Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Niketas Stethatos, Τοῦ Ὁσιωτάτου Πρεσβυτέρου Νικήτα τοῦ Στηθάτου, κεφαλαίων πρακτικῶν…

ΝΙΚΗΤΑ
ΜΟΝΑΧΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ
ΤΗΣ ΕΥΑΓΕΣΤΑΤΗΣ ΜΟΝΗΣ ΤΩΝ ΣΤΟΥΔΙΩΝ ΤΟΥ ΣΤΗΘΑΤΟΥ
ΜΑΘΗΤΟΥ
ΣΥΜΕΩΝ
ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ
ΠΡΩΤΗ
ΠΡΑΚΤΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ
ΕΚΑΤΟΝΤΑΣ

Τέσσαρας, οἴομαι, τὰς αἰτίας εἶναι ἐν τριάδι τελείᾳ τῶν ἀρετῶν, τὰς ἐπὶ τὸ γράφειν κινούσας τὰ λυσιτελῆ τὸν ἄρτι τὸ μέσον τῆς ἀρχῆς ὑπερκύψαντα, καὶ πρὸς τὴν τριάδα τῆς μυστικῆς ἐφθακότα θεολογίας· καὶ πρώτην μὲν εἶναι τὴν ἐλευθερίαν, αὐτήν φημι τὴν ἀπάθειαν τῆς ψυχῆς, τὴν ἐξ ἐπιπόνου πράξεως ἐπὶ τὴν φυσικὴν προκόψασαν θεωρίαν τῆς κτίσεως καὶ εἰς τὸν γνόφον τῆς θεολογίας εἰσελθοῦσαν ἐκεῖθεν· δευτέραν δέ, τὴν ἐκ δακρύων καὶ προσευχῆς τοῦ νοὸς καθαρότητα, παρ᾽ οὗ ὁ λόγος γεννᾶται τῆς χάριτος καὶ τὰ ῥεῖθρα πηγάζει τῶν νοημάτων· τρίτην, τὴν ἐν ἡμῖν τῆς Ἁγίας Τριάδος ἐνοίκησιν· ἐξ ἧς αἱ φωτοχυσίαι τοῦ Πνεύματος αἱ πρὸς τὸ συμφέρον ἐν ἑκάστῳ τῶν καθαιρομένων γινόμεναι, εἰς φανέρωσιν τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἀνακάλυψιν τῶν κεκρυμμένων ἐν τῇ ψυχῇ θησαυρῶν τοῦ Θεοῦ· τετάρτην, τὴν ἐπικειμένην ἀνάγκην παντὶ τῷ τὸ τάλαντον λαβόντι τοῦ λόγου τῆς γνώσεως, τῆς ἀπειλῆς τοῦ Θεοῦ, δοῦλε πονηρέ, λεγούσης, καὶ ὀκνηρέ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθών, ἀπῇτησα ἂν τὸ ἐμὸν σὺν τόκῳ· δι᾽ ἣν ἄρα καὶ Δαβὶδ μάλιστα δεδοικὼς ἔλεγεν· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, Κύριε, σὺ ἔγνως· τὴν δικαιοσύνην σου, οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου· τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἕλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.

Ἀρχὴ τοῦ κατὰ Θεὸν βίου, ἡ καθόλου τοῦ κόσμου φυγή· αὕτη δέ ἐστιν, ἡ τῶν θελημάτων ἄρνησις τῆς ψυχῆς, καὶ τοῦ χοϊκοῦ φρονήματος ἠ μετάθεσις· δι᾽ ἧς ἑπὶ τὸ θεῖον ἀνατρέχοντες φρόνημα, πνευματικαὶ ἐκ σαρκικῶν γινόμεθα· νεκρούμενοι μὲν τῇ σαρκὶ καὶ τῷ κόσμῳ, ζωοποιούμενοι δὲ τῇ ψυχῇ, ἐν Χριστῷ, καὶ τῷ πνεύματι.

Δόξα ψυχῆς περὶ Θεοῦ ἀψευδής, καὶ πίστις ἐνδιάθετος ἐν καταφρονήσει τῶν ὁρωμένων, καὶ πρᾶξις ἀρετῆς φιλαυτίας πάσης κεχωρισμένη, ἔντριτον, κατὰ τὸν Σολομῶντα, σπαρτίον· ὃ ταχέως οὐ ῥαγήσεται παρὰ τῶν πνευμάτων τῆς πονηρίας.

