρτον ὡρινὸν συναγάγῃ· τίς γάρ φησι· ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; δεῖ οὖν τὸν ἀναχωροῦντα, φυλλάττειν νύκτωρ καὶ μεθ᾽ ἡμέραν τοῦτο τὸ ποίμνιον· μήτι τῶν γεννημάτων γένηται θηριάλωτον, ἢ λῃσταῖς περιπέσῃ. εἰ δὲ ἄρά τι τοιοῦτον συμβαίνῃ κατὰ τὴν νάπην, εὐθὺς ἐξαρπάζειν ἐκ τοῦ στόματος τοῦ λέοντος. καὶ τῆς ἄρκτου, γίνεται δὲ τὸ νόημα τὸ περὶ τοῦ ἀδελφοῦ θηριάλωτον, εἰ μετὰ μίσους νέμοιτο ἐν ἡμῖν· καὶ τὸ περὶ τῆς γυναικός, εἰ μετὰ αἰσχρᾶς ἐπιθυμίας στρέφοιτο ἐν ἡμῖν· καὶ τὸν τοῦ ἀργύρου καὶ χρυσοῦ, εἰ μετὰ πλεονεξίας αὐλίζοιτο· καὶ τὰ νοήματα τῶν ἁγίων χαρισμάτων, εἰ μετὰ κενοδοξίας κατὰ διάνοιαν βόσκοιτο. καὶ ἐπὶ τῶν ἄλλων δὲ νοημάτων ὡσαύτως συμβήσεται. κλεπτομένῳν τοῖς πάθεσιν. οὐ μόνον δὲ ἐν τῇ ἡμέρᾳ δεῖ ταῦτα τηρεῖν, ἀλλὰ καὶ νύκτωρ ἀγρυπνοῦντα φυλάττειν· συμβαίνει γὰρ καὶ φανταζόμενον, αἰσχρῶς καὶ πονηρῶς, ἀπολέσαι τὸ ἴδιον. καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ Ἁγίου Ἰακὼβ λεγόμενον· οὐκ ἐνήνοχά σοι πρόβατον θηριάλωτον· ἐγὼ ἀπετίννυον κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· καὶ ἐγενόμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. εἰδέ τις ἐκ τοῦ καμάτου ἀκηδία ἡμῖν προσγένοιτο, μικρὸν ἀναδραμόντες ἐπὶ τὴν τῆς γνώσεως πέτραν, τῷ ψαλτηρίῳ προσομιλήσωμεν, πλήσσοντες διὰ τῶν ἀρετῶν τῆς γνώσεως τὰς χορδάς· βοσκήσωμεν δὲ πάλιν καὶ ὑπὸ τὸ Σίναιον ὄρος τὰ πρόβατα, ἵνα ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ ἡμᾶς ἐκ τῆς βάτου καλέσῃ, καὶ τοὺς λόγους τῶν σημείων, καὶ τῶν τεράτων ἡμῖν χαρίσηται.
Φύσιν μὲν λογικὴν ὑπὸ κακίας θανατωθεῖσαν, ἐγείρει Χριστός, διὰ τῆς θεωρίας πάντων τῶν αἰώνων. ὁ δὲ τούτου Πατήρ, τὴν ἀποθανοῦσαν ψυχὴν τὸν θάνατον τοῦ Χριστοῦ, ἐγείρει διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ. καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ Παύλου λεγόμενον, τό, εἰ συναπεθάνομεν τῷ Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ.
Ὅταν ὁ νοῦς τὸν παλαιὸν ἄνθρωπον ἀποδυσάμενος, τὸν ἐκ τῆς χάριτος ἐνδύσηται, τότε καὶ τὴν ἑαυτοῦ κατάστασιν ὄψεται κατὰ τὸν καιρὸν τῆς προσευχῆς, σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ· ἥν τινα καὶ τόπον Θεοῦ ἡ Γραφὴ ὀνομάζει, ὑπὸ τῶν πρεσβυτέρων ὀφθέντα ἐπὶ τοῦ ὅρους Σινᾶ.
