Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Niketas Stethatos, Ἑκατοντὰς γ΄. Γνωστικῶν κεφαλαίων· περὶ ἀγάπης καὶ τελειώσεως βίου.

ΤΟΥ ΑΥΤΟΥ
ΤΡΙΤΗ
ΓΝΩΣΤΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ
ΕΚΑΤΟΝΤΑΣ
ΠΕΡΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΕΛΕΙΩΣΕΩΣ ΒΙΟΥ

Νοῦς ἀπαθής ἐστιν ὁ Θεός, ὑπὲρ πάντα νοῦν καὶ πᾶσαν ἀπάθειαν· φῶς, καὶ πηγὴ φωτὸς ἀγαθοῦ· σοφία· λόγος καὶ γνῶσις· καὶ σοφίας, λόγου καὶ γνώσεως χορηγός· οἷς οὖν ἐδόθη ταῦτα ἐκ καθαρότητος καὶ ἐν οἷς ἐπιθεωρεῖται πλουσίως, τούτοις ἀνασωθὲν καὶ τὸ κατ᾽ εἰκόνα, τετήρηται, ὡς εἶναι αὐτοὺς ἐντεῦθεν υἱοὺς Θεοῦ, ἀγομένους· κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Πνεύματος· ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσὶ Θεοῦ.

Ὅσοι, πόνοις ἀσκήσεως, καθαροὺς ἑαυτοὺς ἀπειργάσαντο ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, δοχεῖα τῆς ἀθανάτου γεγόνασι φύσεως διὰ τῶν χαρισμάτων τοῦ πνεύματος· οἱ δέ γε πεφθακότες εἰς τοῦτο, φωτὸς εἰσὶν ἀγαθοῦ ἔμπλεοι· ἐξ οὗ γαλήνης ἐν εἰρήνῃ τὴν καρδίαν πληρούμενοι, ἐρεύγονται λόγους ἀγαθούς, καὶ ἡ σοφία Θεοῦ πηγάζει ἀπὸ τῶν χειλέων αὐτῶν, ἐν γνώσει θείων καὶ ἀνθρωπίνων πραγμάτων· καὶ ὁ λόγος αὐτῶν ἀθόλωτος, τὰ βάθη τοῦ πνεύματος ἐξηγούμενος, κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος, ἅπαξ ἑνωθέντων τῷ Θεῷ, καὶ τὴν καλὴν ἀλλοιωθέντων ἀλλοίωσιν.

Ὁ τῇ ἐκθύμῳ σπουδῇ πρὸς τὸ θεῖον ἀπευθυνόμενος ἐμπόνως, ἀπόμαγμα τῆς εἰκόνος ἐκείνου, ταῖς ἀρεταῖς, τῆς ψυχῆς καὶ τοῦ σώματος γίνεται· αὐτὸς μὲν ἐν τῷ Θεῷ, ὁ δὲ Θεὸς ἐν αὐτῷ ἀναπαυόμενος κατὰ ἀνάκλασιν· ὡς εἶναι καὶ φαίνεσθαι αὐτὸν μὲν ἐντεῦθεν, εἰκόνα τῆς θείας μακαριότητος, ἐν τῷ πλούτῳ τῶν χαρισμάτων τοῦ πνεύματος, καὶ θέσει Θεόν· Θεὸν δὲ τελετάρχην τῆς αὐτοῦ τελειότητος.

Οὐκ ἐκ τῆς ὀργανικῆς τοῦ σώματος θέσεως, ἀγνοίᾳ φερόμενος εἴποι τίς κατ᾽ εἰκόνα Θεοῦ τὸν ἄνθρωπον, ἀλλ᾽ ἐκ τῆς νοερᾶς φύσεως τοῦ νοὸς τῆς μὴ περιγραφομένης ὑπὸ τοῦ βρίθοντος κάτω σώματος· ὡς περ γὰρ ἡ θεία φύσις ἔξω πάσης κτίσεως καὶ παχύτητος οὖσα οὐ περιγράφεται, ἀόριστος καὶ ἀσώματος οὖσα, καὶ ὑπὲρ οὐσίαν καὶ λόγον ἅπαντα, ἄποιος, ἀναφής, ἄποσος, ἀόρατος, ἀθάνατος, ἀκατάληπτος, μὴ καταλαμβανόμενος τὸ σύνολον παρ᾽ ἡμῶν, οὕτω καὶ ἡ δοθεῖσα παρ᾽ αὐτοῦ ἡμῖν νοερὰ φύσις, ἀπερίγραπτος οὖσα, καὶ ἐκτὸς τῆς τούτου παχύτητος, ἀσώματος ἐστιν, ἀόρατος, ἀναφής, ἀκατάληπτος, καὶ εἰκὼν τῆς ἀθανάτου, καὶ ἀϊδίου δόξης αὐτοῦ.

Νοῦς πρῶτος ὢν ὁ Θεός, ὡς βασιλεὺς τοῦ παντός, ὁμοούσιον ἐν ἑαυτῷ ἔχει τὸν λόγον, καὶ μετὰ τοῦ πνεύματος συναἴδιον· μήτε τοῦ λόγου καὶ τοῦ πνεύματος ἐκτὸς γινόμενος πώποτε, διὰ τὸ τῆς φύσεως ἀδιαίρετον, μήτε συγχεόμενος τούτοις διὰ τὸ ἀσύγχυτον τῶν ἐν αὐτῷ ὑποστάσεων· ἔνθεν τοι καὶ τὸν ἐκ τῆς οὐσίας αὐτοῦ λόγον φυσικῶς γεννῶν, αὐτὸς αὐτοῦ οὐ χωρίζεται, ἄτμητος ὢν ἑαυτοῦ· ἔχει δὲ τὸ συμφυὲς αὐτοῦ Πνεῦμα, ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον προαιωνίως, ὁ συναΐδιος λόγος καὶ τοῦ γεγενηκότος οὐκ ἀποτέμνεται· μία γὰρ τοῖς ἀμφοτέροις ἡ φύσις καὶ ἄτμητος, εἰ καὶ τῇ διαφορᾷ τῶν ὑποστάσεων, διαιρεῖται εἰς πρόσωπα καὶ Τριαδικῶς ἀνυμνεῖται· Πατήρ, Υἱὸς καὶ Ἅγιον Πνεῦμα· καὶ οὐδέποτε ταῦτα, ὡς μία φύσις καὶ Θεὸς εἶς, τῆς συναϊδίου χωρίζονται οὐσίας καὶ φύσεως· ταύτης οὖν τῆς τρισυποστάτου καὶ ἑνιαίας φύσεως εἰκόνα μοι βλέπε, κατὰ τὸ νοούμενον, τόν πλασθέντα ὑπ᾽ αὐτῆς ἄνθρωπον, ἀλλὰ μὴ κατὰ τὸ ὁρώμενον· κατὰ τὸ ἀθάνατον καὶ ἀεὶ ὡσαύτως ὄν, ἀλλὰ μὴ κατὰ τὸ θνητὸν καὶ λυόμενον.

Καθάπερ νοῦς ὤν, καὶ ὑπερεπέκεινα τῶν ἐν σοφίᾳ ὑπ᾽ αὐτοῦ δημιουργηθέντων κτισμάτων ὁ Θεός, γεννῶν ἀρεύστως τὸν λόγον εἰς τὴν τούτων διαμονήν, καὶ εἰς δύναμιν αὐτῶν ἐκπέμπων, ὡς γέγραπται· τὸ Πανάγιον Πνεῦμα, ἐκτός ἐστι καὶ ἐντὸς τοῦ παντός, οὕτω καὶ ὁ τῆς αὐτοῦ θείας φύσεως μέτοχος ἄνθρωπος, εἰκὼν ὑπάρχων αὐτοῦ, κατὰ τὸ νοούμενον· τῆς νοερᾶς καὶ ἀσωμάτου καὶ ἀθανάτου ψυχῆς καὶ νοῦν ἔχων φυσικῶς τὸν λόγον γεννῶντα ἐκ τῆς οὐσίας αὐτοῦ, ὑφ᾽ ὧν πᾶσα ἡ δύναμις συντηρεῖται τοῦ σώματος, ἐκτὸς ἐστι καὶ ἐντὸς τῆς ὕλης, καὶ τῶν ὁρωμένων αὐτῶν· καὶ ὥσπερ ὁ πλάσας αὐτὸν ἀχώριστός ἐστὶ τῶν αὐτοῦ ὑποστάσεων, λόγου λέγω καὶ πνεύματος, οὕτω καὶ αὐτὸς κατά γε τὴν ψυχὴν ἄτμητος ἐστὶ τοῦ νοὸς καὶ τοῦ λόγου, τῆς μιᾶς φύσεως καὶ οὐσίας τῆς ἀπεριγράπτου τῷ σώματι.

Τρισυπόστατον τὸ θεῖον ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι προσκυνούμενον, τρισὶν ἐπιθεωρεῖται μερισμοῖς καὶ ἡ παρ᾽ αὐτοῦ πλασθεῖσα εἰκών, ὁ ἄνθρωπος, ψυχῇ, νοΐ καὶ λόγῳ προσκυνῶν αὐτὸν τὸν ἐξ οὐκ ὄντων τὰ πάντα πεποιηκότα Θεόν· ἃ σὺν Θεῷ κατὰ φύσιν συναΐδια τε καὶ ὁμοούσια, ταῦτα καὶ τῇ εἰκόνι αὐτοῦ κατὰ φύσιν συμφυῆ τε καὶ ὁμοούσια, ἐξ ὧν τὸ κατ᾽ εἰκόνα ἐν ἡμῖν ὁρᾶτε καὶ δι᾽ ὧν εἰκὼν εἶμι Θεοῦ, εἰ καὶ τῇ πηλῷ καὶ τῇ εἰκόνι συμφύρομαι.

Ἄλλο εἰκὼν Θεοῦ καὶ ἕτερον τὰ ἐπιθεωρούμενα τῇ εἰκόνι· εἰκὼν γὰρ Θεοῦ, ψυχὴ νοερά, νοῦς καὶ λόγος· ἡ μία καὶ ἀδιαίρετος φύσις· τὰ ἐπιθεωρούμενα δὲ τῇ εἰκόνι, τὸ ἀρχικόν ἐστι καὶ βασιλικὸν καὶ αὐτεξούσιον· οὕτω καὶ δόξα ἄλλο νοός, ἄλλο δὲ ἀξία καὶ ἕτερον τὸ κατ᾽ εἰκόνα Θεοῦ, καὶ ἄλλο τὸ καθ᾽ ὁμοίωσιν· καὶ δόξα μὲν νοὸς τὸ ἀνωφερές, τὸ ἀεικίνητον πρὸς τὰ ἄνω, τὸ ὀξύ, τὸ καθαρόν, τὸ συνετόν, τὸ σοφόν, τὸ ἀθάνατον· ἀξία δὲ τὸ λογικόν, τὸ βασιλικόν, τὸ ἀρχικόν τε καὶ αὐτεξούσιον· τὸ δὲ κατ᾽ εἰκόνα Θεοῦ, τὸ περὶ τὴν ψυχήν, καὶ τὸν νοῦν καὶ τὸν λόγον, αὐθυπόστατόν τε καὶ ὁμοούσιον, ἀδιαίρετόν τε καὶ ἀχώριστον, τῆς γὰρ ψυχῆς ἐστὶν ὁ νοῦς, καὶ ὁ λόγος τῆς ἀσωμάτου καὶ ἀθανάτου καὶ θείας καὶ νοερᾶς, ἅτινα καὶ ὁμοούσιά εἰσι, καὶ συναΐδια, μὴ τεμνόμενά ποτε ἑαυτῶν ἢ χωρισθῆναι δυνάμενα· τὸ δὲ καθ᾽ ὁμοίωσίν ἐστι, τὸ δίκαιον, τὸ ἀληθές, τὸ εὔσπλαγχνον, τὸ συμπαθὲς καὶ φιλάνθρωπον· ἐν οἷς οὖν ταῦτα ἐνεργεῖται καὶ φυλάττεται, ἐν ἐκείνοις ὁρᾶται τρανῶς καὶ τὸ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν· κατὰ φύσιν μὲν δηλαδὴ κινουμένοις, κατὰ δὲ ἀξίαν τῶν ἄλλων ὑπερκειμένοις.

Τῆς λογικῆς ψυχῆς εἰς τρία μεριζομένης καὶ εἰς δύω θεωρουμένης, τὸ μὲν γὰρ αὐτῆς λογικόν ἐστι, τὸ δὲ παθητικόν· καὶ τὸ μὲν λογικὸν αὐτῆς, κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτὴν ὄν, ἄσχετον ἐστι καὶ ἀόρατον καὶ ἀόριστον ταῖς αἰσθήσεσιν, ὡς ἐκτὸς καὶ ἐντὸς ὑπάρχον αὐτῶν, τούτῳ συγκοινωνοῦσα ταῖς νοεραῖς καὶ θείαις δυνάμεσι, κατὰ φύσιν εἰς Θεόν, ὡς εἰς πρωτότυπον, διὰ τῆς ἱερᾶς γνώσεως τῶν ὄντων ἀνατρέχει, καὶ τῆς θείας αὐτοῦ ἐν ἀπολαύσει γίνεται φύσεως· τὸ δὲ παθητικὸν αὐτῆς κατακερματίζεται ταῖς αἰσθήσεσι, πάθεσι καὶ ἀνέσεσιν ὑποκείμενον· τούτῳ τῇ αἰσθητικῇ θρεπτικῇ τε καὶ αὐξητικῇ συγκοινωνοῦσα φύσει, ἀέρος ἀντιλαμβάνεται, ψυχρότητός τε καὶ θάλψεως καὶ τροφῶν εἰς διαμονήν, εἰς ζωήν, αὔξησιν καὶ ὑγείαν· διὸ καὶ τούτοις συναλλοιούμενον, ποτὲ μὲν ἐπιθυμεῖ ἀλόγους ἐπιθυμίας τῆς κατὰ φύσιν κινήσεως παρακινηθέν· ποτὲ δὲ παροξύνεται, καὶ ἀλόγῳ θυμῷ φέρεται, πεινᾶν τε ποιεῖ, καὶ διψᾶν, λυπεῖσθαι, ποιεῖν, καὶ πάλιν διαχέεσθαι· ὡς ταῖς ἀνέσεσι μὲν ἐνηδόμενον, ταῖς δὲ θλίψεσι συστελλόμενον· ὃ καὶ παθητικὸν μέρος αὐτῆς εἰκότως καλεῖται, ὡς ἐξεταζόμενον ἐν τοῖς πάθεσιν. Ὅταν οὖν τὸ θνητὸν τοῦτο καταποθῇ ὑπὸ τῆς τοῦ λόγου ζωῆς, τοῦ κρείττονος ἐκνικήσαντος, τότε καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῇ θνητῇ φανεροῦται σαρκὶ ἡμῶν, τὴν ζωοποιὸν νέκρωσιν ἐν ἡμῖν ἐμποιοῦσα τῆς ἀπαθείας, καὶ τὴν ἀφθαρσίαν τῆς ἀθανασίας, παρέχουσα, ἐν τῇ ἐπιθυμίᾳ τοῦ πνεύματος.

Ὥς περ ὁ δημιουργὸς τοῦ παντὸς καὶ προτοῦ, τὰ πάντα ἐξ οὐκ ὄντων ποιῆσαι, τὴν γνῶσιν, τὰς φύσεις καὶ τοὺς λόγους πάντων τῶν ὄντων εἶχεν, ὡς βασιλεὺς τῶν αἰώνων καὶ προγνώστης ἐν ἑαυτῷ, οὕτω καὶ τὸν κατ᾽ εἰκόνα αὐτοῦ πλασθέντα εἰς βασιλέα τῆς κτίσεως ἄνθρωπον, πάντων ἔχειν ἐποίησε τῶν ὄντων, τοὺς λόγους, τὰς φύσεις καὶ τὴν γνῶσιν ἐν ἑαυτῷ τοίνυν· καὶ τὸ μὲν ξηρὸν καὶ ψυχρὸν τοῦ χυμοῦ, ἐκ γῆς ἔχει κατὰ τὴν πλάσιν αὐτοῦ· τὸ δὲ θερμὸν τοῦ αἵματος καὶ ὑγρὸν ἐξ ἀέρος καὶ ἐκ πυρός· τὸ δὲ ὑγρὸν τοῦ φλέγματος καὶ ψυχρὸν ἐξ ὕδατος, καὶ ἐκ μὲν τῶν φυτῶν, τὸ αὐξητικόν· ἐκ δὲ τῶν ζωοφύτων, τὸ θρεπτικόν· ἐκ δὲ τῶν ἀλόγων ζώων τὸ παθητικόν· ἐκ τῶν Ἀγγέλων τὸ νοερόν τε καὶ λογικόν· παρὰ δὲ Θεοῦ τὴν πνοὴν αὐτὴν τὴν ἄῦλον, τὴν ἀσώματον καὶ ἀθάνατον ψυχήν, τὴν ἐν νῷ καὶ λόγῳ θεωρουμένην, καὶ ἐν δυνάμει Πνεύματος Ἁγίου· εἰς τὸ εἶναι, καὶ ζῇν.

Καθ᾽ ὁμοίωσιν ἐσμὲν Θεοῦ τοῦ ἡμᾶς κατ᾽ εἰκόνα ἑαυτοῦ καὶ καθ᾽ ὁμοίωσιν πλαστουρ γήσαντος, ἀπὸ τῆς ἀρετῆς καὶ συνέσεως· ἐκάλυψε γὰρ οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ· ἀρετὴ δὲ Θεοῦ, ἡ δικαιοσύνη, καὶ ὁσιότης, καὶ ἡ ἀλήθειά σου κύκλω σου· καὶ πάλιν· δίκαιος καὶ ὅσιος ὁ Κύριος· ἀπὸ τῆς εὐθύτητος καὶ χρηστότητος· χρηστὸς γὰρ καὶ εὐθὺς ὁ Κύριος· ἀπὸ τοῦ λόγου τῆς σοφίας, καὶ τοῦ λόγου τῆς γνώσεως· ἐν αὐτῷ γάρ εἰσι ταῦτα, καὶ σοφία καὶ λόγος καλεῖται· ἀπὸ τῆς ἁγιωσύνης, καὶ τελειότητος ὡς αὐτός φησι· γίνεσθε τέλειοι, ὅτι ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι· γίνεσθε Ἅγιοι, ὅτι ἐγὼ Ἅγιος εἰμι· ἀπὸ τῆς ταπεινώσεως, καὶ πραότητος· μάθετε ἀπ᾽ ἐμοῦ φησίν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.

Εἰκὼν Θεοῦ ὢν ὁ ἡμέτερος νοῦς, τὸ οἰκεῖον ἐν ἑαυτῷ ἔχει, ὅταν ἐν τοῖς ἰδίοις μένῃ καὶ μὴ πόρρῳ τῆς ἑαυτοῦ ἀξίας κινῆται καὶ φύσεως· διὸ φιλεῖ πως ἐν τοῖς περὶ Θεοῦ ἐμφιλοχωρεῖν, καὶ αὑτῷ ἑνοῦσθαι ζητεῖ ἐξ οὖ τὴν ἀρχὴν ἔσχε, καὶ δι᾽ οὖ κινῆται, καὶ πρὸς ὃν ἀνατρέχει ταῖς φυσικαῖς ἰδιότησι, καὶ αὐτὸν μιμεῖσθαι ποθεῖ τῷ φιλανθρώπῳ καὶ τῇ ἁπλότητι· ἔνθεν τοι καὶ αὐτὸς τὸν λόγον γεννῶν, ὡς ἄλλους οὐρανοὺς τὰς ψυχὰς ἀναπλάττει τῶν ὁμοφύλων ἀνθρώπων, καὶ στερρὰς αὐτὰς δι᾽ ὑπομονῆς τῶν ἐμπράκτων ἀποτελεῖ ἀρετῶν· καὶ ζωογονεῖ ταύτας τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, δύναμιν κατὰ τῶν ὀλεθρίων παθῶν ἐμπαρέχων αὐταῖς· καὶ οὕτως ὁρᾶται δημιουργὸς καὶ αὐτὸς τῆς νοητῆς κτίσεως, καὶ τοῦ μεγάλου κόσμου τὸν αὐτοῦ μιμούμενος εἰκότως Θεόν· καὶ ἀκούει τρανῶς ἄνωθεν· ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται.

