Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Niketas Stethatos, Ἑκατοντὰς β΄. φυσικῶν κεφαλαίων· περὶ τῆς τοῦ νοὸς καθάρσεως
ΤΟΥ ΑΥΤΟΥ
ΔΕΥΤΕΡΑ
ΦΥΣΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ
ΕΚΑΤΟΝΤΑΣ
ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΝΟΟΣ ΚΑΘΑΡΣΕΩΣ
Ἀρχὴ μὲν ἀγάπης Θεοῦ, τῶν ὁρωμένων καὶ ἀνθρωπίνων πραγμάτων ἡ καταφρόνησις· μεσότης δέ, καρδίας καὶ νοὸς κάθαρσις· ἐξ ἧς ἡ νοερὰ τῶν νοητῶν ὀφθαλμῶν ἀποκάλυψις, καὶ ἡ ἐπίγνωσις τῆς κεκρυμμένης ἐν ἡμῖν τῶν οὐρανῶν βασιλείας· τέλος δέ, ἀκατάσχετος ἔρως τῶν ὑπὲρ φύσιν τοῦ Θεοῦ δωρεῶν, καὶ φυσικὴ ἐπιθυμία τῆς μετὰ Θεοῦ συναφείας αὐτῆς τῆς ἐν αὐτῷ καταπαύσεως.
Ὅπου ἔρως Θεοῦ, καὶ τῶν νοητῶν πραγμάτων ἡ ἐργασία, καὶ ἡ μετουσία τοῦ ἀπροσίτου φωτός, ἐκεῖ τῶν δυνάμεων τῆς ψυχῆς εἰρήνη, καὶ νοὸς κάθαρσις, καὶ ἡ ἐνοίκησις τῆς Ἁγίας Τριάδος· ὁ γὰρ ἀγαπῶν με, φησί, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.
Τρεῖς οἶδεν ὁ λόγος καταστάσεις τοῦ βίου· σαρκικήν, ψυχικήν, καὶ πνευματικήν· τούτων ἑκάστη τὴν οἰκείαν ἔχει διάθεσιν τῆς ζωῆς διακεκριμένην πρὸς ἑαυτήν, καὶ τῶν ἄλλων ἀνόμοιον.
Ἡ σαρκικὴ τοῦ βίου κατάστασις, ὅλη, καθόλου, πρὸς ἡδονὰς καὶ ἀπολαύσεις τῆς παρούσης ζωῆς καταγίνεται· μηδὲν ἢ ἀπὸ τῆς ψυχικῆς καταστάσεως, ἢ ἀπὸ τῆς πνευματικῆς πρὸς ἑαυτὴν ἔχουσα, ἢ κἂν ὅλως βουλομένη προσκτήσασθαι· ἡ δὲ ψυχική, μεθόριός τις οὖσα κακίας καὶ ἀρετῆς, πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ ῥῶσιν ὁρᾷ, καὶ πρὸς τὸν ἔπαινον τῶν ἀνθρώπων· ἐπίσης τούς τε πόνους ἀποσειομένη τῆς ἀρετῆς, καὶ τὰς πράξεις φεύγουσα τῆς σαρκός· μὴ προσκειμένη κακίᾳ, ἢ ἀρετῇ διὰ τὰς ἐν αὐταῖς ἀντιθέτους αἰτίας· ἀρετῇ μέν, διὰ τὸ τραχὺ ταύτης ὁμοῦ, καὶ ἐπίπονον· κακίᾳ δέ, διὰ τὸ μὴ προσαπολέσαι τοὺς τῶν ἀνθρώπων ἐπαίνους· ἡ δὲ πνευματικὴ τοῦ βίου κατάστασις, τούτων μὲν οὐδὲν οὔτε ἔχειν αἱρεῖται, οὔτε πρὸς οὕτω κακὰ καταγίνεσθαι τὰ ἀμφότερα· ἀλλ᾽ ὅλη, δι᾽ ὅλου, ἐλεύθερός ἐστι ταύτης, κακείνης· πτέρυξι περιηργυρωμένη ἀγάπης καὶ ἀπαθείας, ὑπεριπταμένη τῶν ἀμφοτέρων, μήτε πράττουσά τι τῶν ἀπηγορευμένων, καὶ τὴν ἀργίαν ἀποφεύγουσα τῶν κακῶν.
Οἱ σαρκικῶς ζῶντες, καὶ πολὺ τὸ τῆς σαρκὸς φρόνημα ἐπικείμενον ἐν ἑαυτοῖς ἔχοντες σάρκες αὐτόχρημα ὄντες, οὐ δύνανται ἀρέσαι Θεῷ· σκοτεινοὶ γὰρ εἰσὶ τοῖς φρονήμασι καὶ τῶν ἀκτίνων τοῦ θείου φωτὸς πάντων ἀμέτοχοι· τὰ γὰρ ἐπιπροσθοῦντα νέφη τῶν παθῶν, ὥς περ ὑψηλὰ τείχη ἀποτειχίζοντα ἔχοντες τὰς λαμπηδόνας τοῦ πνεύματος, ἀφώτιστοι διαμένουσι· πηροὶ δὲ τὰς αἰσθήσεις ὄντες τῶν ἰδίων ψυχῶν, οὐ δύνανται πρὸς τὰ νοητὰ κάλλη τοῦ Θεοῦ ἀνανεῦσαι, καὶ τὸ φῶς ἰδεῖν τῆς ἀληθινῆς τῳόντι ζωῆς, καὶ ὑπεράνω γενέσθαι τῶν ὁρωμένων τῆς ταπεινώσεως· ἀλλ᾽ οἷον ἀποκτηνωθέντες καὶ αἴσθησις γεγονότες τοῦ κόσμου, τοῖς αἰσθητοῖς καὶ ἀνθρωπίνοις πράγμασι, τὸ τοῦ λόγου δεσμοῦσιν ἀξίωμα· καὶ τὸν ἀγῶνα πάντα πρὸς τὰ ὁρώμενα καὶ φθειρόμενα ἔχουσιν, ἀλλήλοις διὰ ταῦτα μαχόμενοι, καὶ ὑπὲρ τῶν τοιούτων ἔσθ᾽ ὅτε καὶ τὰς ἰδίας ψυχὰς τιθέντες, ἀντεχόμενοι χρημάτων, δόξης, καὶ ἡδονῶν τῆς σαρκός, καὶ ζημίαν μεγάλην τὴν τῶν τοιούτων ἀποτυχίαν ἡγούμενοι· πρὸς οὓς εἰκότως ὡς ἐκ προσώπου τοῦ Θεοῦ τὸ προφητικὸν ἐκεῖνον λόγιον λέγεται· οὐ μὴ μείνει τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.
Οἱ ψυχικῶς ζῶντες, καὶ διὰ τοῦτο καλούμενοι ψυχικοί, ἡμίμωροί τινες, καὶ ὡς παρειμένοι τὰ μέλη τυγχάνουσι, μήτε πονέσαι ποτὲ ὑπὲρ ἀρετῆς, καὶ ἐντολῆς Θεοῦ προθυμούμενοι, καὶ τὰς ἐπιψόγους πράξεις διὰ τὴν τῶν ἀνθρώπων δόξαν ἐκφεύγοντες· φιλαυτίᾳ δὲ τῇ τροφῷ τῶν ὀλεθρίων παθῶν κατακρατούμενοι, πάσης θεραπείας, διὰ τὴν ὑγείαν καὶ ἀπόλαυσιν τῆς σαρκός, ἀντιποιοῦνται· καὶ πᾶσαν θλίψιν, καὶ πάντα πόνον, καὶ πᾶσαν κακοπάθειαν ὑπὲρ ἀρετῆς, ἀποσείονται, τὸ πολέμιον πέρα τοῦ δέοντος ἐπιθάλποντες σῶμα· οὕτω δὲ βίου καὶ ἀγωγῆς ἔχοντες, ἀπογεοῦνται τὸν νοῦν, τοῖς πάθεσι παχυνθέντα, καὶ ἀπαράδεκτοί εἰσι τῶν νοητῶν, καὶ θείων πραγμάτων, ὑφ᾽ ὧν ἡ ψυχὴ τῆς ὕλης ἁρπάζεται, καὶ ὅλη πρὸς νοητοὺς ἐμπεριπολεῖ οὐρανούς· τοῦτο δὲ πάσχουσιν, ὑπὸ τοῦ ὑλικοῦ ἔτι κατεχόμενοι πνεύματος, ὡς τὰς ἰδίας φιλοῦντες ψυχάς, καὶ ποιεῖν τὰ θελήματα αὐτῶν προαιρούμενοι· κενοὶ γὰρ ὄντες Πνεύματος Ἁγίου, ἄμοιροί εἰσι καὶ τῶν χαρισμάτων αὐτοῦ· ὅθεν οὐδὲ καρπὸν ἐστὶ θεῖον ἰδεῖν ἐν αὐτοῖς, ἀγάπην εἰς Θεόν, καὶ τὸν πλησίον· ἢ χαρὰν ἐν πτωχείᾳ καὶ θλίψεσιν, ἢ ψυχῆς εἰρήνην, ἢ ἐνδιάθετον πίστιν, ἢ περιεκτικὴν ἐγκράτειαν· ἀλλ᾽ οὐδὲ κατάνυξιν, ἢ δάκρυον, ἢ ταπείνωσιν, καὶ συμπάθειαν, πάντα δὲ ὅγχου, καὶ ὑπερηφανείας μεστά· ἔνθεν τοι καὶ ἐμβαθύνειν εἰς τὰ βάθη τοῦ πνεύματος οἴκοθεν δυνάμεως ἀποροῦσιν· οὐδὲν γὰρ ἐστὶ ἐν αὐτοῖς τὸ ὁδηγοῦν φῶς, καὶ διανοῖγον τὸν νοῦν εἰς τὸ συνιέναι τὰς γραφάς· ἀλλὰ γὰρ οὐδὲ ἄλλων διηγουμένων ἀκοῦσαι ταῦτα ἀνέχονται· εἰκότως οὖν καὶ περὶ τῶν τοιούτων ὁ Ἀπόστολος ἀπεφήνατο· ψυχικὸς ἄνθρωπος, οὐ δέχεται τὰ τοῦ πνεύματος, μωρία γὰρ αὐτῷ εἰσί, καὶ οὐκ οἶδεν, ὅτι ὁ νόμος πνευματικός ἐστι, καὶ πνευματικῶς ἀνακρίνεται.
Οἱ πνεύματι στοιχοῦντες, καὶ τὴν πνευματικὴν ἐπανῃρημένοι δι᾽ ὅλου ζωήν, εὐάρεστοί εἰσι τῷ Θεῷ, αὐτῷ ὡς ναζιραῖοι προσανακείμενοι· ἀεὶ γὰρ πόνοις ἑαυτῶν καθαίρουσι τὰς ψυχάς, καὶ τὰς ἐντολὰς τοῦ Κυρίου τηροῦσι, κενοῦντες ἑαυτῶν τὰ αἴματα ὑπὲρ τῆς ἀγάπης αὐτοῦ· καθαίρουσι τὴν σάρκα νηστείαις καὶ ἀγρυπνίαις· δάκρυσι τὸ πάχος λεπτύνουσι τῆς καρδίας· κακοπαθείαις νεκροῦσι τὰ μέλη· προσευχῇ καὶ μελέτῃ τὸν νοῦν πληροῦσι φωτός, καὶ λαμπρὸν αὐτὸν ἀπεργάζονται· τῇ ἀπαρνήσει τῶν θελημάτων, χωρίζουσι τὰς ἰδίας ψυχὰς ἀπὸ τῆς τοῦ σώματος προσπαθείας, καὶ ὅλοι μόνου τοῦ πνεύματος γίνονται· διὸ καὶ πνευματικοὶ οὐ μόνον γνωρίζονται, ἀλλὰ καὶ καλοῦνται παρὰ πάντων εἰκότως· οὗτοι πρός ἀπάθειαν καὶ ἀγάπην ἐρχόμενοι, πρὸς θεωρίαν πτεροῦνται τῆς κτίσεως· καὶ τὴν γνῶσιν ἐκεῖθεν τῶν ὄντων διὰ σοφίας λαμβάνουσι τῆς ἀποκεκρυμμένης Θεῷ, καὶ μόνοις διδομένης τοῖς ὑπεράνω γινομένοις τῆς τοῦ σώματος ταπεινώσεως· τοίνυν καὶ πᾶσαν τὴν αἴσθησιν τοῦ κόσμου διαπεράσαντες, καὶ διανοίᾳ πεφωτισμένῃ εἰς τὰ ὑπὲρ αἴσθησιν γεγονότες, τρανοῦνται τὸν λόγον· καὶ ἐν μέσῳ Ἐκκλησίας Θεοῦ καὶ συναγωγῆς πολλῆς τῶν πιστῶν, λόγους ἀγαθοὺς ἐκ καθαρᾶς καρδίας ἐρεύγονται· καὶ γίνονται τοῖς ἀνθρώποις ἅλας καὶ φῶς· καθὰ καὶ ὁ Κύριος πρὸς αὐτοὺς ἀποφθέγγεται· ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου καὶ τὸ ἅλας τῆς γῆς.
Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· τοῦ θείου λόγου τοῦτο φωνή, καὶ πρακτικῶς τοῖς βουλομένοις ἐπιγινώσκεται· συμφέρον οὖν ἐστὶ τῷ ἅπαξ ἀποταξαμένῳ τῇ πολυταράχῳ τοῦ βίου καὶ δεινῇ ματαιότητι διὰ προσοχῆς πολλῆς ἑαυτὸν καὶ ἡσυχίας, τῶν ἔσω πραγμάτων, ἐπιμελῶς ἐπισκέπτεσθαι, καὶ τὸν Θεὸν ἐν ἑαυτῷ ζητεῖν ἐπιγνῶναι· ἐντὸς ἡμῶν οὔσης τῆς βασιλείας αὐτοῦ· μόλις γὰρ ἂν οὕτω ποιῶν τίς, διὰ πολλῶν περιόδων τοῦ χρόνου, τοὺς τύπους τῆς κακίας ἀποξέσαι τῆς ψυχῆς δυνηθείη, καὶ τὸ ἀρχαῖον κάλλος τῷ ὄντι καθαρῶς ἀνασώσασθαι.
Ὁ προαποτεθεὶς ἰὸς ἐν ἡμῖν τῆς κακίας, πολὺς ὤν, πολὺ καὶ τὸ πῦρ ἄρα τὸ καθαρτικὸν διὰ δακρύων χρήζει τῆς μετανοίας, καὶ τῶν ἑκουσίων τῆς μετανοίας, καὶ τῶν ἑκουσίων τῆς ἀσκήσεως πόνων· ἐπειδὴ ἢ δι᾽ ἑκουσίων πόνων καθαιρόμεθα τῶν μολυσμῶν τῆς ἁμαρτίας, ἢ δι᾽ ἀκουσίων ἐπιφορῶν· τῶν γὰρ ἑκουσίων προηγουμένων, οὐχ ὑπαντᾷ τὰ ἀκούσια· ἐκείνων δὲ μὴ ἐνεργούντων τὴν κάθαρσιν τοῦ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ταῦτα σφοδρότερον ἐνεργεῖ τὴν ἡμετέραν πρὸς τὸ ἀρχαῖον ἀποκατάστασιν· οὕτω τοῦ τεχνίτου οἰκονομήσαντος.
Παίζουσι τὴν εὐσέβειαν, καὶ παίζονται ὑπὸ τῶν πραγμάτων, οἱ μὴ κατάλογον τὴν ἑαυτῶν πεποιηκότες ἀποταγήν, μηδὲ διδασκάλῳ χρήσασθαι καὶ ὁδηγῷ βουληθέντες ἐκ προοιμίων· ἀλλὰ τῇ ἰδίᾳ συνέσει ἀκολουθήσαντες καὶ φανέντες ἐνώπιον αὐτοῦ ἐπιστήμονες.
Οὔτε τῶν σωματικῶν παθῶν τὰς νοσοποιοὺς αἰτίας δύναταί τις ἀκριβῶς εἰδέναι, καὶ τὰς θεραπείας αὐτῶν, ἄνευ πείρας πολλῆς τῆς ἰατρικῆς ἐπιστήμης, οὔτε τῶν ψυχικῶν, ἄνευ τῆς πολλῆς περὶ ταῦτα ἀσκήσεως· ἐπειδὴ ὥσπερ σφαλερὰ δοκεῖ, καὶ ὀλίγοις κομιδῇ εὔγνωστος ἡ τῶν σωματικῶν νοσημάτων διάγνωσις, περὶ ἣν ἡ τῶν ἰατρῶν καταγίνεται ἐπιστήμη, οὕτω σφαλεροτέρα καὶ πολλῷ μᾶλλον ἢ ἐκείνη, ἡ τῶν ψυχικῶν· ὅσῳ γὰρ ψυχὴ σώματος κρείττων, τοσοῦτον μείζω τὰ ἐκείνης καὶ δυσκατανόητα πάθη, ἢ τοῦ φαινομένου πᾶσιν αἰσθητῶς τούτου σώματος.
Φύσει τοῖς ἀνθρώποις αἱ γενικαὶ καὶ ἄρχουσαι τὸ λοιπὸν ἀρεταὶ συνεκτίσθησαν, ἀφ᾽ ὧν ὡς ἐκ τεσσάρων ἀρχῶν οἱ ποταμοὶ τῶν ἄλλων ἁπασῶν ἀρετῶν πληροῦνται ὑδάτων, καὶ ποτίζουσι τὴν πόλιν τοῦ Θεοῦ, ἥτις ἐστὶν ἡ καθαιρομένη καρδία, καὶ παρακαλουμένη διὰ δακρύων· ταύτας ὁ τηρήσας ἀκατασείστους ἀπὸ τῶν πνευμάτων τῆς πονηρίας, ἢ ὁ συμπτωθείσας διὰ πόνων πολλῶν τῆς μετανοίας ἀνεγείρας, οἶκον ἑαυτῷ βασιλικὸν καὶ παλάτιον ἤγειρεν· ἐν ᾧ μονὴν ποιεῖται ὁ Βασιλεὺς τοῦ παντός· καὶ τὰς ὑψηλὰς δωρεὰς αὐτοῦ τοῖς οὕτως ἑαυτοὺς εὐτρεπίσασιν, ἀφθόνως ἀπονέμει καὶ δίδωσι.
Βραχὺς ὁ βίος, μακρὸς ὁ μέλλων αἰών, καὶ ὀλίγον τὸ διάστημα τῆς παρούσης ζωῆς· ἄνθρωπος δὲ τὸ μέγα καὶ βραχὺ τοῦτο ζῶον, ᾧ στενὸς ὁ παρὼν ἐδόθη καιρός, ἀσθενής· καὶ ὁ μέν, στενός, ὁ δέ, ἀσθενής· τὸ δὲ προκείμενον ἄθλον, εἰς ἐπάθλων ἀντιμισθίαν, μέγα· μυρίους ἔχων τοὺς σκόλωπας, καὶ εἰς βραχυτάτην κινδυνεῦον ζωήν.