Τῶν ἀκαθάρτων δαιμόνων, οἱ μὲν τὸν ἄνθρωπον ὡς ἄνθρωπον ἐκπειράζουσιν· οἱ δὲ τὸν ἄνθρωπον, ὡς ζῶον ἄλογον ἐκταράσσουσι. καὶ οἱ μὲν πρῶτοι παραβαλόντες, κενοδοξίας, ἢ ὑπερηφανίας, ἢ φθόνου, ἢ κατηγορίας ἡμῖν ἐμβάλλουσι νοήματα· ἅπερ οὐδενὸς ἅπτεται τῶν ἀλόγων· οἱ δὲ δεύτεροι προσεγγίζοντες, θυμόν, ἢ ἐπιθυμίαν, παρὰ φύσιν κινοῦσι. ταῦτα γάρ, πάθη κοινὰ ἡμῶν καὶ τῶν ἀλόγων ἐστίν, ὑπὸ τῆς λογικῆς καλυπτόμενα φύσεως. διὸ λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, πρὸς μὲν τοῖς ἀνθρώποις συμβαίνοντας λογισμούς· ἐγὼ εἶπα, θεοὶ ἐστέ, καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. πρὸς δὲ τοὺς κινουμένους ἀλόγως, τί φησι; μὴ γίνεσθε ὡς ἴππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ. εἰ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· πρόδηλον, ὅτι οἱ μὲν ἄνθρωποι, ὡς ἄνθρωποι ἀποθνήσκουσι, καὶ ὑπὸ ἀνθρώπων θάπτονται· οἱ δὲ ἄλογοι θανατούμενοι, ἦτοι πίπτοντες, ὑπὸ γυπῶν ἢ κοράκων βρωθήσονται· ὧν οἱ νεοσσοί, οἱ μὲν ἐπικαλοῦνται τὸν Κύριον, οἱ δὲ φύονται ἐν τῷ αἵματι. ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
Ὅταν τῶν ἐχθρῶν τρώσῃ σέ τις παραβάλλων, καὶ βούλει τὴν ῥομφαίαν αὐτοῦ στρέψαι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τὴν καρδίαν αὐτοῦ, ποίησον οὕτως ὡς λέγομεν. δίελε κατὰ σαυτόν, τὸν ὑπ᾽ αὐτοῦ βληθέντα λογισμόν, ὅς τίς ποτέ ἐστι, καὶ ἐκ πόσων πραγμάτων συνέστηκε, καὶ ποῖον τοῦτό ἔστι μάλιστα τὸ θλίβον τὸν νοῦν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἔστω πεμφθεὶς ὑπ᾽ αὐτοῦ ὁ τῆς φιλαργυρίας λογισμός· τοῦτον δίελε εἴς τε τὸν ὑποδεξάμενον αὐτὸν νοῦν, καὶ εἰς τὸ νόημα τοῦ χρυσοῦ, καὶ αὐτὸν τὸν χρυσόν, καὶ εἰς τὸ φιλάργυρον πάθος. λοιπὸν ἐρώτα· τί τούτων ἐστὶν ἁμαρτία; πότερον ὁ νοῦς; καὶ πῶς ἐστὶν εἰκὼν τοῦ Θεοῦ; ἀλλὰ τὸ νόημα τοῦ χρυσοῦ; καὶ τοῦτο τίς ἂν εἴποι, νοῦν ἔχων, ποτέ; ἀλλ᾽ αὐτὸς ὁ χρυσὸς ἐστὶν ἁμαρτία; καὶ τίνος χάριν