Ὁ ταῖς κατὰ φύσιν κινήσεσι τοῦ νοός, καὶ τῇ ἀξίᾳ ἐπιμένων τοῦ λόγου, καθαρὸς ἀπὸ τῆς ὕλης διατηρεῖται, καὶ κατακοσμεῖται πραότητι, ταπεινοφροσύνῃ, ἀγάπῃ καὶ συμπαθείᾳ, καὶ ὑπὸ τῶν ἐλλάμψεων τοῦ Ἁγίου καταφαιδρύνεται Πνεύματος· ταῖς ὑψηλαῖς δὲ θεωρίαις ἐνατενίζων, ἐν γνώσει γίνεται τῶν κεκρυμμένων τοῦ Θεοῦ μυστηρίων, καὶ διὰ λόγου σοφίας τοῖς ἀκούειν δυναμένοις ταῦτα φιλαγάθως διακονεῖ· οὐχ ἑαυτῷ μόνον πολυπλασιάζων τὸ τάλαντον, ἀλλὰ καὶ τοῖς πλησίον τῆς τούτου μεταδιδοὺς ἀπολαύσεως.

Ὁ τὸ ἓν τῆς δυάδος ὑπερκουφίσας, καὶ ταύτης ἐλευθέραν ἐργασάμενος τὴν τούτου εὐγένειαν, ἀῦλον εῦρεν ἐν ἀύλοις πνεύμασι τὸ πολίτευμα, πνεῦμα καὶ αὐτὸς νοερὸν γεγονώς· εἰ καὶ μέσον ὁρᾶται τῶν ἄλλων ἀνθρώπων ἀναστρεφόμενος σώματι.

Ὁ τῇ τοῦ ἑνὸς ἀξίᾳ, καὶ φύσει τὴν τῆς δυάδος καθυποτάξας δουλείαν, τὴν ἅπασαν κτίσιν τῷ Θεῷ καθυπέταξεν εἰς ἓν τὰ διεστῶτα συνάψας καὶ εἰρηνοποιήσας τὰ σύμπαντα.

Μέχρις ἂν πρὸς ἑαυτὴν ἡ φύσις τῶν ἐν ἡμῖν δυνάμεων ἀτάκτως ἔχῃ, καὶ εἰς πολλὰς ἑτερότητας διὰ σκίδναται, ἀμέθεκτοί ἐσμεν καὶ τῶν ὑπερφυῶν δωρεῶν τοῦ Θεοῦ· τούτων δὲ ὄντες ἀμέθεκτοι, πόρρώ που καὶ τῆς μυστικῆς ἱερουργίας τοῦ ἐπουρανίου θυσιαστηρίου τῆς κατὰ τὴν νοερὰν τελουμένης τοῦ νοὸς ἐργασίαν ἱστάμεθα. ἐπὰν δὲ διὰ πολλῆς σπουδῆς τῶν ἱερῶν ἀγώνων τῆς προσύλου κακίας ἐκκαθαρθῶμεν, καὶ εἰς ἓν τὰς ἑτερότητας ἡμῶν διὰ τῆς τοῦ πνεύματος δυνάμεως ἐπισυνάξωμεν, τηνικαῦτα καὶ τῶν ἀπορρήτων ἀγαθῶν τοῦ Θεοῦ ἐν μεθέξει γινόμεθα, καὶ τὰ θεῖα μυστήρια τῆς μυστικῆς τοῦ νοὸς ἱερουργίας εἰς τὸ ὑπερουράνιον, καὶ νοερὸν τοῦ Θεοῦ θυσιαστήριον, ἀξίως τῷ λόγῳ καὶ Θεῷ ἀναφέρομεν· ὡς ἐπόπται καὶ ἱερεῖς τῶν ἀθανάτων μυστηρίων αὐτοῦ.

Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός· καὶ μάχη τίς ἐστὶν ἐν ἀμφοτέροις ἀκήρυκτος, ὅπως θάτερον κατὰ τοῦ θατέρου τὰ νικητήρια ἕξῃ, καὶ ὑφ᾽ ἑαυτὸ τὸ κράτος ἀγάγηται· αὕτη ἑτερότης ἐν ἡμῖν λέγεται, καὶ στάσις καὶ ῥοπή, καὶ ζυγός, καὶ ἀμφιγενὴς πάλη· δι᾽ ἧς ἡ ψυχὴ μερίζεται ἔνθα ἂν τὴν ῥοπὴν ὁ νοῦς δῶ, εἰς πρᾶγμα τι κατὰ πάθος ἀνθρώπινον.

Ἔως τοῖς ἀστάτοις τῶν λογισμῶν μεριζόμεθα, καὶ ὁ νόμος τῆς σαρκὸς ἐν ἡμῖν κρατεῖται, καὶ τηρεῖται, εἰς πολλά τε μέρη διασκεδαννύμεθα, καὶ τῆς θείας ἑνάδος ἀποδιοπομπούμεθα, ὡς μὴ πεπλουτηκότες τὴν ταύτης ἑνότητα· ἐπὰν δὲ τὸ θνητὸν τοῦτο καταποθῇ ὑπὸ τῆς ἑνοποιοῦ δυνάμεως καὶ ὑπερφυοῦς ἀμεριμνίας, καὶ ὁ νοῦς ἑαυτοῦ γένηται, ὑπὸ τῶν σοφοποιῶν ἐλλάμψεως καὶ νοημάτων καταυγασθείς, συμπτυσσομένη εἰς ἑνάδα θεοειδῶς ἡ ψυχή, ἓν ἀντὶ πολλῶν ἑτεροτήτων γίνεται· καὶ τῇ θείᾳ ἐπισυναχθεῖσα μονάδι, ἐν ἁπλότητι θεομιμήτως ἑνοῦται· καὶ τοῦτό ἐστιν ἡ εἰς τὸ ἀρχαῖον τῆς ψυχῆς ἀποκατάστασις, καὶ ἡ πρὸς τὸ κρεῖττον ἡμῶν ἀνακαίνισις.

Δεινὸν ἡ ἄγνοια καὶ πέρα δεινῶν, αὐτόχρημα σκότος οὖσα ψηλαφητόν· καὶ τὰς ψυχάς, ἐν αἷς ἂν ἐγγένηται, ζοφερὰς ἀποτελοῦσα, εἰς πολλά τε τὸ λογιζόμενον διαιροῦσα, καὶ ἀπὸ τῆς πρὸς Θεὸν ἑνώσεως τὴν ψυχὴν ἀποτέμνουσα· ταύτης τὸ συναγόμενον ἅπαν, ἀλογία ἐστίν· ἄλογον γὰρ καὶ ἀναίσθητον τὸ ὅλον ἀπεργάζεται τὸν ἄνθρωπον· ὃν δὲ τρόπον ἡ ἄγνοια εἰς πάχος ἐπιχυθεῖσα πολὺς βυθὸς ἅδου γίνεται τῇ ὑπὸ ταύτης καμπτομένῃ ψυχῇ, ἐν ᾧ πᾶσα τιμωρία καὶ ὀδύνη λύπη καὶ στεναγμὸς ὑπάρχει, οὕτω καὶ ἡ θεία γνῶσις φαιδράπως καὶ ἄπειρος εἰς φωτοχυσίαν ὑπάρχουσα, φωτοειδεῖς τὰς ψυχάς, ἐν αἷς ἂν διὰ καθαρότητος γένηνται, θεοπρεπῶς ἀπεργάζεται· καὶ πληροῖ ταύτας, εἰρήνης, γαλήνης, χαρᾶς, σοφίας ἀρρήτου, καὶ τελείας ἀγάπης.

Ἡ τοῦ θείου φωτὸς παρουσία ἁπλῆ καὶ ἑνιαία οὖσα, πρὸς ἑαυτὴν συνάγει τὰς μετόχους αὐτῆς ψυχάς, καὶ ἐφ᾽ ἑαυτὴν ἐπιστρέφει· ἑνοῖ τε αὐτάς τῇ ἑαυτῆς τελειότητι, καὶ πρὸς βάθη Θεοῦ ἀνάγει τὸ τῆς διανοίας αὐτῶν ὀπτικόν, καὶ μυστηρίων μεγάλων θεωροὺς καὶ μύστιδας καὶ μυσταγωγοὺς αὐτὰς ἀπεργάζεται· καθαρθῆναι οὖν βουλήθητι διὰ πόνων εἰς ἄκρον, καὶ ὄψει τῶν λεγομένων ἐν σοὶ ἐναργῶς, τὴν Θεῷ φίλην ἐνέργειαν·

Αἱ γινόμεναι διὰ γνώσεως πρὸς τὰς κεκαθαρμένας ψυχὰς ἐλλάμψεις τοῦ πρώτου φωτός, οὐ μόνον αὐτὰς ἀγαθύνουσι καὶ φωτοειδεῖς ἀπεργάζονται, ἀλλὰ καὶ ἀνάγουσι διὰ φυσικῆς θεωρίας εἰς νοητοὺς οὐρανούς· καὶ οὐδὲ οὕτω ταύταις τὰ τῆς θείας ἵστανται ἐνεργείας, ἀλλ᾽ ἕως ἐκεῖ τελευτᾷ, μέχρις ἂν τῷ ἐνὶ διὰ σοφίας ἑνωθῶσι, καὶ γνώσεως τῶν ἀρρήτων, καὶ ἓν ἀντὶ πολλῶν ἐν αὐτῷ γένωνται.

Πρῶτα μέν, ἀμιγεῖς καὶ ἀθολώτους ἡμᾶς χρὴ γενέσθαι, διὰ καθαρτικῆς τάξεως, ἀπὸ τῆς προσύλου κακίας τῶν νοητῶν, εἶτα πεφωτισμένους καὶ ἀειλαμπεῖς, δι᾽ ἐτέρας τάξεως τῆς φωτιστικῆς, τοὺς νοεροὺς ὀφθαλμούς, ἥτις διὰ τῆς μυστικῆς τελεῖται καὶ ἐν Θεῷ κεκρυμμένης σοφίας· καὶ οὕτως ἀναδραμεῖν εἰς τὴν τῶν ἱερῶν γνώσεων ἐπιστήμην τὴν τὰ νέα καὶ τὰ παλαιὰ διὰ τοῦ λόγου τοῖς ἔχουσιν ὦτα διακοινοῦσαν, καὶ μεταδοτικοὺς γενέσθαι τῶν κεκρυμμένων αὐτῆς μυστικῶν νοημάτων, εἰς ἀβεβήλους αὐτὰ δηλονότι μετοχετεύοντος ἀκοάς, καὶ ἀπὸ τῶν ἀτελεστέρων διαστέλλοντας, ἵνα μὴ τὰ ἅγια δίδῳται τοῖς κυσί, μὴ δὲ ὁ μαργαρίτης τοῦ λόγου βάλληται εἰς χοιρώδεις ψυχὰς τὰς ἀχρειούσας αὐτόν.

Ὅταν τις τὸ διάπυρον αὐτοῦ τῆς ψυχῆς περὶ τὴν ἐνδιάθετον πίστιν ὁρᾷ πλατυνόμενον, καὶ τὴν τοῦ Θεοῦ ἀγάπην, τότε Χριστὸν ἐπιφερέσθαι γινωσκέτω ἐν ἑαυτῷ, τὴν ἀπὸ γῆς καὶ τῶν ὁρωμένων ἐνεργοῦντα ἀνύψωσιν τῆς αὐτοῦ ψυχῆς, καὶ εἰς οὐρανοὺς τὴν αὐτῆς ἑτοιμάζοντα κατοικίαν· ὅταν δὲ χαρᾶς πληροῦσθαι τὴν αὐτοῦ καρδίαν κατανοῇ, καὶ ἐν ἐπιθυμίᾳ γίνεσθαι τῶν ἀπορρήτων ἐν κατανύξει τοῦ Θεοῦ ἀγαθῶν, τότε εἰδὼς ἔστω ὑπὸ θείου ἐνεργούμενον ἑαυτὸν πνεύματος· ὅταν δὲ φωτὸς ἀρρήτου πληρούμενον αἴσθηται τὸν ἑαυτοῦ νοῦν, καὶ νοημάτων σοφίας τῆς κρείττονος, τότε ἰδέτω τὴν ἐπιδημίαν εἶναι καὶ γίνεσθαι τοῦ Παρακλήτου ἐν τῇ ψυχῇ αὐτοῦ, εἰς φανέρωσιν τῶν κεκρυμμένων ἐν αὐτῷ θησαυρῶν τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὡς παλάτιον Θεοῦ καὶ κατοικητήριον Πνεύματος, ἀκριβῶς ἑαυτὸν φυλαττέτω.

Ἡ φυλακὴ τῶν ἀποκρύφων τοῦ πνεύματος θησαυρῶν, ἡ σχολὴ τῶν ἀνθρωπίνων πραγμάτων ἐστίν, ἣν κυρίως καὶ ἡσυχίαν ὁ λόγος καλεῖ· αὕτη δὲ τὸν ἔρωτα τῆς τοῦ Θεοῦ ἀγάπης, ἐκ καθαρότητος καρδίας καὶ ἡδονῆς κατανύξεως, σφοδρότερον ἐπανάπτουσα, λύει τὴν ψυχὴν τῶν δεσμῶν τῶν αἰσθήσεων, καὶ τὴν ἐλευθερίαν πείθει τῶν τρόπων ἀσπάζεσθαι· τὰς δὲ δυνάμεις αὐτῆς μεταστρέψασα, πρὸς τὸ κατὰ φύσιν ἀνακαλεῖται, καὶ τὴν ἀρχαίαν αὐταῖς ἀποκατάστασιν δίδωσιν εἰς τὸ μὴ κακίας εἶναί τι κατήγορον τῷ δημιουργῷ τῶν καλῶν ἐκ τῆς ἐπὶ τὸ χεῖρον τῆς εἰκόνος παρατροπῆς καὶ κινήσεως.

Εἰς τὴν ἱερὰν ταύτην, καὶ θείαν τελείωσιν, ἡ εὔλογος ἀνάγει καὶ ἐπιστήμων φαιδρῶς ἡσυχία, ἐξασκουμένη δηλαδή, καὶ μετερχομένη νομίμως· εἰ δ᾽ οὐκ εἰς τοσοῦτον τὴν ἀνύψωσιν ἔσχε, καὶ τὴν τελείωσιν ὁ δοκῶν ἡσυχάζειν, ἄρα τὴν νητὴν οὐκ ἔτι καὶ τελείαν ἡσύχασεν ἡσυχίαν· ἀλλ᾽ οὐδὲ ἡσυχάσει ἀπὸ τῆς ἔνδον ζάλης τῶν ἀκαθέκτων παθῶν, ἕως ἂν εἰς τοῦτο ἀναδράμῃ τὸ ὕψος· μόνον δὲ τὸ σῶμα τοίχοις περιωρισμένον, ἢ ὀπαῖς, καὶ σπηλαίοις ἕξει, ὑπὸ νοὶ ἀτάκτῳ καὶ πλανωμένῳ κατατριβόμενον.

Ψυχαὶ αἱ εἰς ἄκρον ἐλάσασαι καθαρότητος, καὶ εἰς ὕψος ἀναδραμοῦσαι μέγα σοφίας καὶ γνώσεως, τοῖς Χερουβὶμ ἐοίκασιν ἀμέσως πῶς, διὰ τῆς αὐτῶν ἐπιστήμης τῇ πηγῇ πλησιάζουσαι τῶν καλῶν, κἀκεῖθεν τὴν τῆς εὐθείας ἐποπτείας ἐκφαντορίαν καθαρῶς εἰσδεχόμεναι, ἧς καὶ μόναι τῶν Χερουβὶμ αἱ δυνάμεις ἀμέσως πρὸς τῆς θεαρχίας αὐτῆς καταλάμπονται τὰ πολλά· ὡς ἔφη τίς· τῶν θείων θεωριῶν, καθ᾽ ὑπερτάτην ἀνάτασιν.

Καθάπερ αἱ πρῶται τῶν ἄνω δυνάμεις αἱ μὲν αὐτῶν θερμόταταί εἰσι καὶ ὀξύταται περὶ τὰ θεῖα, καὶ ἀκατάληκτον περὶ ταῦτα τὸ ἀεικίνητον ἔχουσιν· αἱ δέ, θεοπτικώταται, γνωστικαὶ καὶ σοφώταται· καὶ τοῦτο ἡ θεία ἕξις, τὸ αὐτὰς περὶ ταῦτα κινεῖσθαι ἀεί· οὕτω καὶ αἱ τοιαῦται ψυχαί, θερμόταταί εἰσι περὶ τὰ θεῖα, καὶ λίαν ὀξύταται, σοφαί τε καὶ γνωστικαί, καὶ ταῖς μυστικαῖς θεωρίαις ἀνατατικώταται· αἷς ἴδιον κατὰ δύναμιν καὶ θείαν ἕξιν, ἡ περὶ τὸ θεῖον ἀεικινησία καὶ ἀκλινὴς ἵδρυσις καὶ μονή· καὶ πρὸς τούτοις, ἡ δεκτικὴ τῶν ἐλλάμψεων ἕξις, μεθ᾽ ἧς τοῦ ὄντος μετέχουσι καὶ μεταπέμπουσιν εἰς ἐτέρους ἀφθόνως, διὰ τοῦ λόγου τὰς τούτου φωτοχυσίας καὶ χάριτας.

Νοῦς ἐστιν ὁ Θεός, καὶ αἰτία τῆς τοῦ παντὸς ἀεικινησίας, καὶ πάντες οἱ νόες ἐν αὐτῷ τῷ πρώτῳ νοὶ, τήν τε στάσιν ἔχουσι μόνιμον, καὶ τὴν κίνησιν ἀκατάληκτον, τοῦτο δὲ πάσχουσιν, ὅσοι οὐ πρόσυλόν τινα τὴν κίνησιν καὶ ἐπιμιγῆ, ἀλλὰ ἀμιγῆ καὶ ἀθόλωτον δι᾽ ἱερῶν ἐσχήκασιν ἱδρώτων· πάσχουσι δὲ τοῦτο, κατ᾽ ἔρωτα θεῖον, κοινωνοῦντες ἀλλήλοις καὶ ἑαυτοῖς, τὰς ἐκ τῆς θεαρχίας ἐκπεμπομένας ἀγαθοδότως ἐλλάμψεις, καὶ τὴν ἐν τούτοις κεκρυμμένην σοφίαν τῶν μυστηρίων Θεοῦ· καὶ ἑτέροις φιλαγάθως μεταδιδόντες, εἰς ὕμνον ἀκατάπαυστον τῆς ἀγάπης θεοῦ.

Ἵστανται καὶ κινοῦνται κύκλῳ περὶ Θεὸν αἱ ψυχαί, ὅσαι τὸ λογιζόμενον κοῦφον τῆς ὕλης εἰργάσαντο καὶ τὴν μαχομένην πρὸς ἑαυτὴν κατὰ πάντα δυάδα, ἅρμα τοῦτο εὐήνιον τρέχον εἰς οὐρανούς, συνηρμόσαντο· καὶ κύκλῳ μὲν ἀλήκτως κινοῦνται περὶ Θεόν, ὡς περὶ κέντρον καὶ τῆς τοῦ κύκλου κινήσεως αἴτιον· ἵστανται δὲ μονίμως καὶ ἀρρεπῶς, ὡς πρὸς κύκλον, μὴ διασκεδασθῆναι δυνάμεναι ἐκ τῆς ἰδίας ἐπὶ τὸ αὐτὸ συνοχῆς, πρὸς τὴν αἴσθησιν καὶ τὴν κάτω πλάνην τῶν ἀνθρωπίνων πραγμάτων· τοῦτο οὖν ἐστὶ τὸ τετελεσμένον τέλος τῆς ἡσυχίας, εἰς τοῦτο ἄγον τοὺς ἀληθῶς ἡσυχάζοντας· ὥστε, κινουμένους, ἵστασθαι, καὶ μονίμως ἱσταμένους, κινεῖσθαι περὶ τὰ θεῖα· ἕως δ᾽ ἂν μὴ τοῦτο γένηται, τῷ δοκεῖν ἡμῖν ἡσυχάζουσιν, ἀμήχανον τῆς ὕλης ἐκτὸς καὶ τῆς ἅλης γενέσθαι τὸν ἡμέτερον νοῦν.