Οὐ βούλεται τῶν σπουδαίων τὴν ἐργασίαν, ὁ Θεός, ἀβασάνιστον εἶναι, ἀλλὰ καὶ λίαν δεδοκιμασμένην, διὰ τοῦτο οὖν τὸ πῦρ ἐπαφίησι τῶν πειρασμῶν, καὶ τὴν χάριν συστέλλει πρὸς ὀλίγον τὴν διδομένην αὐτοῖς ἄνωθεν, καὶ τῶν λογισμῶν τὴν γαλήνην, ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας κυμανθῆναι κατὰ καιρὸν συγχωρεῖ· ἵν᾽ ἴδῃ τὴν ῥοπὴν τῆς ψυχῆς, τίνι τὸ πλεῖστον χαρίζεται· πότερον αὐτῷ τῷ ποιητῇ καὶ εὐεργέτῃ αὐτῆς, ἢ τῇ αἰσθήσει τοῦ κόσμου, καὶ τῷ λείῳ τῆς ἡδονῆς; καὶ οὕτως, ἢ τὴν χάριν διπλασιάζει αὐτοῖς, προκόπτουσιν εἰς τὴν ἀγάπην αὐτοῦ, ἢ μαστίζει τούτους τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσι, προσκειμένους τοῖς πράγμασιν· ἕως οὖ μῖσος λάβωσι τῶν ὁρωμένων τῆς ἀστάτου περιφορᾶς καὶ τὴν πικρίαν τῶν ἐκεῖθεν ἡδονῶν δάκρυσιν ἀποκλύσονται.
Τῆς εἰρήνης τῶν λογισμῶν ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ἐκταραχθείσης, αὐτίκα καὶ τὰ πεπυρωμένα βέλη τῆς ἐπιθυμίας, κατὰ τοῦ ὀξέως τρέχοντος πρὸς τὰ ὕψη νοός, παρὰ τῶν θηρευτῶν καὶ φιλοσάρκων δαιμόνων πέμπονται συνεχῶς· ὁ δέ γε νοῦς τῆς ἐπὶ τὰ ἄνω κινήσεως περικοπείς, εἰς ἀπρεπεῖς κινήσεις καὶ πεφυρμένας ἐμπίπτει, καὶ οὕτως ἀτάκτως ἡ σὰρξ ἐπανίστασθαι κατὰ τοῦ πνεύματος ἄρχεται, γαργαλισμοῖς τὸν νοῦν καὶ πυρώσεσιν κατασπῶσα, καὶ πρὸς βόθρον ἡδονῆς καταχῶσαι τοῦτον ἐπιθυμοῦσα· καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐκολόβωσε τὰς ἡμέρας ἐκείνας, καὶ δύναμιν ὑπομονῆς τοῖς ἑαυτοῦ ἐπεβράβευσε δούλοις, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.
Ὁ τῆς πορνείας πολύπειρος καὶ πολυμέθοδος δαίμων, τοῖς μέν, πτῶσις καὶ λάκκος βορβόρου γίνεται· τοῖς δέ, μάστιξ καὶ ῥαῦδος δικαία· τοῖς δέ, πεῖρα καὶ ψυχῆς βάσανος· τούτων τὸ μέν, περὶ τοὺς εἰσαγωγικοὺς ἔτι τὸν ζυγὸν ἕλκοντας τῆς ἀσκήσεως, χαύνως καὶ ἀμελῶς θεωρεῖται· τὸ δέ, περὶ τοὺς μέσον ἔχοντας προκοπῆς εἰς τὴν ἀρετήν, καὶ σχολαιότερον πρὸς αὐτὴν ἐπεκτεινομένους· τὸ δέ, περὶ τοὺς ἤδη πρὸς θεωρίαν τὸ πτερὸν πετάσαντας τοῦ νοός, καὶ ἄρτι καλῶς ἐλάσαντας πρὸς τὴν τελεωτέραν ἀπάθειαν· ἑκάστου πρὸς τὸ συμφέρον δηλονότι οἰκονομουμένου ἄνωθεν.
Πτῶσις καὶ λάκκος βορβόρου τοῖς ἐν ἀδιαφορίᾳ πάσῃ τὸν μονήρη διανύουσι βίον, ὁ τῆς πορνείας γίνεται δαίμων· τὰ μέλη τούτων, τῆς πορνείας τῇ φλογὶ καὶ τῇ ἐπιθυμίᾳ κατεμπιτρῶν, καὶ μεθόδους παρέχων αὐτοῖς εἰς τὸ ποιεῖν τὸ τῆς σαρκὸς θέλημα καὶ ἄνευ ὁμιλίας ἑτέρας σαρκός· περὶ ὧν αἰσχρόν ἐστι καὶ λέγειν, καὶ ἐννοεῖν· οὗτοι σάρκα τε, κατὰ τὸν εἰρηκότα, μιαίνουσι· καὶ τοὺς καρποὺς ἐσθίουσι τῆς ἁλμυρᾶς ἡδονῆς, καὶ ζόφου τὰς ὄψεις πληροῦνται, καὶ τῶν κρειττόνων ἐνδίκως ἐξαμαρτάνουσιν· οἷς ἴαμα βουλομένοις ἔσται, τῆς μετανοίας ἡ θέρμη, καὶ ἡ ἐκ ταύτης τῶν δακρύων κατάνυξις· ἥτις καὶ τὴν ἀποφυγὴν τοῦ κακοῦ ποιεῖται, καὶ τὴν ψυχὴν καθαίρει τῶν μολυσμῶν, καὶ κληρονόμον αὐτὴν τοῦ ἐλέους Θεοῦ ἀπεργάζεται· ἣν εἰκότως καὶ ὁ σοφὸς αἰνιττόμενος Σολομών, ἴαμα, ἔφη, καταπαύει ἁμαρτίας μεγάλας.
Μάστιξ καὶ ῥάβδος γίνεται δικαίως τοῦτο τὸ πνεῦμα, τοῖς περὶ τὴν πρώτην ἀπάθειαν τελειουμένοις διὰ τῆς ἐμπράκτου φιλοσοφίας, καὶ προκοπὰς ἄρτι ποιουμένοις ἐπὶ τὰ πρόσω, καὶ τελεώτερα· ὁπηνίκα γὰρ τὸν τόνον τῆς ἐχομένης ἀσκήσεως διὰ ῥαθυμίας ἐνδώσουσι, καὶ πρὸς ἀφύλακτον θεωρίαν τῆς τοῦ κόσμου αἰσθήσεως μικρὸν ὑπεκκλίνωσι, καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐν ἐπιθυμίᾳ γένωνται, τηνικαῦτα καὶ ὁ μαστίζων οὗτος κατ᾽ αὐτῶν ἐπαφίεται, ἐξ ἄκρας τῆς τοῦ Θεοῦ πρὸς αὐτοὺς ἀγαθότητος, καὶ τύπτειν τὸν λογιζόμενον τοῦτον ἄρχεται, λογισμοῖς ἐπιθυμίας σαρκός· ὡς ἂν μὴ φέροντες, ἐπεὶ τὸ οἰκεῖον φρούριον αὖθις ἐπαναδράμωσι σπουδαίως, τῆς εὐτόνου ἐργασίας καὶ προσοχῆς· καὶ προθυμότερον τῶν σωζόντων αὐτοὺς ἔργων, δι᾽ ἐπιπονωτέρας ἀγωγῆς δράξωνται· οὐ βούλεται γὰρ ὁ Θεὸς φιλάγαθος ὢν, τὴν εἰς τοῦτο φθάσασαν ψυχὴν ὅλως πρὸς τὴν τοῦ κόσμου αἴσθησιν ἐπιστρέφεσθαι, ἀλλὰ βαίνειν ἐπὶ τὰ πρόσω ἀεί, καὶ τῶν τελειοτέρων ἔργων σπουδαίως ἐφάπτεσθαι· ἵνα μὴ μάστιξ κακίας τῷ ταύτης ἐγγίσῃ σκηνώματι.
Πεῖρα, καὶ σκόλωψ, καὶ βάσανος κατ᾽ οἰκονομίαν ἐκείνοις, τοῦτο τὸ πνεῦμα γίνεται, ὅσοις ἡ πρώτη πρὸς δευτέραν ἀπάθειαν ἤλασεν· ὡς ἂν ὑπὸ ταύτης ὀχλούμενοι, τῆς φυσικῆς μέμνηνται ἀσθενείας· καὶ μὴ τῇ ὑπερβολῇ τῶν ἐκ τῆς θεωρίας ἀποκαλύψεων κατὰ τὸ λόγιον, ὑπεραίρωνται· ἀλλὰ τὸν ἀντιστρατευόμενον τῷ νόμῳ βλέποντες τοῦ νοὸς αὐτῶν, καὶ τὴν ψιλὴν ἀποσείσονται μνήμην τῆς ἁμαρτίας· φόβῳ τοῦ μὴ λαβεῖν αἴσθησιν τῆς ἐντικτομένης λύμης ἀπὸ τῆς μνήμης αὐτῆς· καὶ τοῦ ὕψους τῆς θεωρίας μὴ χαλάσωσι τὸ ὀπτικὸν τοῦ νοὸς αὐτῶν.
Μόνοι καὶ τῆς ψιλῆς μνήμης τῆς ἁμαρτίας τὸν ἑαυτῶν νοῦν ἀνενόχλητον διατηρῆσαι ἴσχυσαν, ὅσοι τὴν ζωοποιὸν τοῦ Κυρίου νέκρωσιν ἐν τοῖς ἑαυτῶν μέλεσι, καὶ νοήμασιν ἄνωθεν λαβεῖν διὰ τοῦ πνεύματος ἠξιώθησαν· καὶ τὴν μὲν σάρκα, νεκρὰν τῇ ἁμαρτίᾳ περιφέρουσι· τὸ δὲ πνεῦμα, ζωὴν διὰ δικαιοσύνην τὴν ἐν Χριστῷ Ἰησοῦ κατεπλούτησαν· καὶ ὅσοις ὁ νοῦς ἐδόθη Χριστοῦ ἐν λόγῳ σοφίας, τούτοις καὶ ἡ ἀνενόχλητος ζωοποιὸς νέκρωσις, ἐν γνώσει εὐρέθη Θεοῦ.
Ταῖς καθαιρομέναις ἄρτι ψυχαῖς, εἴωθέ πως τὸ τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ ἐπεμβαίνειν πνεῦμα· τίνα τρόπον; ἵνα τοὺς καρποὺς κατασείσῃ τοῦ Πνεύματος τοῦ Ἁγίου ἐπιβρύθοντας εἰς ἑαυτάς· ἐπειδὴ δὲ καὶ ἡ χαρὰ τῆς ἐλευθερίας, διάχυσίν τινα ἐργάζεται εἰς τὰς τοιαύτας ψυχάς, ἡ πάντα πρὸς τὸ συμφέρον οἰκονομοῦσα σοφία, πρὸς ἑαυτὴν ἀεὶ βουλομένη διὰ τῶν αὐτῆς χαρισμάτων ἕλκειν αὐτῶν τὴν διάνοιαν, καὶ μένειν αὐτὰς ἐν ταπεινοφροσύνῃ ἀσείστους, ἵνα μὴ τῇ πολλῇ ἐλευθερίᾳ καὶ τῷ πλούτῳ τῶν χαρισμάτων τῶν ἄλλων κατεπαρθῶσιν, ἢ καὶ οἰηθῶσιν, ἐξ ἰδίας δυνάμεως καὶ συνέσεως, τὸ μέγα κτήσασθαι τοῦτο παλάτιον τῆς εἰρήνης δίδωσι τούτοις χώραν τῆς πνεύμασιν ἐπιπηδᾶν αὐταῖς, ἐν συστολῇ αὐτῆς· ὡς ἂν φόβῳ βαλλόμεναι πτώσεως, ἐπὶ τὴν ἰδίαν ἵστανται φυλακὴν τῆς μακαρίας ταπεινοφροσύνης· καὶ ἵνα μαθοῦσα ὅτι σαρκὶ καὶ αἵματι δέδενται, ἐπιζητῶσι φυσικῶς τὸ οἰκεῖον φρούριον ἐν ᾧ ἀβλαβεῖς δύνανται διαφυλαχθῆναι, τῇ δυνάμει τοῦ πνεύματος.
Κατὰ τὴν ἐπικρατοῦσαν τῶν παθῶν ἀρρωστίαν, καὶ τὴν ἐγκειμένην ἐν ἡμῖν σῆψιν τῆς ἁμαρτίας, τῶν πειρασμῶν ἡ ἐπιφορὰ γίνεται· καὶ τὸ ποτήριον τῆς ἀψίνθου τῶν κριμάτων Θεοῦ, ἢ δριμύτερον κιρνᾶται ἡμῖν ἢ συμπαθέστερον· εἰ μὲν γὰρ ἰασιμός τις εἴη καὶ εὐθεράπευτος ἡ ἐγκειμένη ἐν ἡμῖν ὕλη τῆς ἁμαρτίας, ἀπὸ λογισμῶν δηλαδὴ φιληδόνων ἢ φιλοζώων, κεκραμμένον συμπαθείᾳ τὸ ποτήριον τῶν πειρασμῶν παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν ἡμῶν δίδοται, ὡς ἐν ἀνθρωπίνοις ἐξεταζομένοις νοήμασι, καὶ ἔτι τὰ ἀνθρώπινα πάσχουσιν· εἰ δὲ δυσίατός τις εἴη καὶ ἐγκειμένη εἰς βάθος, καὶ τὴν πρὸς θάνατον κατεργάζεται σῆψιν, ἀπὸ λογισμῶν ἀλαζονείας καὶ ὑπερηφανίας ἐσχάτης, ἄκρατον ἐν δριμύτητι θυμοῦ δίδοται· ὡς ἂν τῷ πυρὶ τῶν ἀλλεπαλλήλων ὁμοῦ πειρασμῶν ἐκτακεῖσα καὶ λεπτυνθεῖσα ἡ νόσος διὰ ταπεινώσεως, ἀπογένηται ἀπὸ τῶν ψυχῶν ἡμῶν· καὶ τοὺς ἁλμυροὺς τῶν λογισμῶν διὰ δακρύων ἀποκλυσώμεθα, καὶ καθαροὶ ἐποφθῶμεν ἐν φωτὶ ταπεινώσεως, τῷ ἰατρῷ τῶν ψυχῶν ἡμῶν.
Οὐκ ἔστιν ἄλλως τοὺς ἀγωνιζομένους φυγεῖν τὸ ἀλλεπάλληλον τῶν πειρασμῶν, εἰ μὴ τὴν ἑαυτῶν ἀσθένειαν ἐπιγνῶσι, καὶ ξένους πάσης δικαιοσύνης ἑαυτοὺς ἡγήσονται πάσης τε παρακλήσεως ἀναξίους, πάσης τιμῆς, πάσης ἀναπαύσεως· σκοπὸς γὰρ Θεῷ τῷ ἰατρῷ τῶν ψυχῶν ἡμῶν ἀεὶ ταπεινοὺς ἡμᾶς εἶναι καὶ κατηφεῖς, ξένους ἀπὸ παντὸς ἀνθρώπου, καὶ μιμητὰς τῶν αὐτοῦ παθημάτων· πρᾶος γὰρ ἦν, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ ἐν πραότητι, καὶ ταπεινώσει καρδίας βούλεται ἡμᾶς τρέχειν τὸν δρόμον τῶν αὐτοῦ ἐντολῶν.
Ἡ ταπείνωσις, οὐκ ἐκ τρίψεως αὐχένος, ἢ αὐχμηρᾶς κόμης, ἢ χιτῶνος ἡμελημένου καὶ τραχυτάτου καὶ πιναροῦ κατορθοῦται· ἐν οἷς οἱ πολλοὶ τὸ πᾶν τῆς ἀρετῆς ἐπιγράφουσιν· ἀλλ᾽ ἐκ συντετριμμένης καρδίας, καὶ πνεύματι ταπεινώσεως, κατὰ τὸν εἰπόντα Δαβίδ· πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἄλλο ταπεινολογία, καὶ ἄλλο ταπείνωσις, καὶ ἄλλο ταπεινοφροσύνη· ἡ μὲν γὰρ ταπεινολογία καὶ ἡ ταπείνωσις, διὰ πάσης κακοπαθείας καὶ τῶν ἔξωθεν πόνων τῆς ἀρετῆς, κατορθοῦνται τοῖς ἀγωνιζομένοις· περὶ μόνην τὴν σωματικὴν ἐργασίαν, καὶ γυμνασίαν τὸ συναγόμενον ἔχουσαι· διὸ καὶ μὴ οὔσης τῆς ψυχῆς πολλάκις ἐν καταστάσει, πειρασμοῦ ὑπαντήσαντος, ἐκταράσσεται· ἡ δὲ ταπεινοφροσύνη θεῖόν τι πρᾶγμα οὖσα καὶ ὑψηλόν, ἐν μόνοις ἐπιγίνεται τοῖς τὸ μέσον ὑπερπηδήσασι διὰ τῆς τοῦ Παρακλήτου ἐπιδημίας· προβαδίσασι δηλονότι διὰ ταπεινώσεως πάσης, τὴν ὁδὸν τὴν τραχυτάτην τῆς ἀρετῆς.
Ἡ ταπεινοφροσύνη εἰς βάθη ψυχῆς εἰσδῦσα καὶ ὡσεὶ λίθος βαρὺς ἐπιπεσοῦσα αὐτῇ, τοσούτῳ ταύτην ἐκθλίβει καὶ ἐκπιέζει δυνάμει, ὡς κενωθῆναι πᾶσαν αὐτῆς τὴν ἰσχὺν ἐν τῇ ἀκατασχέτῳ φορᾷ τῶν δακρύων· καὶ κηλίδος πάσης τῶν λογισμῶν καθαρθῆναι τὸν νοῦν· καὶ ἐν ὁπτασίᾳ γενέσθαι, κατὰ τὸν Ἡσαΐαν, Θεοῦ, καὶ οὕτως εἰπεῖν ἐνεργούμενον καὶ αὐτόν· ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος, ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα Κύριον Σαβαώθ, εἴδον τοῖς ὀφθαλμοῖς μου.
Ὅταν εἰς βάθος τὸ ταπεινολογεῖν σοι προσγένηται, τότε τὸ ὑψηγορεῖν ἀποστηθήσεταί σοι· ὅταν δὲ εἰς βάθος ἡ ταπείνωσις ἐρριζωθήσεται τῆς καρδίας σου, τότε καὶ τὸ ἐπιπολαίως, ἢ κατὰ βάθος ταπεινολογεῖν, ἀποβληθήσεταί σοι· ὁπηνίκα δὲ ἄνωθεν τὴν ταπεινοφροσύνην καταπλουτήσης, τηνικαῦτα, αὐτή τε, ἡ ἔξωθεν ταπείνωσις, καὶ ἡ τῆς γλώττης ταπεινολογία, τέλεόν σοι καταργηθήσεται, κατὰ τὸν οὕτω λέγοντα Παῦλον· ὅταν δὲ ἔλθη τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.
Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν κατὰ τοσοῦτον ἀπέχει ἡ ἀληθὴς ταπεινολογία, τῆς ἀληθινῆς ταπεινώσεως· καθόσον δὲ μείζων γῆς οὐρανός, καὶ ψυχὴ σώματος, κατὰ τοσοῦτον ἡ διὰ Πνεύματος Ἁγίου διδομένη τοῖς τελείοις ταπεινοφροσύνη, καὶ τελειοτέρα, καὶ μείζων τῆς ἀληθινῆς ταπεινώσεως.