Πίστει τὰς ἀμοιβὰς ἐλπίζομεν τῶν καμάτων ἀπολαβεῖν, διὸ καὶ φέρομεν τοὺς πόνους ῥαδίως τῶν ἀρετῶν· ὑπὸ δὲ τοῦ θείου πληροφορούμενοι πνεύματος, τῇ ἀγάπῃ πτερούμεθα πρὸς Θεόν.

Οὐχ ὅταν ὑπὸ λογισμῶν ἐνοχλούμεθα ἀκαθάρτων, ἤδη καὶ τῆς τῶν ἐνεργούντων τὰ φαῦλα μερίδος γινόμεθα· ἀλλ᾽ ὅταν τοῦ τόνου ἑαυτῆς ὑποχαλάσασα ἡ ψυχή, καὶ ὁ νοῦς ἐξ ἠμελημένης, καὶ ἀκολάστου διαίτης, θολώδεις ἕξει καὶ σκιώδεις τὰς φαντασίας, καὶ οἱ πόνοι τῆς ἀρετῆς ἐν ῥαθυμίᾳ τῆς μελέτης καὶ προσευχῆς ἐπιλείψωσι· τηνικαῦτα καὶ μὴ ἐνεργοῦντες τὰ φαῦλα, ἐν τῇ χώρᾳ τῶν ἐν ταῖς ἡδοναῖς ἑκουσίως ἰλυσπωμένων ταττόμεθα.

Λυθέντων δὲ τῶν γαλινῶν τῶν ἡγεμονικωτέρων αἰσθήσεων, αὐτίκα καὶ παθῶν ἐπανάστασις, γίνεται, καὶ ἡ τῶν ἀνδραποδεστέρων αἰσθήσεων κινεῖται ἐνέργεια· εἴωθε γὰρ πως ἡ τούτων ἀλογία τῶν τῆς ἐγκρατείας λυθεῖσα δεσμῶν, ταῖς αἰτίαις ἐπισκιρτᾶν τῶν παθῶν, καὶ ὡς ἐν θανασίμοις αὐταῖς ἐπιβόσχεσθαι πόαις· καὶ τοσούτῳ μᾶλλον, ὅσον καὶ ἡ ἄνεσις χρονιώτερον ἐπιτείνεται· οὐ γὰρ ἀνέχεται, καθ᾽ ὧν φυσικῶς ἔχει τὴν ὄρεξιν, λυθεῖσα τῶν χαλινῶν, τὴν μέθεξιν ἀποκρούσασθαι.

Τῶν αἰσθήσεων, αἱ μὲν αὐτῶν, λογικαί τε εἰσίν, ὅρασις, ἀκοή, καὶ τῶν ἄλλων ἐμφιλόσοφοί τε καὶ ἡγεμονικώτεραι· αἱ δὲ ἄλογοι καὶ κτηνώδεις· γεῦσις, ὄσφρησις, ἁφὴ πρὸς ὑπηρεσίαν τῶν λογικῶν· ὁρῶμεν γὰρ πρῶτον καὶ ἀκούσμεν, καὶ οὕτως, ὑπὸ τοῦ λόγου κινούμενοι, ἁπτόμεθά τε τοῦ προκειμένου, καὶ ὀσφραινόμενοι, τῇ γεύσει διδοῦμεν, διὸ καὶ τῶν δύω, ζωοδέστατοί εἰσιν αἱ τρεῖς· καὶ ἀτεχνῶς, ἀνδραποδωδέστατοι· περὶ ἃς τῶν θρεμμάτων καὶ θηρίων τὰ γαστριμαργότατα καὶ συνουσιαστικώτατα πεπόνηται μάλιστα· δι᾽ ὅλης γὰρ ἡμέρας καὶ νυκτός, ἢ τροφῶν ἀπλήστως ἐμφορεῖται, ἢ πρὸς τὰς ὀχείας ὁρμᾶ.