Ὁπηνίκα πρὸς τὸ ἀρχαῖον κάλλος τοῦ λόγου, διὰ πάσης ἐπιμελείας τε καὶ σπουδῆς γενώμεθα, καὶ τῆς ἄνωθεν διδομένης ἡμῖν σοφίας καὶ γνώσεως, διὰ τῆς ἐπιδημίας τοῦ πνεύματος εὐμοιρήσωμεν, τηνικαῦτα ἡ πρώτη πηγὴ καὶ αἰτία τῆς πάντων παραγωγῆς, σοφὴ καὶ καλὴ πρὸς ἡμῶν τῶν ὁρᾶν φυσικῶς δυναμένων γνωρίζεται· μηδὲν κατήγορον ἑαυτῆς ἐν ἡμῖν φέρουσα ἐκ τῆς ἐπιτριβείσης κακίας τῷ πλάσματι ἀπὸ τῆς ἐπὶ τὰ χείρω παρατροπῆς· ἡνίκα τὸ μὲν ἀποσπασθέν, ὑπερρύη, καὶ τοῦ ἀρχαίου κάλλους ἐκρεῦσαν, ἐξέπεσε τῆς θεώσεως· ἡ δὲ τούτῳ ἐπεισπηδήσασα, τὴν ἄλογον αὐτῆς μορφὴν ἐνεποίησε.

Μία καὶ πρώτη βάσις τῶν ἐπεκτεινομένων εἰς προκοπάς, ἡ γνῶσις τῶν ὄντων ἐκ τῆς ἐμπράκτου ἐπιγινομένη φιλοσοφίας αὐτοῖς· δευτέρα, ἡ τῶν κεκρυμμένων μυστηρίων τοῦ Θεοῦ ἐπίγνωσις ἀπὸ τῆς φυσικῆς θεωρίας μυσταγωγουμένη αὐτοῖς· καὶ τρίτη, ἡ μετὰ τοῦ πρώτου φωτὸς συνάφεια καὶ ἀνάκρισις, ἐν ᾗ πάσης προκοπῆς ἐμφιλοσόφου καὶ θεωρίας ἀνάπαυσις.

Πάντες οἱ νόες, αὐτοί τε καθ᾽ ἑαυτούς, καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς τὸ ὄντως ὃν διὰ τῶν τριῶν ἑνοειδῶς φερόμενοι, συνελίσσονται· καὶ τοὺς πλησίον φωτίζοντες, μυσταγωγοῦσι τὰ θεῖα καὶ τελειοῦσιν ὡς καθαιρόμενα πνεύματα διὰ τῆς οὐρανίου σοφίας αὐτοὺς ἑαυτοῖς, καὶ τῇ ἑνάδι ἑνοποιοῦντες

Θέωσις ἐστὶν ἐν τῷ βίῳ, ἡ νοερὰ καὶ θεία τῳόντι ἱερουργία, καθ᾽ ἣν ἱερουργεῖται ὁ λόγος τῆς ἀπορρήτου σοφίας, καὶ τοῖς ἑτοιμάσασιν ἑαυτούς, ὡς ἑνόν, μεταδίδοται. Ταύτην ἀγαθοπρεπῶς, ὁ Θεὸς τῇ λογικῇ φύσει ἄνωθεν ἐδωρήσατο εἰς ἑνότητα πίστεως· ἵνα οἱ μὲν, ὅσοι ἐκ καθαρότητος τῆς ἀξίας αὐτῆς διὰ γνώσεως τῶν θείων ἐν μεθέξει γεγόνασιν, ἀφομοιῶνται Θεῷ· σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ γενόμενοι, ταῖς ὑψηλαῖς καὶ νοεραῖς αὐτῶν περὶ τὰ θεῖα κινήσεσι· καὶ οὕτως θέσει θεοὶ ἔσονται τοῖς ἄλλοις ἀνθρώποις ἐπὶ τῆς γῆς· οἱ δὲ τῇ καθάρσει διὰ τοῦ θείου αὐτῶν λόγου καὶ τῆς ἱερᾶς συνουσίας τελειοῦνται πρὸς ἀρετήν, καὶ ἀναλόγως τῆς ἰδίας προκοπῆς καὶ καθάρσεως, ἐν μεθέξει τῆς τούτων θεώσεως γίνονται, καὶ κοινωνοῦσιν αὐτοῖς ἐν Θεῷ τῆς ἑνώσεως· ὡς ἂν οἱ πάντες εἰς ἓν ἑνούμενοί τε, καὶ συμπτυσσόμενοι τῇ ἑνότητι τῆς ἀγάπης, τῷ ἑνὶ Θεῷ ἑνωθῶσιν ἀπαύστως· καὶ ἔσται Θεὸς ἐν μέσῳ θεῶν, ἀγαθῶν ἔργων αἴτιος, ὁ φύσει τῶν θέσει, μηδὲν κατήγορον ἑαυτοῦ φέρων ἀπὸ τῆς κτίσεως.

Τῆς πρὸς Θεὸν ἀφομοιώσεως, ὡς ἡμῖν ἐφικτόν, ἀμήχανον τεύξασθαι τὸν σπουδαῖον εἰ μὴ πρότερον τῆς ἐπιπροσθούσης τῶν κακῶν ἰλύος διὰ δακρύων θερμῶν τὴν ἀμορφίαν ἀποσκευάσεται, καὶ τῆς ἱερουργίας ἅψεται τῶν ἱερῶν τοῦ Χριστοῦ ἐντολῶν· ἄλλως γὰρ ἐν μετουσίᾳ τῶν ἀπορρήτων τοῦ Θεοῦ ἀγαθῶν γενέσθαι τοῦτον, ἀδύνατον· ὁ γὰρ ἐπιθυμῶν γεύσασθαι τῆς θείας νοερῶς τῶν νοερῶν γλυκύτητός τε, καὶ ἡδονῆς, πάσης ἀποδημεῖ τῆς τοῦ κόσμου καθόλου αἰσθήσεως, καὶ τῇ ἐφέσει τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν ἐν τῇ θεωρίᾳ τῶν ὄντων ἀδολεσχοῦσαν ἔχει τὴν ἰδίαν ψυχήν.

Τὸ τὴν θεοειδῆ ἀφομοίωσιν ἀναλλοίωτον ἑαυτοῖς διατηρῆσαι, τὴν ἐξ ἀκροτάτης ἐπιγινομένης καθάρσεως καὶ ἀγάπης πολλῆς τοῦ Θεοῦ, μόνης ἐστὶ τῆς πρὸς τὸν Θεὸν διηνεκοῦς ἀνανεύσεως, καὶ τῆς τοῦ θεωρητικωτάτου νοὸς ἀνατάσεως, ἥτις ἐπιγίνεσθαι πέφυκε τῇ ψυχῇ, ἀπὸ τῆς ἐπιμόνου τῶν ἀρετῶν ἡσυχίας, ἀπὸ τῆς ἀΰλου καὶ ἀρεμβάστου καὶ διηνεκοῦς προσευχῆς, ἀπὸ τῆς καθόλου ἐγκρατείας, καὶ τῆς συντόνου τῶν γραφῶν ἀναγνώσεως.

Οὐ τὸ εἰς εἰρήνην μόνον ἐλθεῖν τῶν ἐν ἡμῖν δυνάμεων, σπεύδειν χρή· ἀλλὰ καὶ τὸ εἰς πόθον φθάσαι τῆς νοερᾶς ἀναπαύσεως, ἥτις πᾶσαν οἶδεν ἐπ᾽ ἀγαθοῖς ἔφεσιν διὰ γαλήνης ἐπαναπαύειν τῶν λογισμῶν καὶ διὰ τῆς οὐρανόθεν κατερχομένης θείας δρόσου, τὴν τετρωμένην ἰᾶσθαι καὶ ἀναψύχειν καρδίαν, ἀπὸ τοῦ πυρὸς τοῦ ἄνωθεν βαλλομένου, καὶ ἀναπτομένου ὑπὸ τοῦ πνεύματος.

Οὐ δύναται εἰς βάθος τρωθεῖσα ψυχὴ τῷ ἔρωτι τοῦ Θεοῦ, μετὰ τὴν γεῦσιν τῶν νοητῶν τῆς γλυκύτητος αὐτοῦ δωρεῶν, ὅλως ἐφ᾽ ἑαυτὴν ἵστασθαι ἢ μένειν ἐπὶ τὸ αὐτὸ καὶ μὴ πρὸς τὰ πρόσω τῶν εἰς οὐρανοὺς ἀναβάσεων ἀνατείνεσθαι· ὅσῳ γὰρ τὰς ἑαυτῆς ἀναβάσεις ἀμείβει διὰ τοῦ πνεύματος, καὶ τὰ βάθη χωρεῖ τοῦ Θεοῦ, τοσούτῳ πυρπολεῖται τῷ πυρὶ τῆς ἐφέσεως, καὶ τῶν ἔτι βαθυτέρων αὐτοῦ μυστηρίων τὸ μέγεθος ἐρευνᾷ, καὶ πλησιάσαι τῷ μακαρίῳ φωτὶ κατεπείγεται, ἔνθα πᾶσα νοὸς ἔκτασις ἵσταται· ἵνα τὴν τῶν ἰδίων δρόμων κατάπαυσιν ἐν εὐφροσύνῃ καταπαύσῃ καρδίας.

Ὁπηνίκα γένηταί τις ἐν μετουσίᾳ τοῦ Ἁγίου Πνεύματος καὶ τὴν ἐπιφοίτησιν τούτου διά τινος ἀρρήτου ἐν ἑαυτῷ γνῶ ἐνεργείας καὶ εὐωδίας ὡς διατρέχειν τὴν εὐωδίαν αὐτοῦ καὶ κατὰ τὴν τοῦ σώματος ἐπιφάνειαν, τηνικαῦτα μένειν ὁ τοιοῦτος ἐν ὅροις φύσεως τοῦ λοιποῦ οὐκ ἀνέχεται· ἀλλὰ τὴν καλὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ ὑψίστου ἀλλοιωθείς, ἐπιλανθάνεται τροφῆς, ὕπνου, κατευμεγεθεῖ σωματικῶν, σωματικῆς ἀλογεῖ ἀναπαύσεως καὶ ὅλην τὴν ἡμέραν ἐν κόποις ὢν, καὶ ἱδρῶσιν ἀσκητικοῖς, κόπου τινος, ἢ φυσικῆς ἀνάγκης οὐκ ἐπαισθάνεται· πείνης ἢ δίψης, ὕπνου καὶ τῶν ἄλλων τῆς φύσεως ἀναγκῶν· ἐκκέχυται γὰρ ἀοράτως ἡ ἀγάπη τοῦ Θεοῦ μετὰ χαρᾶς ἀρρήτου ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρὸς διακαρτερῶν, τὴν νοερὰν ἐν σωματικῇ γυμνασίᾳ ἐργασίαν ἐργάζεται· καὶ τῆς ἀθανάτου κατατρυφᾶ πανδαισίας, τῶν ἀθανάτων τοῦ νοητοῦ Παραδείσου φυτῶν· εἰς ὃν καὶ Παῦλος ἀρθείς. ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξῆν ἀνθρώπῳ ἀκοῦσαι, τῇ αἰσθήσει τῶν ὁρωμένων προσπάσχοντι.

Ἅπαξ τὸ σῶμα πυρωθὲν τῷ πυρὶ τῆς ἀσκήσεως καὶ τῷ ὕδατι βαφὲν τῶν δακρύων, οὐκ ἔτι τοῖς πόνοις ἀμβλύτερον γίνεται, τῶν πολλῶν καταπαῦσαν ἱδρώτων, ὡς ὑπὲρ τὴν ἔμπρακτον γενόμενον δηλονότι σπουδήν· ἀλλὰ γαλήνην καὶ σιωπὴν εἰρήνης δεξάμενον ἔνδοθεν, πλῆρες μᾶλλον ἄλλης δυνάμεως γίνεται, ἄλλης εὐτονίας, ἄλλης ἰσχύος τοῦ πνεύματος· τοιοῦτον δὲ τὸ συνεργοῦν ἡ ψυχὴ καταπλουτήσασα σῶμα, καὶ ὑπὲρ τὴν σωματικὴν γυμνασίαν εὑραμένη τὴν τούτου κατάστασιν, εἰς νοητοὺς ἀγῶνας τὰς φυσικὰς μεταλλάττει κινήσεις καὶ τὴν νοερὰν ἐργασίαν ὀξέως ἐργαζομένη, φυλάσσει τῶν ἀθανάτων φυτῶν ἑαυτῇ τοὺς καρποὺς ἐν τῷ νοητῷ Παραδείσῳ· ὅθεν ἡ πηγὴ τῶν θεοπρεπῶν νοημάτων κατὰ ποταμοὺς ἀναβλύζει, καὶ ἐν ᾧ τὸ φυτὸν τῆς τοῦ Θεοῦ γνώσεως ἵσταται φέρον σοφίας καρπούς, χαρᾶς, εἰρήνης, χρηστότητος, ἀγαθωσύνης, μακροθυμίας καὶ ἀγάπης ἀρρήτου· οὕτω δὲ σπουδαίως ἐργαζομένη καὶ οὕτω φυλάττουσα ἐκδημεῖ τοῦ σώματος καὶ εἰς γνόφον εἰσδύει θεολογίας· ἐξίσταται τοῦ παντός, ὥς ὑπ᾽ οὐδενὸς κρατουμένη τῶν ὁρωμένων, καὶ Θεῷ συναφθεῖσα, τῶν ἱδρώτων παύεται καὶ τοῦ πόθου.

Τί τῶν ἐν ἡμῖν ὑψηλότερον, ὁ λόγος φησίν, ἡμῖν τοῖς σπουδαίοις, τὸ ὁρώμενον ἢ τὸ νοούμενον; εἰ οὖν τὸ ὁρώμενον, οὐδὲν ἄρα τῶν φθειρομένων ἔσται ἡμῖν ἢ προτιμητέον καὶ στεργόμενον, οὐδὲ κρείττων τοῦ σώματος ἡ ψυχή· εἰ δὲ τὸ νοούμενον πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, καὶ οὕτω περιττὸν ἡ σωματικὴ γυμνασία· ὁπόταν ἔρρωται ἡ νοερὰ τῆς ψυχῆς ἐργασία· τὸ βρύθον κάτω κουφίζουσα καὶ τὸ ὅλον αὐτοῦ ἐργαζομένη πνευματικὸν ἐν ἑνώσει τοῦ κρείττονος.

Τρεῖς εἰσὶ τάξεις ἐν τοῖς ποιουμένοις τὰς προκοπὰς τῶν τελειοποιῶν ἀναβάσεων, καθαρτική, φωτιστική, μυστική ἥ ἐστι καὶ τελειοποιός· καὶ ἡ μέν ἐστι τῶν εἰσαγωγικῶν, ἡ δὲ τῶν μέσων, ἡ δὲ τῶν τελείων· διὰ γὰρ τῶν τριῶν τούτων κατὰ τάξιν ἀνερχόμενος ὁ σπουδαῖος, αὐξάνεται τὴν κατὰ Χριστὸν ἡλικίαν καὶ γίνεται εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Ἡ καθαρτική, τῶν ἤδη πρὸς ἀγῶνας ἱεροὺς εἰσαγομένων ἐστί· καὶ ἴδιον μὲν αὐτῆς, ἡ ἀπόθεσις τῆς μορφῆς τοῦ χοϊκοῦ ἀνθρώπου· ἡ ἀπολύτρωσις πάσης προσύλου κακίας καὶ ἡ ἀμφίεσις τοῦ καινοῦ ἀνθρώπου τοῦ διὰ πνεύματος ἀνακαινιζομένου Ἁγίου· ἔργον δέ, τὸ μῖσος τῆς ὕλης· ἡ τῆξις τῆς σαρκός· ἡ φυγὴ πάσης αἰτίας ἐρεθιζούσης πρὸς πάθος τὸ λογιζόμενον· ἡ ἐπὶ τοῖς πεπραγμένοις μεταμέλεια· πρὸς δὲ τὸ τοῖς δάκρυσιν ἀποκλύσασθαι τὴν ἅλμην τῆς ἁμαρτίας· τὸ τὰ ἤθη τῇ χρηστότητι ρυθμίσαι τοῦ πνεύματος, καὶ τὸ ἐντὸς τοῦ ποτηρίου, ἤγουν τὸν νοῦν, διὰ κατανύξεως ἐκκαθάραι παντὸς μολυσμοῦ σαρκός τε καὶ πνεύματος· καὶ οὕτω τὸν οἶνον τοῦ λόγου βαλεῖν ἐν αὐτῷ· τοῦ εὐφραίνοντος καρδίαν ἀνθρώπου καθαιρομένου, καὶ προσαγαγεῖν τῷ βασιλεῖ τῶν πνευμάτων εἰς γεῦσιν· τέλος δέ, τὸ πυρωθῆναι ἐμπράκτως τῷ πυρὶ τῆς ἀσκήσεως, καὶ τοῖς πόνοις τῶν ἀγώνων, πάντα ἰὸν ἀποσείσασθαι ἁμαρτίας, στομωθῆναί τε καλῶς, καὶ βαφῆναι τῷ τῆς κατανύξεως ὕδατι· καὶ ξῖφος ἀποτελεσθῆναι τομόν, κατὰ παθῶν καὶ δαιμόνων, εἰς δύναμιν· ὁ εἰς τοῦτο φθάσας διὰ πολλῶν ἀγώγων ἀσκήσεως, ἔσβεσε δύναμιν ἐμφύτου πυρός· ἔφραξε στόματα λεόντων, ἀγρίων παθῶν· ἐνεδυναμώθη τῷ πνεύματι ἀπὸ ἀσθενείας· ἐγένετο ἰσχυρός· καὶ ὡς ἄλλος τις αὐσίτης τρόπαιον ὑπομονῆς ἔστησε νικήσας τὸν πειράζοντα.

Ἡ φωτιστική, τῶν ἐξ ἱερῶν ἀγώνων προκοψάντων ἐστὶν εἰς πρώτην ἀπάθειαν· καὶ ἴδιον μὲν αὐτῆς, ἡ γνῶσις τῶν ὄντων, ἡ θεωρία τῶν λόγων τῆς κτίσεως καὶ ἡ μετουσία τοῦ Ἁγίου Πνεύματος· ἔργον δέ, ἡ κάθαρσις τοῦ νοός, ἡ διὰ τοῦ πυρὸς γινομένη τοῦ θείου· ἡ τῶν ὀφθαλμῶν τῆς καρδίας νοερὰ ἀποκάλυψις· καὶ ἡ τοῦ λόγου γέννησις μεθ᾽ ὑψηλῶν τῶν νοημάτων τῆς γνώσεως· τέλος δέ, ὁ διατρανῶν λόγος τῆς σοφίας τὰς φύσεις τῶν ὄντων· ἡ ἐπίγνωσις τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων· καὶ ἡ ἀποκάλυψις τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν· ὁ εἰς τοῦτο φθάσας διὰ νοερᾶς τοῦ νοὸς ἐργασίας, ἅρμα πυρὸς ἐποχεῖται τῇ τετρακτύι τῶν ἀρετῶν, ὡς εἴτις ἄλλος θεσβίτης· καὶ ἔτι ζῶν εἰς ἀέρα τὸν νοητὸν αἴρεται, καὶ περιπολεῖ τὰ οὐράνια, ὑπεράνω τῆς τοῦ σώματος γεγονὼς ταπεινώσεως.