Μήτε τὸν ταπεινὰ φθεγγόμενον ἐν σχήματι, καὶ καταστολῇ ταπεινώσεως, ταπεινὸν εἶναι τὴν καρδίαν ὑπολάβῃς εὐκόλως· μήτε τὸν ὑψηλὰ καὶ μετέωρα, ἀλαζονείας καὶ τύφου μεστόν, ἐκτὸς τῆς ἐπὶ τούτοις βασάνου· ἐκ δὲ τῶν καρπῶν αὐτῶν ἐπιγνώσῃ αὐτούς.
Ὁ καρπὸς τοῦ Πνεύματος τοῦ Ἁγίου, ἐστὶν ἀγάπη, χαρά, εἰρήνη, ἀγαθωσύνη, μακροθυμία, χρηστότης, πίστις, πραότης, ἐγκράτεια· ὁ δὲ τοῦ ἐναντίου πνεύματος καρπός ἐστι, μῖσος, ἀθυμία κοσμική, ἀκακαστασία ψυχῆς, ταραχὴ καρδίας, πονηρία, περίεργον φρόνημα, ὀλιγωρία, ὀργή, ἀπιστία, φθόνος, ἀδηφαγία, μέθη, λοιδορία, κατάκρισις, ἐπιθυμία τῶν ὀφθαλμῶν, τῦφος καὶ ἀλαζονεία ψυχῆς· ἐκ γοῦν τῶν τοιούτων καρπῶν, τὸ δένδρον ἔστω σοι γνώριμον· καὶ οὕτω πάντως εἰδὼς ἔσῃ ποίου πνεύματος ὑπάρχει ὁ ἐντυγχάνων σοι· ἔχεις γὰρ τὰ σημεῖα τούτων καὶ ἀπὸ τῆς τοῦ Κυρίου φωνῆς ἐκδηλότερον. ὁ ἀγαθός φησιν, ἄνθρωπος, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐκβάλλει τὰ πονηρά· ἐπειδὴ κατὰ τὸ δένδρον, καὶ ὁ καρπὸς αὐτοῦ.
Ἐν οἷς οὖν εἰσι, καὶ ἀναθεωροῦνται τὰ τοῦ Ἁγίου Πνεύματος, ἐν αὐτοῖς ἐστὶ καὶ ἡ κατοίκησις τοῦ Θεοῦ· ἐκ τούτων καὶ ἡ ἀθόλωτος πηγὴ τοῦ λόγου μετὰ σοφίας καὶ γνώσεως· κἄν τε ταπεινολογοῦντες ἀκούωνται, κἂν τε ὑψηλὰ λέγοντες· ἐν οἷς δὲ οὐκ ἀναθεωροῦνται οἱ καρποὶ καὶ τὰ χαρίσματα τούτου, ἀλλὰ τοῦ ἐναντίου πνεύματος, ἐν αὐτοῖς σκότος ἐστὶν ἀγνωσίας Θεοῦ· ἐσμός τε παθῶν, καὶ κατοίκησις πολεμίων πνευμάτων, εἴτε ταπεινὰ φθεγγόμενοι καὶ φοροῦντες ὁρῶνται, εἴτε ὑψηλὰ μετὰ στολῆς ἐξάλλου, καὶ τῆς φαινομένης σεμνότητος.
Οὐ προσώποις, ἢ σχήμασιν, ἢ λόγοις χαρακτηρίζεται ἡ ἀλήθεια· οὐδὲ ἐν τούτοις Θεὸς ἀναπαύεται· ἀλλ᾽ ἐν καρδίαις συντετριμμέναις, καὶ πνεύμασι ταπεινώσεως, καὶ ψυχαῖς πεφωτισμέναις ὑπὸ τῆς γνώσεως τοῦ Θεοῦ· ἔστι γὰρ ὅτε ὑποπίπτοντά τινα λόγοις ὁρῶμεν ἐκτός, καὶ ταπεινοῖς πρὸς πάντα χρώμενον ῥήμασι, τὸν ἔπαινον θηρώμενον τῶν ἀνθρώπων· ἐντὸς δὲ οἰήσεως γέμοντα, δόλου καὶ βασκανίας, καὶ πρὸς τὸν πλησίον μνησικακίας· καὶ ἔστιν ὅτε διὰ δικαιοσύνην μαχόμενόν τινα λόγοις ὑψηλοῖς σοφίας ὁρῶμεν ἐκτός, καὶ κατὰ τοῦ ψεύδους, ἢ τῆς παραβάσεως τῶν θείων νόμων ἱστάμενον· καὶ πρὸς μόνην ὁρῶντα δηλαδὴ τὴν ἀλήθειαν, καὶ ἐντὸς πάσης ὄντα μετριοφροσύνης, ταπεινώσεως καὶ ἀγάπης πρὸς τὸν πλησίον· ἔσθ᾽ ὅτε καὶ καυχώμενον ἐν Κυρίῳ· κατὰ τὸν οὕτω λέγοντα Παῦλον, καὶ καυχώμενον ἐν Κυρίῳ· καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου.
Οὐ τῶν παρ᾽ ἡμῶν λεγομένων, ἢ πραττομένων τὴν ἐπιφάνειαν ὁρᾷ ὁ Θεός· ἀλλὰ τὰς διαθέσεις τῶν ψυχῶν, καὶ τὸν σκοπὸν δι᾽ ὃν ἢ πράττομέν τι τῶν ὁρωμένων ἢ λέγομεν τί τῶν νοουμένων· ὥσπερ δὴ καὶ τὰς δυνάμεις τῶν λόγων, καὶ τὰ τέλη τῶν ἔργων, οἱ συνέσει τῶν λοιπῶν διαφέροντες, ὁρῶσι μᾶλλον, καὶ τὰς κρίσεις τούτων ποιοῦσιν ἀνεπισφαλεῖς· καθὰ καὶ ἄνθρωπος μέν, εἰς πρόσωπον, ὁ δὲ Θεός, εἰς καρδίαν ὁρᾷ.
Οὐ δεῖν ἐκρίθη Θεῷ μὴ κατὰ γενεὰς καὶ γενεάς, Προφήτας αὐτοῦ καὶ φίλους κατασκευάζεσθαι διὰ πνεύματος, εἰς καταρτισμὸν τῆς Ἐκκλησίας αὐτοῦ· εἰ γὰρ ὁ παλαιὸς δράκων οὐχ ὑφῆκεν ἐμεῖν τὸν ἰὸν τῆς ἁμαρτίας ἐν ταῖς ἀκοαῖς τῶν ἀνθρώπων, δι᾽ οὖ πάλιν ὁ τῆς ψυχῆς ἐπιγίνεται ὄλεθρος πῶς ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν, οὐ πένητα ἀπὸ γῆς ταπεινώσεως ἀναστήσει· καὶ ἀπὸ κοπρίας παθῶν ἐγείρει πτωχόν, τὴν τοῦ πνεύματος ἐπιφερόμενος μάχαιραν, ὃ ἐστὶ ῥῆμα Θεοῦ, εἰς βοήθειαν τῆς κληρονομίας αὐτοῦ· εἰκότως οὖν ἐκ ταπεινώσεως ἀρχόμενοι οἱ ἑαυτοὺς ἀπαρνούμενοι, πρὸς ὕψος ἀνατρέχουσι γνώσεως· καὶ δίδοται αὐτοῖς ἄνωθεν ῥῆμα σοφίας, δυνάμει Θεοῦ, ὡς εὐαγγελιζομένοις σωτηρίαν τῇ Ἐκκλησίᾳ αὐτοῦ.
Γνῶθι σαυτόν· καὶ τοῦτό ἐστιν ἡ ἀληθινὴ τῳόντι ταπείνωσις, ἡ ταπεινοφρονεῖν ἐκδιδάσκουσα, ἡ συντρίβουσα τὴν καρδίαν· καὶ αὐτὸ τοῦτο ἐργάζεσθαι καὶ φυλάσσειν· εἰ δὲ μήπω ἔγνως σαυτόν, οὔτε τί ἐστι ταπείνωσις εἶδας, οὔτε ἥψω τῆς ἀληθοῦς ἐργασίας, καὶ φυλακῆς· τὸ γὰρ ἑαυτὸν ἐπιγνῶναι, τέλος τῆς τῶν ἀρετῶν ἐργασίας.
Ὁ ἐκ καθαρότητος εἰς γνῶσιν τῶν ὅντων ἐλάσας, ἔγνω ἑαυτόν, κατὰ τὸ εἰρημένον, γνῶθι σαυτόν· ὁ δὲ μήπω εἰς γνῶσιν πεφθακώς, αὐτῶν τε τῶν λόγων τῆς κτίσεως, καὶ τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων, ἔγνω μὲν τὰ περὶ αὐτὸν καὶ τὰ ἐκτὸς αὐτοῦ, ἑαυτὸν δὲ οὐδαμῶς.
Οὐκ εἴτι ἐγώ, τοῦτο πάντως καὶ τὰ κατ᾽ ἐμέ· οὐδὲ εἴτι τὰ κατ᾽ ἐμέ, τοῦτο καὶ τὰ περὶ ἐμέ· οὐδὲ εἴτι τὰ περὶ ἐμέ, τοῦτο καὶ τὰ ἐκτὸς ἐμοῦ· ἀλλ᾽ ἄλλο ταῦτα, καὶ ἄλλο ἐκεῖνα, καὶ ἀλλο τὰ ἄλλα· ἐγὼ μὲν γὰρ εἰκών εἰμι Θεοῦ, ἐν ψυχῇ νοερᾷ τε καὶ ἀθανάτῳ καὶ λογικῇ θεωρούμενος· ὡς νοῦν ἔχων τοῦ λόγου πατέρα, καὶ τῆς ψυχῆς ἀδιαίρετόν τε καὶ ὁμοούσιον· τὰ δέ γε κατ᾽ ἐμέ, τὸ βασιλικόν ἐστι, τὸ ἀρχικόν, τὸ λογικόν τε, καὶ αὐτεξούσιον· τὰ δὲ περὶ ἐμέ, ὅσα ἐκ προαιρέσεως αἱρετέα· τὸ γεωργὸν εἶναι, ἢ ἔμπορον, ἢ μαθηματικόν, ἢ φιλόσοφον· τὰ δὲ ἐκτὸς ἐμοῦ, ὅσα τε περὶ τὸ φιλότιμον τοῦ βίου καὶ τὴν κάτω εὐγένειαν, πλοῦτος, δόξα, τιμή, εὐημερία καὶ ὕψος ἀξιωμάτων, ἢ τὸ ἀνάπαλιν· πενία, ἀδοξία, ἀτιμία, καὶ δυστυχία.
Πᾶς ὁ ἑαυτὸν ἐπιγνούς, κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῶν κατὰ Θεόν, καὶ εἰσῆλθεν εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, τὴν νοερὰν τοῦ Πνεύματος λειτουργίαν, καὶ εἰς λιμένα θεῖον τῆς ἀπαθείας καὶ ταπεινώσεως· ὁ δὲ μήπω ἑαυτὸν διὰ ταπεινοφροσύνης καὶ γνώσεως ἐπιγνούς, ἐν μόχθῳ ἔτι καὶ ἱδρῶτι κατὰ τὸν βίον πορεύεται· τοῦτο γὰρ καὶ Δαβὶδ αἰνιττόμενος ἔλεγε· τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.
Ὁπόταν ἐπιγνῶ τίς ἑαυτόν, (τοῦτο δὲ πολλῆς δεῖται τῆς ἔξωθεν φυλακῆς, καὶ τῆς ἀπὸ τῶν κοσμικῶν πραγμάτων σχολῆς, καὶ αὐτῆς τῆς τοῦ συνειδότος ἐρεύνης), αὐτίκα καὶ θεία τίς αἰφνίδιον τῇ ψυχῇ ταπείνωσις ὑπὲρ λόγον ἐπιδημεῖ, συντριμμὸν φέρουσα τῇ καρδίᾳ καὶ δάκρυα θερμῆς κατανύξεως· ὡς τηνικαῦτα λογίζεσθαι τὸν ὑπ᾽ αὐτῆς ἐνεργούμενον, γῆν ἑαυτόν, καὶ σποδόν, καὶ σκώληκα, καὶ οὐκ ἄνθρωπον, καὶ προσέτι μηδὲ τῆς κτηνώδους ταύτης ζωῆς ἅξιον· διὰ τὸ ὑπερβάλλον τῆς δωρεᾶς ταύτης τοῦ Θεοῦ· ἐν ᾗ ὁ χρονίσαι ἀξιωθείς, μέθης ἄλλης ἀρρήτου πληροῦται, τῆς κατανύξεως, καὶ εἰς τὸν βυθὸν τῆς ταπεινοφροσύνης εἰσέρχεται· καὶ ἐκστὰς ἑαυτοῦ, πάντων ἀλογεῖ τῶν ἐκτὸς βρωμάτων, πόσεως, καὶ σκεπασμάτων τοῦ σώματος· μὴ ὑπερβαίνων τὴν χρείαν, ὡς ἀλλοιωθεὶς τὴν καλὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ ὑψίστου.
Χρῆμα μέγιστον ἐν ἀρεταῖς ἡ ταπείνωσις· αὕτη γὰρ ἐν οἷς ἂν ἐμφυτευθείῃ διὰ μετανοίας εἰλικρινοῦς καὶ τὴν εὐχὴν συνέμπορον μετὰ ἐγκρατείας προσλάβηται, παθῶν μὲν αὐτίκα δουλείας ἐλευθέρους αὐτοὺς ἀπεργάζεται, εἰρήνην δὲ ταῖς δυνάμεσιν αὐτῶν ἐμπαρέχει· καὶ τὴν καρδίαν καθαίρει διὰ δακρύων, καὶ πληροῖ γαλήνης αὐτὴν ἐν τῇ ἐπιδημίᾳ τοῦ πνεύματος· οὕτω δὲ τούτων διατεθέντων, διατρανοῦται ὁ λόγος ἐντεῦθεν αὐτοῖς τῆς γνώσεως τοῦ Θεοῦ, καὶ ἐν θεωρίᾳ ἔρχονται τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν, καὶ αὐτῶν τῶν λόγων τῆς κτίσεως· καθόσον δὲ εἰς τὰ βάθη τοῦ πνεύματος ἐμβαθύνουσι, κατὰ τοσοῦτον καὶ εἰς ταπεινοφροσύνης βυθὸν καταδύονται· ἐκ δὲ τούτου, αὐξάνεται αὐτοῖς ἡ ἐπίγνωσις τῶν οἰκείων μέτρων· γνωρίζεται ἡ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ τῶν πλησίον πληθύνεται· ὡς ἁγιασμὸν ἡγεῖσθαι αὐτοὺς ἀπαρρύεσθαι ἐκ μόνου τοῦ ἀσπασμοῦ, καὶ τῆς τῶν συναναστρεφομένων ἐγγύτητος.
Οὐδὲν οὕτως ἕτερον πρὸς ἔρωτα Θεοῦ, καὶ ἀγάπην ἀνθρώπων πτεροῖ τὴν ψυχήν, ὡς ταπεινοφροσύνη, κατάνυξις καὶ εὐχὴ καθαρά· ἡ μὲν γὰρ συντρίβει τὸ πνεῦμα, δακρύων τε πηγάζει λιβάδας, καὶ τὴν ἀνθρωπίνην ἐπ᾽ ὄψει βραχύτητα φέρουσα τῶν οἰκείων μέτρων εἰδέναι τὴν ἀσθένειαν ἐκδιδάσκει· ἡ δὲ καθαίρει τῆς ὕλης τὸν νοῦν, καὶ φωτίζει τῆς καρδίας τὸ ὅμμα, καὶ ὁλολαμπῆ τὴν ψυχὴν ἀπεργάζεται· ἡ δὲ συνάπτει τὸν ἄνθρωπον ὅλον τῷ Θεῷ, καὶ τοῦτον Ἀγγέλοις ποιεῖ ὁμοδίαιτον, καὶ γλυκύτητος τῶν αἰωνίων τοῦ Θεοῦ ἀγαθῶν ἀπογεύει, καὶ θησαυροὺς αὐτῷ δίδωσι μυστηρίων μεγάλων, καὶ πυρπολοῦσα τῇ ἀγάπῃ, τολμᾶν τιθέναι αὐτὸν πείθει τὴν ἰδίαν ψυχὴν ὑπὲρ τῶν φίλων αὐτοῦ, ὡς ὑπεράνω γεγονότα τῶν ὅρων τῆς τοῦ σώματος ταπεινώσεως.
Φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην τῆς πλουτοποιοῦ ᾗ ἐν ῇ τῆς ἀγάπης οἱ ἀπόκρυφοι θησαυροὶ ἐναπόκεινται, ἐν ᾗ τῆς κατανύξεως οἱ μαργαρίται φυλάττονται καὶ ὁ βασιλεὺς Χριστὸς ὁ Θεὸς ὡς εἰς θρόνον ἐπαναπαύεται χρυσοκόλλητον τὰς δωρεὰς διανέμων τοῦ Ἁγίου αὐτοῦ Πνεύματος, τοῖς τροφίμοις αὐτῆς· καὶ τὰ μεγάλα τούτοις αὐτοῦ δωρούμενος ἀξιώματα, τὸν τῆς γνώσεως αὐτοῦ λόγον, τὴν σοφίαν αὐτοῦ τὴν ἀπόρρητον, τὴν τῶν θείων πραγμάτων διόρασιν, τὴν τῶν ἀνθρωπίνων πραγμάτων προόρασιν, τὴν διὰ τῆς ἀπαθείας ζωοποιὸν νέκρωσιν, καὶ τὴν μετ᾽ αὐτοῦ συνάφειαν, εἰς τὸ συμβασιλεύειν αὐτῷ ἐν τῇ τοῦ Πατρὸς καὶ Θεοῦ βασιλείᾳ· καθὼς αὐτὸς πρὸς αὐτὸν τὴν παράκλησιν ποιεῖται λέγων ὑπὲρ ἡμῶν. Πάτερ οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ αὐτοὶ ὦσιν.
Ὅταν πρακτικῶς κοπιῶν τίς περὶ τὴν ἐργασίαν τῶν ἐντολῶν, αἴφνης ἐν ἀνεκλαλήτῳ καὶ ἀρρήτῳ χαρᾷ γένηται, ὡς ἀλλοιωθῆναι αὐτὸν ξένην καὶ ὑπὲρ λόγον ἀλλοίωσιν, καὶ τὸ μὲν βάρος ἀποθέσθαι τοῦ σώματος, ἐπιλαθέσθαι δὲ βρώσεως, ὕπνου, καὶ τῶν ἄλλων τῆς φύσεως ἀναγκῶν, γινωσκέτω ταύτην εἶναι Θεοῦ ἐπιθυμίαν πρὸς αὐτόν, τὴν ποιοῦσαν ἐν τοῖς ἀγωνιζομένοις τὴν ζωοποιὸν νέκρωσιν, καὶ δωρουμένην αὐτοῖς ἐντεῦθεν ἤδη, τὴν τῶν ἀσωμάτων κατάστασιν· ταύτης τῆς μακαρίας ζωῆς, πρόξενος ἡ ταπείνωσις· τροφὸς δὲ καὶ μήτηρ, ἡ ἁγία κατάνυξις· φίλη δὲ καὶ ἀδελφή, ἡ τοῦ θείου φωτὸς θεωρία· θρόνος ἡ ἀπάθεια· καὶ τέλος ἡ Ἁγία Τριὰς ὁ Θεός.