Ὁ τὰς ἐνεργείας τῶν ἐκτὸς αἰσθήσεων πρὸς τὰς ἔνδον τρέψας αἰσθήσεις, καὶ τὴν μὲν ὅρασιν, πρὸς τὸν ὁρῶντα νοῦν τὸ φῶς τῆς ζωῆς ἐκπετάσας· τὴν δὲ ἀκοὴν πρὸς τὴν σύνεσιν τῆς ψυχῆς, τὴν δὲ γεῦσιν πρὸς τὴν τοῦ λόγου διάκρισιν, τὴν δὲ ὄσφρησιν πρὸς τὴν διάνοιαν τοῦ νοός, τὴν δὲ ἀφήν πρὸς τὸ τῆς καρδίας μετακινήσας, ἐγρήγορον ἀγγελικὴν ζωὴν ἐπὶ γῆς διανύει· ἄνθρωπος μὲν ἀνθρώποις καὶ ὢν καὶ ὁρώμενος, Ἄγγελος δὲ Ἀγγέλοις συνὼν καὶ νοσύμενος.

Διὰ μὲν τοῦ ὁρῶντος νοὸς τὸ φῶς τῆς ἐνθέου ζωῆς, τῶν κεκρυμμένων μυστηρίων Θεοῦ τὴν γνῶσιν λαμβάνομεν· διὰ δὲ τῆς συνέσεως τῆς ψυχῆς, τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ τῶν λογισμῶν διατιθέμεθα μετὰ γνώσεως, διακρίνοντες ἀπὸ τῶν κρειττόνων τοὺς χείρονας· διὰ δὲ τῆς τοῦ λόγου διακρίσεως, τὰ εἴδη τῶν νοημάτων ἀπογευόμεθα· καὶ τὰ μὲν ἐκ πικρᾶς φυόμενα ῥίζης, ἦ μετασκευάζομεν ἐπὶ τὴν γλυκεῖαν ἀνάδοσιν τῆς ψυχῆς, ἢ καθολικῶς ἀποβαλλόμεθα· τὰ δὲ ἐκ βοτάνης εὐθέτου καὶ χλοερᾶς, προσιέμεθα, πᾶν νόημα αἰχμαλωτίζοντες εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· διὰ δὲ τῆς τοῦ νοὸς διανοίας, τοῦ νοητοῦ μύρου τῆς τοῦ Πνεύματος χάριτος, ὀσφραινόμεθα εὐφροσύνης καὶ ἀγαλλιάσεως τὴν καρδίαν πληρούμενοι· διὰ δὲ τῆς ἐγρηγόρου καρδίας, τοῦ δροσίζοντος ἄνωθεν Πνεύματος τὴν φλόγα τῆς ἐπιθυμίας ἡμῶν τῶν καλῶν, ἢ καὶ θερμαίνοντος τὰς καταψυχθείσας δυνάμεις ἡμῶν τῷ κρύει τῶν παθῶν, εὐσυνέτως ἐπαισθανόμεθα.

Καθάπερ τῷ σώματι ἡμῶν αἰσθήσεις πέντε εἰσίν· ὅρασις, ἀκοή, γεῦσις, ὄσφρησις καὶ ἀφή, οὕτω καὶ τῇ ψυχῇ κατὰ τὸν αὐτὸν ἀριθμὸν πέντε αἰσθήσεις εἰσί· νοῦς, λόγος, αἴσθησις νοερά, γνῶσις καὶ ἐπιστήμη· εἰς τρεῖς δὲ τῇ ψυχῇ ἐνεργείας ταῦτα συνάγεται· εἰς νοῦν, εἰς λόγον, εἰς αἴσθησιν· καὶ διὰ μὲν τοῦ νοός, τὰς διανοήσεις· διὰ δὲ τοῦ λόγου, τὰς ἑρμηνείας· διὰ τῆς αἰσθήσεως δὲ τὰς φαντασίας τῆς θείας ἐπιστήμης, καὶ γνώμης λαμβάνομεν.

Ὁ τὸν νοῦν ἔχων τὰς διανοήσεις τῶν λογισμῶν εὖ διακρίνοντα καὶ τὰ θεῖα νοήματα καθαρῶς προσιέμενον, τὸν δὲ λόγον ἑρμηνευτὴν τῶν φυσικῶν κινήσεων τῆς ὁρωμένης ἁπάσης κτίσεως, τοὺς λόγους δηλονότι τῶν ὄντων διατρανοῦντα, τὴν δὲ νοερὰν αἴσθησιν ὑποδεχομένην τῆς οὐρανίου σοφίας καὶ γνώσεως τὴν ἐπιστήμην, διὰ τῶν ἐλλάμψεων τοῦ ἡλίου τῆς δικαιοσύνης πᾶσαν περάσας τὴν αἴσθησιν, εἰς τὰ ὑπὲρ αἴσθησιν γέγονε, καὶ τῶν ἀοράτων κατατρυφᾷ τῆς τερπνότητος.