Ἡ μυστικὴ καὶ τελειοποιὸς τάξις, τῶν ἤδη πάντα διαδραμόντων ἐστὶ καὶ εἰς μέτρον ἡλικίας ἐλθόντων τοῦ Χριστοῦ, καὶ ἴδιον μὲν αὐτοῖς τὸ διατεμεῖν τὸν ἀέρα, καὶ τοῦ παντὸς ὑπερκύψαι, τὸ περὶ τὰς ἄνω τάξεις γενέσθαι τῶν οὐρανῶν· καὶ τῷ πρώτῳ φωτὶ πλησιάσαι, καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῆσαι διὰ πνεύματος· ἔργον δὲ τὸ πληρῶσαι τὸν θεατὴν τῶν τοιούτων νοῦν τῶν περὶ προνοίας λόγων, τῶν περὶ δικαιοσύνης καὶ ἀληθείας, τῶν περὶ λύσεως αἰνιγμάτων καὶ παραβολῶν καὶ σκοτεινῶν λόγων τῆς θείας γραφῆς· τέλος δέ, τὸ μυσταγωγῆσαι τὸν οὕτω τετελεσμένον τὰ ἀπόκρυφα μυστήρια τοῦ Θεοῦ, τὸ σοφίας ἑαυτὸν ἀρρήτου πληρῶσαι διὰ συνουσίας τοῦ πνεύματος καὶ σοφὸν Θεολόγον μέσον Ἐκκλησίας μεγάλης ἀποδεῖξαι Θεοῦ, τῷ λόγῳ τῆς θεολογίας τοὺς ἀνθρώπους φωτίζοντα· ὁ εἰς τοῦτο φθάσας διὰ βαθυτάτης ταπεινοφροσύνης καὶ κατανύξεως, εἰς τρίτον οὐρανὸν ἤρθη θεολογίας ὡς εἴτις ἕτερος Παῦλος, καὶ ῥήματα ἤκουσεν ἄρρητα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ ὑπὸ τὴν αἴσθησιν ὄντι, ἀκοῦσαι· καὶ τῶν ἀπορρήτων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, ἀπεγεύσατο· καὶ διάκονος γέγονε τῶν μυστηρίων Θεοῦ, στόμα γεγονὼς αὐτοῦ, διακονῶν ταῦτα τοῖς ἀνθρώποις διὰ τοῦ λόγσυ καὶ καταπαύων τὴν μακαρίαν ἐν τούτῳ κατάπαυσιν, τέλειος ἐν τελείῳ Θεῷ· συναφθεὶς μετὰ τῶν θεολόγων ταῖς ὑπερτάταις δυνάμεσι τῶν Χερουβίμ τε καὶ Σεραφίμ, ὧν καὶ ὁ λόγος τῆς σοφίας ὁμοῦ καὶ τῆς γνώσεως.

Εἰς δύο διαιρούμενος τῶν ἀνθρώπων ὁ βίος, εἰς τρεῖς τάξεις ἔχει τὰ τέλη συναγόμενα τούτου· καὶ τὸ μὲν αὐτοῦ, κοινωνικόν ἐστι καὶ ἐγκόσμιον· τὸ δέ, ἀκοινώνητον καὶ ὑπερκόσμιον· καὶ τὸ μὲν κοινωνικὸν, εἰς σωφροσύνην διαιρεῖται καὶ ἀπληστίαν· τὸ δὲ ἀκοινώνητον, εἰς φιλοσοφίαν, εἰς φυσικὴν ἐπιστήμην, καὶ εἰς ὑπὲρ φύσιν ἐνέργειαν· τούτων τὸ μέν, ἢ τῷ δικαίῳ συνάπτεται κατὰ φύσιν ἐρχόμενον, ἢ τῇ ἀδικίᾳ καὶ εἰς ἀδικίαν χωρεῖ, ἀποπλανηθὲν τῆς κατὰ φύσιν κινήσεως· τὸ δέ, εἰ μὲν κατὰ σκοπὸν διώξῃ τῷ κανόνι ἀπευθυνόμενον, εἰς ἄπειρον τελευτᾷ φύσιν, ὑπὲρ τὴν φύσιν τελειωθέν· εἰ δὲ κατὰ φιλοτιμίαν ἐγγυμναζόμενον τοῦ σκοποῦ ψεύσηται, εἰς ἀδόκιμον τελευτᾷ νοῦν, καὶ ὡς ἀτελὲς εἰκότως ἀποδοκιμάζεται τοῦ τελείου.

Φῶς καὶ ζωή καὶ εἰρήνη τὸ πνεῦμα· ὁ οὖν ὑπὸ τοῦ θείου φωτιζόμενος πνεύματος, γαληναίαν εἰρηνεύων διανύει ζωήν· ἐντεῦθεν δὲ ἡ γνῶσις αὐτῷ τῶν ὄντων, καὶ ἡ σοφία τοῦ λόγου πηγάζει, καὶ ὁ νοῦς τοῦ Χριστοῦ ἐπιγίνεται· οὗτος οἶδε τὰ τῆς βασιλείας μυστήρια, εἰς τὰ βάθη χωρεῖ τοῦ Θεοῦ, καὶ ἡμέρᾳ τῇ ἡμέρᾳ ἐρεύγεται λόγους ζωῆς, ἐξ ἀκυμάντου καὶ πεφωτισμένης καρδίας, ἀγαθοὺς τοῖς ἀνθρώποις· ἐπειδὴ ἀγαθός ἐστι, τὸν ἀγαθὸν ἔχων λαλοῦντα ἐν ἑαυτῷ καινά τε καὶ παλαιά.

Σοφία ὁ Θεός, καὶ τοὺς ἐν λόγῳ καὶ σοφίᾳ περιπατοῦντας, τῇ γνώσει τῶν ὄντων θεοποιῶν, ἑνοῖ διὰ φωτὸς αὐτοὺς ἑαυτῷ, καὶ θέσει Θεοὺς ἀπεργάζεται· ὥς περ δὲ αὐτὸς ἐκ τοῦ μὴ ὄντος σοφίᾳ τὰ πάντα κατασκευάσας, διὰ σοφίας τὰ ἐγκόσμια διεξάγει καὶ διοικεῖ, καὶ τὴν σωτηρίαν πάντων τῶν ἐγγιζόντων αὐτῷ δι᾽ ἐπιστροφῆς ὡσαύτως ἀεὶ ἐν σοφίᾳ ἐργάζεται, οὕτω καὶ ὁ ἀξιωθεὶς τῆς ἀνωτάτω γενέσθαι σοφίας, ἐκ καθαρότητος μέτοχος, ἀεὶ ὡς εἰκὼν Θεοῦ καὶ αὐτὸς ἐν σοφίᾳ ποιεῖ καὶ ἐργάζεται τὰ τοῦ θείου θελήματος· συνάγων μὲν ἀπὸ τῶν ἔξω καὶ μεριζομένων εἰς πολλά, ἑαυτόν, ἀνάγων δὲ ὁσημέραι καὶ ἀνατείνων τὸ λογιζόμενον αὐτοῦ διὰ γνώσεως τῶν ἀπορρήτων, πρὸς ἀγγελικὰς τῳόντι ζωάς· καὶ ἑνοειδῆ, κατὰ τὸ ἐφικτόν, τὴν αὐτοῦ ζωὴν ἐργαζόμενος, ἑνοῖ ταῖς ἄνω δυνάμεσιν ἑαυτόν, ταῖς ἑνιαίως περὶ Θεὸν κινουμέναις· καὶ δι᾽ αὐτῶν πρὸς τὴν πρώτην ἀρχὴν καὶ αἰτίαν ὡς δι᾽ ἀγαθῶν ἡγεμόνων ἀνάγεται.

Ὁ διὰ σοφίας τῆς κρείττονος ἑαυτὸν ἑνώσας ταῖς ἄνω δυνάμεσι, καὶ διὰ τοῦτο Θεῷ ἑνωθείς, ὡς καθ᾽ ὁμοίωσιν ὢν τοῦ Θεοῦ· πᾶσι διὰ λόγου καὶ συνουσίας ἐμφιλοσόφως συγγινόμενος, ἀποτέμνει τῶν βουλομένων θείᾳ δυνάμει τὰς ἕξεις ἀπὸ τῶν ἔξω καὶ μεριστῶν, καὶ πρὸς ἑνοειδῆ ζωήν, ὥς περ ἑαυτόν, οἷα δὴ Θεοῦ μιμητὴς καὶ αὐτοὺς συνελίσσων ἐν πνεύματι, ἀνάγει διὰ σοφίας καὶ γνώσεως, καὶ τῆς τῶν ἀποκρύφων ἐλλάμψεως, πρὸς θεωρίαν τῆς δόξης τοῦ ἑνὸς καὶ πρώτου φωτός· καὶ ἑνώσας αὐτοὺς ταῖς περὶ Θεὸν οὐσίαις καὶ τάξεσιν, εἰς τὴν ἑνότητα ἄγει Θεοῦ, ὁλολαμπεῖς γεγονότας ἐκ τῆς τοῦ πνεύματος ἐπιλάμψεως.

Τῇ τετρακτύι τῶν ἀρετῶν, ὀγδοὰς συνομαρτεῖ φυσικῶν τε καὶ γενικῶν ἀρετῶν, μιᾷ τούτων ἑκάστῃ ἐξ ἑκατέρου μέρους δύω ἐπανατελουσῶν, ὡς καὶ αὐτὴν ἑκάστην γίνεσθαι εἰς τριάδα· τῇ οὖν φρονήσει, γνῶσις ἐπανατέλλει, καὶ σοφὴ θεωρία· τῇ δικαιοσύνῃ, διάκρισις καὶ εὐσυμπάθητος γνώμη· τῇ ἀνδρίᾳ, ὑπομονὴ καὶ ἔνστασις σταθερά· τῇ σωφροσύνῃ, ἁγνεία καὶ παρθενία· ταύτης τῆς τριαδικῆς δωδεκάδος, ὥς περ τις κτίστης καὶ μυσταγωγὸς ὁ Θεὸς ἐν σοφίᾳ ὑπερκαθέζεται ἐν τῷ τοῦ νοὸς θρόνῳ, τὸν λόγον ἐξαποστέλλων εἰς δημιουργίαν τῶν ἀρετῶν· ὃς καὶ λαμβάνων ἐκ τῶν ὑποκειμένων ἀρχῶν τὴν ἐξ ἑκατέρας ὕλην τῶν εἰρημένων, τὸν νοητὸν τῆς εὐσεβείας κόσμον δημιουργεῖ τῇ ψυχῇ· καὶ ὡς μὲν οὐρανὸν ἐκτείνει αὐτῇ τὴν φρόνησιν, ὅλην κατάστερον εἰς ὁλολαμπῆ ζωήν, ἐν ᾗ ὡς δύω μεγάλας φωστῆρας τὴν θείαν γνῶσιν, καὶ τὴν φυσικὴν θεωρίαν, λάμπειν καὶ καταφωτίζειν ταύτην ποιεῖ. Ὡς δὲ γῆν θεμελιοῖ τὴν δικαιοσύνην αὐτῇ, εἰς πανδαισίαν ἀδάπανον· ὡς δὲ ἀέρα ἐφαπλοῖ τὴν σωφροσύνην, εἰς ἀνάψυξιν καὶ δρόσον ἀκραιφνεστάτης ζωῆς· ὡς δὲ θάλασσαν τὴν ἀνδρείαν ὁρίζει ἐν τῇ ἀσθενείᾳ τῆς φύσεως, εἰς καθαίρεσιν ὀχυρωμάτων καὶ ὑψωμάτων τοῦ ἐναντίου· τοῦτον οὖν οὕτω τὸν κόσμον ὁ λόγος οἰκοδομῶν, δύναμιν ἐντίθησιν αὐτῇ τὸ πνεῦμα εἰς κίνησιν μὲν νοητήν, καὶ ἀεικίνητον, εἰς συνοχὴν δὲ ἀδιασκέδαστόν τε, καὶ διαρκῆ· κατὰ τὸ εἰρημένον ὑπὸ Δαβίδ· τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν.

Ταῖς πνευματικαῖς μεθηλικιώσεσι τῶν σπουδαίων, συναυξάνεσθαι πέφυκε καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· καὶ ὅτε μὲν νήπιοί εἰσι δεόμενοι γάλακτος, θηλάζειν λέγεται τὸ γάλα τῶν εἰσαγωγικῶν ἀρετῶν τῆς γυμνασίας τοῦ σώματος, οὗ τὸ ὠφέλιμον, πρὸς ὀλίγον ἐστὶ τοῖς αὐξάνουσι κατ᾽ ἀρετὴν καὶ κατὰ μικρὸν ἀποβαλλομένοις τὴν νηπιότητα· ὅτε δὲ πρὸς νεανίσκους ἀνέλθωσι καὶ τὴν στερεὰν τροφὴν τρέφωνται τῆς θεωρίας τῶν ὄντων, ὡς γεγυμνασμένοι τὰ τῆς ψυχῆς αἰσθητήρια, προκόπτειν λέγεται ἡλικίᾳ καὶ χάριτι· καὶ μέσον πρεσβυτέρων καθέζεσθαι· καὶ ἀνακαλύπτειν αὐτοῖς τὰ βαθέα ἐκ σκότους· ὅτε δὲ πρὸς ἄνδρα τέλειον, πρὸς μέτρον ἡλικίας τελειωθῶσι τοῦ πληρώματος τοῦ Χριστοῦ, κηρύσσειν λέγεται τὸν λόγον πᾶσι τῆς μετανοίας, καὶ διδάσκειν τοὺς λαοὺς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ πρὸς τὸ παθεῖν κατεπείγεσθαι· τοῦτο γάρ ἐστι τὸ τέλος παντὸς τοῦ τελειωθέντος ἐν ἀρεταῖς, ἵνα μετὰ τὸ πάσας διελθεῖν τὰς ἡλικίας Χριστοῦ, εἰς τὸ πάθος καταντήσῃ τῶν πειρασμῶν, κατὰ τὸν ἐκείνου σταυρόν.

Ἕως ὑπὸ τὰ στοιχεῖα τῆς γυμνασίας ἐσμέν, παρατηρούμενοι ἅπτεσθαι βρωμάτων, ἢ θίγειν ἁφῆς, ἢ ἐνατενίζειν ὡραιότησιν, ἢ μελῶν ἀκροᾶσθαι, ἢ μύρων ὀσφραίνεσθαι, ὑπὸ ἐπιτρόπους ἐσμὲν καὶ οἰκονόμους, ὡς ἔτι νήπιοι, εἰ καὶ κληρονόμοι τυγχάνομεν καὶ κύριοι πάντων τῶν τοῦ πατρός· ὅτε δὲ ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου αὐτῆς, καὶ διὰ τῆς ἀπαθείας πληρωθῇ, τότε γεννᾶται ὁ λόγος ἐν ἡμῖν ἐκ καθαρᾶς διανοίας καὶ γίνεται ὑπὸ τὸν νόμον τοῦ πνεύματος, ἵνα τοὺς ὑπὸ νόμον ἡμᾶς τοῦ σαρκικοῦ φρονήματος ὄντας ἐξαγοράσῃ, καὶ τὴν υἱοθεσίαν ἡμῖν ἀποδώῃ· τούτου δὲ γεγονότος, τότε κράζει τὸ πνεῦμα εἰς τὰς καρδίας ἡμῶν, Ἀββᾶ ὁ πατήρ· δεικνῦον καὶ γνωρίζον ἡμῖν τὴν υἱότητα, καὶ τὴν πρὸς τὸν Πατέρα καὶ Θεὸν παρρησίαν· καὶ ὡς υἱοῖς καὶ κληρονόμοις Θεοῦ διὰ Χριστοῦ, ἡμῖν συμπαραμένει καὶ διαλέγεται, μὴ τῇ δουλείᾳ τῶν αἰσθήσεων κρατουμένοις.

Τοῖς κατὰ Πέτρον εἰς πίστιν προκόψασι, καὶ κατὰ Ἰάκωβον εἰς ἐλπίδα ἐπανελθοῦσι, καὶ κατὰ Ἰωάννην εἰς ἀγάπην τελειωθεῖσι, μεταμορφοῦται εἰς ὄρος ὑψηλὸν ἀνελθών, θεολογίας ὁ Κύριος· καὶ λάμπει μὲν αὐτοῖς τῇ ἐπιφανείᾳ καὶ τῷ χαρακτῆρι τοῦ καθαροῦ λόγου, ὡς ὁ ἥλιος, τοῖς δὲ νοήμασι τῆς ἀπορρήτου σοφίας, γίνεται λαμπρὸς ὡς τὸ φῶς· καὶ ὁρᾶται ὁ λόγος ἐν τούτοις, μέσον ἑστὼς νόμου καὶ προφητείας· τὰ μὲν νομοθετῶν καὶ διδάσκων, τὰ δὲ ἀνακαλύπτων ἐκ βαθέων καὶ κεκρυμμένων θησαυρῶν τῆς σοφίας· ἔσθ᾽ ὅτε καὶ προορῶν καὶ προλέγων· οὓς καὶ ὡς νεφέλη φωτεινὴ ἐπισκιάζει τὸ πνεῦμα καὶ φωνὴ μυστικῆς θεολογίας ἐκεῖθεν πρὸς αὐτοὺς ἔρχεται, μυοῦσα τὸ μυστήριον αὐτοὺς τῆς Τρισυποστάτου Θεότητος, καὶ οὕτω λέγουσα· οὗτός ἐστιν ὁ ἀγαπητός μου ὅρος τοῦ λόγου τῆς τελειῴσεως ἐν ᾧ εὐδόκησα, γίνεσθαί μοι τελείους υἱοὺς ἐν τελείῳ πνεύματι.

Ψυχὴ τῶν χαμαιζήλων πάντων καταφρονήσασα, καὶ ὁλικῶς τῷ ἔρωτι τρωθεῖσα Θεοῦ, ἔκστασίν τινα ξένην καὶ θείαν ὑφίσταται· μετὰ γὰρ τὸ κατιδεῖν τρανῶς τὰς φύσεις τῶν ὄντων καὶ τοὺς λόγους αὐτῶν καὶ τὰ τέλη τῶν ἀνθρωπίνων καταλαβέσθαι πραγμάτων, ἐντὸς οὐκ ἀνέχεται τοῦ παντὸς ἔκτοτε εἶναι, καὶ τῷ περιέχοντι περιγράφεσθαι· ἀλλὰ τῶν ἑαυτῆς ὅρων ἐκστᾶσα καὶ τὰ δεσμὰ τυραννήσασα τῆς αἰσθήσεως, τὰς φύσεις πάντων περάσασα, εἰς γνόφον θεολογίας ἐν ἀρρήτῳ σιγῇ εἰσέρχεται, καὶ τὸ κάλλος κατανοεῖ τοῦ ὄντος, ἐν φωτὶ νοημάτων ἀφράστου σοφίας, ὅσον ἂν αὐτῇ κατὰ χάριν ἐκεῖθεν δοθῇ· θεοπρεπῶς δὲ τοῖς νοήμασιν εἰς τὴν θεωρίαν αὐτοῦ ἐμβαθύνουσα, ἐντρυφᾷ τῶν ἀθανάτων φυτῶν τοῖς καρποῖς, ἀγάπης, φόβῳ τῶν θείων ἐννοιῶν λέγω τοῖς νοήμασιν· ὧν οὐδέποτε συστελλομένη πρὸς ἑαυτήν, δύναται τελείως ἐκφράσαι τὸ μεγαλοπρεπές τε καὶ ἔνδοξον· ἀλλ᾽ οἶον ἐνεργουμένη ξένως ὑπὸ τοῦ πνεύματος· τὸ μέν ἐπαινετὸν πάθος ἐν ἀρρήτῳ οἶδε χαρᾷ καὶ σιγῇ· τὸ δὲ πῶς ἐνεργεῖται; ἢ τί ἐστι τὸ κοινοῦν καὶ ὁρώμενον; καὶ λέγον αὐτῇ μυστικῶς τὰ ἀπόρρητα; ἀμηχανεῖ ἐξηγήσασθαι.

Ὁ σπείρων ἑαυτῷ εἰς δικαιοσύνην δάκρυα κατανύξεως, τρυγᾷ εἰς καρπὸν ζωῆς, χαρὰν ἀνεκλάλητον· ὁ δὲ ἐκζητῶν καὶ ὑπομένων τὸν Κύριον ἕως τοῦ ἐλθεῖν τὰ γεννήματα τῆς δικαιοσύνης αὐτοῦ, οὗτος θερίσει πολύχσυν τὸν στάχυν τῆς γνώσεως τοῦ Θεοῦ· καὶ φῶς ἑαυτὸν φωτίσει σοφίας καὶ λυχνία φωτὸς ἀϊδίου γενήσεται εἰς τὸ φωτίζειν πάντας ἀνθρώπους· καὶ οὐ φθονήσει ἑαυτῷ καὶ τοῖς πλησίον ὑπὸ τὸ μόδιον τοῦ φθόνου καλύπτων τὸ δοθὲν αὐτῷ φῶς τῆς σοφίας· ἀλλ᾽ ἐπὶ τῆς Ἐκκλησίας τῶν πιστῶν ἐρεύξεται λόγους ἀγαθοὺς εἰς ὠφέλειαν πολλῶν, καὶ φθέγξεται προβλήματα ἀπ᾽ ἀρχῆς ὅσα τε ἤκουσεν, ἄνωθεν, θείῳ ὑπησχούμενος πνεύματι, καὶ ὅσα ἔγνω τῇ θεωρίᾳ τῶν ὄντων σχολάζων, καὶ οἱ πατέρες αὐτοῦ διηγήσαντο αὐτῷ.