Ὁ ταύτην καταλαβὼν τὴν ἀκρόπολιν, οὐ δύναται ὑπὸ τὰ δεσμὰ κρατεῖσθαι τῆς τῶν ὅλων αἰσθήσεως· οὐχ ὁρᾷ τί τῶν τοῦ βίου τερπνῶν· οὐ διακρίνει τοῦ ἀνοσίου τὸν ὅσιον ἀλλ᾽ ὥσπερ ὁ Θεὸς ἐπίσης βρέχει καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, πονηρούς τε καὶ ἀγαθούς, οὕτως ἐπίσης καὶ αὐτὸς τὰς τῆς ἀγάπης ἀνατέλλει καὶ ἁπλοῖ πρὸς πάντας ἀκτῖνας, καὶ οὐ στενοχωρεῖται τὰ σπλάγχνα, πάντων ἐγκυμονῶν τὴν ἀγάπην· καὶ στενοχωρεῖται καὶ βιάζεται, μὴ εὐεργετῶν ὅσον βούλεται· ἐκ τούτου δὲ πηγή τις, ἐξ Ἐδέμ, ἄλλη ἐκπορεύεται κατανύξεως, εἰς ταπεινοφροσύνην, εἰς ἁγνείαν, εἰς ἀπάθειαν καὶ εἰς ὕψος ἀπερισπάστου εὐχῆς· καὶ ποτίζει τὸ πρόσωπον πάσης τῆς νοητῆς κτίσεως τοῦ Θεοῦ.
Οἱ μὴ τῆς γλυκύτητος τῶν τῆς κατανύξεως δακρύων γευσάμενοι, μηδὲ εἰδότες τίς ἡ χάρις αὐτῆς καὶ τίς ἡ ἐνέργεια, οὐδὲν τῶν εἰς τεθνεῶτας χεομένων δακρύων, ταῦτα διαφέρειν οἴονται· προσαναπλάττοντες ἑαυτοῖς, ἀλλ᾽ ἅττα εἴδη κενῶν προφάσεων πολλά, καὶ ἀπορίας συλλογισμούς· τὰ δὲ φυσικῶς ἡμῖν ἐμπεφύκασι· καὶ ἡνίκα τὸ ἀγέρωχον ἄρτι τοῦ νοὸς πρὸς ταπείνωσιν κλίνῃ· μύσῃ δὲ καὶ ἡ ψυχὴ τὰς ὁράσεις αὐτῆς ἀπὸ τῆς ἀπάτης τῶν ὁρωμένων, καὶ ταύτας πρὸς μόνην τὴν θεωρίαν τοῦ ἀΰλου καὶ πρώτου φωτὸς ἐκπετάσῃ, πᾶσαν ἀποσεισαμένη τοῦ κόσμου τὴν αἴσθησιν, καὶ τύχῃ τῆς ἄνωθεν τοῦ πνεύματος παρακλήσεως αὐτίκα τὰ δάκρυα ὡς ὕδατα πηγῆς ἐκβλύζουσιν ἐξ αὐτῆς, καὶ τὰ αἰσθητήρια ταύτης καταγλυκαίνουσι, πάσης εὐφροσύνης ἐμπιπλῶντα αὐτῆς τὴν διάνοιαν, καὶ θείου φωτός· οὐ μήν, ἀλλὰ καὶ συντρίβουσι τὴν καρδίαν, καὶ τὸν νοῦν ταπεινόφρονα ἐν ὀπτασίᾳ τοῦ κρείττονος ἀπεργάζονται· ἃ γενέσθαι ἀδύνατον ἐν τοῖς ἄλλως θρηνοῦσι καὶ κοπτομένοις.
Ἀδύνατον ἄλλως τὴν πηγὴν τῶν δακρύων ἀναστομῶσαί τινα, ἄνευ βαθυτάτης ταπεινοφροσύνης· οὔτε πάλιν ταπεινόφρονα εἶναι, ἄνευ τῆς ἐγγινομένης ἀπὸ τῆς ἐπιδημίας τοῦ πνεύματος κατανύξεως· τὴν γὰρ κατάνυξιν ἡ ταπεινοφροσύνη· καὶ τὴν ταπεινοφροσύνην ἡ κατάνυξις, διὰ τοῦ Ἀγίου ἀπογεννᾷ Πνεύματος· ὡς εἴτις γὰρ σειρὰ ἀλλήλων αὗται ἐχόμεναι, καὶ ἐν μιᾷ χάριτι συνδεόμεναι, ἄρρηκτον τὸν σύνδεσμον τοῦ πνεύματος ἔχουσι.
Τὸ ὑπὸ τοῦ θείου Πνεύματος ἐγγινόμενον φῶς τῇ ψυχῇ, ἐπαναχωρεῖν εἴωθεν ἐκ ῥαθυμίας καὶ ἀμελείας καὶ ἐξ ἀδιαφορίας, τῆς ἐν λόγοις καὶ βρώμασιν· ἥτε γὰρ τῶν βρωμάτων ἀδιαφορία, καὶ τὸ ὑγρὸν τῆς διαίτης, αὐτό τε τὸ ἀκρατὲς τῆς γλώττης καὶ τῶν ὀφθαλμῶν τὸ ἀφύλακτον, διώκειν τοῦτο πέφυκεν ἐξ αὐτῆς καὶ σκοτεινοὺς ἡμᾶς ἀπεργάζεσθαι· σκότους δὲ πληρωθέντων ἡμῶν, τὰ θηρία πάντα τοῦ ἀγροῦ τῆς καρδίας ἡμῶν καὶ οἱ σκῦμνοι λογισμοὶ τῶν παθῶν αὐτίκα διέρχονται ὠρυόμενοι ἐν αὐτῇ, ζητοῦντες βρῶσιν ἐμπαθείας καὶ τοῦ ἁρπάσαι τὸν ἀποτεθέντα ἐν ἡμῖν παρὰ τοῦ πνεύματος θησαυρόν· ἀλλ᾽ ἡ φίλη τῳόντι ἐγκράτεια, καὶ ἡ ἀγγελοποιὸς προσευχή, οὐ μόνον οὐδὲν τῶν τοιούτων συγχωρεῖ περὶ τὴν ψυχὴν διελθεῖν. ἀλλὰ καὶ τὸ φέγγος ἄσβεστον τοῦ πνεύματος περὶ τὸν νοῦν διατηρεῖ· καὶ τὴν καρδίαν ἥρεμον ἀποτελεῖ, καὶ ἁγνὴν πηγάζει τὴν θείαν κατάνυξιν, καὶ τὴν ψυχὴν εἰς ἀγάπην πλατύνει Θεοῦ, καὶ αὐτὴν ὅλην ὅλῳ δι᾽ εὐφροσύνης καὶ παρθενίας συνάπτει Χριστῷ.
Οὐδὲν οὕτως ἕτερον οἰκεῖον τῷ λόγῳ, ὡς ἁγνεία καὶ σωφροσύνη ψυχῆς· τούτων δὲ μήτηρ, ἡ περιεκτικὴ καὶ φίλη ἐγκράτεια· τῆς δὲ Πατήρ, ὁ φόβος· οὗτος δὲ εἰς πόθον τραπεὶς καὶ τῇ ἐφέσει τῶν θείων συναφθεὶς πραγμάτων, ἄφοβον ἀπεργάζεται τὴν ψυχὴν καὶ πλήρη ἀγάπης Θεοῦ, καὶ τοῦ θείου λόγου γενήτριαν.
Φόβος μὲν πρότερον συναφθεὶς τῇ ψυχῇ, ἐγκύμονα τοῦ λόγου τῆς κρίσεως αὐτὴν διὰ μετανοίας ποιεῖ· ἣν ὡδίνες ἅδου τῶν κολάσεων περικυκλοῦσιν αὐτίκα, στεναγμοί τε καὶ πόνοι ἐν συνοχῇ κατατρύχουσι τῆς καρδίας, ἀναλογιζομένην τὴν μέλλουσαν ἐπὶ κακοῖς ἀνταπόδοσιν· εἶτα διὰ πολλῶν δακρύων καὶ πόνων αὕτη ἐν γαστρί διανοίας τὸ συλληφθὲν ἁπαρτίσασα, πνεῦμα σωτηρίας, ἐπὶ τὴν γῆν γεννᾷ τῆς καρδίας αὐτῆς· καὶ τῶν ὠδίνων ἐλευθερωθεῖσα τοῦ ἅδου, τῶν στεναγμῶν ἀπαλλαγεῖσα τῆς κρίσεως, πόθος καὶ χαρὰ τῶν μελλόντων ἀγαθῶν αὐτὴν διαδέχεται, καὶ προσυπαντᾶ αὐτὴν ἡ φίλη μετὰ σωφροσύνης ἁγνεία, καὶ τῷ ἔρωτι αὐτὴν ἐπισυνάπτει Θεῷ· τούτῳ δὲ ἡ ψυχὴ συναφθεῖσα, ἀρρήτου ἡδονῆς ἐπαισθάνεται· ὡς ἐντεῦθεν τὰ τῆς κατανύξεως προχέειν μεθ᾽ ἡδονῆς καὶ γλυκύτητος δάκρυα· ἔξωτε γίνεσθαι αὐτὴν τῆς παγκοσμίου αἰσθήσεως, καὶ ὡς ἐξεστηκεῖαν ὄπισθεν τοῦ νυμφίου διώκειν· καὶ οὕτω κράζειν φωναῖς ἀλαλήτοις· ὀπίσω σου δραμοῦμαι εἰς ὀσμὴν μύρου σου, ἀπάγγειλόν μοι, ὃν ἡγάπησεν ἡ διάθεσίς μου, ποῦ ποιμαίνεις; ποῦ κοιτάζεις; ἐν μεσημβρίᾳ καθαρᾶς θεωρίας; μήποτε γένωμαι ὥσπερ ἡ βαλλομένη ἐπ᾽ ἀγέλαις δικαίων· ἐλλάμψεις παρὰ σοὶ μυστηρίων μεγάλων· ἣν εἰσενεγκὼν ὁ νυμφίος εἰς τὸ ταμιεῖον τῶν κεκρυμμένων αὐτοῦ μυστηρίων, θεωρητικὴν αὐτὴν τῶν λόγων τῆς κτίσεως μετὰ σοφίας ἀποτελεῖ.
Μὴ εἴπης ἐν τῇ καρδίᾳ σου, τῆς παρθενίας τὴν ἁγνείαν ἀδύνατόν μοι τοῦ λοιποῦ ἐπικτήσασθαι, φθορᾷ καὶ μανίᾳ τοῦ σώματος ποικίλως ὑποπεσόντι· ἔνθα γὰρ πόνοι μετανοίας ἐν κακοπαθείᾳ καὶ θέρμῃ καταβληθῶσι ψυχῆς, καὶ δακρύων ἐκ κατανύξεως ποταμοὶ ρεύσουσιν, ἐκεῖθεν πάντα τὰ ὀχυρώματα κατασύρεται, καὶ πυρκατὰ πᾶσα παθῶν κατασβέννυται, καὶ τελεῖται ἡ ἄνωθεν ἀναγέννησις δι᾽ ἐπιδημίας τοῦ Παρακλήτου· καὶ πάλιν ἁγνείας καὶ παρθενίας παλάτιον ἡ ψυχὴ γίνεται· ἐν ᾗ ὁ ὑπὲρ φύσιν Θεὸς καταβὰς διὰ φωτὸς καὶ χαρᾶς ἀρρήτου, καὶ ὡς ἐπὶ θρόνου δόξης ἐφ᾽ ὑψηλοῦ κεκαθηκὼς τοῦ νοὸς αὐτῆς, δίδωσι τὴν εἰρήνην ταῖς περὶ αὐτὴν δυνάμεσιν, οὕτω λέγων· εἰρήνη ὑμῖν ἀπὸ τῶν πολεμίων παθῶν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν εἰς τὸ κατὰ φύσιν κινεῖσθαι· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν εἰς τὸ ὑπὲρ φύσιν τελειωθῆναι· τῷ τριττῷ οὖν τῆς εἰρηνικῆς δωρεᾶς, τὸ τριμερὲς θεραπεύσας αὐτῆς, καὶ εἰς τὴν τριαδικὴν τελείωσιν ἀναγαγών, καὶ ἑνώσας αὐτὴν ἑαυτῷ, ὅλην παρθένον ἤδη καὶ καλὴν καὶ ὡραίαν ἐν εὐωδία τῶν μύρων τῆς ἁγνείας ἀναχωνεύων ἀποτελεῖ· καὶ φησὶ πρὸς αὐτήν· ἀνάστα ἐλθὲ πλησίον μου, καλή μου περιστερά, δι᾽ ἐμπράκτου φιλοσοφίας· ὅτι ἰδοὺ ὁ χειμὼν τῶν παθῶν παρῆλθεν· ὁ ὑετὸς τῶν φιληδόνων λογισμῶν, ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη τῶν ἀρετῶν, ώφθη μετ᾽ εὐωδίας τῶν νοημάτων ἐν τῇ γῆ τῆς καρδίας σου ἀνάστα ἐλθὲ πλησίον μου ἐν γνώσει φυσικῆς θεωρίας, καὶ ἐλθὲ σὺ, περιστερά μου, δι᾽ ἑαυτῆς ἐν σκέπῃ καὶ γνόφῳ μυστικῆς θεολογίας, καὶ πίστεως τῆς στερρεᾶς ἐν ἐμοὶ τῷ Θεῷ πέτρας.
Μακάριος, ἐμοί, τῆς καλῆς ἀλλοιώσεως τε καὶ ἀναβάσεως, ὁ διὰ τῆς ἐμπράκτου φιλοσοφίας, τὸ τεῖχος τῆς ἐμπαθεστάτης ἕξεως ὑπερβάς, κἀκεῖθεν πτέρυξιν ἀπαθείας περιηργυρωμέναις τῇ γνώσει, εἰς τὸν νοητὸν ἀέρα τῆς θεωρίας τῶν ὄντων ὑπεραρθείς, καὶ αὐτόθεν εἰς γνόφον θεολογίας εἰσδύς, καὶ καταπαύσας ἀπὸ πάντων τούτων τῶν ἔργων αὐτοῦ, ἐν Θεῷ, τῇ μακαρίᾳ ζωῇ· ὅτι Ἀγγελος ἐπίγειος καὶ οὐράνιος ἄνθρωπος ἀποτελεσθείς, ἐδόξασε τὸν Θεὸν ἐν ἑαυτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτόν.
Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ Θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· ἐπειδὴ οὐχ ὅσα μὲν ἀρέσκει τοῖς ἀνθρώποις ταῦτα καὶ Θεῷ· ἀλλ᾽ ὅσα δοκεῖ μὲν οὐ καλά, εἰσὶ δὲ καὶ λίαν τῇ φύσει καλὰ τῷ εἰδότι τοὺς λόγους τῶν ὄντων καὶ γεγονότων·
Καλὸν τὸ θανεῖν τῷ κόσμῳ, ζῆσαι δὲ τῷ Χριστῷ· ἄλλως γὰρ οὐ δύναταί τις ἄνωθεν γεννηθῆναι, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ἐὰν δὲ μὴ ἄνωθεν γεννηθῇ, οὐδέ εἰς τὴν βασιλείαν δύναται τῶν οὐρανῶν εἰσελθεῖν· αὕτη δὲ ἡ γέννησις, ἐξ ὑποταγῆς πατέρων πνευματικῶν γίνεσθαι πέφυκεν· εἰ μὴ γὰρ πρότερον τὸν τοῦ λόγου σπόρον διὰ τῆς διδασκαλίας τῶν πατέρων ἐγκυμονήσωμεν καὶ υἱοποιηθῶμεν τῷ Θεῷ δι᾽ αὐτῶν, οὐ δυνάμεθα ἄνωθεν γεννηθῆναι· οὕτω γὰρ οἱ μὲν δώδεκα, ἐξ ἑνὸς τοῦ Χριστοῦ· οἱ δὲ ἑβδομήκοντα, ἐκ τῶν δώδεκα ἐγεννήθησαν, καὶ υἱοποιήθησαν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὸ εἰρημένον ὑπὸ Κυρίου· ὑμεῖς ἐστὲ Υἱοὶ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅθεν καὶ πρὸς ἡμᾶς ὁ Παῦλος φησίν· εἰ γὰρ καὶ μυρίους παιδαγωγοὺς ἔχετε, ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐγὼ ὑμᾶς ἐγέννησα· μιμηταί μου γίνεσθε.
Τὸ μὴ ὑποταγῆναι Πατρὶ Πνευματικῷ κατὰ μίμησιν τοῦ μέχρι θανάτου καὶ σταυροῦ ὑποταγέντος Υἱοῦ τῷ Πατρί, τὸ μὴ γεννηθῆναι ἄνωθεν ἐστίν· ὁ δὲ μὴ γεγονὼς Υἱὸς ἀγαπητὸς Πατρὸς ἀγαθοῦ, πῶς Πατὴρ ἄρα, μὴ λόγῳ καὶ πνεύματι γενηθεὶς ἄνωθεν, υἱῶν ἀγαθῶν καὶ αὐτὸς γένηται ἀγαθὸς Πατήρ, καὶ ἀγαθὰ τέξεται τέκνα, τῆς ἀγαθότητος τοῦ πατρὸς αὐτῶν σύμμορφα; εἰ δὲ μὴ οὕτως, κατὰ τὸ δένδρον πάντως, καὶ ὁ καρπὸς αὐτοῦ.