Γενικαὶ δυνάμεις τοῦ νοός, εἰσὶ τέσσαρες· σύνεσις, ἀγχίνοια, κατάληψις καὶ ἐντρέχεια· ὁ τοίνυν ταύτας ἐπισυνάψας τὰς γενικὰς τῆς ψυχῆς ἀρετάς, καὶ τῇ μὲν συνέσει τοῦ νοός, τὴν τῆς ψυχῆς σωφροσύνην συζεύξας· τῇ δὲ ἀγχινοίᾳ, τὴν φρόνησιν· τῇ δὲ καταλήψει, τὴν δικαιοσύνην· τῇ δὲ ἐντρεχείᾳ, τὴν ἀνδρείαν ἑνώσας, ἅρμα φλογερὸν καὶ οὐρανοδρόμον ἑαυτῷ διττῶς συνηρμόσατο, κατὰ τῶν τριῶν γενικωτάτων ἀρχῶν καὶ δυνάμεων τῆς παρατάξεως τῶν παθῶν, φιλαργυρίας, φιληδονίας καὶ φιλοδοξίας.

Ὁ τὴν φιλαργυρίαν διὰ τῆς καταλήψεως τῆς ἐννόμου δικαιοσύνης, ἥτις ἐστὶν ἡ πρὸς τὸ ὁμογενὲς ἐλεήμων συμπάθεια, κατατροπωσάμενος, τῆς δὲ φιληδονίας, διὰ τῆς εὐσυνέτου σωφροσύνης, ἥτις ἐστὶν ἡ περιεκτικὴ ἐγκράτεια, κατακρατήσας, τῆν δὲ φιλοδοξίαν, διὰ τῆς ἀγχινοίας καὶ φρονήσεως, ἥτις ἐστὶν ἡ εὐδιάκριτος διάκρισις τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων, ὡς ἀσθενεστέραν καταδραμῶν, καὶ τοῖς ὡραίοις ποσὶν ὡς γεώδη ταύτην καὶ μηδενὸς ἀξίαν καταπατήσας, τὸ χοϊκὸν φρόνημα κατηγωνήσατο τῆς σαρκός· καὶ τοσούτῳ, ὡς εἰς νόμον τοῦ πνεύματος τῆς ζωῆς μεταβαλεῖν αὐτό, καὶ τοῦ νόμου τῆς τυραννούσης σαρκός, ἐλεύθερον ἀπεργάσασθαι, καὶ εἰπεῖν· εὐχαριστῶ τῷ Θεῷ, ὅτι ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς, ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου καὶ τῆς δουλείας τοῦ θανάτου.

Ὁ τῆς δόξης τῶν ἀνθρώπων ὡς οὔσης, τῆς μηδαμῶς οὔσης ἀντιποιούμενος, καὶ τὴν φιληδονίαν διὰ ψυχῆς ἀπληστίαν κατασπαζόμενος, καὶ τῆς φιλαργυρίας διὰ πλεονεξίας ἀντεχόμενος, ἢ δαιμονιώδης διὰ τῆς οἰήσεως καὶ ὑπερηφανίας κατασκευάζεται, ἢ κτηνώδης διὰ τῶν ἡδονῶν τῆς γαστρὸς καὶ τῶν ὑπογαστρίων ἀποτελεῖται, ἢ θηριώδης γίνεται τοῖς πλησίον διὰ τῇς πλεονεκτικῆς καὶ ἀπανθρώπου φιλαργυρίας, ἐκπίπτων μὲν τῆς πρὸς Θεὸν πίστεως, διὰ τὸ λαμβάνειν δόξαν παρὰ ἀνθρώπων κατὰ τὸ λόγιον· ἐκτρεπόμενος δὲ τῆς σωφροσύνης καὶ καθαρότητος, διὰ τὸ ἐκκαίειν τῇ ἀπληστίᾳ τὰ ὑπογάστρια, καὶ ταῖς ἀτάκταις ὑπείκειν ὁρμαῖς, ἐξοστρακιζόμενος δὲ τῆς ἀγάπης, διὰ τὸ μόνῳ ἑαυτῷ περιέπειν καὶ μὴ διδόναι τὰ χρήματα χρήζουσι τοῖς πλησίον· καὶ οὕτω πολύμορφον τι θηρίον ἐκ πολλῶν συντεθειμένων τῶν ἑαυτοῖς ἐναντίων, ὁ τοιοῦτος ὁρᾶται Θεῷ καὶ ἀνθρώποις καὶ κτήνεσιν ἄσπονδος.