Ἔσται παντὶ σπουδαίῳ ἐν τῇ ἡμέρᾳ τῆς αὐτοῦ κατ᾽ ἀρετὴν τελειώσεως, καὶ ἀποσταλάξει αὐτῷ τὰ ὄρη τῆς ἐργασίας τῶν τοῦ Θεοῦ ἐντολῶν γλυκασμὸν εὐφροσύνης, βασιλεύοντι ἐν Σιὼν τῇ καθαρᾷ διανοίᾳ· καὶ οἱ βουνοὶ, οἱ λόγοι τῶν ἀρετῶν, ρυήσονται γάλα· τὴν τροφὴν αὐτῷ ἀναπαυομένῳ ἐπὶ κλίνης ἀπαθείας, προσφέροντες· καὶ πᾶσαι αἱ ἐφέσεις Ἰούδα, τῆς αὐτοῦ φημὶ πίστεώς τε καὶ γνώσεως, ῥυήσονται ὕδατα, δόγματα δηλαδὴ καὶ παραβολὰς καὶ αἰνίγματα θείων πραγμάτων· καὶ πηγὴ σοφίας ἀπορρήτου ἐκ τῆς καρδίας αὐτοῦ ὡς ἐξ οἴκου Κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων· αὐτοὺς δηλονότι τοὺς τῷ αὐχμῷ καὶ τῷ καύσωνι τῶν παθῶν ἀποξηρανθέντας ἀνθρώπους· καὶ τότε γνώσεται τὴν ἀληθινὴν ἔκβασιν ἐν ἑαυτῷ τῶν λόγων Κυρίου· φησί γάρ· ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος.

Ἀνατελεῖ ἐν τοῖς φοβουμένοις με, φησὶν ὁ Θεός, ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πράξεσιν αὐτῶν· καὶ ἐκ φυλακῆς παθῶν ἐξελεύσονται καὶ σκιρτήσουσιν ὡς μοσχάρια ἐκ δεσμῶν ἁμαρτίας ἀνειμένα· καὶ καταπατήσουσιν ἀνόμους ἄνδρας καὶ δαίμονας ὑποκάτω τῶν ποδῶν αὐτῶν, ὡς σποδὸν, ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαταστάσεως αὐτῶν, ᾗ ἐγὼ ποιῶ λέγει Κύριος παντοκράτωρ· ἡνίκα διὰ πασῶν ἀνυψωθῶσι τῶν ἀρετῶν δηλονότι, καὶ τελειωθῶσι διὰ σοφίας καὶ γνώσεως ἐν τῇ μετουσίᾳ τοῦ πνεύματος.

Ἐὰν ἐπ᾽ ὄρους πεδινοῦ τοῦ κόσμου τούτου καὶ τῆς Ἐκκλησίας Χριστοῦ, γνώσεως καινῆς ἄνωθεν ἄρῃς σημεῖον, καὶ ὑψώσῃς τὴν φωνὴν ἑαυτῷ, κατὰ τὸν εἰρηκότα, τῆς δοθείσης σοι σοφίας ἀπὸ Θεοῦ· παρακαλῶν τῷ λόγῳ καὶ διδάσκων τοὺς σοὺς ἀδελφοὺς διανοίγων τὸν νοῦν αὐτοῖς τῆς θείας γραφῆς, εἰς κατανόησιν τῶν θαυμασίων δωρεῶν τοῦ Θεοῦ, καὶ προβιβάζων αὐτοὺς εἰς τὴν ἐργασίαν τῶν αὐτοῦ ἐντολῶν, μὴ φοβηθῇς ἀπὸ τῶν φθονούντων τῇ δυνάμει τῶν λόγων σου, καὶ διαστρεβλούντων πᾶσαν θείαν γραφήν, κενῶν ὄντων καὶ σεσαρωμένων, καὶ ἑτοίμων εἰς κατοικίαν τῷ διαβόλῳ· συντάσσει γὰρ τὰ τῶν χειλέων σου ὁ Θεὸς ἐν τῇ βίβλῳ τῶν ζώντων, καὶ οὐκ ἔσται σοι βλάβη ἐκ τῶν τοιούτων, ὡς οὐδὲ Πέτρῳ ἐκ Σίμωνος· ἐρεῖς δὲ μᾶλλον καὶ αὐτὸς μετὰ τοῦ Προφήτου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ κατασκευάζοντας ὁρᾶς κατὰ σοῦ τοὺς τοιούτους σκάνδαλα τρίβου, ἰδοὺ ὁ Θεός μου σωτήρ μου Κύριος, καὶ πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτοῦ, καὶ σωθήσομαι ὑπ᾽ αὐτοῦ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι σωτήρ· καὶ οὐ παύσομαι ἀναγγέλλειν τὰ ἔνδοξα αὐτοῦ ἐν πάσῃ τῇ γῇ.

Εἰ ἔγνως, ὅτι ἡ φορὰ τῆς τῶν παθῶν ἐνεργείας ἐστὶν ἐν σοὶ ἄπρακτος, καὶ ἡ κατάνυξις ἐκ ταπεινοφροσύνης πηγάζει ἀπὸ τῶν ὀφθαλμῶν σου, γνῶθι ὅτι ἦλθεν ἡ βασιλεία τοῦ Θεοῦ, ἐπὶ σέ, καὶ ἐγκύμων ἐγένου τοῦ Ἁγίου Πνεύματος· εἰ δὲ καὶ ἐνεργοῦν, κινούμενόν τε καὶ λαλοῦν τὸ πνεῦμα νοεῖς ἐν τοῖς ἐγκάτοις σου, καὶ διεγεῖρόν σε τοῦ λέγειν ἐν Ἐκκλησίᾳ, φωνῇ μεγάλῃ, τὸ σωτήριον καὶ τὴν ἀλήθειαν τοῦ Θεοῦ, μηδὲ κωλύσης τὰ χείλη σου διὰ τὸν φθόνον τῶν ἰουδαιοφρόνων ἀνδρῶν· ἀλλὰ καθίσας, γράψον ἐπὶ πυξίου, καθώς φησιν Ἡσαίας, ἃ τὸ πνεῦμά σοι λέγει· ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα, καὶ ἕως εἰς τὸν αἰῶνα κατὰ τὸν οὕτω εἰπόντα· οἱ γὰρ τὸν φθόνον ὠδίνοντες, λαὸς ἀπειθής εἰσιν, υἱοὶ ψευδεῖς, οἷς οὐκ ἔστι πίστις οἱ οὐ βούλονται ἀκούειν, ὅτι ἔτι τὸ Εὐαγγέλιον ἐνεργεῖ, καὶ φίλους Θεοῦ, καὶ Προφήτας κατασκευάζει· ἀλλὰ λέγουσι τοῖς Προφήταις καὶ διδασκάλοις τῆς Ἐκκλησίας, μὴ ἀναγγέλλετε ἡμῖν τὴν σοφίαν τοῦ Θεοῦ· τοῖς τὰ ὁράματα τῆς φυσικῆς θεωρίας ὁρῶσι, μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, ἣν ὁ κόσμος φιλεῖ, καὶ ἀφέλετε ἀφ᾽ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ· μηδὴ προσέξῃς τῇ Βασκανίᾳ, καὶ τοῖς λόγοις αὐτῶν· ἀκούσονται γὰρ τὰ ὑπηχούμενά σοι πρὸς ὠφέλειαν πολλῶν ἄνωθεν, κωφοὶ ἔσχατον, καὶ οἱ ἐν τῷ σκότει τοῦ βίου, καὶ οἱ ἐν τῇ ὁμίχλῃ τῆς ἁμαρτίας ὀφθαλμοὶ τυφλῶν, ὄψονταί σου τῶν λόγων τὸ φῶς· καὶ ἀγαλλιάσονται ἐν αὐτοῖς οἱ πτωχοὶ τῷ Πνεύματι· καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων, ἐμπλησθήσονται εὐφροσύνης· καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι, σύνεσιν ἐν τοῖς λόγοις σου· οἱ δὲ γογγύζοντες κατὰ σοῦ, μαθήσονται ὑπακούειν τῶν λόγων τοῦ πνεύματος· καὶ γλῶσσαι αἱ ψελλίζουσαι, λαλεῖν εἰρήνην μαθήσονται.

Μακάριος ὃς ἔχει ἐν Σιὼν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, σπέρμα διδασκαλίας τῶν λόγων αὐτοῦ, φησὶν Ἡσαίας, καὶ υἱοὺς οἰκείους ἑαυτῷ, καὶ τῷ πνεύματι, ἐν τῇ ἄνω τῶν πρωτοτόκων Ἰερουσαλήμ· ἔσται γὰρ ὁ ἄνθρωπος ἐκεῖνος, κρύπτων εἰς καιρόν, φησι, τοὺς λόγους αὐτοῦ, καὶ κρυβήσεται ὡς ἀφ᾽ ὕδατος φερομένου· καὶ ἔσχατον, φανήσεται ἐν Σιὼν τῇ τῶν πιστῶν Ἐκκλησίᾳ, ὡς ποταμὸς φερόμενος ἔνδοξος, γῇ διψώσῃ τοῖς ῥείθροις τῆς σοφίας αὐτοῦ· καὶ οὐκ ἔτι ἔσονται οἱ ὑπὸ τῶν φθονούντων ἀνατρεπόμενοι πεποιθότες ἐπ᾽ αὐτοῖς· ἀλλὰ τὰ ὦτα αὐτῶν δώσουσιν ἀκούειν τῶν λόγων τοῦ ἀνθρώπου ἐκείνου, καὶ ἡ καρδία τῶν κατὰ ψυχὴν ἀσθενούντων, προσέξει τοῦ ἀκούειν· καὶ οὐκ ἔτι οὐ μὴ εἴπωσιν οἱ ὑπηρέται τοῦ φθόνου σίγα, ἐπειδὴ εὐσεβὴς ὢν συνετὰ ἐβουλεύσατο, καὶ οὐχ ὥς περ οἱ μωροὶ τοῦ κόσμου σοφοὶ μωρά, ἐλάλησεν· οὐδὲ ἡ καρδία αὐτοῦ νενόηκε μάταια τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς τὸν Θεὸν πλάνησιν ὡς ἂν διασπείρῃ ψυχὰς πεινώσας, καὶ ψυχὰς τὰς διψώσας, κενὰς ποιήσῃ· διὰ τοῦτο οἱ λόγοι αὐτοῦ μενοῦσιν εἰς ὠφέλειαν πολλῶν, κἂν μὴ δοκῇ τοῖς βασκαίνουσι.

Τῷ ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς οἰκοῦντι, ἄρτος εἰς κόρον δοθήσεται γνώσεως, καὶ ὁ κρατὴρ τῆς σοφίας, εἰς μέθην· καὶ οὕτως ἔσται πιστὸν τὸ ὕδωρ αὐτοῦ· βασιλέα μετὰ δόξης ὄψεται, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ, γῆν πόρρωθεν ὄψονται· ἡ ψυχὴ αὐτοῦ μελετήσει σοφίαν, καὶ ἀναγγελεῖ πᾶσι τὸν τόπον τὸν αἰώνιον οὗ τῶν ὅρων ἐκτὸς οὐδέν.

Εἰ οὖν ἡ παιδεία Κυρίου ἀνοίγει τὰ ὦτα παντὸς τοῦ φοβουμένου αὐτόν, καὶ προστίθησιν ὡτίον αὐτῷ τοῦ ἀκούειν· καὶ γλῶσσαν δίδωσι παιδείας τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον, τίς ἕτερος ὁ ἀποστρέφων φρονίμους καὶ σοφοὺς τοῦ κόσμου εἰς τὰ ὀπίσω καὶ τὴν σοφίαν μωραίνων αὐτῶν, μόνον δὲ ἱστῶν τὰ ῥήματα τῶν δούλων αὐτοῦ, ἀλλ᾽ ἢ αὐτὸς ὁ ποιῶν καινὰ καὶ παράδοξα εἰς δόξαν αὐτοῦ, ὁ ποιῶν ἐν τῇ ἐρήμῳ καὶ ξηρᾷ καρδίᾳ, ὁδὸν ταπεινώσεως καὶ πραότητος, ἐν δὲ τῇ ἀνίκμῳ, καὶ ἀνύδρῳ διανοίᾳ, ποταμὸς σοφίας ἀρρήτου, εἰς τὸ ποτίσαι τὸ γένος αὐτοῦ τὸ ἐκλεκτόν, λαὸν ὃν περιεποιήσατο, τὰς ἀρετὰς αὐτοῦ διηγεῖσθαι; ἔμπροσθεν γὰρ τῶν ἀγαπώντων καὶ φοβουμένων αὐτῶν πορεύεται, καὶ ὄρη παθῶν ὁμαλίζει, καὶ θύρας χαλκὰς ἀγνωσίας συντρίβει, καὶ ἀνοίγει τῆς αὐτοῦ γνώσεως τὰς θύρας, καὶ ἀνακαλύπτει αὐτοῖς θησαυροὺς αὐτῆς σκοτεινούς, ἀποκρύφους τε καὶ ἀοράτους· ἵνα γνῶσιν, ὅτι αὐτός ἐστι Κύριος ὁ Θεός, ὁ καλῶν τὸ ὄνομα αὐτῶν Ἰσραήλ

Τίς ὁ ταράσσων τὴν θάλασσαν τῶν παθῶν, καὶ ἱστῶν τὰ κύματα αὐτῆς; ὁ ῥυόμενος, τοὺς ἀγαπῶντας αὐτόν, τοῦ κινδύνου τῆς ἁμαρτίας, καὶ τὴν ζάλην τῶν λογισμῶν εἰς γαλήνην ποιῶν Κύριος Σαβαώθ, ὁ τοὺς λόγους αὐτοῦ τιθεὶς εἰς τὸ στόμα αὐτῶν, καὶ σκέπων αὐτοὺς ὑπὸ τὴν σκιὰν τῶν χειρῶν αὐτοῦ, ἐν ᾗ ἔστησε τὸν οὐρανόν, καὶ τὴν γῆν ἐθεμελίωσεν; αὐτὸς τοῖς φοβουμένοις αὐτόν, δίδωσι γλῶσσαν παιδείας καὶ οὖς συνέσεως εἰς τὸ ἀκούειν ἄνωθεν τῆς φωνῆς αὐτοῦ, καὶ ἀπαγγέλειν εἰς τὸν οἶκον Ἰακώβ, τὴν τῶν πιστῶν Ἐκκλησίαν, τὰ προστάγματα αὐτοῦ· οἷς δὲ μὴ ὑπάρχει ὀφθαλμὸς εἰς τὸ ὁρᾶν τὰς ἀκτῖνας τοῦ ἡλίου τῆς δικαιοσύνης, καὶ οὖς εἰς τὸ ἀκούειν τὰ ἔνδοξα τοῦ Θεοῦ, σκότος ἐστὶν ἡ ἀποκλήρωσις τῆς ἀγνωσίας, καὶ ἡ ἐλπὶς μετὰ τῶν λόγων, ματαία· τούτων οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἐν αὐτοῖς ἀληθείας πεποίθασι γὰρ ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά· κύουσι φθόνον, καὶ τίκτουσι βασκανίαν· ὅτι ἀπερίτμητά εἰσι τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· καὶ διὰ τοῦτο ἐγεννήθη αὐτοῖς τῆς γνώσεως τοῦ Θεοῦ ὁ λόγος, εἰς ὀνειδισμόν, καὶ οὐ μὴ βουληθῶσιν αὐτοῦ ἀκοῦσαι.

Σοφίᾳ τίς ἐστιν ἐν τοῖς τὸν φθόνον ὠδίνουσι κατὰ τοῦ πλησίον· πῶς γὰρ ἐροῦσιν οἱ βάσκανοι· φησὶν Ἰερεμίας, ὅτι σοφοὶ ἐσμὲν ἡμεῖς; καὶ νόμος Κυρίου μεθ᾽ ἡμῶν ἐστίν; ὅταν ἐκτήκονται τῷ ζήλῳ κατὰ τῶν λαβόντων τὴν χάριν τοῦ πνεύματος διὰ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ; ἀλλ᾽ εἰς μάτην ἐγεννήθη γνῶσις ψευδὴς γραμματεῦσι καὶ σοφοῖς τοῦ κόσμου, τῆς ἀληθινῆς ἐξαμαρτήμασι γνώσεως, διὰ τοῦτο ἠσχύνθησαν σοφοὶ ἐκπεπτωκότες τῆς τοῦ Παρακλήτου σοφίας, ταύτην ἐν υἱοῖς ἁλιέων πληθυνομένην ὁρῶντες, καὶ ἐπτοήθησαν τὴν δύναμιν τῶν λόγων αὐτῶν· καὶ ἑάλωσαν ἐν τοῖς δικτύοις τῶν νοημάτων αὐτῶν ἐπειδὴ τὴν ὄντως σοφίαν καὶ τὴν γνῶσιν Κυρίου ἀπεδοκίμασαν.

Τί τῷ ζήλῳ ἐκτετήκασι βάσκανοι, κατὰ τῶν πεπλουτηκότων τὴν χάριν τοῦ πνεύματος; κατὰ τῶν λαβόντων γλῶσσαν πυρὸς ὡσεὶ κάλαμον γραμματέως ὀξυγράφου τὴν πηγὴν ἐγκαταλιπόντες τῆς τοῦ Θεοῦ σοφίας; εἰ γὰρ τῇ ὁδῷ τοῦ Θεοῦ ἐπορεύθησαν, κατώκησαν ἂν ἐν εἰρήνῃ ἀπαθείας εἰς τὸν αἰῶνα χρόνον, ἔμαθον ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστι σύνεσις, καὶ γνῶσις τῶν ὄντων, ποῦ ἐστι μακροβίωσις καὶ ζωή, ποῦ ἐστι φῶς ὀφθαλμῶν, καὶ σοφία μετὰ εἰρήνης· ἔμαθον τίς εὑρίσκει τὸν τόπον αὐτῆς, καὶ τίς εἰς τοὺς θησαυροὺς αὐτῆς εἰσέρχεται· καὶ ὅπως ἐντέλλεται ὁ Θεὸς διὰ τοῦ Προφήτου τοῖς τοῦ λόγου μύσταις λέγων· ὁ Προφήτης, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι τῆς ἀποκαλύψεως, διηγησάσθω τὸ ἐνύπνιον τῆς ὀπτασίας αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπ᾽ ἀληθείας· καὶ αὖθις· γράψον σεαυτῷ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ βιβλίου· καὶ οὐδέποτε ἂν τῷ φθόνῳ κατὰ τῶν τοιούτων ἐτήκοντο.

Εἰ ἀλλάξεται αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ οἱ βάσκανοι δυνήσονται εὖ εἰπεῖν καὶ βουλεύσασθαι, μεμελετηκότες κακά· πτέρνῃ γὰρ πτερνιοῦσι τοὺς πλησίον αὐτῶν, ἐπειδὴ δολίως πορεύονται, καὶ καταπαίζουσι τοὺς φίλους αὐτῶν· ἀλήθειαν μὴ λαλοῦντες, διότι μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν μάταια καὶ ψευδῆ· σύνες οὖν ὁ διὰ τὴν τοῦ Θεοῦ γνῶσιν καὶ τὸν λόγον, ὑπ᾽ αὐτῶν φθονούμενός τε καὶ ἐμπαιζόμενος· καὶ ἐκτενῶς δεήθητι, κατὰ τὸν Ἱερεμίαν, καὶ εἰπέ. Κύριε μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με βασκάνων ἀνδρῶν· μὴ εἰς μακροθυμίαν σου βάλῃς με, δοκιμάσαι με θέλων ἐπὶ πολύ· γνῶθι ὥς ἔλαβον ἐμπαιγμὸν ὑπὸ τῶν ἀθετούντων τὴν γνῶσίν σου, συντέλεσον αὐτοὺς ἐν τῷ ζήλῳ αὐτῶν· καὶ ἔσται ὁ λόγος ἐμοὶ τῆς γνώσεώς σου εἰς εὐφροσύνην, καὶ εἰς χαρὰν καρδίας μου· οὐδὲ γὰρ ἐκάθισα ἐν συνεδρίῳ μετὰ τῶν παιζόντων τὴν γνῶσίν σου· ἀλλ᾽ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου, καὶ ἐκαθήμην κατὰ μόνας· ὅτι πικρίας ἀπὸ τοῦ φθόνου αὐτῶν ἐνεπλήσθην· καὶ ἀκούσεις· εὖ οἶδα· ἐὰν ἐπιστρέψῃς πεπλανημένον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, ἀποκαταστήσω σε ἐν τοῖς φίλοις μου· πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ· λυτρώσομαί σε ἐκ χειρὸς βασκάνων λοιμῶν, λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ.