Κακὸν ἡ ἀπιστία, τῆς πονηρᾶς φιλαργυρίας, καὶ τοῦ φθόνου τὸ πονηρότατον κύημα· εἰ δὲ αὕτη κακόν, πόσῳ μᾶλλον ἡ τίκτουσα· ὅσον ὅτι τὴν τοῦ χρυσοῦ φιλίαν τῆς Χριστοῦ φιλίας προτιμοτέραν ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων ἐργάζεται· καὶ τὸν δημιουργὸν τῆς ὕλης, ἑαυτῆς ἐλάττονα τίθεται· καὶ αὐτῇ λατρεύειν μᾶλλον, ἢ τῷ Θεῷ πείθει, τοὺς τῇ κτίσει παρὰ τὸν κτίσαντα τὴν λατρείαν προσνέμοντας· καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν μεταλλάσσοντας ἐν τῷ ψεύδει· εἰ δὲ τοσοῦτον ἡ νόσος κακόν, ὡς καὶ δευτέρας αὐτὴν εἰδωλολατρείας κληρώσασθαι ὄνομα, ποίας οὐ ὑπερβαίνει κακίας ὑπερβολήν, ἡ νοσοῦσα ταύτην ἐθελουσίως ψυχή;
Εἰ μὲν τοῦ Χριστοῦ φίλος εἶναι φιλεῖς, μισήσεις ἄρα χρυσὸν καὶ τὴν τούτου λίχνον φιλίαν, ὡς τὴν διάνοιαν στρέφουσαν πρὸς ἑαυτὴν τοῦ φιλοῦντος καὶ ἀποσπᾶσαν αὐτὴν ἀπὸ τῆς γλυκυτάτης ἀγάπης τοῦ Ἰησοῦ, ἥτις οὐκ ἐν εἴδει λόγου φαίνεσθαί μοι δοκεῖ, ἀλλ᾽ ἐν εἴδει πράξεως τῶν αὐτοῦ ἐντολῶν· εἰ δὲ τοῦ χρυσοῦ ἐπιθυμεῖς, φεῦ, κερδήσεις μὲν κατορύττων αὐτὸν τόγε νῦν ἔχον, εἴγε κέρδος καὶ οὐ ζημίαν ἐσχάτην ἔχεις αὐτοῦ τὴν φιλίαν, προτιμῶν αὐτὴν τοῦ Χριστοῦ· ἐκεῖνον δὲ ἴσθι ζημιωθήσῃ καὶ προσαπολέσῃς τῇ ζημίᾳ, καὶ ὃν ἔχεις τὸ κεφάλαιον τὸν Θεόν, οὗ χωρίς, οὐκ ἔστιν ἀνθρώποις σωτηρίας ζωή.
Εἰ φιλεῖς χρυσόν, Χριστὸν οὐ φιλεῖς· εἰ δὲ Χριστὸν οὐ φιλεῖς, φιλεῖς δὲ χρυσόν, ὅρα τίνι σε ὁ τύραννος ἐξομοιοῦσθαι παρασκευάζει· ἐκείνῳ τῷ μαθητῇ μὲν ἀλλ᾽ ἀπίστῳ, φίλῳ δὲ ἀλλ᾽ ἐπιβούλῳ φανέντι, καὶ κακῶς εἰς τὸν κοινὸν δεσπότην ἐμπαροινήσαντι, καὶ ἀθλίως ἐκπεσόντι πίστεως ἅμα καὶ τῆς πρὸς ἐκεῖνον ἀγάπης, καὶ εἰς βυθὸν ἐγκυβιστήσαντι ἀπογνώσεως· οὗ σὺ δεδιὼς τὸ ὑπόδειγμα, φεῦγε χρυσόν, ἐμοὶ πειθόμενος, καὶ τὴν τούτου φιλίαν, ἵνα δυνηθῇς κερδῆσαι Χριστόν, ἐν τῷ φιλεῖν σεαυτόν· εἰδ᾽ οὖν, ἀλλ᾽ οἶδας τὸν τόπον τοῦ ἐκπεπτωκότος τὸν ἴδιον.
Μὴ διὰ χρυσοῦ ἢ συνδρομῆς ἀνθρώπων καὶ ἐξαιτήσεως ἐπιτυχεῖν προεδρίας σπεύσεις ποτέ, εἰ καὶ συνορᾶς ἑαυτὸν ἰσχύοντα ὠφελῆσαι ψυχάς, ἄνευ τῆς ἄνωθεν κλήσεως· ἐπεὶ τρία ταῦτά σοι προσυπαντήσει, καὶ τούτων ἓν ἀποβήσεται· ἢ γὰρ ἀγανάκτησις ἀπὸ Θεοῦ σοι ἐπέλθῃ καὶ ὀργὴ διὰ ποικίλων ἐπιφορῶν καὶ περιστάσεων ἐκπολεμηθήσονταί σοι γὰρ οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἡ κτίσις σχεδὸν ἅπασα καὶ γενήσεταί σοι πολυστένακτος ἡ ζωή· ἢ μετὰ πολλῆς ἀτιμίας ἐκεῖθεν καθαιρεθήσῃ τῶν κατὰ σοῦ ὑπερισχυσάντων· ἢ ἀποθάνῃς ἐν οὐ καιρῷ σου ἀποτμηθεὶς τῆς παρούσης ζωῆς.
Οὐκ ἔστι καταφρονῆσαι δόξης καὶ ἀτιμίας, καὶ ὑπεράνω γενέσθαι ὀδύνης καὶ ἡδονῆς, εἰ μή τις πρὸς τὰ τέλη τῶν πραγμάτων βλέπειν ἀξιωθήσεται· ὁπηνίκα γὰρ πάσης δόξης, καὶ ἡδονῆς, τρυφῆς καὶ πλούτου καὶ εὐημερίας τὰ τέλη εἰς οὐδὲν ἴδῃ καταγινόμενα, τοῦ θανάτου ταῦτα διαδεχομένου, καὶ διαφθείροντος, τηνικαῦτα πάντων καταγνοὺς τῶν ἀνθρωπίνων πραγμάτων σαφῆ ματαιότητα, τρέπει τὰς αἰσθήσεις αὐτοῦ πρὸς τὰ τέλη τῶν θείων πραγμάτων· καὶ τῶν μὲν ὄντων καὶ μηδαμῶς διαφθαρῆναι δυναμένων, ἀντέχεται· τούτων δὲ ἀντιποιούμενος, ὀδύνης καὶ ἡδονῆς ὑπεράνω γίνεται· ὀδύνης μέν, ὡς τὸ φιλήδονον καὶ φιλόδοξον καὶ φιλοχρήματον καταγωνισάμενος τῆς ψυχῆς· ἡδονῆς δέ, ὡς τὴν τοῦ κόσμου ἀποσεισάμενος αἴσθησιν, διὸ καὶ τιμώμενος καὶ ἀτιμαζόμενος, ὁ αὐτός ἔστιν· ὀδύναις τε καὶ ἀνέσεσι βαλλόμενος σώματος, ἐν πᾶσιν εὐχαριστεῖ τῷ Θεῷ, καὶ οὐ κατασπᾶται τὸν λογισμόν.
Ἔστι καὶ ἀπὸ τῶν ἐνυπνίων τὰς τῆς ψυχῆς κινήσεις καὶ διαθέσεις καταστοχάζεσθαι τὸν σπουδαῖον, καὶ τῆς καταστάσεως ἐπιμελεῖσθαι αὐτοῦ· κατὰ γὰρ τὴν διάθεσιν τοῦ ἐντὸς ἀνθρώπου, καὶ τῶν φροντίδων αὐτοῦ, εἰσὶ καὶ τοῦ σώματος αἱ κινήσεις, καὶ τοῦ νοὸς αἱ φαντασίαι· εἰ μέν τις οὖν φιλόῦλον καὶ φιλήδονον τὴν ψυχὴν ἔχει, κτήσεις πραγμάτων, καὶ χρημάτων εὐπορίαν φαντάζεται, μορφάς τε γυναικῶν καὶ συμπλοκὰς ἐμπαθεῖς, ἐξ ὧν ὁ ἐσπιλωμένος αὐτῷ χιτών, καὶ ὁ μιασμὸς τῆς σαρκὸς ἐπιγίνεται· εἰ δὲ πλεονεκτικὴν καὶ φιλάργυρον, χρυσὸν ὁρᾷ κατὰ πάντα καὶ τοῦτον εἰσπράττει, καὶ πλεονάζει τοῖς τόκοις, καὶ εἰς θησαυροὺς ἀποτίθεται, καὶ ὡς ἀσυμπαθὴς κατακρίνεται· εἰ δὲ θυμώδη καὶ βάσκανον, θηρίοις καὶ ἰσβόλοις διώκεται ἑρπετοῖς καὶ φόβοις καὶ δειλίᾳ καθυποβάλλεται· εἰ δὲ πεφυσιωμένην τῇ κενῇ δόξῃ, εὐφημίας καὶ προσυπαντήσεις λαοῦ· θρόνους ἀρχῆς καὶ ἡγεμονίας φαντάζεται· καὶ περὶ τὰ μήπω ὄντα αὐτῷ, ὡς ὄντα, ἢ πάντως ἐσόμενα, καὶ ἐγρηγορῶν διατίθεται· εἰ δὲ ὑπερήφανον καὶ ἀλαζονείας μεστήν, ἐπὶ ὀχημάτων φέρεσθαι λαμπροτάτων ὁρᾷ ἑαυτόν· καὶ πτεροῖς ἔσθ᾽ ὅτε εἰς ἀέρα πετόμενον, καὶ πάντας τὴν ὑπεροχὴν τρέμοντας τῆς ἐξουσίας αὐτοῦ· οὕτω δὴ καὶ φιλόθεος ἄνθρωπος σπουδαῖος ὢν εἰς ἐργασίαν τῆς ἀρετῆς, καὶ δίκαιος εἰς εὐσεβείας ἀγῶνας, καὶ καθαρὰν τῆς ὕλης ἐπιφερόμενος τὴν ψυχήν, μελλόντων πραγμάτων ἐκβάσεις καθ᾽ ὕπνους ὁρᾷ, καὶ φρικτῶν θεαμάτων ἀποκαλύψεις· ἀεί τε εὐχόμενον ἑαυτὸν ἐν κατανύξει καὶ εἰρηνικῇ καταστάσει, ψυχῆς τε καὶ σώματος ἀφυπνιζόμενος καταλαμβάνει, ὡς εἶναι μὲν ἐπὶ τῶν παρειῶν αὐτοῦ τὰ δάκρυα, ἐπὶ δὲ τῶν χειλέων τὴν πρὸς Θεὸν ὁμιλίαν.
Τῶν καθ᾽ ὕπνους φανταζομένων, τὰ μὲν αὐτῶν ἐστίν, ἐνύπνια, τὰ δὲ ὁράσεις, τὰ δὲ ἀποκαλύψεις· καὶ τὰ μὲν ἐνύπνια εἰσίν, ὅσα μὴ μένει περὶ τὸ φανταστικὸν τοῦ νοὸς ἀναλλοίωτα, ἀλλὰ συγκεχυμένην καὶ ἀλλεπάλληλον, καὶ πυκνῶς ἀλλοιουμένην ἀπ᾽ ἄλλου εἰς ἄλλο φέρει τὴν φαντασίαν· ἐξ ὧν οὐδεμία τῶν φανταζομένων ἐπιγίνεται ὡφέλεια, καὶ αὐτὴ ἡ φαντασία μετὰ τὴν ἀφύπνησιν ὄλλυται, ἧς καὶ καταφρονεῖν οἱ σπουδαῖοι ὀφείλουσιν· αἱ δὲ ὁράσεις εἰσίν, ὅσαι ἀναλλοίωτοί εἰσι· καὶ οὐκ ἐκ τούτου εἰς ἕτερον μετασχηματίζονται, ἀλλὰ μένουσιν ἐντετυπωμέναι τῷ νοὶ ἐπὶ πολλὰς περιόδους ἐτῶν, καὶ ἀλάθητοι· καὶ ὅσοι μελλόντων πραγμάτων ἐκβάσεις δεικνύουσι, καὶ ψυχῆς ὠφέλειαν ἐκ κατανύξεως προξενοῦσι, καὶ φοβερῶν θεαμάτων· σύννουν τε καὶ σύντρομον τὸν ὁρῶντα ἐκ τῆς τῶν ὁρωμένων ἀναλλοιώτου φρικτῆς θεωρίας ἀποτελοῦσιν· ὧν καὶ περὶ πολλοῦ τίθεσθαι χρεὼν τοὺς σπουδαίους τὰς ὁπτασίας, αἱ δὲ ἀποκαλύψεις εἰσίν, αἱ παρὰ πᾶσαν τὴν αἴσθησιν γινόμεναι θεωρίαι τῆς καθαρωτάτης καὶ πεφωτισμένης ψυχῆς· αἵτινες ξένων τινῶν θείων πραγμάτων καὶ νοημάτων φέρουσι δύναμιν, κεκρυμμένων τε μυστηρίων Θεοῦ μυσταγωγίαν καὶ ἐκβάσεις μεγίστων εἰς ἡμᾶς ὑποθέσεων. καὶ κοινὴν ἐναλλαγὴν ἐπὶ τῶν κοσμικῶν καὶ ἀνθρωπίνων πραγμάτων·
Τῶν εἰρημένων, τὰ μὲν εἰσὶν ὑλικῶν καὶ φιλοσάρκων ἀνδρῶν· ὧν ὃ Θεὸς ἡ κοιλία, καὶ ἡ ὕβρις τοῦ κόρου· ὧν τὸ ζοφερὸν τοῦ νοός, ἐκ βίου ἡμελημένου καὶ τετριμμένου τοῖς πάθεσι, καὶ οὓς φαντάζουσί τε καὶ παίζουσι δαίμονες· τὰ δέ, σπουδαίων καὶ καθαιρομένων τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ διὰ τῶν ὁρωμένων εὐεργετουμένων εἰς θείων πραγμάτων κατάληψιν, καὶ εἰς ἐπίδοσιν ἀναβάσεως· αἱ δὲ τελείων, καὶ ὑπὸ θείου ἐνεργουμένων πνεύματος· καὶ ἡνωμένων Θεῷ ἐκ θεολόγου ψυχῆς.
Οὐ πάντων αἱ καθ᾽ ὕπνους ὄψεις εἰσὶν ἀληθεῖς, οὐ δὲ πάντων τῷ ἡγεμονικῷ τοῦ νοὸς ἐντυποῦνται· ἀλλὰ μόνων ἐκείνων τῶν κεκαθαρμένων τὸν νοῦν, καὶ τετρανωμένων τὰ αἰσθητήρια τῆς ψυχῆς, καὶ πρὸς φυσικὴν ἀναδραμόντων θεωρίαν· ὧν οὐδεμία φροντὶς πραγμάτων βιωτικῶν, οὐδέ τις μέριμνα τῆς παρούσης ζωῆς· ὧν αἱ μακραὶ ἀσιτίαι, εἰς περιεκτικὴν ἐγκράτειαν ἔστησαν καὶ οἱ κατὰ Θεὸν ἱδρῶτες καὶ πόνοι εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ τὴν γνῶσιν τῶν ὄντων τό κατάλυμα εὗρον μετὰ σοφίας τῆς κρείττονος, ὧν ὁ βίος Ἀγγελικὸς καὶ ἡ ζωὴ νῦν παρὰ Θεῷ κέκρυπται καὶ ἡ προκοπὴ ἐξ ἱερᾶς ἡσυχίας εἰς βάσιν Προφητῶν τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἀνέβη· περὶ ὧν καὶ ἐν Μωῦσῇ λελάληκεν ὁ Θεός· «ἐὰν γένηται Προφήτης ἐν ὑμῖν, ἐν ὕπνῳ ὀφθήσομαι αὐτῷ καὶ ἐν ὁράματι λαλήσω πρὸς αὐτόν· καὶ ἐν Ἰωήλ· καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ Πρεσβύτεροι ὑμῶν ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται».
Ἡσυχία ἐστὶ νοὸς κατάστασις ἀνενόχλητος, γαλήνη ἐλευθερίας καὶ ἀγαλλιωμένης ψυχῆς, καρδίας, ἐν Θεῷ, βάσις ἀτάραχος καὶ ἀκύμαντος, θεωρία φωτός, γνῶσις Θεοῦ μυστηρίων, λόγος σοφίας ἐκ καθαρᾶς διανοίας, ἄβυσσος νοημάτων Θεοῦ, ἁρπαγὴ νοός, ὁμιλία Θεοῦ, ἀκοίμητος ὀφθαλμός, προσευχὴ νοερά, ἄπονος ἐν πόνοις μεγάλοις ἀνάπαυσις· καὶ τέλος, ἕνωσις μετὰ Θεοῦ καὶ συνάφεια.
Μέχρις ἡ ψυχὴ στασιάζῃ καθ᾽ ἑαυτὴν ἀτάκτως κινουμένων αὐτῆς τῶν δυνάμεων, καὶ οὕπω χωρητικὴ γέγονε τῶν θείων ἀκτίνων, οὐδὲ ἐλευθερίας ἠξιώθη τῆς δουλείας τοῦ φρονήματος τῆς σαρκός, οὐδὲ εἰρήνης ἀπήλαυσεν, ἄρτι λήξαντος αὐτῇ τοῦ πολέμου τῶν ἀκαθέκτων παθῶν, πολλῆς δέεται σιωπῆς τῶν χειλέων· ὡς λέγειν καὶ αὐτὴν μετὰ τοῦ Δαβίδ· ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· ἀεὶ δὲ σκυθρωπὴν εἶναι δὴ καὶ στυγνὴν πορεύεσθαι τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἐν τῷ θλίβεσθαι ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἀναμένειν τὴν ἐπιδημίαν τοῦ Παρακλήτου· δι᾽ οὗ ταύτῃ κατανυσσομένη καὶ πλυνομένη τοῖς δάκρυσιν, ἡ ὄντως ἐλευθερία ἐπιβραβεύεται.
Ὁπηνίκα ὁ ἐν ἡσυχίᾳ τὸ μέλι τῶν ἀρετῶν ἐργαζόμενος, ὑπεράνω τῆς ταπεινώσεως γένηται τῆς σαρκὸς ἐξ ἀγώνων φιλοσοφίας, καὶ εἰς τὸ κατὰ φύσιν ἐλθῇ τὰ τῶν δυνάμεων αὐτοῦ τῆς ψυχῆς ἐκ καταβεβλημένου φρονήματος, χωρήση τε τὰς ἀκτῖνας τοῦ πνεύματος, δάκρυσι καθαρθεὶς τὴν καρδίαν, καὶ τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Χριστοῦ τὴν ἀφθαρσίαν ἐνδύσηται, καὶ τὸν Παράκλησιν ἐν τῷ ὑπερώῳ τῆς ἡσυχίας καθεζόμενος μετὰ πυρίνης γλώττης, καὶ αὐτὸς ὑποδέξηται, τηνικαῦτα λαλεῖν ἐν παρρησίᾳ τὰ μεγαλεῖα τοῦ Θεοῦ χρεωστεῖ καὶ ἐν Ἐκκλησίᾳ μεγάλῃ τὴν δικαιοσύνην αὐτοῦ εὐαγγελίζεσθαι, ὡς ἐν μέσῳ τῆς κοιλίας δεξάμενος τὸν νόμον τοῦ Πνεύματος· ἵνα μὴ ὡς ὁ πονηρὸς δοῦλος ἐκεῖνος, ὁ τὸ τάλαντον τοῦ οἰκείου κατακρύψας δεσπότου, εἰς πῦρ βληθήσεται τὸ αἰώνιον· οὕτω γὰρ καὶ Δαβὶδ τὴν ἁμαρτίαν ἀπονιψάμενος διὰ μετανοίας, καὶ τὸ Προφητικὸν πάλιν ἀπολαβὼν χάρισμα, ὡς περ μὴ δυνάμενος τὴν εὐεργεσίαν κρύπτειν, ἔλεγε πρὸς Θεόν· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε σὺ ἔγνως· τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου· τὴν ἀλήθειάν σου, καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.