γεγένηται; ἕπεται τοίνυν τῆς ἁμαρτίας εἶναι τὸ αἴτιον τὸ τέταρτον· ὅπερ οὐκ ἔστι πρᾶγμα ὑφεστὼς κατ᾽ οὐσίαν, οὐδὲ νόημα πράγματος, ἀλλ᾽ ἡδονή τις μισάνθρωπος ἐκ τοῦ αὐτεξουσίου τικτομένη, καὶ κακῶς κεχρῆσθαι τοῖς τοῦ Θεοῦ κτίσμασι τὸν νοῦν ἀναγκάζουσα· ἥνπερ ἡδονὴν περιτέμνειν, ὁ τοῦ Θεοῦ νόμος πεπίστευται. καὶ ταῦτά σου διερευνωμένου, φθαρήσεται μὲν ὁ λογισμός, εἰς τὴν ἰδίαν ἀναλυόμενος θεωρίαν· φεύξεται δὲ ἀπὸ σοῦ τὸ δαιμόνιον, τῆς διανοίας σου ὑπὸ ταύτης τῆς γνώσεως, εἰς ὕψος ἀρθείσης. εἰ δὲ μὴ βούλει χρήσασθαι κατ᾽ ἐκείνου, τῇ ἐκείνου ῥομφαίᾳ, ἐπιποθεῖς δέ, πρῶτον διὰ τῆς σῆς σφενδόνης τοῦτον χειρώσασθαι, ἔκβαλε καὶ σὺ λίθον ἐκ τοῦ ποιμενικοῦ σου καδίου, καὶ τούτου ζήτει τὴν θεωρίαν· πῶς ἄγγελοι μὲν καὶ δαίμονες τῷ ἡμετέρῳ παραβάλλουσι κόσμῳ, ἡμεῖς δὲ τοῖς αὐτῶν κόσμοις οὐ παραβάλλομεν· οὐδὲ γὰρ ἀγγέλους Θεῷ πλεῖον συνάπτειν δυνάμεθα, οὐδὲ δαίμονας μᾶλλον ἀκαθάρτους ποιεῖν προαιρούμεθα· καὶ πῶς ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων εἰς γῆν κατερρίφθη, καὶ ἥγηται μὲν τὴν θάλασσαν, ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου, ὥσπερ αἰχμάλωτον· ἀναζεῖ δὲ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· πάντας ἐκταράσσων ὑπὸ τῆς κακίας αὐτοῦ, καὶ πάντων ἄρχειν βουλόμενος. τούτων γὰρ τῶν πραγμάτων ἡ θεωρία, πάνυ τιτρώσκει τὸν δαίμονα, καὶ πᾶσαν αὐτοῦ τὴν παρεμβολὴν φυγαδεύει. ἀλλὰ ταῦτα μέν, ἐπὶ τῶν ἡρέμα κεκαθαρμένων συμβαίνει, καὶ βλεπόντων ποσῶς τοὺς λόγους τῶν γεγονότων· οἱ δὲ ἀκάθαρτοι, τὴν θεωρίαν τούτων οὐκ ἴσασιν· οὐδὲ καὶ μαθόντες παρ᾽ ἑτέρων κατεπάδοιεν ἀκουσθήσονται, πολλοῦ κονιορτοῦ καὶ θορύβου διὰ τὰ πάθη συνισταμένου κατὰ τὸν πόλεμον. δεῖ γὰρ πάντως τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἡρεμῆσαι, ἵνα μόνος ὁ Γολιὰθ ἀπαντήσῃ τῷ ἡμετέρῳ Δαβίδ. ὡσαύτως δὲ καὶ τῇ διαιρέσει τοῦ πολέμου, καὶ τῷ εἴδει χρησώμεθα, καὶ ἐπὶ πάντων τῶν ἀκαθάρτων λογισμῶν.