Τέλος λόγου τὸ πᾶν, εἰ βάσκανοι σοφοὶ ἀκουέτωσαν· ἐκαθαριεύθησαν Ναζιραῖοι Θεοῦ τοῖς πόνοις ὑπὲρ χιόνα· ἔλαμψαν τῷ βίῳ ὑπὲρ γάλα· ὑπὲρ λίθον σάπφειρον τὸ εἶδος τῆς σοφίας αὐτῶν, καὶ ὑπὲρ μάργαρον καθαρὸν ὁ χαρακτὴρ τῶν λόγων αὐτῶν· οἱ δέγε ἐσθίοντες τρυφὰς τῆς κοσμικῆς γνώσεως, ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις τοῦ πνεύματος· οἱ τιθηνούμενοι ἐπὶ κοκκίνῳ σοφίας Ἑλλήνων, κοπρίαν ἀγνωσίας περιβάλλοντο· καὶ ἐδόθησαν ἐν αὐτοῖς· συνεδέθη γὰρ ἡ γλῶσσα αὐτῶν πρὸς τὸν λάρυγγα αὐτῶν, καὶ ἀπεκωφώθησαν, ἐπεὶ τὴν ὄντως σοφίαν, καὶ γνῶσιν τοῦ Θείου ἀπεδοκίμασαν πνεύματος· μὴ διὰ πόνων ταύτην λαβεῖν ἐθελήσαντες.

Ὁ Θεὸς ὁ ταπεινῶν ξύλον ὑψηλόν, καὶ ὑψῶν ξύλον ταπεινόν, ὁ ξηραίνων ξύλον χλωρόν, καὶ ἀναθάλλων ξύλον ξηρόν, αὐτός ἐστιν ὁ διδοὺς στόμα ἀνεωγμένον, ἐν μέσῳ συναγωγῆς πολλῆς, τοῖς δούλοις αὐτοῦ, καὶ ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ· ὅτι ἡ σοφία καὶ ἡ σύνεσις καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστί, καὶ αὐτὸς ἀλλοιοῖ ὥσπερ καιροὺς καὶ χρόνους, οὕτω καὶ ψυχὰς ζητούσας καὶ ποθούσας αὐτὸν καθιστᾷ κατὰ παθῶν βασιλεῖς, καὶ μεθιστᾷ ἀπὸ ζωῆς εἰς ζωήν, διδοὺς σοφίαν τοῖς σοφοῖς τῷ πνεύματι, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν· αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα τοῖς ἐρευνῶσι τὰ βάθη τοῦ Θεοῦ, καὶ γινώσκειν δίδωσιν αὐτοῖς τὰ ἐν τῷ σκότει τῶν αἰνιγμάτων· ὅτι τὸ φῶς τῆς σοφίας καὶ γνώσεως μετ᾽ αὐτοῦ ἐστί, καὶ ᾧ βούλεται δίδωσιν αὐτό.

Παντὶ τῷ καθ᾽ ὑπομονὴν ἐργαζομένῳ τὰς ἐντολὰς κατὰ τὸν ἐκτὸς καὶ ἐντὸς ἄνθρωπον, καὶ πρὸς μόνην ἀφορῶντι τὴν δόξαν τοῦ Θεοῦ, τιμὴ δίδοται γνώσεως οὐρανίου, εἰρήνη ψυχῆς καὶ ἀφθαρσία· ὡς οὐκ ἀκροατῇ, ἀλλὰ ποιητῇ τοῦ νόμου τῆς χάριτος· οὗ καὶ τὴν γνῶσιν ἐμμάρτυρον οὖσαν ἐξ ἔργων, οὐκ ἀτιμάζει Θεός· ἀλλὰ συνδοξάζει τοῖς λόγοις τῆς γνώσεως τῶν διὰ σοφίας αὐτοῦ λαμψάντων ἐν τῇ τῶν πιστῶν Ἐκκλησίᾳ· ἐπειδὴ προσωποληψία οὐκ ἔστι παρ᾽ αὐτῷ· τῷ δὲ ἐξ ἐρεθείας ἀγωνιζομένῳ, καὶ ἀπειθοῦντι μὲν τοῖς λόγοις τῶν ἀγομένων ὑπὸ τοῦ πνεύματος, πειθομένῳ δὲ τῇ ἑαυτοῦ συνέσει, καὶ τοῖς ἀπατηλοῖς λόγοις τῶν τὴν μόρφωσιν περικειμένων μόνην τῆς εὐσεβείας, καὶ ἀγομένων ὑπὸ φιλοδόξου καὶ φιληδόνου πνεύματος, θλίψις καὶ στενοχωρία δίδοται· φθόνος καὶ θυμὸς καὶ ὀργή, νῦν μὲν εἰς ἀντιμισθίαν τῆς πλάνης αὐτοῦ· ἔσχατον δὲ εἰς κατηγορίαν τῶν μεταξὺ ἀλλήλων κατηγορούντων, ἢ καὶ ἀπολογουμένων αὐτοῦ λογισμῶν· ἐν ἡμέρᾳ, ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.

Ὥσπερ οὐκ ἔστιν Ἰουδαῖος ὁ ἐν τῷ φανερῷ, κατὰ τὸν εἰπόντα, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ᾽ ὁ ἐν κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐκ ἐν γράμματι, οὕτως οὐδὲ τέλειος ἀνὴρ ἐν γνώσει καὶ σοφίᾳ ὁ ἐν τῷ φανερῷ μόνῳ καὶ κατεγλωττισμένῳ λόγῳ πολύς· οὐδὲ σπουδαῖος ἄκρως ὁ ἐν τῇ σωματικῇ καὶ φανερᾷ γυμνασίᾳ τῶν πόνων, ἀλλ᾽ ὁ ἐν τῇ κρυπτῇ καὶ νοερᾷ ἐργασίᾳ σπουδαῖος· καὶ ὁ ἐκ καθαρᾶς καὶ ἀγαθῆς καρδίας διὰ πνεύματος Θεοῦ λέγων καὶ οὐ διὰ γραμμάτων σοφὸς ἐν γνώσει καὶ τελειος· οὗ καὶ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ· ὡς ἀγνουμένου μὲν ἢ φθονουμένου τοῖς ἀνθρώποις, μόνῳ δὲ Θεῷ καὶ τοῖς τῷ αὐτῷ πνεύματι κινουμένοις φιλουμένου τε καὶ γινωσκομένου.

Εἰ ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ· κατὰ τὸν εἰπόντα, τίς εξ ἀγώνων καὶ πόνων ἀσκήσεως μόνων τελειωθήσεται ἐνώπιον τοῦ Θεοῦ; διὰ γὰρ πράξεως εἰς ἕξιν ἀρετῆς στοιχειούμεθα καὶ ἱστῶμεν τὴν ἐνέργειαν τῶν παθῶν· οὐ μέντοι δὲ τελειούμεθα διὰ μόνης αὐτῆς ἐν τῷ πληρώματι τοῦ Χριστοῦ· τί οὖν ἐστὶ τὸ ἀνάγον ἡμᾶς εἰς τελειότητα; ἡ εὐδιάθετος εἰς Θεὸν πίστις, ἥτις ἐστὶν ἐλπιζομένων ὑπόστασις, δι᾽ ἧς Ἄβελ πλείονα θυσίαν παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ καὶ ἐμαρτυρήθη εἶναι δίκαιος· καὶ Ἀβραὰμ καλούμενος, ὑπήκουσεν ἐξελθεῖν καὶ παροικῆσαι εἰς τὴν γῆν τῆς ἐπαγγελίας· αὕτη ἀνάγει τοὺς ἐν ἀληθείᾳ σπουδάζοντας εἰς ἐλπίδας μεγάλας τῶν ὑψηλῶν τοῦ Θεοῦ δωρεῶν· κἀκεῖθεν εἰς τὴν γνῶσιν τῶν ὄντων· καὶ δίδωσιν αὐτοῖς θησαυροὺς ἀκενώτους ἐν καρδίᾳ τοῦ πνεύματος, εἰς τὸ ἐκβάλλειν ἐκεῖθεν καινὰ καὶ παλαιὰ μυστήρια τοῦ Θεοῦ, καὶ διδόναι τοῖς χρήζουσιν· ὁ οὖν ταύτης εὐμοιρήσας, ἀνῆλθε, καὶ ἐτελειώθη δι᾽ ἀγάπης εἰς γνῶσιν Θεοῦ, καὶ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν αὐτοῦ· καταπαύσας καὶ αὐτὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὥς περ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

Εἰ τοὺς ἀπειθήσαντος ὤμοσεν ὁ Θεὸς πάλαι μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ· ὅθεν οὐδὲ ἠδυνήθησαν δι᾽ ἀπιστίαν εἰσελθεῖν, πῶς ἂν τινὲς διὰ μόνης γυμνασίας σωματικῆς, ἄνευ πίστεως, δυνηθῶσιν εἰσελθεῖν εἰς τὴν τῆς ἀπαθείας κατάπαυσιν, καὶ τὴν τῆς γνώσεως τελειότητα; ὁπότε πολλοὺς ὁρῶμεν μὴ δυνηθέντας οὕτως εἰσελθεῖν, καὶ ἐγκαταπαῦσαι ἀπὸ πάντων τῶν πόνων αὐτῶν; σκοπεῖν οὖν ἕκαστον χρή, μήποτε ἐστὶν, ἐν αὐτῷ καρδία πονηρὰ ἀπιστίας, καὶ διὰ τοῦτο ὑστερεῖται, ἐν πόνοις πολλοῖς ὢν, τῆς καταπαύσεως καὶ τελειώσεως αὐτοῦ· οὗ εἵνεκεν, καὶ ἀεὶ τοῖς ἔργοις διαπονεῖται τῆς πρακτικῆς, καὶ τὸν ἄρτον τῆς ὀδύνης ἐσθίει· καὶ εἰ ἀπολείπεται σαββατισμὸς αὐτῷ, σπρυδάσαι εἰσελθεῖν διὰ πίστεως εἰς τὴν τῆς ἀπαθείας κατάπαυσιν, καὶ εἰς τὴν τῆς γνώσεως τελειότητα· ἵνα μὴ ἐν τῷ παλαιῷ ὑποδείγματι πέση τῆς ἀπειθείας, καὶ τὰ αὐτὰ τοῖς πάλαι ἀπειθήσασι πείσεται.

Αἰσθητοὶ ὄντες, λογικοί τε καὶ νοητοί, δεκάτην τινὰ καὶ ἡμεῖς ἐξ ἑαυτῶν ὀφείλομεν προσφέρειν Θεῷ· καὶ ὡς μὲν αἰσθητοί, καλῶς αἰσθάνεσθαι τῶν αἰσθητῶν πραγμάτων· καὶ διὰ τῆς καλλονῆς τῶν τοιούτων, ἀνατρέχειν καὶ ἀνάγειν τούτων τὴν ἄπταιστον γνῶσιν πρὸς τὸν δημιουργὸν· ὡς δὲ λογικοί, τὸ εὖ λέγειν περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων· ὡς δὲ νοητοί, τὸ ἀπταίστως νοεῖν περὶ Θεοῦ, περὶ ζωῆς αἰωνίου, περὶ οὐρανῶν βασιλείας, καὶ περὶ τῶν ἐν αὐτῇ κεκρυμμένων μυστηρίων τοῦ πνεύματος· ἵνα καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ λέγειν, καὶ τὸ νοεῖν ὑγιῶς καὶ ἀνυπαιτίως κατὰ Θεὸν ἐξετάζηται· ὅπέρ ἐστιν ἀληθινὸν τῷ ὄντι, καὶ θεῖον μέτρον, καὶ ἱερὰ τῷ Θεῷ προσφορά.

Δεκάτη κυρίως ἐστὶ πρὸς Θεόν, τὸ ψυχικὸν πάσχα· ἤγουν ἡ διάβασις πάσης ἐμπαθοῦς ἕξεως, καὶ πάσης ἀλόγου αἰσθήσεως· ἐν ᾧ θύεται μὲν ὁ λόγος, τῇ θεωρίᾳ τῶν ὄντων· τρώγεται δὲ ὁ αὐτὸς ἐν τῷ ἄρτῳ τῆς γνώσεως, καὶ πίνεται τὸ τίμιον αὐτοῦ αἶμα ἐν τῷ κρατῆρι τῆς ἀπορρήτου σοφίας· τοῦτο γοῦν ὁ φαγὼν καὶ πασχάσας τὸ πάσχα ἔθυσεν ἑαυτῷ τὸν ἀμνὸν τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ οὐκ ἔτι οὐ μὴ ἀποθάνῃ, ἀλλὰ κατὰ τὴν τοῦ Κυρίου φωνὴν ζήσεται εἰς τὸν αἰῶνα.

Ὁ ἐκ νεκρῶν ἔργων ἐγερθεὶς Χριστῷ συνανέστη· εἰ δὲ Χριστῷ συνανέστη διὰ τῆς γνώσεως, Χριστὸς δὲ οὐκ ἔτι ἀποθνήσκει, οὐδὲ αὐτοῦ θάνατος ἀγνωσίας κυριεύσει· ὃ γὰρ ἀπέθανε πάλαι τῇ ἁμαρτίᾳ, παρακινηθεὶς τῆς κατὰ φύσιν κινήσεως, ἀπέθανεν ἐφάπαξ· ὃ δὲ νῦν ζῇ, ζῇ τῷ Θεῷ διὰ τῆς ἐλευθερίας τοῦ Ἁγίου Πνεύματος, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν ἔργων τῆς ἀμαρτίας· ὥστε οὐκ ἔτι ζῇ αὐτὸς τῇ σαρκὶ καὶ τῷ κόσμῳ, νεκρωθεὶς τοῖς μέλεσι τοῦ σώματος αὐτοῦ, καὶ τοῖς πράγμασι τοῦ βίου· ἀλλὰ ζῇ ἐν αὐτῷ ὁ Χριστός, ὡς ὑπὸ χάριν γεγονότι Πνεύματος Ἁγίου, καὶ οὐκ ὄντι ὑπὸ νόμον σαρκός· ὅπλα δικαιοσύνης τὰ μέλη αὐτοῦ δηλονότι προσαγαγόντι τῷ Θεῷ καὶ Πατρί.

Ὁ τῆς δουλείας τῶν παθῶν ἐλευθερώσας τὰ μέλη αὐτοῦ, καὶ τῇ δουλείᾳ τῆς δικαιοσύνης παραστήσας αὐτά, εἰς ἁγιασμὸν Πνεύματος Ἁγίου προσήγγισεν, ὑπὲρ τὸν νόμον τῆς σαρκὸς γεγονώς· καὶ οὐκ ἔτι ἐν ἁμαρτίᾳ κυριεύσει αὐτοῦ, τῇ ἐλευθερίᾳ καὶ τῷ νόμῳ σχολάζοντος τοῦ πνεύματος· οὐ γὰρ ὥσπερ τὰ τέλη τῆς δουλείας τῶν πόθων, οὕτω καὶ τὰ τέλη τῆς δουλείας τῆς δικαιοσύνης· ἐκεῖνα μὲν γάρ, εἰς νοητὸν ἔλεθρον πέφυκε λήγειν ψυχῆς· ταῦτα δὲ εἰς ζωὴν αἰώνιον τελευτᾷ τὴν κεκρυμμένην ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ὁ νόμος τῆς σαρκὸς ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἄνθρωπος σαρκικῶς, κυριεύει αὐτοῦ· ἐὰν δὲ ἀποθάνῃ καὶ νεκρωθῇ τῷ κόσμῳ, καταργεῖται ἀπὸ τοῦ νόμου αὐτῆς· ἄλλως δὲ νεκρωθῆναι τῷ κόσμῳ οὐκ ἔστιν, εἰμὴ τοῖς μέλεσι νεκρωθῶμεν τοῦ σώματος· νεκρούμεθα δὲ τούτοις, ὅταν μέτοχοι τοῦ Ἁγίου Πνεύματος χρηματίσωμεν· Πνεύματος δὲ Ἁγίου τότε εἶναι γνωριζόμεθα μέτοχοι, ὅταν καρποὺς ἀξίους τοῦ Πνεύματος προσφέρωμεν τῷ Θεῷ, ἀγάπην εἰς Θεὸν ἐξ ὅλης ψυχῆς καὶ εἰς τὸν πλησίον ἐκ διαθέσεως, χαρὰν καρδίας ἐκ καθαρᾶς συνειδήσεως, εἰρήνην ψυχῆς ἐξ ἀπαθείας καὶ ταπεινώσεως, ἀγαθωσύνην τῶν τοῦ νοὸς λογισμῶν, μακροθυμίαν ἐν ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς, χρηστότητα ἐν τῇ καταστολῇ τῶν ἠθῶν, πίστιν εὐδιάθετον εἰς Θεὸν καὶ μὴ διστάζουσαν ἔν τινι, πραότητα ἐκ ταπεινοφροσύνης καὶ κατανύξεως, καὶ περιεκτικὴν ἐγκράτειαν τῶν αἰσθήσεων· ὅταν οὕτω καρποφορήσωμεν τῷ Θεῷ, ἔξω νόμου τελσῦμεν σαρκός· καὶ οὐκ ἔστι καθ᾽ ἡμῶν νόμος κολάζων ἡμᾶς διὰ τοὺς καρπούς, οὓς ἔτι ζῶντες τῇ σαρκί, ἐκαρποφορήσαμεν τῷ θανάτῳ· κατηργήθημεν γὰρ ἀπὸ τοῦ νόμου αὐτῆς ὡς ἐκ νεκρῶν ἔργων συναναστάντες Χριστῷ, διὰ τῆς ἐλευθερίας τοῦ πνεύματος.

Οἱ τὴν ἀπαρχὴν τοῦ πνεύματος διὰ τῆς παλιγγενεσίας τοῦ λουτροῦ ἐσχηκότες, καὶ τετηρηκότες αὐτὴν ἄσβεστον, αὐτοὶ τῷ βάβει τῆς σαρκὸς πιεζόμενοι, ἐν ἑαυτοῖς στενάζουσι, τὴν υἱοθεσίαν διὰ τῆς πληρώσεως τοῦ Παρακλήτου ἀπεκδεχόμενοι, ἵνα τὴν ἀπολύτρωσιν τοῦ ἰδίου αὐτῶν σώματος ἀπὸ τῆς δουλείας τῆς φθορᾶς ἴδωσι· συναντιλαμβάνεται γὰρ ταῖς φυσικαῖς αὐτῶν ἀσθενείας τὸ πνεῦμα, καὶ ἐντυγχάνει ὑπὲρ αὐτῶν στεναγμοῖς ἀλαλήτοις, ὅτι κατὰ Θεόν ἐστι τὸ φρόνημα αὐτῶν, καὶ ἡ τούτων ἐλπίς, τὴν ἀποκάλυψιν ἐκδέχεται ἰδεῖν ἐν τῇ θνητῇ ἑαυτῶν σαρκὶ τῶν Υἱῶν τοῦ Θεοῦ· ἥτις ἐστὶν ἡ ζωοποιὸς τοῦ Ἰησοῦ νέκρωσις, ἵνα υἱοὶ Θεοῦ ὡς ὑπὸ Πνεύματος Ἁγίου ἀγόμενοι, χρηματίσωσι καὶ αὐτοί, καὶ ἐλευθερωθῶσιν ἀπὸ τῆς δουλείας τῆς σαρκὸς καὶ καταντήσωσιν εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· οἷς ὡς ἀγαπῶσι τὸν Θεόν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν.