Θυμὸς καὶ ἐπιθυμία καὶ τὸ λογιστικὸν τοῦ νοός, εἰ μὲν κατὰ φύσιν ἐφ᾽ ἑαυτῶν ἑστήκασι καὶ κινοῦνται, ὅλον θεῖον τινα καὶ θεοειδῆ τὸν ἄνθρωπον ἀπεργάζονται, ὑγιῶς δηλονότι κινούμενον, καὶ μηδ᾽ ὁπωσοῦν τῆς φυσικῆς βάσεως ἐκτρεπόμενον· εἰ δὲ παρὰ φύσιν τοῦ εἰκότος παρατραπεῖεν, καὶ τῆς ἰδίας ἀποκινηθεῖεν φύσεως, πολύμορφόν τινα τοῦτον, ὥς περ εἴρηται, καὶ ἐκ πολλῶν τῶν ἐν αὐτοῖς ἐναντιουμένων συνετεθειμένον ἀποδεικνύουσιν.

Ὁ θυμός, μεθόριόν ἐστιν ἐπιθυμίας, καὶ τοῦ λογιστικοῦ τῆς ψυχῆς· ὅπλον οἶον ἑκάστῳ ὢν ἐν τῇ παρὰ φύσιν, ἢ καὶ κατὰ φύσιν κινήσει αὐτοῦ· κινουμένης γὰρ τῆς ἐπιθυμίας καὶ τοῦ λογιστικοῦ κατὰ φύσιν ἐπὶ τὰ θεῖα, ὅπλον ἐστὶν ὁ θυμὸς ἑκάστω δικαιοσύνης κατὰ μόνου τοῦ συρίζοντος καὶ ἐπιτιθεμένου αὐτοῖς ὄφεως τὴν μετάληψιν τῶν τῆς σαρκὸς ἡδονῶν, καὶ τὴν τῆς ὀόξης τῶν ἀνθρώπων ἀπολαυσιν· παρατρεπομένων δὲ τῆς κατὰ φύσιν κινήσεως, καὶ μεταβαλλομένων εἰς τὸ παρὰ φύσιν τὴν δύναμιν, καὶ ἀπὸ τῆς σχολῆς τῶν θείων πραγμάτων ἐπ᾽ τὰ ἀνθρώπινα μεταφερομένων, ὅπλον ἐστὶν ἀδικίας εἰς ἁμαρτίαν, δι᾽ αὐτοῦ μαχομένων καὶ ἐπιτιθεμένων τοῖς ἀναχαιτίζουσι τὰς ὁρμὰς καὶ τὰς ὀρέξεις αὐτῶν· ὡς ἐντεῦθεν ἢ πρακτικὸν καὶ θεωρητικὸν καὶ θεολογικώτατον μέσον, δειχθῆναι τὸν ἄνθρωπον, τῆς τῶν πιστῶν Ἐκκλησίας, κατὰ φύσιν κινούμενον, ἢ κτηνώδη καὶ θηριώδη καὶ δαιμονιώδη, εἰς τὸ παρὰ φύσιν παρατρεπόμενον.