Νοῦς ἰλύος πάσης ἐκκαθαρθείς, οὐρανὸς κατάστερος ἐν λαμπροῖς καὶ φωτεινοτάτοις νοήμασι γίνεται τῇ ψυχῇ, τὸν ἥλιον τῆς δικαιοσύνης ἔχων λάμποντα ἐν ἑαυτῷ, καὶ φαιδρὰς τὰς ἀκτῖνας τῆς θεολογίας εἰς τὸν κόσμον ἐκπέμποντα· ὁ λόγος δὲ τούτῳ καθαρὸς γενόμενος ἐξ ἀβύσσου σοφίας, ἁπλᾶς καὶ ἀμιγεῖς ἐκεῖθεν ἀνάγει πρὸς αὐτὸν τὰς τῶν πραγμάτων ἰδέας, καὶ τὰς ἀποκαλύψεις τῶν κεκρυμμένων τετρανωμένας, εἰς τὸ εἰδέναι τί τὸ βάθος καὶ ὕψος καὶ πλάτος τῆς γνώσεως τοῦ Θεοῦ· ταύτας δὲ φυσικῶς ἐκεῖνος ἐγκολπωσάμενος, διατρανοῖ τὰ βάθη τοῦ πνεύματος διὰ τοῦ λόγου, πᾶσι τοῖς ἔχουσι πνεῦμα θεῖον ἐν τοῖς ἐγκάτοις, καὶ δημοσιεύει τῶν δαιμόνων τοὺς δούλους, καὶ τὰ μυστήρια διηγεῖται τῆς βασιλείας τῶν οὐρανῶν.
Τὰς μὲν σωματικὰς ὀρέξεις, καὶ τὰ σκιρτήματα τῆς σαρκός, ἵστησιν ἐγκράτεια, καὶ τὰ οἰδήματα τῆς καρδίας καταψύχει τῶν θείων γραφῶν ἡ ἀνάγνωσις καὶ ταπεινοῖ ἡ ἀένναος προσευχὴ καὶ ὡσεὶ ἔλεον καθιλαρύνει αὐτὰς ἡ κατάνυξις.
Οὐδὲν οὕτως ἕτερον ὡς εὐχὴ καθαρά τε καὶ ἄϋλος, συνόμιλον τῷ Θεῷ, τὸν ἄνθρωπον ἀπεργάζεται, καὶ ἑνοῦν εἶδεν αὐτὸν τῷ λόγῳ ἀπερισπάστως μετὰ πνεύματος προσευχόμενον, ἡνίκα καὶ τοῖς δάκρυσιν ἀποσμηχομένην ἔχει τὴν ἰδίαν ψυχήν, τῷ ἡδεῖ τε καταγλυκαινομένην τῆς κατανύξεως, καὶ τὸ φωτὶ καταφωτιζομένην τοῦ πνεύματος.
Καὶ ἡ ποσότης ἐν ταῖς τῶν εὐχῶν ψαλμωδίαις ἀρίστη, ἡνίκα ταύτης καρτερία προηγεῖται, καὶ προσοχή· ἀλλ᾽ ἡ ποιότης ἐστὶ τὸ ζωογονοῦν τὴν ψυχήν, ἢ καὶ πρόξενος τοῦ καρποῦ· ποιότης δὲ ψαλμωδίας καὶ προσευχῆς, τὸ μετὰ τοῦ πνεύματος εὔχεσθαι καὶ τῷ νοί· εὔχεται δέ τις τῷ νοΐ, ὅταν εὐχόμενος καὶ ψάλλων, ἀναθεωρεῖ τὸν νοῦν τὸν ἐγκείμενον ἐν τῇ θείᾳ γραφῇ· καὶ δέχεται ἀναβάσεις ἐκεῖθεν νοημάτων ἐν τῇ καρδίᾳ αὐτοῦ ἐκ θεοπρεπῶν ἐννοιῶν· ὑφ᾽ ὧν ἁρπαζομένη νοερῶς ἡ ψυχὴ εἰς ἀέρα φωτός, ἐλλάμπεται τρανῶς, καὶ καθαίρεται πλέον, καὶ πρὸς οὐρανοὺς ὅλη μετάρσιος γίνεται· καὶ τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν κατοπτεύει τὰ κάλλη· ὧν τῇ ἐπιθυμίᾳ ἐκκαισμένη, τὸν καρπὸν εὐθὺς τῆς εὐχῆς ἐκπέμπει ἀπὸ τῶν ὀφθαλμῶν, καὶ τὸ νάμα τῶν δακρύων πηγάζει, ἐκ τῆς φωτοποιοῦ ἐνεργείας τοῦ πνεύματος· ὧν ἡ γεῦσις τοσοῦτον ἡδεῖα, ὡς καὶ σωματικῆς τροφῆς ἔσθ᾽ ὅτε, τὸν ἐν μεθέξει τούτων γενόμενον ἐπιλανθάνεσθαι· καὶ τοῦτό ἐστιν ὁ καρπὸς τῆς εὐχῆς, ὁ ἐκ τῆς ποιότητος τῆς ψαλμωδίας ἐγγινόμενος ταῖς τῶν εὐχομένων ψυχαῖς.
Οὗ ὁ καρπὸς ἀναθεωρεῖται τοῦ πνεύματος, ἐκεῖ καὶ ποιότης τῆς προσευχῆς· καὶ οὗ ἡ ποιότης, ἐκεῖ ἀρίστη καὶ ἡ ποσότης τῆς ψαλμῳδίας· καρποῦ δὲ μὴ φαινομένου, ἄνικμος καὶ ἡ ποιότης· εἰ δὲ αὕτη ξηρά, περιττὸν ἡ ποσότης· ἥτις, εἰ καὶ σώματος γυμνασίαν φέρει, ἀλλὰ πάντως γε τοῖς πολλοῖς ἀκερδής ἐστι.
Βλέπε τὸν δόλον εὐχόμενος καὶ ἄδων τοὺς ψαλμοὺς τῷ Κυρίῳ· ἢ γὰρ ἄλλα ἀντ᾽ ἄλλων οἱ δαίμονες τὴν αἴσθησιν τῆς ψυχῆς ὑποκλέπτοντες, λέγειν ἡμᾶς ἀπατῶσι, τοὺς στίχους εἰς βλασφημίαν τρέποντες τῶν ψαλμῶν, ὡς εἰπεῖν ἡμᾶς διὰ στόματος ἃ μὴ θέμις· ἢ τὴν ἀρχὴν τῶν ψαλμῶν ἀρξαμένους, ἐπὶ τὸ τέλος ποιοῦσιν ἡμῶν τὸν λόγον, τὰ ἐν μέσῳ διασκεδάζοντες ἀπὸ τοῦ νοός· ἢ ἐπὶ τὸ αὐτὸ τὸν ἕνα στίχον ἀεὶ ἐπανακυκλοῦσι, μὴ συγχωροῦντες διὰ τῆς λήθης τὸ ἐχόμενον εὑρεῖν τοῦ ψαλμοῦ· ἢ ἐν μέσῳ γινομένων ἡμῶν τοῦ ψαλμοῦ, αἴφνης αἴρουσι τοῦ νοὸς τὴν μνήμην ἅπασαν τῶν ἐπισυναφθέντων στίχων ὡς μηδὲ μνημονεύειν ἡμᾶς τίνα ἐπὶ στόματος εἴχομεν τῆς ψαλμωδίας, μηδὲ δυναμένους εὑρεῖν ταῦτα καὶ ἐπαναλαβεῖν ἐπὶ γλώσσης τοῦτο δὲ ποιοῦσιν ὥστε βαλεῖν ἡμᾶς εἰς ὀλιγωρίαν καὶ ἀκηδίαν, καὶ ἵνα καταργήσωσιν ἡμῶν τοὺς καρποὺς τῆς προσευχῆς τὴν τῆς ὥρας βραδύτητα ὑποτιθέμενοι· ἀλλ᾽ ἔνστηθι σὺ δυνατῶς, καὶ τὸν ψαλμὸν σχολαιότερον ἔχου· ὡς ἂν τὴν τῆς εὐχῆς ἀπὸ τῶν στίχων διὰ θεωρίας τρυγήσῃς ὠφέλειαν, καὶ τὸν φωτισμὸν τοῦ ἁγίου Πνεύματος καταπλουτήσης τὸν ἐγγινόμενον ἐν ταῖς τῶν εὐχομένων ψυχαῖς.
Ὁτάν τι τοιοῦτον ἐπισυμβῇ σοι ψάλλοντι συνετῶς, μὴ ὀλιγωρήσας ἀκηδιάσῃς· μηδὲ τὴν τοῦ σώματος ἀνάπαυσιν τῆς ψυχικῆς ὠφελείας σου προτιμήσῃ, τὴν βραδύτητα τῆς ὥρας κατανοῶν· ἀλλὰ ἔνθα σε ἡ αἰχμαλωσία τοῦ νοὸς καταλήψεται, στῆθι· καὶ εἰ πρὸς τὸ τέλος γένηται τοῦ ψαλμοῦ, σὺ πρὸς τὴν ἀρχὴν ἐκθύμως ἀνάδραμε· καὶ δραξάμενος αὐτῆς, αὖθις ἔχου τοῦ ψαλμοῦ καθ᾽ ὁδόν, κἂν πολλάκις ἐν μιᾷ ὥρα ἡ αἰχμαλωσία προσυπαντήσῃ· τοῦτο γὰρ ποιοῦντος σου, μὴ φέροντες τὴν ὑπομονὴν τῆς σῆς καρτερίας οἱ δαίμονες, καὶ τὸν τόνον τῆς προθυμίας σου, αἰσχύνης πληρωθέντες, οἰχήσονται ἀπὸ σοῦ.
Ἀένναον προσευχὴν ἐκείνην εἶναι γίνωσκε ἀσφαλῶς, τὴν μὴ λήγουσαν ἀπὸ τῆς ψυχῆς διὰ πάσης ἡμέρας τε καὶ νυκτός· ἥτις οὐκ ἐν ἐκτάσει χειρῶν, ἢ παραστάσει σώματος καὶ γλώττης ἤχῳ, τοῖς ὁρῶσιν ὁρᾶται· ἀλλ᾽ ἐν νοερᾷ μελέτῃ τῆς τοῦ νοὸς ἐργασίας καὶ τῆς τοῦ Θεοῦ μνήμης δι᾽ ἐπιμόνου κατανύξεως τοῖς νοεῖν εἰδόσι νοεῖται.
Δύναταί τις ἀεὶ προσανέχειν εὐχῇ, ὁπόταν τοὺς ἑαυτοῦ λογισμοὺς ἐπισυνηγμένους ἔχῃ περὶ τὴν ἡγεμονίαν τοῦ νοός, ἐν εἰρήνῃ καὶ εὐλαβείᾳ πολλῇ, τὰ βάθη τοῦ Θεοῦ ἀνορρύττοντας, καὶ ζητοῦντας ἐκεῖθεν γεύσασθαι τὸ γλυκύτατον νάμα τῆς θεωρίας· εἰρήνης δὲ τοιαύτης ἀπούσης, οὐ δύνανται· εἴ τινι γὰρ αἱ ψυχικαὶ δυνάμεις διὰ γνώσεως σπένδονται, τούτῳ καὶ ἡ διηνεκὴς προσευχὴ κατορθώθη.
Ἐὰν ἄδης ἄσμα εὐχῆς τῷ Θεῷ, καὶ ἀδελφὸς παραστῇ τῇ θύρᾳ κρούων τῆς κέλλης σου, μὴ προτιμήσῃς τὸ ἔργον τῆς εὐχῆς τοῦ ἔργου τῆς ἀγάπης, καὶ παρίδῃς κρούοντα τὸν σὸν ἀδελφόν· τοῦτο γὰρ οὐκ ἔστι φίλον Θεῷ· ἔλαιον γὰρ ἀγάπης θέλει, καὶ οὐ θυσίαν προσευχῆς· ἀλλὰ τὸ δῶρον ἀφεὶς τῆς προσευχῆς, δὸς ὁμιλίαν ἀγάπης τῷ ἀδελφῷ, θεραπεύσας αὐτόν· καὶ τότε στραφείς, πρόσφερέ σου τὸ δῶρον τῷ πατρὶ τῶν πνευμάτων μετὰ δακρύων, καὶ συντετριμμένης καρδίας, καὶ πνεῦμα εὐθὲς ἐγκαινισθήσεται τοῖς ἐγκάτοις σου.
Οὐκ ἐν ὡρισμένῳ καιρῷ καὶ τόπῳ, τὸ τῆς εὐχῆς τελεῖται μυστήριον εἰ γὰρ ὁρίζεις τὰ τῆς εὐχῆς ἐν ὥραις καὶ καιροῖς καὶ τόποις, ὁ τούτων ἐκτὸς ἄρα χρόνος, σχολὴν ἐν ἄλλοις ἄγει πράγμασι ματαιότητος· ὅρος γὰρ εὐχῆς τοῦτό ἐστι, τὸ περὶ Θεὸν ἀεικίνητον τοῦ νοός· ἔργον δέ, τὸ περὶ θεῖα πράγματα στρέφεσθαι τὴν ψυχήν· τέλος δέ, τὸ κολληθῆναι Θεῷ τὴν διάνοιαν, καὶ ἓν πνεῦμα μετ᾽ αὐτοῦ χρηματίσαι, κατὰ τὸν ὅρον καὶ λόγον τοῦ Ἀποστόλου.
Εἰ καὶ τοῖς μέλεσι τῆς σαρκὸς ἐνεκρώθης, καὶ τὴν ψυχὴν ἐζωοποιήθης διὰ τοῦ πνεύματος, καὶ ὑπερφυῶν χαρισμάτων ἠξιώθης ἀπὸ Θεοῦ, ἀλλὰ σύγε μὴ ἄνετον ἐάσῃς τὸ λογιζόμενον τῆς ψυχῆς σου· στρέφεσθαι δὲ ἀεὶ τοῦτο ἔθιζε περὶ τὴν μνήμην τῶν ποτέ σοι ἡμαρτημένων, καὶ τῶν ἐν τῷ ἅδῃ ποινῶν, καὶ ὡς κατάδικον νοερῶς ἑαυτὸν κατανόει· οὕτω δὲ στρέφων ἐν τούτοις τὸν νοῦν, καὶ οὕτω κατανοῶν ἑαυτόν, συντετριμμένον φυλάξεις τὸ πνεῦμα, καὶ τὴν πηγὴν βλύζουσαν ἕξεις τῆς κατανύξεως, τὰ τῆς θείας χάριτος ῥεῖθρα· Θεόν τε βλέποντα εἰς σέ, καὶ διδόντα σοι πνεῦμα εἰς ἐπιστηριγμὸν τῆς καρδίας σου.
Νηστεία λελογισμένη, ἀγρυπνίαν μετὰ μελέτης καὶ προσευχῆς λαβοῦσα συνέμπορον, ταχέως τοῖς τῆς ἀπαθείας ὅροις ἐπιβῆναι ποιεῖ τὸν ἐργάτην αὐτῆς, ἡνίκα τοῦτον, καὶ τὴν ψυχὴν δι᾽ ὑπερβολὴν ταπεινώσεως, καταντλουμένην ἔχοντα τοῖς δάκρυσιν ἕξει, καὶ ὑπὸ τῆς ἀγάπης τοῦ Θεοῦ πυρπολούμενον· εἰς τοῦτο δὲ ἐλθόντα, πρὸς τὴν εἰρήνην αὐτὸν τοῦ πνεύματος ἄγει τὴν πάντα νοῦν ἐλεύθερον ὑπερέχουσαν, καὶ διὰ τῆς ἀγάπης ἑνοῖ τῷ Θεῷ.
Οὐχ οὕτω βασιλεὺς ἐπὶ δόξῃ καὶ βασιλείᾳ μέγα φρονεῖν, καὶ εἰς κράτος ἐναμβρυόμενος χαίρει, ὡς Μοναχὸς ἐπὶ ψυχῆς ἀπαθείᾳ καὶ δάκρυσι κατανύξεως· ὁ μὲν γὰρ συμμαραινόμενον ἔχει τῇ βασιλείᾳ τὸ φρόνημα· ὁ δέ, συναπερχομένην ἐκεῖθεν καὶ μένουσαν μετ᾽ εὐφροσύνης τὴν μακαρίαν ἀπάθειαν εἰς ἀπεράντους αἰῶνας· οἷα γὰρ τροχὸς μέσον ἀνθρώπων κυλίεται κατὰ τὴν παροῦσαν, ὁ τοιοῦτος, ζωήν· μικρὰν μὲν τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ προσεγγίζων διὰ τὴν ἀνάγκην τῆς φύσεως, ὅλως δὲ σφαιροειδῶς πρὸς ἀέρα φερόμενος νοητόν, ἀνακυκλουμένην ἐν ἑαυτῷ φέρει τὴν ἀρχὴν πρὸς τὸ τέλος, καὶ τὰ εἴδη τῶν χαρισμάτων ἐγκεκολαμμένα τῷ στεφάνῳ τῆς ταπεινώσεως· ᾧ καὶ πλήθουσά ἐστι τράπεζα, ἡ θεωρία τῶν ὄντων· πόμα δέ, ὁ κρατὴρ τῆς σοφίας· καὶ ἀνάπαυσις, ὁ Θεός.