Πνευματικῶς συγκρινομένης τῆς θείας γραφῆς, καὶ πνευματικοῖς ἀνακαλυπτομένων τῶν ἐν αὐτῇ θησαυρῶν διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐ δύναται ψυχικὸς ἄνθρωπος τὴν τούτων ἀνακάλυψιν δέξασθαι· πλέον τῆς ἀκολουθίας τῶν αὐτοῦ λογισμῶν, μὴ καταδεχόμενος ἕτερον τι νοῆσαι ἢ ἀκοῦσαι παρ᾽ ἑτέρου λεγόμενον· οὐδὲ γὰρ ἔχει τὸ πνεῦμα τοῦ Θεοῦ, ἐν αὐτῷ· τὸ ἐρευνοῦν τὰ βάθη τοῦ Θεοῦ, καὶ γινῶσκον τὰ τοῦ Θεοῦ· ἀλλὰ τὸ πνεῦμα τοῦ κόσμου τὸ ὑλικόν, τὸ ζήλου καὶ φθόνου μεστόν, ἔριδός τε καὶ διχοστασίας ἀνάπλεων· οὗ χάριν καὶ μωρία αὐτῷ ἐστι, τὸ τὴν διάνοιαν ἐρευνᾶν, καὶ τὸν νοῦν ἀνιχνεύειν τοῦ γράμματος· γνῶναι γὰρ μὴ δυνάμενος ὅτι πνευματικῶς ἀνακρίνεται πάντα τὰ τῆς θείας γραφῆς, κατὰ τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων, καταμωκᾶται τῶν συγκρινόντων ταῦτα πνευματικῶς, καὶ οὐ πνευματικούς, οὐδὲ ὑπὸ θείου πνεύματος ἀγομένους, ἀλλ᾽ ἀναγωγικοὺς τοὺς τοιούτους καλῶν, ὅσον τὸ κατ᾽ αὐτόν, διαστρέφει, καὶ ἀνατρέπει· ὡς ὁ Δημᾶς ἐκεῖνος· τοὺς λόγους αὐτῶν, καὶ τὰ θεῖα νοήματα· οὐχ οὕτως δὲ ὁ πνευματικός, ἀλλὰ ἀνακρίνει μὲν πάντα, θείῳ ἐνεργούμενος πνεύματι, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακριθῆναι δύναται, ἐπειδὴ νοῦς ἐστὶν αὐτῷ τοῦ Χριστοῦ· ὃν οὐδεὶς συμβιβάσαι ἰσχύσει.

Ἐν πυρὶ ἀποκαλυπτομένης, τῆς ἐσχάτης ἡμέρας, καὶ ὑπὸ πυρὸς τηνικαῦτα δοκιμαζομένης, ἑκάστου τῆς πράξεως· φησὶ Παῦλος δηλονότι, εἴ τινος τὸ ἔργον, τῆς ἀφθάρτου οὐσίας ἐστίν, ὃ ἑαυτῷ εἰς οἰκοδομὴν ἐναπέθετο, μενεῖ μέσον τοῦ πυρὸς ἄφθαρτον· καὶ οὐ μόνον οὐ κατακαήσεται, ἀλλὰ καὶ λαμπρυνθήσεται τῆς μικρᾶς ἴσως καθαιρόμενον εἰς τὸ παντελὲς ἰλύος· εἰ τινος δὲ τὸ ἔργον, τῆς φθειρομένης ὕλης ἐστί, ὃ ἑαυτῷ εἰς φόρτον ἐδέσμευσεν, ἐμπρησθὲν κατακαήσεται, καὶ κενὸν αὐτὸν μέσον τοῦ πυρὸς καταλείψει· ἔργον δὲ ἄφθαρτον καὶ διαμένον ἐστί, δάκρυα μετανοίας, ἐλεημοσύνη, συμπάθεια, προσευχή, ταπείνωσις, πίστις, ἐλπίς, ἀγάπη, καὶ εἴτι ἕτερον ἐν σκοπῷ εὐσεβείας πράττεται· ἃ καὶ ζῶντι τῷ ἀνθρώπῳ συνοικοδομεῖται εἰς Ναὸν Ἅγιον τοῦ Θεοῦ, καὶ ἐκλείποντι συναπέρχεται, καὶ συμμένει ἄφθαρτα εἰς αἰῶνας· τὸ δὲ ὑπὸ τοῦ πυρὸς ἐκείνου φθειρόμενον ἔργον, δῆλον τοῖς πᾶσιν ἐστί, φιληδονία, φιλοδοξία, φιλαργυρία, μῖσος, φθόνος, κλοπή, μέθη, λοιδορία, κατάκρισις, καὶ εἴτι φαῦλον διὰ σώματος κατὰ ἐπιθυμίαν, ἢ θυμὸν ἐνεργεῖται· ταῦτα καὶ περιόντι τῷ ἀνθρώπῳ συμφθείρεται, ἐκκαιομένῳ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας καὶ ἀπορρηγνυμένῳ τοῦ σώματος, συναπέρχεται, οὐ συμμένει δέ· ἀλλὰ καταφθαρέντα, τὸν ἐργάτην αὐτῶν μέσον τοῦ πυρὸς ἐπαφίησιν εἰς αἰῶνας αἰώνων ἀθάνατα κολαζόμενον.

Ἡ γνῶσις ἡ τοῦ Θεοῦ, τὸ ἐγνῶσθαι ὑπὸ Θεοῦ σημαίνει τὸν εἰς ταύτην διὰ ταπεινοφροσύνης καὶ προσευχῆς οἰκοδομηθέντα, καὶ τὸ γνῶσιν ἀψευδῆ πλουτῆσαι παρὰ Θεοῦ τῶν ὑπερφυῶν αὐτοῦ μυστηρίων· εἰ δὲ φυσίωσις ὁρᾶται περὶ αὐτόν, οὐκ ᾠκοδομήθη διὰ τούτων ἐν αὐτῇ, ἀλλ᾽ ὑπὸ τοῦ πνεύματος τοῦ κόσμου τούτου τοῦ ὑλικοῦ ἄγεται· διὰ τοῦτο καὶ εἰδέναι τί δοκεῖ ὁ τοιοῦτος μηδὲν ἐγνωκὼς τῶν θείων πραγμάτων καθὼς γνῶναι δεῖ· ὁ δέ γε τὸν Θεὸν ἀγαπῶν, καὶ μηδὲν ἡγούμενος προτιμότερον τῆς ἀγάπης αὐτοῦ, καὶ τοῦ πλησίον, ἐκεῖνος ἔγνω καὶ τὰ βάθη τοῦ Θεοῦ, καὶ τὰ μυστήρια τῆς αὐτοῦ βασιλείας, καθὼς χρὴ γνῶναι, τὸν ὑπὸ θείου κινούμενον πνεύματος· καὶ ἔγνωσται ὑπὸ τοῦ Θεοῦ, ἐργάτης ἀληθὴς τοῦ Παραδείσου τῆς Ἐκκλησίας αὐτοῦ· ὃς ἐργάσεται δι᾽ ἀγάπης τὸ θέλημα τοῦ Θεοῦ· ἐπιστρέφων δηλονότι ψυχὰς καὶ ἀξίους ἐξάγων ἐξ ἀναξίων, τῷ λογῳ τῷ δοθέντι αὐτῷ διὰ Πνεύματος Ἁγίου, καὶ φυλάσσει τὸ ἔργον αὐτοῦ διὰ ταπεινοφροσύνης καὶ κατανύξεως ἄσυλον.

Πάντες εἰς Χριστὸν ἐβαπτίσθημεν ἐν ὕδατι καὶ Πνεύματι Ἁγίῳ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν τρώγομεν, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν πίνομεν· ταῦτα δὲ εἰσὶν ὁ Χριστός, ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν ἡμῶν εὐδοκεῖ ὁ Θεός· πολλοὶ γὰρ τῶν πιστῶν καὶ σπουδαίων ἐν πολλοῖς πόνοις ἀσκήσεως καὶ γυμνασίας σωματικῆς τὰ ἑαυτῶν ὑπωπίασαν καὶ κατίσχνωσαν σώματα, διὰ δὲ τὸ μὴ ἔχειν αὐτοὺς κατάνυξιν ἐκ συντετριμμένης καὶ φιλαγάθου γνώμης καὶ συμπάθειαν ἐξ ἀγάπης πρὸς τοὺς πλησίον καὶ ἑαυτούς, κενοὶ τοῦ πληρώματος τοῦ Ἁγίου Πνεύματος κατελείφθησαν καὶ μακρὰν τῆς τοῦ Θεοῦ ἐγένοντο γνώσεως· μήτραν διανοίας ἄκαρπον ἐσχηκότες καὶ λόγον ἄναλον καὶ ἀφώτιστον.

Οὐ τὸ ἀνελθεῖν ἐν τῷ Σιναίῳ ἐστὶ διὰ πράξεως ὄρει τὸ ζητούμενον τοῖς Ναζιραίοις παρὰ τοῦ λόγου, οὐδὲ τὸ καθαρισθῆναι πρὸ τοῦ ἀνελθεῖν και τὰ ἱμάτια πλῦναι καὶ μὴ συνελθεῖν γυναικί· ἀλλὰ καὶ τὸ ἰδεῖν, οὐ τὰ ὀπίσθια τοῦ Θεοῦ, ἀλλ᾽ αὐτὸν τὸν Θεὸν ἐν τῇ δόξῃ αὐτοῦ, εὐδοκοῦντα ἐν αὐτοῖς καὶ τὰς πλάκας τούτοις διδοῦντα τῆς γνώσεως, καὶ ἀποστέλλοντα αὐτοὺς εἰς οἰκοδομὴν τοῦ λαοῦ αὐτοῦ.

Οὐ πάντας τοὺς ὑπηρέτας αὐτοῦ καὶ μαθητὰς ὁ λόγος εἰς τὴν τῶν κεκρυμμένων καὶ μειζόνων μυστηρίων αὐτοῦ ἀνακάλυψιν, μεθ᾽ ἑαυτοῦ ἐπιφέρεται· ἀλλὰ τινάς, ὅσοις προσετέθη οὖς καὶ ἀνεώχθη ὀφθαλμὸς ὁπτασίας, καὶ γλῶσσα καινὴ ἐτρανώθη· τούτους ἔτι παραλαμβάνων, καὶ ἀποχωρίζων ἀπὸ τῶν ἄλλων· καὶ αὐτῶν ὡσαύτως μαθητῶν ὄντων, ἐπὶ τὸ Θαβώριον τῆς θεωρίας ἀνέρχεται ὄρος, καὶ μεταμορφοῦται ἔμπροσθεν αὐτῶν· οὐκ ἔτι μυσταγωγῶν αὐτοὺς τὰ τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ δεικνύων αὐτοῖς τὴν τῆς θεότητος δόξαν τε καὶ λαμπρότητα καὶ τὸν μὲν χαρακτῆρα τοῦ βίου καὶ λόγου αὐτῶν, λάμπειν ἐξ αὐτοῦ δίδωσιν, ὡς τὸν ἥλιον, μέσον τῆς τῶν πιστῶν Ἐκκλησίας· τὰ δὲ νοήματα αὐτῶν μεταποιεῖ εἰς λευκότητα, καὶ καθαρότητα φωτὸς ὑπερλάμτρου· καὶ τὸν νοῦν ἑαυτοῦ αὐτοῖς ἐντίθησιν, καὶ ἐκφέρειν ἀπολύει διὰ στόματος καινά τε καὶ παλαιά, εἰς οἰκοδομὴν τῆς αὐτοῦ Ἐκκλησίας.

Πολλοὶ τὰς ἑαυτῶν χώρας ἐν ἐπιμελείᾳ πολλῇ ἐγεώργησαν, καὶ σπέρμα καθαρὸν ἐν αὐταῖς κατεβάλλοντο τὰς ἀκάνθας προαποταμόντες, καὶ τὰς τριβόλους τῷ πυρὶ τῆς μετανοίας ἐμπρήσαντες, ἀλλὰ διὰ τὸ μὴ βρέξαι ἐν αὐταῖς τὸν Θεὸν ὑετὸν Πνεύματος Ἁγίου ἐκ κατανύξεως, οὐδὲν ἐκεῖθεν ἡμήσαντο· τῷ αὐχμῷ γὰρ ἐξηράνθησαν, καὶ τὸν στάχυν τὸν πολύχουν οὐκ ἐκαρποφόρησαν ἑαυτοῖς, τῆς τοῦ Θεοῦ γνώσεως· διὸ εἰ καὶ μὴ λιμῷ λόγου Θεοῦ, ἀλλὰ πένητες γνώσεως Θεοῦ, καὶ κενοὶ ταῖς χερσὶν ἐναπέψυξαν, ὀλίγοις τισὶν εἰς διατροφὴν ἐξ ἐράνου ἐφοδιάσαντες ἑαυτούς.

Πᾶς ὁ ἐκφέρων λόγους ὠφελείας ἀπὸ τοῦ στόματος, εἰς οἰκοδομὴν τοῦ πλησίον, ἐκ θησαυρῶν καρδίας ἀγαθῶν ἐκφέρει αὐτούς, ἀγαθὸς ὤν· κατὰ τὴν τοῦ Κυρίου φωνήν· οὐδεὶς δὲ δύναται εἰς θεολογίαν κινηθῆναι, καὶ εἰπεῖν τὰ περὶ Θεοῦ, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ· καὶ οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει τὰ ἐναντία τῆς εἰς Χριστὸν πίστεως, ἀλλ᾽ ὅσα οἰκοδομεῖ, ὅσα πρὸς Θεὸν ἀνάγει, καὶ τὴν βασιλείαν αὐτοῦ, καὶ τὴν παλαιὰν εὐγένειαν ἀποκαθιστᾶ, καὶ συνάπτει Θεῷ τῶν σωζομένων τινάς· εἰ δὲ καὶ ἡ φανέρωσις τοῦ πνεύματος ἑκάστῳ δίδοται πρὸς τὸ συμφέρον, ἄρα ὁ τὸν λόγον πεπλουτηκὼς τῆς σοφίας Θεοῦ, καὶ τοῦ λόγου τῆς γνώσεως εὐμοιρήσας, ὑπὸ τοῦ θείου πνεύματος ἐνεργεῖται, καὶ οἶκός ἐστι τῶν ἀκενώτων θησαυρῶν τοῦ Θεοῦ.

Ἄμοιρος οὐ καταλιμπάνεται τῆς τοῦ πνεύματος χάριτος, πᾶς ὁ εἰς Χριστὸν βαπτισθεὶς καὶ πιστεύσας, εἰ μήπου ἔκδοτον ἑαυτὸν εἰς πᾶσαν ἐνέργειαν τοῦ ἐναντίου δέδωκε πνεύματος, καὶ τὴν πίστιν τοῖς ἔργοις ἐμόλυνεν· ἢ ῥαθυμίᾳ καὶ ἀμελείᾳ συζῇ ἐπὶ τὸν τὴν ἀπαρχὴν τοῦ Ἁγίου Πνεύματος τετηρηκότα ἄσβεστον, ἣν ἐκ τοῦ ἁγίου Βαπτίσματος ἔλαβεν· ἢ σβεσθεῖσαν ἀνάψαντα ἐξ ἔργων δικαιοσύνης, οὐκ ἔστι μὴ οὐχὶ καὶ τὸ πλήρωμα αὐτῆς τοῦτον ἄνωθεν δέξασθαι· ἢ γὰρ καλῶς ἀγωνισάμενος τοῦ λόγου τῆς σοφίας Θεοῦ, διὰ τοῦ πληρώματος ἀξιοῦται τοῦ πνεύματος εἰς διδασκαλίαν τῆς Ἐκκλησίας· ἢ τοῦ λόγου τῆς γνώσεως τῶν μυστηρίων Θεοῦ, κατὰ τὸ αὐτὸ πνεῦμα εἰς τὸ εἰδέναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· ἢ τῆς ἐνδιαθέτου πίστεως ἐν τῷ αὐτῷ πνεύματι, εἰς τὸ πιστεύειν τὰς ἐπαγγελίας Θεοῦ κατὰ τὸν Ἀβραάμ· ἢ τοῦ χαρίσματος τῶν ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, εἰς τὸ ἰᾶσθαι τὰς νόσους· ἢ τῆς ἐνεργείας τῶν δυνάμεων, εἰς τὸ δαίμονας ἀπελαύνειν καὶ σημεῖα ποιεῖν· ἢ τῆς προφητείας, εἰς τὸ προορᾶν καὶ προλέγειν τὰ μέλλοντα· ἢ τῆς διακρίσεως τῶν πνευμάτων, εἰς τὸ διακρίνειν τίς ἐν πνεύματι Θεοῦ λέγει, καὶ τίς οὔ· ἢ τῆς ἑρμηνείας διαφόρων γλωσσῶν· ἢ τῆς ἀντιλήψεως τῶν καταπονουμένων· ἢ τῆς κυβερνήσεως ποιμνίων Θεοῦ καὶ λαοῦ· ἢ τῆς πρὸς πάντας ἀγάπης, καὶ τῶν χαρισμάτων αὐτῆς, τῆς μακροθυμίας, τῆς χρηστότητος, καὶ τῶν ἄλλων ὁμοῦ· εἰ δὲ ἐκ πάντων τούτων ἄμοιρος εὑρεθῇ τίς, οὐκ ἔχω, πῶς εἴπω τὸν τοιοῦτον πιστόν, ἢ τοῦ καταλόγου τῶν ἐνδεδυμένων Χριστὸν ἀπὸ τοῦ θείου Βαπτίσματος.

Ὁ τὴν ἀγάπην ἔχων, οὐκ οἶδε διὰ ζῆλον φθονεῖν· οὐ περπερεύεται ὡς ἐπηρμένος καὶ προπέτης· οὐ φυσιοῦται κατά τινος· οὐκ ἀσχημονεῖ τὰ ἀπρεπῆ πρὸς τὸν πλησίον ποιῶν· οὐ ζητεῖ τὰ ἑαυτοῦ συμφέροντα μόνα, ἀλλὰ καὶ τὰ τοῦ πλησίον· οὐ παροξύνεται κατὰ τῶν λυπούντων ταχέως· οὐ λογίζεται, εἰ πάθῃ ποτὲ τί κακόν· οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ τῶν φίλων, συγχαίρει δὲ τῇ ἀληθείᾳ τῆς δικαιοσύνης αὐτῶν· πάντα στέργει τὰ ἐπερχόμενα αὐτῷ λυπηρά· πάντα ἐξ ἁπλότητος καὶ ἀκακίας πιστεύει· πάντα τὰ ἐπηγγελμένα ἡμῖν ἀπὸ Θεοῦ ἐλπίζει ἀπολαβεῖν· πάντα ὑπομένει τὰ τῶν πειρασμῶν, μὴ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ· καὶ οὐδέποτε τῆς τοῦ πλησίον ἀγάπης ἐκπίπτει ὁ τῆς ἀγάπης ἐργάτης.

Τῶν ἡξιωμένων τῆς ἄνωθεν χάριτος τοῦ Ἁγίου Πνεύματος ἐν διαφόροις χαρίσμασιν, οἱ μέν εἰσιν ἔτι νήπιοι καὶ ἀτελεῖς εἰς τὰ θεῖα χαρίσματα, οἱ δὲ ἄνδρες καὶ τέλειοι ἐν τῷ τούτων πληρώματι· καὶ οἱ μὲν πρὸς ἐργασίαν τῶν θείων ἐπεκτεινόμενοι ἐντολῶν αὐξάνουσί τε ἐν τούτοις καὶ πληρούμενοι τῶν μειζόνων τοῦ πνεύματος δωρεῶν, καταργοῦσι τὰ ὄπισθεν τῆς νηπιότητος χαρίσματα· οἱ δὲ εἰς τὸ ἄκρον ἐλάσαντες τῆς τοῦ Θεοῦ ἀγάπης καὶ γνώσεως, παύονται λοιπὸν τῶν ἐκ μέρους χαρισμάτων· εἴτε Προφητεῖαί εἰσιν, ὡς τὸ λόγιον· εἴτε διακρίσεις πνευμάτων, εἴτε ἀντιλήψεις, εἴτε κυβερνήσεις καὶ τὰ ἑξῆς· ὁ γὰρ εἰς τὰ ἀνάκτορα τῆς ἀγάπης εἰσελθὼν, οὐκ ἔτι ἐκ μέρους γινώσκει Θεὸν τὴν ἀγάπην, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον ὁμιλῶν αὐτῷ, ἐπιγινώσκει αὐτόν, καθὼς καὶ αὐτὸς ὑπ᾽ αὐτοῦ ἐπεγνώσθη.