Ὅταν τινὲς τῶν ἀκαθάρτων λογισμῶν ταχέως φυγαδευθῶσι, ζητήσωμεν τὴν αἰτίαν, πόθεν τοῦτο συμβέβηκε; πότερον διὰ τὴν σπάνιν τοῦ πράγματος, τὸ δυσπόριστον εἶναι τὴν ὕλην, ἢ διὰ τὴν προσοῦσαν ἡμῖν ἀπάθειαν, οὐκ ἴσχυσε καθ᾽ ἡμῶν ὁ ἐχθρός· οἷον, εἴ τις τῶν ἀναχωρούντων ἐνθυμηθῇ πόλεως πνευματικὴν κυβέρνησιν πιστευθῆναι, οὐ χρονίζει τοῦτον τὸν λογισμὸν φανταζόμενος, καὶ γίνεται γνώριμος ἐκ τῶν προλελεγμένων. εἰ δέ τις πόλεως καὶ τῆς τυχούσης γένοιτο, καὶ ὁμοίως λογίζεται, οὖτος μακάριος τῆς ἀπαθείας ἐστίν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων λογισμῶν, εὑρεθήσεται ὁ τοιοῦτος τρόπος ἐξεταζόμενος. ταῦτα ἀναγκαῖον εἰδέναι, πρὸς τὴν ἡμετέραν προθυμίαν καὶ δύναμιν· ἵνα ἴδωμεν εἰ τὸν Ἰορδάνην ἐπεράσαμεν, καὶ ἐγγὺς ἐσμὲν τῶν φοινίκων, ἢ ἔτι ἐν τῇ ἐρήμῳ διάγομεν, καὶ ὑπὸ τῶν ἀλλοφύλων τυπτόμεθα. πάνυ γὰρ ποικίλος μοι φαίνεται τῆς φιλαργυρίας ὁ δαίμων, καὶ πρὸς ἀπάτην ἀμήχανος. ὃς πολλάκις στενωθεὶς ὑπὸ τῆς ἄκρας ἀποταγῆς, τὸν οἰκονόμον εὐθὺς καὶ φιλόπτωχον ὑποκρίνεται· καὶ τοὺς μηδέπω παρόντας ὑποδέχεται ξένους γνησιώτερον, καὶ ἄλλοις λειπομένοις ἀποστέλλει διακονίαν· καὶ δεσμωτήρια πόλεως ἐπισκέπτεται, καὶ τοὺς πιπρασκομένους δῆθεν ἐξαγοράζει· γυναιξίν τε κολλᾶσθαι πλουσίαις, ὑποδείκνυσιν. ἄλλοις πάλιν ὑποτάξασθαι νουθετεῖ, βαλάντιον ἁδρὸν κεκτημένοις. καὶ οὕτως ἐξαπατήσας κατὰ μικρὸν τὴν ψυχήν, τοῖς τῆς φιλαργυριας αὐτὴν λογισμοῖς περιβάλλει, καὶ τῷ τῆς κενοδοξίας παραδίδωσι δαίμονι. ὃς πλῆθος εἰσάγει τῶν δοξαζόντων ἐπὶ ταῖς οἰκονομίαις ταύταις τὸν Κύριον, καί τινας κατ᾽ ὀλίγον περὶ Ἱερωσύνης συλλαλοῦντας ἀλλήλοις οἰκονομεῖ. θάνατον δὲ τοῦ ὄντος προμαντεύεται ἱερέως, καὶ ὡς οὐκ ἂν ἐκφύγοι μυρία ποιήσας προτίθησι. καὶ οὕτως ὁ ταλαίπωρος νοῦς ἐνδεθεὶς τούτοις τοῖς λογισμοῖς, τοῖς μὲν μὴ καταδεξαμένοις τῶν ἀνθρώπων, διαμάχεται· τοῖς δὲ καταδεξαμένοις, ἑτοίμως δῶρα χαρίζεται, καὶ τῆς εὐγνωμοσύνης αὐτοὺς ἀποδέχεται. τινὰς δὲ στασιάζοντας, τοῖς δικασταῖς παραδίδωσι, καὶ τῆς πόλεως ἐξορίζεσθαι παραγγέλλει. τούτων δὲ λοιπὸν ἔνδον ὄντων τῶν λογισμῶν καὶ στρεφομένων, εὐθὺς ὁ τῆς ὑπερηφανίας ἐφίσταται δαίμων, ἀστραπὰς συνεχεῖς κατὰ τὸν ἀέρα τῆς κέλλης, καὶ δράκοντας πτερωτοὺς ἐπιπέμπων· καὶ τελευταῖον, στέρησιν φρενῶν ἐργαζόμενος. ἀλλ᾽ ἡμεῖς, τούτοις τοῖς λογισμοῖς ἀπώλειαν ἐπευξάμενοι, μετ᾽ εὐχαριστίας τῇ πενίᾳ συζήσωμεν. οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὔτε ἐξενεγκεῖν τι δυνάμεθα. ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα· μεμνημένοι τοῦ Παύλου, ῥίζα πάντων τῶν κακῶν ἐστὶν ἡ φιλαργυρία, λέγοντος.