Ὁ πόνοις ἀρετῶν ἑαυτῶν ἑκουσίως ἐκδούς, καὶ τὸν τῆς ἀσκήσεως δρόμον θερμότερον ἐξανύων, μεγάλων ἀξιοῦται ἀπὸ Θεοῦ δωρεῶν· ἔνθεν τοι καὶ πρὸς τὸ μέσον προκόπτων, εἰς θείας ἀποκαλύψεις καὶ ὀπτασίας ἔρχεται· καὶ τοσοῦτον ὅλος φωτοειδὴς καὶ σοφὸς γίνεται, ὅσῳ καὶ τῶν ἀγώνων αὐτῷ ὁ κάματος ἐπιτείνεται· ὅσον δὲ πρὸς ὕψος ἀνέρχεται θεωρίας, τοσοῦτον καὶ τὸν φθόνον πολὺν τῶν ὀλεθρίων δαιμόνων ἐγείρει κατ᾽ αὐτοῦ· οὐδὲ γὰρ φέρουσιν ὁρᾶν ἄνθρωπον εἰς Ἀγγέλου φύσιν μεταβαλλόμενον· οὖ χάριν καὶ λεληθότως τὸ ὀξὺ τῆς οἰήσεως βέλος, θίγουσι κατ᾽ αὐτοῦ· καὶ εἰ μὲν τὸν δόλον συνεὶς, τῷ ὀχυρώματι προσφύγῃ τῆς ταπεινώσεως, καταγνοὺς ἑαυτοῦ, ἐκφεύγει τὸν τῆς ὑπερηφανίας ὄλεθρον, καὶ εἰς λιμένας εἰσάγεται σωτηρίας· εἰδ᾽ οὖν, ἀλλ᾽ ἐγκαταληφθεὶς ἄνωθεν, πνεύμασιν ἐξαιτοῦσιν ἐκδίδοται, εἰς ἀκούσιον παίδευσιν· ἐπεὶ μὴ τῇ ἑκουσίῳ ἑαυτὸν ἐδοκίμασε· τὰ δέ εἰσι, φιλήδονα καὶ φιλόσαρκα, πονηρὰ καὶ θυμώδη· ἃ καὶ ταπεινοῦσιν αὐτὸν ταῖς ἐπιφοραῖς δριμέως, ἕως οὗ ἐπιγνῷ τὴν οἰκείαν ἀσθένειαν, καὶ θρηνήσας, ἀποθήσῃ τὴν βάσανον· καὶ εἴπῃ μετὰ τοῦ Δαβὶδ καὶ αὐτός· ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
Ὁ Θεὸς οὐ βούλεται ἡμᾶς εἶναι τοῖς πάθεσιν ἀεὶ ταπεινούς, καὶ ὑπ᾽ αὐτῶν διωκομένους ὡς λαγῳοὺς γενέσθαι καὶ τιθέναι πέτραν καταφυγήν, μόνον αὐτόν· ἐπεὶ οὐκ ἂν εἶπεν, ἐγὼ εἶπα Θεοὶ ἐστέ, καὶ υἱοὶ ὑψίστου πάντες· ἀλλὰ καὶ ὡς ἐλάφους ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τῶν αὐτοῦ ἐντολῶν ἀνατρέχειν, καὶ διψητικωτάτους γίνεσθαι τῶν ζωοποιῶν ναμάτων τοῦ πνεύματος· ἵνα καθάπερ ἐκεῖναι φύσει τοὺς ὄφεις ἐσθίουσαι τῇ ἐκ τοῦ πολλοῦ δρόμου θερμότητι τὴν ἰοβόλον φύσιν τῶν ὄφεων εἰς μόσχον παραδόξως, ὥς φασι, μεταποιοῦσι, μηδὲν ἐκεῖθεν βλαπτόμενοι· οὕτω καὶ ἡμεῖς πάντα λογισμὸν ἐμπαθείας ἐν γαστρὶ διανοίας δεχόμενοι, τῷ ἐμπύρῳ δρόμῳ τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ τῇ δυνάμει τοῦ πνεύματος μεταποιῶμεν δι᾽ αἰχμαλωσίας εἰς εὐώδη καὶ σωτηριώδη πρᾶξιν τῆς ἀρετῆς· ὡς ἂν πᾶν νόημα αἰχμαλωτίζειν φαινόμεθα, διὰ πράξεως, εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ὁ γὰρ ἄνω κόσμος, οὐ διὰ χοϊκῶν καὶ ἀτελῶν ἀνδρῶν, ἀλλὰ διὰ πνευματικῶν καὶ τελείων, καὶ εἰς ἄνδρα τέλειον ἀναδεδραμηκότων τοῦ πληρώματος τοῦ Χριστοῦ, πληρωθῆναι δεῖται.
Ὁ ἀεὶ περὶ τὸ αὐτὸ στρεφόμενος, καὶ μὴ πορρωτέρω κινηθῆναι βουλόμενος, ἡμιόνῳ τῷ περὶ τὴν μηχανὴν ἐπὶ τὸ αὐτὸ κινουμένῳ ἔοικεν· ὁ γὰρ ἀεὶ μαχόμενος τῇ σαρκί, καὶ περὶ τὴν γυμνασίαν τοῦ σώματος ἐνασχολούμενος μόνην, διὰ πάσης κακοπαθείας, ἔλαθεν ἑαυτὸν τὰ μέγιστα ζημιούμενος, ὡς μὴ καταλαβὼν τοῦ θείου βουλήματος τὸν σκοπόν· ἡ γὰρ σωματικὴ γυμνασία, κατὰ τὸν Παῦλον, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἕως οὗ τό χοῖκόν φρόνημα καταποθῇ τῆς σαρκὸς τοῖς τῆς μετανοίας ῥεύμασι, καὶ ἡ ζωοποιὸς τοῦ πνεύματος νέκρωσις, τῷ σώματι ἐπιγένηται, καὶ ὁ νόμος τοῦ πνεύματος βασιλεύσῃ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν· ἡ δὲ εὐσέβεια τῆς ψυχῆς, ἡ διὰ τῆς τῶν ὄντων γνώσεως καὶ τῶν ἀθανάτων φυτῶν, τῶν θείων ἐννοιῶν λέγω, θεωρουμένη ὡς ξύλον ζωῆς ἐν τῇ νοερᾷ τοῦ νοὸς ἐργασίᾳ, πανταχοῦ, καὶ ἐν πᾶσιν ὠφέλιμος ἐστιν, ὡς καθαρότητα καρδίας ἐργαζομένη· ὡς εἰρηνοποιοῦσα ἐν ταῖς δυνάμεσιν αὐτῆς, νοός φωτισμόν ἁγνείαν σώματος, σωφροσύνην, περιεκτικὴν ἐγκράτειαν, ταπεινοφροσύνην, κατάνυξιν, ἀγάπην, ἁγιασμόν, γνῶσιν οὐράνιον, σοφίαν λόγου, καὶ θεωρίαν Θεοῦ· ὃς τοίνυν ἐκ πολλῆς γυμνασίας ἀνέδραμεν εἰς τὴν τοιαύτην τελειότητα τῆς εὐσεβείας, τὴν ἐρυθρὰν τῶν παθῶν διαπεράσας θάλασσαν, εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσῆλθε· ἐξ ἧς ῥέει τὸ γάλα καὶ τὸ μέλι τῆς τοῦ Θεοῦ γνώσεως, ἡ ἀδαπάνητος τῶν ἁγίων τρυφή.
Ὁ μὲν μὴ προαιρούμενος ἀπὸ τῶν μερικῶν, καὶ πρὸς ὀλίγον τὸ ὠφέλιμον ἐχόντων ἀναστῆναι, καὶ ἐπὶ τὰ καθόλου ἐπ᾽ ὠφελῆ ἀνελθεῖν, ἔτι τὸν πιτυρίαν ἄρτον ἐσθίει, ἐν ἱδρῶτι τοῦ προσώπου αὐτοῦ, κατὰ τὴν ἄνωθεν ἀπόφασιν τοῦ Θεοῦ· διὸ καὶ ἀνόρεκτον ἐπιφέρεται τὴν ψυχὴν τοῦ νοητοῦ μάννα καὶ αὐτοῦ τοῦ ἐκρεύσαντος μέλιτος ἀπὸ τῆς ῥαγείσης πέτρας τῷ Ἰσραήλ· ὁ δὲ ἀκηκοώς, ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, καὶ ἀπὸ τῆς τοῦ διδασκάλου φωνῆς ἐγερθεὶς τῆς ἐπιπόνου ἐργασίας· καὶ ἐσθίειν τὸν ἄρτον τῆς ὀδύνης ἀφείς, τὴν αἴσθησιν ἀπεσείσατο, καὶ τῆς τοῦ Θεοῦ σοφίας τοῦ κρατῆρος ἐγεύσατο, οὗτος ἔγνω, ὅτι Χριστὸς ὁ Κύριος, ὡς πεπληρωκὼς μὲν τὸν νόμον τῶν ἐντολῶν ἐν τῇ διακονίᾳ τοῦ λόγου, ἀνελθὼν δὲ εἰς τὸ ὑπερῶον καὶ τὴν ἐπιδημίαν περιμένων τοῦ Παρακλήτου.
Κατὰ τὰς τάξεις καὶ τοὺς βαθμοὺς τῆς ἐμφιλοσόφου ζωῆς, δεῖ πάντως ἡμᾶς ὁδεύειν ἐπὶ τὰ πρόσω, καὶ πρὸς τὸ ὑπερκείμενον, σπουδαίως ἀνέρχεσθαι, ὡς ἀεικινήτους ὄντας περὶ Θεόν, καὶ στάσιν μὴ εἰδότας ποτὲ τοῦ καλοῦ· ἔνθεν τοι καὶ ἀπὸ μὲν τῆς ἐμπράκτου ἀσκήσεως, ἐπὶ τὴν φυσικὴν θεωρίαν τῆς κτίσεως· ἀπὸ δὲ ταύτης, ἐπὶ τὴν μυστικὴν τοῦ λόγου θεολογίαν ἀνέρχεσθαι χρή, καὶ καταπαύειν ἐν αὐτῇ ἀπὸ πάντων τῶν ἔργων τῆς σωματικῆς γυμνασίας, ὡς ὑπεράνω γεγονότας τῆς τοῦ σώματος ταπεινώσεως, καὶ τῆς ἀληθινῆς διακρίσεως τὴν γνῶσιν εἰληφότας τὴν εὐδιάκριτον· εἰ δὲ οὔπω ταύτης τῆς διακρίσεως ἐλάβομεν τὴν γνῶσιν, οὐδὲ οὕτως ὁδεύειν ἐπὶ τὰ πρόσω, καὶ πρὸς τὸ τελειότερον οἴδαμεν ἐπιτείνεσθαι, χείρους ἔτι τῶν κατὰ κόσμον ἐσμέν, οἱ ὅρον οὐκ οἴδασι προκοπῆς τῆς ἐχούσης ἀξίας, οὐδὲ στάσιν τῆς ἀναβάσεως, ἕως πρὸς τὸ ὑπερκείμενον τῶν ἄλλων ἀξιωμάτων ἀνέλθωσι, καὶ περὶ τούτου ἔφεσιν ἐν αὐτῷ καταπαύσωσιν.
Ἡ εὐτόνως ἐν θερμότητι καθαιρομένη ψυχὴ διὰ πόνων ἀσκήσεως, αὐγάζεται ὑπὸ τοῦ θείου φωτός, καὶ ὁρᾶν κατὰ μικρὸν ἄρχεται φυσικῶς τὸ δοθὲν αὐτῇ κάλλος ἀρχῆθεν ἀπὸ Θεοῦ· καὶ πλατύνεσθαι εἰς τὴν ἀγάπην τοῦ πεποιηκότος αὐτήν· καθόσον δὲ τρανοῦνται αὐτῇ ἐκ καθάρσεως αἱ ἀκτῖνες τοῦ ἡλίου τῆς δικαιοσύνης, καὶ τὸ φυσικὸν κάλλος ἀπογυμνοῦται αὐτῇ, καὶ γνωρίζεται κατὰ τοσοῦτον τοὺς πόνους τῆς γυμνασίας καὶ αὐτὴ πληθύνει, εἰς πλείονα κάθαρσιν ἑαυτῆς· ἵνα καθαρῶς, ἧς ἠξιώθη δωρεᾶς, καταμάθῃ τὴν δόξαν, καὶ τὴν παλαιὰν εὐγένειαν ἀναλάβηται· καὶ τὴν εἰκόνα καθαρὰν καὶ ἀμιγῆ τῆς ὕλης ἀνασώσῃ τῷ πλάσαντι· καὶ οὐδαμῶς τῆς προσθήκης τῶν πόνων ἐνδίδωσιν, ἕως οὗ ῥύπου παντὸς καὶ μολυσμοῦ ἑαυτὴν ἐκκαθάρῃ καὶ ἀξίαν εἰς θεωρίαν καὶ ὁμιλίαν Θεοῦ ἀπεργάσηται.
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου ὁ ὑπὸ τῆς ἀχλύος ἔτι τοῦ γεώδους φρονήματος καλυπτόμενος βοᾷ πρὸς Θεόν· ἡ γὰρ τοῦ χοϊκοῦ νοὸς ἄγνοια, ἀχλὺς οὖσα καὶ ζόφος βαθύς, τὰς ὁράσεις τῆς ψυχῆς ἐπικαλύπτουσα, σκοτεινὴν αὐτὴν καὶ ζοφώδη περὶ τὸ νοεῖν τὰ θεῖα τε καὶ ἀνθρώπινα ἀπεργάζεται, μὴ δυναμένην πρὸς τὰς αὐγὰς τοῦ θείου φωτὸς ἀτενίζειν ἢ ἐν ἀπολαύσει γίνεσθαι τῶν ἀγαθῶν ἐκείνων, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα δὲ ἀποκαλυπτομένη διὰ μετανοίας τοὺς ὀφθαλμούς, ὁρᾷ καθαρῶς, ἀκούει ἐν γνώσει καὶ νοεῖ συνετῶς· οὐ μὴν ἀλλὰ καὶ ἀναβάσεις περὶ τούτων διατίθεται νοημάτων ἐν τῇ καρδίᾳ αὐτῆς, ἔνθέν τοι καὶ ἀπογευσαμένη τοῦ ἡδέος αὐτῶν τρανοῦται τὴν γνῶσιν· καὶ διὰ λόγου σοφίας Θεοῦ διηγεῖται πᾶσι τὰ θαυμάσια τοῦ Θεοῦ ἀγαθά, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, καὶ πάντας εἰς τὴν μετουσίαν τῶν τοιούτων προτρέπεται διὰ πολλῶν ἀγώνων καὶ δακρύων ἐλθεῖν.
Ἑπτὰ τῶν χαρισμάτων ὄντων τοῦ πνεύματος, ἄνωθεν ὁ λόγος ἀρχόμενος, ἀπὸ τῆς σοφίας ἀπαριθμεῖται αὐτά, καὶ καταβιβάζει τὸ τέλος, εἰς τὸν θεῖον φόβον τοῦ πνεύματος· πνεῦμα λέγων σοφίας, πνεῦμα συνέσεως πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα γνώσεως, πνεῦμα εὐσεβείας, πνεῦμα φόβου Θεοῦ· ἡμᾶς δὲ δεῖ ἀπὸ τοῦ φόβου τοῦ καθαίροντος ἄρχεσθαι, ὅς ἐστι τῶν κολάσεων· ἵνα διὰ τούτου καλῶς πρότερον τὴν ἀποχὴν τοῦ κακοῦ ποιήσαντες, καὶ διὰ μετανοίας προκαταρθέντες τῶν σπίλων τῆς ἁμαρτίας, ἐπὶ τὸν φόβον τοῦ πνεύματος τὸν ἁγνὸν καταντήσωμεν τοῦτον, καθ᾽ ὁδὸν ἐρχόμενοι πρὸς αὐτόν, καὶ καταπαύοντες ἐν αὐτῷ πᾶσαν ἐργασίαν τῆς ἀρετῆς.
Ὁ ἀπὸ τοῦ φόβου τῆς κρίσεως ἐναρξάμενος, καὶ εἰς καθαρότητα καρδίας διὰ δακρύων προκόπτων τῆς μετανοίας, πληροῦται πρῶτον σοφίας, ἐπειδὴ καὶ ἀρχὴ ταύτης ὁ φόβος, κατὰ τὸ εἰρημένον ἐστίν· εἶτα συνέσεως καὶ μεθ᾽ ἅμα βουλῆς, δι᾽ ἧς ἑαυτῷ τὰ λυσιτελῆ βουλεύεσθαι κατασπάζεται εἰς τοῦτο δὲ προκόψας διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, εἰς γνῶσιν τῶν ὄντων ἀνέρχεται, καὶ λαμβάνει θείων καὶ ἀνθρωπίνων πραγμάτων ἀκριβεστάτην τὴν εἴδησιν, ἐντεῦθεν δὲ ὅλος εὐσεβείας γενόμενος ἐνδιαίτημα, εἰς τὴν τῆς ἀγάπης ἀκρόπολιν ἀνελθὼν τελειοῦται· καὶ εὐθὺς ὁ ἁγνὸς τοῦ πνεύματος φόβος λαμβάνει αὐτὸν εἰς τὸ φυλάττειν τὸν ἐναποτιθέντα θησαυρὸν ἐν αὐτῷ τῆς βασιλείας τῶν οὐρανῶν· οὗτος ὁ φόβος λίαν σωτήριος ὢν, τὸν εἰς τὴν περιωπὴν τῆς ἀγάπης ἀνυψωθέντα, σύντρομον ποιεῖ καὶ ἐναγώνιον· φόβῳ τοῦ μὴ ἐκπεσεῖν τοῦ τοιούτου ὕψους τῆς ἀγάπης Θεοῦ, καὶ πάλιν εἰς τὸν φόβον ἀπορριφθῆναι τὸν φρικτὸν τῆς κολάσεως.
Ἄλλως τοῖς εἰσαγωγικοῖς εἰς τὸν τῆς εὐσεβείας βίον τῶν γραφῶν ἡ ἀνάγνωσις γίνεται, καὶ ἄλλως τοῖς ἐπὶ τὸ μέσον προκόψασι, καὶ ἑτέρως τοῖς ἐπὶ τὸ τέλειον ἀνατρέχουσι· τοῖς μὲν γάρ, ἄρτος γίνεται τραπέζης Θεοῦ, στηρίζων τὰς καρδίας αὐτῶν εἰς τοὺς ἱεροὺς ἀγῶνας τῆς ἀρετῆς· ὃς καὶ δύναμιν ἰσχύος παρέχει αὐτοῖς εἰς τὴν συμπλοκὴν τῶν ἐνεργούντων τὰ πάθη πνευμάτων, καὶ μαχητὰς ἀνδρείους κατὰ τῶν δαιμόνων τούτους ἀποτελεῖ, ὡς λέγειν αὐτούς· ἡτοίμασας ἐνώπιον μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· τοῖς δέ, οἶνος ποτηρίου θείου, εὐφραίνων τὰς καρδίας αὐτῶν, καὶ ἐξιστῶν αὐτοὺς τῇ δυνάμει τῶν ἐννοιῶν, καὶ τὸν νοῦν ἐπαίρων αὐτῶν ἀπὸ τοῦ ἀποκτείνοντος γράμματος, καὶ πρὸς τὰ βάθη τοῦ πνεύματος ἐρευνητικῶς ἐμβιβάζων, καὶ ὅλον γεννητικόν τε, καὶ ἐφευρετικὸν νοημάτων ἀπεργαζόμενος, ὡς καὶ αὐτοὺς οἰκείως λέγειν· καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον· τοῖς δέ, ἔλαιον θείου πνεύματος, λιπαῖνον αὐτῶν τὴν ψυχήν, καὶ καταπραΰνον, καὶ ταπεινοῦν αὐτὴν τῇ ὑπερβολῇ τῶν θείων ἐλλάμψεων, καὶ ὅλην ὑπεράνω ποιοῦν τῆς τοῦ σώματος ταπεινώσεως· ὡς καὶ αὐτὴν καυχωμένην βοᾶν· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ἔλεός σου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καταδιώξει με.
Ἔως ἂν ἐμπόνως διὰ τῆς ἐμπράκτου φιλοσοφίας ἐν ἱδρῶτι τοῦ προσώπου κατευθυνώμεθα πρὸς Θεόν, τὰ πάθη τῆς σαρκὸς ἐκμειοῦντες, τὸν ἐπιούσιον ἄρτον τὸν ἀπὸ τῆς γεωργίας τῶν ἀρετῶν γεωργούμενον, καὶ τὰς καρδίας τῶν ἀνθρώπων στηρίζοντα στρέφεται, ὁ Κύριος μεθ᾽ ἡμῶν ἐν τῇ τραπέζῃ τῶν χαρισμάτων αὐτοῦ· ὅταν δὲ διὰ τῆς ἀπαθείας ἁγιασθῇ παρ᾽ ἡμῖν τὸ ὄνομα αὐτοῦ, καὶ αὐτὸς βασιλεύσῃ, ἐν πάσαις ἡμῶν δυνάμεσι τῆς ψυχῆς, καθυποτάξας καὶ εἰρηνεύσας τὰ διεστῶτα φημὶ δὴ τὸ χεῖρον τῷ κρείττονι λογισμῷ, καὶ τὸ θέλημα αὐτοῦ γένηται ὡς ἐν οὐρανῷ καὶ ἐπὶ ἡμῶν, τότε πόμα καινὸν ὑπὲρ λόγον τῆς σοφίας τοῦ λόγου, κιρνώμενον ἐν κατανύξει καὶ γνώσει μυστηρίων μεγάλων, πίνει μεθ᾽ ἡμῶν ἐν τῇ αὐτῇ αὐτοῦ βασιλείᾳ, τῇ εἰς ἡμᾶς γινομένῃ· ἐν μετουσίᾳ δὲ τοῦ Πνεύματος γινομένοις ἡμῖν τοῦ Ἁγίου, καὶ τὴν καλὴν ἀλλοιουμένοις ἡμῖν ἀλλοίωσιν, ἐν τῇ ἀνακαινίσει τοῦ νοὸς ἡμῶν, τότε Θεὸς ὢν, θεοῖς συνέσεται ἡμῖν, ὡς ἀπαθανατίζων τὸ πρόσλημμα.