Ὁ ἐκ ζήλου τῶν πνευματικῶν χαρισμάτων τὴν ἀγάπην διώξας, καὶ καταλαβών, οὐκ ἀνέχεται μόνῳ ἑαυτῷ λαλεῖν διὰ προσευχῆς καὶ ἀναγνώσεως εἰς οἰκοδομήν· ὁ γὰρ λαλῶν γλώσσῃ μόνῃ Θεῷ διὰ προσευχῆς καὶ ψαλμῳδίας, ἑαυτὸν οἰκοδομεῖ ὡς φησὶ Παῦλος· ἀλλὰ καὶ προφητεύειν, κατ᾽ αὐτὸν ἐπείγεται, εἰς οἰκοδομὴν τῆς τοῦ Θεοῦ Ἐκκλησίας· ἤγουν διδάσκειν τοὺς πλησίον τὴν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ ὅπως χρὴ σπεύδειν εἰς τὸ εὐαρεστῆσαι Θεῷ· τί γὰρ καὶ ὠφελῆσαι τινὰς δυνηθείη ἂν, ὁ ἑαυτῷ, καὶ Θεῷ μόνῳ λαλῶν προεστώς, διὰ προσευχῆς καὶ ψαλμῳδίας ἀεί, ἐὰν μὴ λαλήσῃ καὶ τοῖς ὑπ᾽ αὐτόν, ἢ ἐν ἀποκαλύψει Πνεύματος Ἁγίου, ἢ ἐν προορατικῷ χαρίσματι προφητείας, ἢ ἐν διδαχῇ λόγου σοφίας Θεοῦ; τίς γὰρ τῶν ὑπηκόων παρασκευάσεται εἰς πόλεμον παθῶν, καὶ δαιμόνων, ἐὰν μὴ εὔσημον διδασκαλίας λόγον δῷ ἐγγράφως, ἢ καὶ διὰ ζώσης φωνῆς; ὄντως ἐὰν μὴ πρὸς τὴν οἰκοδομὴν τοῦ ποιμνίου αὐτοῦ ζητῇ ὁ ποιμήν, ἵνα περισσεύῃ τῷ λόγῳ τῆς διδασκαλίας καὶ τῇ γνώσει τοῦ πνεύματος, οὐκ ἔστι ζηλωτὴς τῶν τοῦ Θεοῦ χαρισμάτων· ἐκ γὰρ τοῦ μόνου προσεύχεσθαι καὶ ψάλλειν τῇ γλώσσῃ πολλὰ τῷ πνεύματι, ἤγουν τῇ ψυχῇ προσευχόμενος, ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ νοῦς αὐτοῦ ἄκαρπός ἐστι, μὴ προφητεύων τῆς διδασκαλίας τῷ λόγῳ, καὶ οἰκοδομῶν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· εἰ δὲ Παῦλος ὁ πάντων ἀνθρώπων μᾶλλον, διὰ προσευχῆς, συναπτόμενος τῷ Θεῷ πέντε λόγους διὰ τοῦ ἐγκάρπου νοὸς αὐτοῦ μᾶλλον ἠθέλησεν εἰπεῖν ἐν Ἐκκλησίᾳ ἵνα καὶ ἄλλους κατηχήσῃ, ἢ μυρίους λόγους ψαλμῳδίας ἐν γλώσσῃ· ἄρα τῆς ἀγάπης ἀπεπλανήθησαν οἱ ἄλλων ἐξάρχοντες, καὶ τῇ ψαλμῳδίᾳ μόνῃ μετὰ τῆς ἀναγνώσεως ἐκδεδωκότες τὸ τοῦ ποιμένος ἀξίωμα.

Ὁ τὸ εἶναι δοὺς ἡμῖν ἐξ ὑποκειμένης ὕλης καὶ νοερᾶς οὐσίας, καὶ εἰς ἓν τὰ ἐναντία τῆς φύσεως καθ᾽ ἑαυτὰ παραδόξως συνουσιώσας καὶ ὑποστήσας, καὶ τὸ εὖ εἶναι δέδωκε διὰ τοῦ λόγου τῆς σοφίας αὐτοῦ, καὶ τοῦ λόγου τῆς γνώσεως· ὡς ἂν τοῦτο μὲν ἴδωμεν διὰ τῆς τοῦ πνεύματος γνώσεως, τοὺς κεχαρισμένους ἡμῖν ἀποκρύφους παρ᾽ αὐτοῦ θησαυροὺς τῆς βασιλείας τῶν οὐρανῶν, τοῦτο δὲ καὶ γνωρίσωμεν τοῖς πλησίον διὰ τῆς τοῦ λόγου σοφίας τῆς χρηστότητος αὐτοῦ τὸν πλοῦτον, καὶ τὰ ἀγαθὰ τῆς αἰωνίου ζωῆς, ἃ ἡτοίμασεν εἰς τρυφὴν τοῖς ἀγαπῶσιν αὐτόν.

Ὁ ὑπὲρ τὰς ἀπειλὰς καὶ τὰς ἐπαγγελίας τῶν τριῶν γενόμενος νόμων, εἰς τὴν μὴ ὑποκειμένην νόμῳ ζωὴν εἰσῆλθεν· νόμος γεγονὼς Ἐκκλησίας, καὶ μὴ ἀρχόμενος ὑπὸ νόμου· ἡ δὲ ἐλευθέρα ἐστίν, ἡ μὴ ὑποκειμένη νόμῳ ζωή, ἄρα πάσης φυσικῆς ἀνάγκης καὶ παρατροπῆς ὑπεράνω ἐστί· καὶ ὁ εἰσελθὼν εἰς αὐτὴν ἐλευθερωθεὶς τῆς ἔξω σαρκός, καὶ πῦρ χρηματίσας ἐν μετουσίᾳ τοῦ πνεύματος, ὅλως καὶ αὐτὸς τῷ ὑπεράνω πάσης φύσεως ἡνώθη Χριστῷ, καταργηθέντος ἐν αὐτῷ τοῦ ἐκ μέρους.

Ὁ τοῦ πρώτου νοὸς τὴν γνῶσιν χωρήσας, ὃς ἐστὶ τῶν ὅλων ἀρχὴ καὶ τέλος, καὶ ἀόρατος καθ᾽ ἑαυτὸν, καὶ τῶν ἄλλων ἁπάντων ὑπάρχει ἐντὸς καὶ ἐκτός, οἶδε καὶ μόνος μονάζειν· καὶ μέσον μόνων μονάζειν· ὡς μήτε τῷ μόνον εἶναι, τοῦ τελείου ζημίαν ὑφίστασθαι, μήτε τῷ μετὰ πολλῶν, τῆς μονώσεως· ἀλλ᾽ εἶναι τὸν αὐτὸν πανταχοῦ καὶ ἐν πᾶσι μόνον· ὡς ἀρχὴν μὲν πρὸς τὸ μονάζειν τοῖς ἄλλοις ὄντα κινήσεως, τέλος δὲ προκείμενον τῆς ἀρετῆς τελειότατον.

Ἡ ἀσύγχυστος ἕνωσις, καὶ συνάφεια τῆς ψυχῆς, καὶ τοῦ σώματος, συμφωνσῦσα καθ᾽ ἑαυτήν, ἓν ἔργον ἀποτελεῖ, εἴτε τῆς ὕλης εἴτε τῆς φύσεως, μὴ συμφωνοῦσα δέ, τὴν ἐπιθυμίαν τῆς νίκης ἐγείρει ἐμφύλιον· ἀλλ᾽ ὁ λόγος ἐλθὼν καὶ τὸ κῦρος λαβών, λύει μὲν αὐτίκα τὸν ζῆλον, πρεσβεύσας δὲ τὴν ὁμόνοιαν, τὸ πᾶν τῶν ἔργων τῇ φύσει καὶ τῷ πνεύματι δίδωσιν.

Τῶν ἐν ἡμῖν τριῶν ὄντων κυριωτάτων, τὸ μὲν αὐτῶν ἄρχει, οὐκ ἄρχεται δέ· τὸ δέ, καὶ ἄρχει καὶ ἄρχεται· τὸ δὲ οὐκ ἄρχει, ἄρχεται δέ· ὅταν οὖν τὸ ἄρχον ὑπὸ ἑτέραν γένηται τῶν ἀρχομένων ἀρχήν, δοῦλον τὸ φύσει ἐλεύθερον τοῖς φύσει δούλοις ὁρᾶται· καὶ τῆς ἰδίας ἐξίσταται ἀρχῆς τε καὶ φύσεως, καὶ στάσις ἐν τούτοις μεγάλη ἐστί· στάσεως δὲ τοιαύτης ἐν τούτοις οὔσης, οὔτω τὰ πάντα ὑποτεταγμένα ὁρῶμεν τῷ λόγῳ ὁπηνίκα δὲ τὸ ἄρχον τῶν ἄλλων κρατήσειε, καὶ ὑπὸ τὴν οἰκείαν ἀρχὴν καὶ δεσποτείαν ἄξει αὐτά, τηνικαῦτα εἰς ἓν συνδραμόντα τὰ διεστῶτα, καὶ ὁμοφωνήσαντα, εἰρήνην ἄγει τὰ πρὸς τὸν Θεόν· καὶ πάντων ὑποταγέντων τῷ λόγῳ, παραδίδοται ἡ βασιλεία παρ᾽ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί.

Ταῖς τέσσαρσιν ἀρχαῖς τῶν γενικῶν ἀρετῶν, ἡ πεντὰς τῶν αἰσθήσεων καθυποταγεῖσα, καὶ αὐτὴ φυλάξασα τὴν εὐπείθειαν, τὴν ἐκ τεσσάρων στοιχείων πλασθεῖσαν φύσιν τοῦ σώματος, ἀταράχως κινεῖσθαι περὶ τὸν τροχὸν τοῦ βίου παρασκευάζει· οὕτω δὲ κινουμένης αὐτῆς, αἱ δυνάμεις πρὸς ἑαυτὰς οὐ στασιάζουσιν· ἀλλὰ τοῦ παθητικοῦ μέρους τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ, τῷ λογιστικῷ συναφθέντος, ἀναλαβὼν τὸ φυσικὸν κράτος ὁ νοῦς, ἅρμα μὲν ἑαυτοῦ τὰς τέσσαρας ποιεῖται ἀρχάς, θρόνον δὲ τὴν δούλην πεντάδα, καὶ τῆς τυραννούσης καταστρατεύσας σαρκός, τέθριππος εἰς οὐρανοὺς ἁρπαζόμενος αἴρεται, καὶ τῷ βασιλεῖ παραστὰς τῶν αἰώνων, στέφεται τῆς νίκης τὸ στέφος καὶ ἐν αὐτῷ καταπαύει πάντα τὸν δρόμον αὐτοῦ.

Τοῖς ἐν τῷ χρόνῳ τελειουμένοις τῆς θεωρίας, καὶ εἰς τοὺς στύλους ἐπερειδομένοις τοῦ πνεύματος κρατὴρ κιρνᾶται, καὶ ἄρτος ἐκ βασιλικῆς προτίθεται πανδαισίας· θρόνος εἰς ἀνάπαυσιν, καὶ εἰς πλοῦτον ἀργύριον, καὶ θησαυρὸς μαργάρων καὶ λίθων τιμίων ἐπὶ θύραις εὑρίσκεται καὶ πλοῦτος αὐτοῖς ἀναρίθμητος ἐν χερσὶ δίδοται· τούτους διορατικοὺς ἄνδρας ἡ πρᾶξις ἀποτελέσασα, ἐκ ταχυτάτων εἰς ἔργα βασιλεῖ, καὶ οὐκ ἀνδράσι νωθροῖς παρεστάναι παρασκευάζει.

Πότερον ἡ βασιλεία τῶν οὐρανῶν ἐντεῦθεν ἤδη πᾶσι δίδοται τοῖς σπουδαίοις ἢ μετὰ τὴν λύσιν τοῦ σώματος; εἰ μὲν οὖν ἐντεῦθεν, τὸ νῖκος ἀκαταμάχητον, ἡ χαρὰ ἀνεκλάλητος καὶ ἡ πρὸς τὸν Παράδεισον ἡμῶν ἄνοδος ἐλευθέρα· ἵσταται γὰρ οὗτος κατὰ θείας ἀμέσως ἀνατολάς· εἰ δὲ μετὰ πότμον καὶ λύσιν, ζητητέον εἰ φόβου χωρὶς ἡ ἔξοδος γίνεται· καὶ τίποτέ ἐστι βασιλεία οὐρανῶν, καὶ βασιλεία Θεοῦ, καὶ Παράδεισος μάθωμεν· καὶ τί τοῦ ἑτέρου διαφέρει τὸ ἕτερον, καὶ τίς ὁ χρόνος τούτων ἑκάστου καὶ εἰ ἐν τοῖς ἀμφοτέροις γινόμεθα, καὶ πῶς καὶ πότε, καὶ μετὰ πόσον χρόνον· ὁ γὰρ εἴσω τῆς πρώτης γεγονώς, ἔτι περιὼν καὶ τὴν σάρκα φορῶν, τῶν ἑτέρων οὐ διήμαρτεν.

Ὁ ἄνω κόσμος ἀτελὴς ἔτι ὢν, μένει τὴν πλήρωσιν, εἰς τὸ λαβεῖν τὴν ἰδίαν ἀποκατάστασιν ἀπὸ τῶν πρωτοτόκων τοῦ Ἰσραὴλ τῶν ὁρώντων Θεόν· ἀπὸ γὰρ τῶν εἰς γνῶσιν ἀνατρεχόντων Θεοῦ ἀναπληρούμενος τελειοῦται· καὶ τελειωθεὶς τὸν κάτω κόσμον τῶν πιστῶν καὶ ἀπίστων ὁρίζων τὰ τέλη, μίαν ἑαυτῷ ποιεῖται τὴν σύνοδον, ἀπονέμων τὸν ἴδιον ἑκάστῳ βαθμόν, καὶ διαιρῶν ἀπ᾽ ἀλλήλων τὰ μὴ καθ᾽ ἑαυτὰ συναγόμενα· καὶ τὰς μὲν παρ᾽ αὐτοῦ τῶν ἄλλων ἀρχὰς καὶ τὰ τέλη ἄγει πρὸς ἑαυτόν, καὶ ὡς ὅρος ὁρίζει ταύτας ἀόριστος· αὐτὸς δὲ ὑπ᾽ ἄλλης ἀρχῆς οὔτε ἄγεται, οὔτε μὴν ὁρίζεται ὡς φερόμενος· ἴδιον γὰρ τὸ ἀεικίνητον ἔχει, ὡς μήτε συστέλλεσθαι τοῦτον καθ᾽ ἑαυτόν, μήτε τῶν οἰκείων ὅρων ὑπερεκτείνεσθαι, ἀλλ᾽ εἶναι τῶν ἄλλων σαββατισμὸν καὶ κατάπαυσιν πάσης ἀρχῆς καὶ κινήσεως.

Ἡ ἑνὰς τῶν ἄνω δυνάμεων, ὡς ὑμνῳδὸς καὶ τῶν ὕμνων ἐξάρχουσα, τριαδικὴν ποιεῖται χοροστατοῦσα τὴν σύνταξιν καὶ τριαδικῶς τῇ τριάδι παρισταμένη, ἐν φόβῳ λειτουργοῦσα προσαναφέρει τὸν ὕμνον· τούτων αἱ μὲν τῇ ἀρχῇ καὶ πάντων αἰτίᾳ καθυφαπλοῦνται, ἀφ᾽ ἧς ἄρχονται, ὅσαι προσεχεῖς καὶ τῶν ὕμνων ἐξάρχουσαι, Θρόνοι, Χερουβὶμ, Σεραφὶμ αὖται ὄνομα· αἷς ἴδιον ἡ ἐμπύριος σοφία, καὶ ἡ γνῶσις τῶν οὐρανίων καὶ τέλος ὁ θεοπρεπὴς ὕμνος τοῦ Γὲλ κατὰ τὴν Ἑβραΐδα φωνήν· αἱ δὲ μέσον τούτων καὶ τῶν ἐφεπομένων τῆς τάξεως, περὶ Θεὸν ἵστανται, Ἐξουσίαι, Κυριότητες καὶ Δυνάμεις· αἷς ἴδιον τῶν μεγάλων πραγμάτων αἱ διευθετήσεις, αἱ τῶν θαυμάτων ἐνέργειαι, καὶ τῶν σημείων αἱ τερατουργίαι· καὶ τέλος, ὁ Τρισάγιος ὕμνος τὸ Ἅγιος, Ἅγιος, Ἅγιος· αἱ δὲ πρὸς ἡμᾶς τελευτῶσαι ὑπεράνω μὲν ἡμῶν, ὑποβεβηκυῖαι δὲ τὸν ἄνω περὶ Θεὸν ἵστανται. Ἀρχαί, Ἀρχάγγελοι, Ἄγγελοι, αἷς ἴδιον τὸ λειτουργικὸν ἐν διακονίαις, καὶ τέλος ὁ ἱερὸς ὕμνος τοῦ Ἀλληλούϊα· ταύταις ἡ λογικὴ τῶν ἀνθρώπων φύσις διὰ πάσης ἀρετῆς τελειουμένη, καὶ διὰ πάσης γνώσεως καὶ σοφίας ἀνυψουμένη τοῦ πνεύματος καὶ τοῦ θείου πυρός, οἰκειοῦται τοῖς θείοις χαρίσμασιν, ὡς τὸ ἴδιον διὰ καθαρότητος ἐπισπομένη πασῶν· ταῖς μὲν γὰρ τῇ διακονίᾳ καὶ λειτουργίᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ· ταῖς δὲ τῇ συμπαθείᾳ καὶ τῇ προστασίᾳ τῶν ὁμοφύλων, ἔτι δὲ τῇ τῶν μεγάλων καὶ θείων πραγμάτων οἰκονομίᾳ, καὶ ταῖς ἐνεργείαις τοῦ πνεύματος. Ταῖς δὲ τῇ ἐμπύρῳ σοφίᾳ τοῦ λόγου, καὶ τῇ γνώσει τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων συγκοινωνεῖ· οὕτω τελειουμένη, καὶ τὰς δωρεὰς ἀμείβουσα τὰς τῆς φύσεως, τῇ δεκάδι Θεῷ διὰ τούτων συνάπτεται, ὡς ἀπαρχὴν δεκάτης αὐτῇ προσενεγκοῦσα ἐξ ἑαυτῆς.

Θεὸς ἡ Μονὰς καὶ Τριάς, ἀπὸ μονάδος ἀρχόμενος, εἰς ἑαυτὸν οἷα δὴ δεκάς, κυκλικῶς τελειοῦται. Οὗτος τὰς πάντων ἀρχὰς καὶ τὰ τέλη ἐντὸς ἔχει· ἔστι δὲ πάντων ἐκτός, ὡς ὑπερκείμενος τῶν ὅλων· τούτου ὁ ἐντὸς γεγονώς, ἐντὸς τοὺς λόγους καὶ τὴν γνῶσιν τῶν ὄντων ἐχώρησεν· ἔξω δὲ πάντων ἑστώς, ἐντὸς πάντων αὐλίζεται· τὰς ἀρχὰς εἰδὼς καὶ τὰ τέλη τούτων, ὡς μετὰ πατρὸς διὰ τοῦ λόγου συνάφειαν νοερὰν ἐσχηκώς, καὶ τελειωθεὶς ἐν τῷ πνεύματι· αὐτῇ τῇ παντελείῳ καὶ ἀδιαιρέτῳ Τριάδι καὶ ὁμοουσίῳ, τῇ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι προσκυνουμένῃ, καὶ ἐν μιᾷ δοξαζομένῃ φύσει καὶ βασιλείᾳ καὶ δυνάμει θεότητος· ᾗ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·