Πάντες οἱ ἀκάθαρτοι λογισμοί, διὰ τὰ πάθη χρονίζοντες ἐν ἡμῖν, κατάγουσι τὸν νοῦν εἰς ὄλεθρον καὶ ἀπώλειαν. ὥσπερ γὰρ τὸ νόημα τοῦ ἄρτου χρονίζει ἐν τῷ πεινῶντι διὰ τὴν πεῖναν, καὶ τὸ νόημα τοῦ ὑδατος ἐν τῷ διψῶντι, διὰ τὴν δίψαν· οὕτω καὶ τὰ νοήματα τῶν χρημάτων, καὶ τῶν τικτομένων αἰσχρῶν λογισμῶν ἐκ τῶν βρωμάτων, χρονίζει, διὰ τὰ πάθη. ἀλλὰ καὶ ἐπὶ τῶν τῆς κενοδοξίας λογισμῶν, καὶ ἐπὶ τῶν ἄλλων νοημάτων, ὁμοίως φανερωθήσεται. οὐκ ἔστι δὲ νοῦν πνιγόμενον ὑπὸ τῶν τοιούτων νοημάτων, παραστῆναι Θεῷ, καὶ τὸν τῆς δικαιοσύνης ἀναδήσασθαι στέφανον. ἐκ τούτων γὰρ τῶν λογισμῶν κατασπώμενος καὶ ὁ ἐν τοῖς Εὐαγγελίοις τρισάθλιος νοῦς ἐκεῖνος, τὸ τῆς γνώσεως τοῦ Θεοῦ ἄριστον παρῃτήσατο· καὶ πάλιν ὁ δεσμούμενος χεῖρας καὶ πόδας, καὶ εἰς τὸ ἐξώτερον σκότος βαλλόμενος, ἐκ τούτων τῶν λογισμῶν εἶχε καθυφασμένον τὸ ἔνδυμα· ὅν περ οὐκ ἄξιον τῶν τοιούτων γάμων ὁ καλέσας ἀπεφήνατο εἶναι. διὸ ἔνδυμά ἐστι γαμικόν, ἀπάθεια ψυχῆς λογικῆς, κοσμικὰς ἀρνησαμένης ἐπιθυμίας· τίς δὲ καὶ ἡ αἰτία τοῦ τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων χρονίζοντα, διαφθείρειν τὴν γνῶσιν, ἐν τοῖς περὶ Προσευχῆς Κεφαλαίοις ἐλέχθη.
Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ τρεῖς εἰσι πρωτοστάται· οἷς ἕπεται πᾶσα ἡ παρεμβολὴ τῶν ἀλλοφύλων· οἵτινες πρῶτοι κατὰ τὸν πόλεμον ἵστανται, καὶ τὰς ψυχὰς διὰ τῶν ἀκαθάρτων λογισμῶν ἐκκαλοῦνται πρὸς τὴν κακίαν. οἱ τὰς τῆς γαστριμαργίας πεπιστευμένοι ὀρέξεις, οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες, καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι. ἐπιθυμῶν οὖν καθαρᾶς προσευχῆς, διατήρησον θυμόν· καὶ ἀγαπῶν τὴν σωφροσύνην, κράτησον γαστρός· καὶ μὴ δῷς ἄρτον σῇ κοιλίᾳ εἰς κόρον, καὶ ὕδατι ἔκθλιβε αὐτήν. ἀγρύπνει ἐν προσευχῇ. καὶ μνησικακίαν μακρὰν ποίησον ἀπὸ σοῦ. λόγοι Πνεύματος Ἀγίου μὴ ἐκλιπέτωσάν σε, καὶ θύρας γράφων κροῦε χερσὶν ἀρετῶν. τότε ἀνατελεῖ σοι καρδίας ἀπάθεια, καὶ νοῦν ἀστεροειδῆ ὄψει ἐν προσευχῇ.