Ὅταν τὸ ἄσχετον ὕδωρ τῶν ἐμπαθῶν τοῦ νοὸς λογισμῶν, διὰ τῆς ἐπιδημίας κατασχεθῇ τοῦ Ἁγίου Πνεύματος, καὶ ἡ ἁλμυρὰ τῶν ἀπρεπῶν ἐννοιῶν τε καὶ ἐνθυμήσεων ἄβυσσος, δι᾽ ἐγκρατείας καὶ μελέτης θανάτου χαλινωθῇ, τότε φυσᾷ τὸ θεῖον πνεῦμα τῆς μετανοίας, καὶ κατέρχονται τὰ τῆς κατανύξεως ὕδατα, ἅτινα ὁ Θεὸς καὶ δεσπότης ἐν τῷ τῆς μετανοίας βάλλων νιπτῆρι, τοὺς νοητοὺς ἡμῶν ἀποκαθαίρει πόδας, καὶ πατεῖν ἀξίους αὐτοὺς ποιεῖ τὴν αὐλὴν τῆς βασιλείας αὐτοῦ.
Ὁ τοῦ Θεοῦ λόγος γεγονὼς σάρξ, καὶ τὴν ἡμετέραν φύσιν ἐν ἑαυτῷ ὑποστήσας, καὶ ἄνθρωπος τέλειος χρηματίσας, χωρὶς ἁμαρτίας, ὡς Θεὸς τέλειος ταύτην ἀναπλάσας, ἐθέωσε· λόγος δὲ ὢν τοῦ πρώτου νοὸς καὶ Θεοῦ, τῷ ταύτης ἡνώθη λογιστικῷ· καὶ τοῦτο τὰ θεῖα φρονεῖν καὶ λογίζεσθαι, εἰς ὕψος ἐπτέρωσεν· ἀλλὰ καὶ τὸ πῦρ ὑπάρχων, πυρὶ τῷ οὐσιώδει καὶ θείῳ, τῷ ταύτης θυμικὸν κατὰ τῶν ἀντιπάλων παθῶν καὶ δαιμόνων ὀξέως ἑστόμωσεν· ἔφεσις δὲ ὢν πάσης λογικῆς φύσεως, καὶ κατάπαυσις ἐπιθυμίας, τὸ ἐπιθυμητικὸν αὐτῆς, εἰς τὴν μετουσίαν τῶν ἀγαθῶν ἐκείνων τῆς αἰωνίου ζωῆς μετὰ ἐνδιαθέτου ἀγάπης ἐπλάτυνε· καὶ οὕτως ὅλον τὸν ἄνθρωπον ἐν ἑαυτῷ ἀνακαινίσας, νέον ἐκ παλαιοῦ ἀπειργάσατο· μηδένα κατηγορίας λόγον κατὰ τοῦ δημιουργοῦ λόγου ἐν τῇ ἀναπλάσει ἐπιφερόμενον.
Ἱερουργήσας ὁ λόγος ἐν ἑαυτῷ τὴν ἡμετέραν ἀνάπλασιν, αὐτὸς, ὑπὲρ ἡμῶν, ἑαυτόν, διὰ σταυροῦ καὶ θανάτου ἔθυσε, καὶ θύεσθαι ἀεὶ δίδωσι τὸ ἄχραντον αὐτοῦ σῶμα, καὶ εἰς ψυχοτρόφον πανδαισίαν τίθησιν αὐτὸ καθ᾽ ἑκάστην ἡμῖν· ὡς ἂν τοῦτο τρώγοντες, καὶ πίνοντες αὐτοῦ τὸ τίμιον αἶμα, ἐν αἰσθήσει ψυχῆς γενώμεθα τῇ μεθέξει κρείττονες ἢ ὅπερ ἐσμέν· ἀνακιρνώμενοι τούτοις, καὶ μεταποιούμενοι ἐπὶ τὸ μᾶλλον ἀπὸ τοῦ ἥττονος, καὶ ἑνοποιούμενοι τῷ διττῷ λόγῳ διττῶς· σώματι, καὶ ψυχῇ λογικῇ, ὡς σεσωματωμένῳ Θεῷ καὶ ἡμῖν κατὰ τὴν σάρκα ὁμοουσίῳ· ὥς τε μὴ ἑαυτῶν εἶναι, ἀλλὰ τοῦ ἑνοποιήσαντος ἡμᾶς ἑαυτῷ διὰ τῆς ἀθανάτου τραπέζης· καὶ τοῦτο ποιήσαντος εἶναι θέσει, ὅπερ αὐτὸς κατὰ φύσιν ἐστίν.
Εἰμὲν οὖν δεδοκιμασμένοι ἐν τοῖς πόνοις τῶν ἀρετῶν, καὶ προκεκαθαρμένοι τοῖς δάκρυσι, προσερχόμενοι τρώγομεν, ἐκ τοῦ ἄρτου τούτου καὶ ἐκ τούτου τοῦ ποτηρίου πίνομεν, ταῖς δυσὶ φυσικαῖς δυνάμεσιν, ὁ διττὸς λόγος ἐν πραότητι ἡμῶν ἀνακιρνᾶται ὅλος μεταποιῶν ἡμᾶς αὐτοὺς ἑαυτῷ, ὡς σεσαρκωμένος, καὶ ἡμῖν, κατὰ τὸ ἀνθρώπινον, ὁμοούσιος· καὶ ὅλους θεοποιῶν τῷ λόγῳ τῆς γνώσεως, καὶ ἑαυτῷ ἡμᾶς, οἴα δὴ συμμόρφους, καὶ ἀδελφοὺς οἰκειούμενος ὡς Θεός, καὶ τῷ Πατρὶ ὁμοούσιος· εἰ δὲ πεφυρμένοι τῇ ὕλη τῶν παθῶν, καὶ ἐσπιλωμένοι τῷ ῥύπῳ τῆς ἁμαρτίας, τῷ φυσικῷ πυρὶ τῷ ἀναλωτικῷ τῆς κακίας προσπελάζων ἡμῖν, ἐμπιμπρᾷ καὶ καταφλέγει ὅλους ἡμᾶς, καὶ τὰ τῆς ζωῆς ὑποτέμνει ἡμῶν, οὐ θελήματι τῆς αὐτοῦ ἀγαθότητος, ἀλλὰ τῇ καταφρονήσει τῆς ἀναισθησίας ἡμῶν βιαζόμενος.
Πᾶσι τοῖς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τὴν ὁδὸν ἀρξαμένοις ὁδεύειν τῶν ἐντολῶν τοῦ Χριστοῦ, ὁ Κύριος ἀοράτως ἐγγίζων, ἀτελὲς ἔχουσιν ἔτι τὸ φρόνημα, καὶ διστάζουσαν τὴν ψυχὴν περὶ τοῦ λόγου τῆς ἀρετῆς, συμπορεύεται· ὧν ἄρα δικαίως καὶ οἱ ὀφθαλμοὶ τῆς ψυχῆς κρατοῦνται, τόγε νῦν ἔχον, τοῦ μὴ ἐπιγνῶναι τὴν ἰδίαν προκοπὴν ἐν τῷ συμπορεύεσθαι αὐτοῖς τὸν Κύριον, καὶ συνεργεῖν μὲν εἰς ἀπαλλαγὴν τῶν παθῶν, ὀρέγειν δὲ χεῖρα βοηθείας, εἰς κατόρθωσιν πάσης ἀρετῆς, ποιουμένων δὲ προκοπὴν εἰς τοὺς ἀγῶνας τῆς εὐσεβείας, καὶ πρὸς τὴν ἀπάθειαν διὰ ταπεινώσεως ἐρχομένων αὐτῶν, οὐ βούλεται ὁ λόγος μέχρι τούτου στῆναι αὐτοὺς κεκμηκότας τοῖς πόνοις τῶν ἀρετῶν· ἀλλὰ πορρωτέρω πορεύεσθαι καὶ πρὸς θεωρίαν ἀνάγεσθαι· ὅθεν καὶ ψωμίσας αὐτοὺς ἐν μέτρῳ, τὸν ἄρτον ἐφ᾽ ἱκανὸν τῶν δακρύων, διὰ φωτὸς κατανύξεως ἐπευλογεῖ, καὶ τὸν νοῦν αὐτῶν διανοίγει εἰς τὸ συνιέναι τὸ βάθος τῶν θείων γραφῶν, κἀκεῖθεν τὰς φύσεις καὶ τοὺς λόγους κατοπτεῦσαι τῶν ὄντων, καὶ συστέλλει εὐθὺς ἀπ᾽ αὐτῶν ἑαυτόν, εἰς τὸ διαναστῆναι αὐτοὺς καὶ σπουδαιότερον ζητῆσαι μαθεῖν, τίς ἡ τῶν ὄντων γνῶσις, καὶ τίς ἡ ἐκ ταύτης ἀνύψωσις, οἱ καὶ σπουδαίως ζητήσαντες, ἐπὶ τὴν ὑψηλοτέραν ἀνέρχονται τοῦ λόγου διακονίαν, καὶ κηρύσσουσι πᾶσι τὴν ἐκ πράξεως καὶ θεωρίας τοῦ λόγου ἀνάστασιν.
Εἰκότως ὁ λόγος τὴν βραδύτητα προσονειδίζει τοῖς ἐγχρονίζουσιν εἰς τοὺς πόνους τῆς πρακτικῆς γυμνασίας καὶ μὴ βουλομένοις μεταπεσεῖν ἐκεῖθεν, καὶ πρὸς τὴν ὑψηλοτέραν ἀνελθεῖν τῆς θεωρίας ἐπίβασιν, λέγων αὐτοῖς· ὦ ἀνόητοι, καὶ βραδεῖς τῇ καρδίᾳ; τοῦ πιστεύειν ἐπὶ τὸν δυνάμενον ἀποκαλύψαι λόγον τῆς φυσικῆς θεωρίας τοῖς κατὰ πνεῦμα περιπατοῦσι τὰ βάθη τοῦ πνεύματος· τὸ γὰρ μὴ βούλεσθαι ἀπὸ τῶν εἰσαγωγικωτέρων ἀγώνων ἐπὶ τοὺς τελειωτέρους μεταβαίνειν, καὶ ἀπὸ τοῦ ῥητοῦ σώματος τῆς θείας γραφῆς, ἐπὶ τὸν νοῦν καὶ τὴν διάνοιαν τοῦ λόγου χωρεῖν, δεῖγμα ψυχῆς ῥαθύμου, καὶ ἀγεύστου τῆς πνευματικῆς ὠφελείας, καὶ φρονούσης δεινῶς τῇ ἑαυτῆς προκοπῇ· ᾗ τινι οὐ μόνον ῥηθήσεται, ὡς ἐσβεσμένην τὴν ἰδίαν φερούσῃ λαμπάδα, ὕπαγε ἀγόρασον ἔλαιον ἀπὸ τῶν πωλούντων, ἀλλὰ πρὸς τὸ κλεισθῆναι αὐτῇ τὸν νυμφῶνα καὶ ὕπαγε, οὐκ οἶδά σε ποθεν εἶ.
Ὅταν ὁ τοῦ Θεοῦ λόγος ἐν τῇ καταπεσούσῃ ψυχῇ, ὡς ἐν πόλει παραγένηται Βηθανίᾳ, τὸν ὑπὸ τῆς ἀμαρτίας τεθνεῶτα νοῦν αὐτῆς, καὶ τεθαμμένον ὑπὸ τὴν φθορὰν τῶν παθῶν ἐξαναστήσων, τότε ἡ φρόνησις καὶ ἡ δικαιοσύνη τῇ λύπῃ βεβαπτισμέναι τῆς νεκρώσεως τοῦ νοὸς οἷα δὴ θρηνοῦσαι προσυπαντῶσιν αὐτῷ καὶ φασίν· εἰ ἦς ὧδε, παρ᾽ ἡμῖν, τηρούμενός τε καὶ φυλαττόμενος, οὐκ ἂν ὁ ἀδελφὸς ἡμῶν νοῦς ἐτεθνήκει ὑπὸ τῆς ἁμαρτίας· ἔνθεν τοι ἡ μὲν δικαιοσύνη θρέψαι τὸν λόγον διὰ πολλῆς μερίμνης καὶ ἐργασίας σπεύδει τῶν ἀρετῶν, καὶ τράπεζαν αὐτῷ ποικίλην καὶ πολυειδῆ κακοπαθείας τιθέναι φιλοτιμεῖται· ἡ φρόνησις δὲ τῶν ἄλλων πασῶν ἀλογήσασα φροντίδων, καὶ τῆς ἐπιπόνου κακοπαθείας, ἐπὶ τὴν νοερὰν ἐργασίαν, καὶ τὰς νοερὰς κινήσεις τοῦ λόγου, καὶ τὴν τῶν νοημάτων τῆς αὐτοῦ θεωρίας ἀκρόασιν παρακαθέζεσθαι κέκρικε· διὸ καὶ τὴν μὲν, ἀποδέχεται καλῶς ἀγωνιζομένην ὁ λόγος, θρέψαι αὐτὸν τῇ τραπέζῃ φιλοτίμως τῆς πολυειδοῦς καὶ ἐμπράκτου φιλοσοφίας· ἀλλὰ περὶ πολλὰ μεριμνῶσαν εἴδη κακοπαθείας, καὶ πρὸς τὸ ἐν ὀλίγοις ὠφέλιμον ἀπασχολουμένην ἀεὶ ἐπιμέμφεται· ἑνὸς ὄντος τοῦ ζητουμένου εἰς χρείαν καὶ θεραπείαν τοῦ λόγου, τοῦ τῷ κρείττονι λογισμῷ καθυποτάξαι τὸ χεῖρον· καὶ τὸ χοϊκὸν φρόνημα τῆς ψυχῆς μεταβαλεῖν εἰς πνευματικόν, τοῖς ἱδρῶσι τῆς ἀρετῆς· τὴν δέ, καὶ προσεπαινεῖ, καὶ φυσικῶς οἰκειοῦται ὡς ἐκλεξαμένην τὴν ἀγαθὴν μερίδα τῆς τοῦ πνεύματος γνώσεως· δι᾽ ἧς τῶν ἀνθρωπίνων ὑπεριπταμένη πραγμάτων, ἐπὶ τὰ θεῖα βάθη χωρεῖ τοῦ Θεοῦ· καὶ τὸν μαργαρίτην ἐκεῖθεν τοῦ λόγου καλῶς ἐμπορεύεται, καὶ τοὺς ἀποκρύφους θησαυροὺς κατοπτεύει τοῦ πνεύματος, καὶ ἡ ἄφραστος αὐτῇ χαρὰ ἐπιγίνεται, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς.
Ὁ νοῦς ὁ νεκρωθεὶς ὑπὸ τῶν παθῶν, καὶ τῇ ἐπιδημίᾳ ζωοποιηθεὶς τοῦ λόγου τοῦ Θεοῦ τὸν τῆς πωρώσεως λίθον ἀποσεισάμενος, λύεται τῶν σειρῶν τῆς ἁμαρτίας, καὶ τῶν φθοροποιῶν λογισμῶν, παρὰ τῶν ὑπηρετῶν τοῦ λόγου· τοῦ φόβου φημὶ τῆς κολάσεως, καὶ τῶν πόνων τῆς ἀρετῆς, καὶ τοῦ φωτὸς τῆς μελλούσης ἀπολαύσας ζωῆς, ἀπολύεται εἰς ἀπάθειαν· κἀκεῖθεν ἐπὶ τὸν θρόνον κεκαθηκὼς τῶν αἰσθήσεων, καὶ ἱερουργήσας καθαρῶς τὸ τῆς ἐποπτείας μυστήριον, συνδιαιτᾶται τῷ λόγῳ· καὶ συναπελθὼν αὐτῷ εἰς οὐρανοὺς ἀπὸ γῆς, συμβασιλεύει Χριστῷ ἐν τῇ τοῦ Πατρὸς καὶ Θεοῦ βασιλείᾳ, καταπαύσας τὰς ἐφέσεις πάσας αὐτοῦ.
Ἡ μετὰ τὴν λύσιν τοῦ σώματος ἐκεῖθεν ἀποκατάστασις, ἑκάστῳ τῶν σπουδαίων νομίμως ἀθλοῦντι, καὶ πρὸς τὸ μέσον προκόπτοντι καὶ τελειουμένῳ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, δήλη καὶ φανερὰ γίνεται ἐκ πληροφορίας καὶ ἐνεργείας τοῦ πνεύματος· ἡ δὲ χαρά, αἰώνιος ἐστὶν ἐν φωτὶ ἀϊδίῳ, ἡ μακαριότης ἐκείνης τῆς λέξεως· χαρὰ δὲ ἄληκτος περιλαμβάνει τὰς καρδίας τῶν ἀγωνιζομένων νομίμως ἐνταῦθα, καὶ καταφιλεῖ αὐτοὺς ἡ εὐφροσύνη τοῦ Ἁγίου Πνεύματος· ἥτις κατὰ τὸν λόγον τοῦ Κυρίου, οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῶν· ἄρα ὁ τῆς ἐπιδημίας τοῦ Παρακλήτου ἐντεῦθεν ἀξιωθείς, καὶ τῶν καρπῶν κατατρυφήσας αὐτοῦ τῇ γεωργίᾳ τῶν ἀρετῶν καὶ καταπλουτήσας αὐτοῦ τὰ θεῖα χαρίσματα, χαρᾶς ἔμπλεως ὢν, καὶ πάσης ἀγάπης, φόβου δηλονότι παντὸς δραπετεύσαντος, ἐν χαρᾷ τῶν δεσμῶν τοῦ σώματος λύεται, καὶ μετὰ χαρᾶς ἀπαίρει τῶν ὁρωμένων, ὧν καὶ περιὼν τῆς αἰσθήσεως προελύθη· καὶ εἰς χαρὰν ἀνεκλάλητον καταπαύει, φωτός, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία· εἰ καὶ τὸ σῶμα πολλάκις ὡδῖνον ἐν τῇ λύσει καὶ τῇ τομῇ τῆς ἑνώσεως, ἔν τισι πάσχει, κατὰ τὰς δυστόκους τῶν γυναικῶν.