Εἰ μή τις πρῶτον τὰς δυνάμεις τῆς ψυχῆς ἑαυτοῦ δι᾽ ἐπιπόνου μετανοίας καὶ συντόνου ἀσκήσεως τοιαύτας μεταστρέψας ἀποτελέσει, οἵας ἡμῖν ἐξ ἀρχῆς δέδωκεν ὁ Θεὸς τὸν Ἀδὰμ πλαστουργήσας, καὶ πνοὴν ζωῆς ἐμφυσήσας αὐτῷ, οὐδὲ ἑαυτὸν γνῶναι ἰσχύσειέ ποτε· οὐδὲ τὸν αὐτοκράτορα λογισμὸν τῶν παθῶν ἄτυφον, ἀπερίεργον, ἀπόνηρον, ἁπλοῦν, ταπεινόφρονα, φθόνου καὶ βασκανίας ἐκτὸς κτήσασθαι· πᾶν νόημα αἰχμαλωτίζοντα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἀλλ᾽ οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν ἐκκαιομένην καὶ πυρπολουμένην εὑρήσει εἰς τὴν ἀγάπην τοῦ Θεοῦ· μήτε τοὺς ὅρους τῆς ἐγκρατείας ὑπερβαίνουσαν, καὶ ἀρκουμένην τοῖς προκειμένοις, καὶ τῶν ἁγίων ἐφιεμένην τῆς καταπαύσεως· εἰ δὲ μὴ οὕτω κτήσεται ταῦτα, οὐδὲ τὴν ἑαυτοῦ καρδίαν πραεῖαν, εἰρηνικήν, ἀόργητον, χρηστήν, ἄμαχον, μεστὴν ἐλέους καὶ ἱλαρότητος, κτήσασθαι ποτὲ δυνηθείη· οὕτω στασιαζούσης καθ᾽ ἑαυτῆς τῆς ψυχῆς, καὶ διὰ ταραχὴν τῶν δυνάμεων, ἀχωρήτου μενούσης τῶν ἀκτίνων τοῦ Πνεύματος.

Ὁ μὴ οὕτω τῆς παλαιᾶς εὐγενείας ἀπολαμβάνων ἐν ἑαυτῷ τὴν εὐπρέπειαν καὶ τοὺς χαρακτῆρας ἀναμορφούμενος ἀεὶ τῆς εἰκόνος τοῦ ἄνωθεν αὐτὸν καθ᾽ ὁμοιότητα ἑαυτοῦ πλαστουργήσαντος, πῶς δυνατόν ποτε ἑνωθῆναι, εἰ διέστησεν ἑαυτὸν τῇ τῶν χαρακτήρων ἀνομοιότητι; καὶ ᾧ φῶς ὄντι ἀποσβεσθεὶς τοῦ φωτός, τὸ ἐναντίον εἰς ἑαυτὸν ἐπεσπάσατο· μὴ ἑνωθεὶς δὲ ἐξ οὔ τὴν ἀρχὴν ἔσχε τῆς ὑποστάσεως, καὶ παρ᾽ οὖ ἐξ οὐκ ὄντων ὑπέστη, καὶ τῶν ὄντων ἐκράτησεν, ἄρα ποῦ τμηθεὶς ὡς ἀνόμοιος τῷ πεποιηκότι ῥιφήσεται; δῆλον τοῖς ὁρῶσι κἂν ἐγὼ σιωπήσωμαι.

Ἔως μὲν τὰς ὕλας ἐν ἑαυτοῖς ἔχομεν τῶν παθῶν, καὶ τὰς τούτων αἰτίας αὐτοθελῶς περιέπομεν, ἀποσείσασθαι ταύτας μὴ προαιρούμενοι, ἰσχύει αὐτῶν καθ᾽ ἡμῶν καὶ ἡ δύναμις, τὸ ἰσχύειν λαμβάνουσα δηλαδὴ ἐξ ἡμῶν· ἐπὰν δὲ ταύτας ἐξ ἑαυτῶν ἀπορρίψωμεν, καὶ τὴν καρδίαν τοῖς τῆς μετανοίας δάκρυσι καθαρθῶμεν, μισήσαντες καὶ τὴν τῶν ὁρωμένων ἀπάτην, τηνικαῦτα τῆς τοῦ παρακλήτου παρουσίας ἐν μεθέξει γινόμεθα Θεὸν ὁρῶντες ἐν φωτὶ ἀϊδίῳ καὶ ὁρώμενοι ὑπ᾽ αὐτοῦ.

Οἱ τῆς παγκοσμίου αἰσθήσεως δήξαντες τὰ δεσμά, ἐν ἐλευθερίᾳ πάσης δουλείας διάγουσι τῶν αἰσθήσεων, μόνῳ τῷ πνεύματι ζῶντες, καὶ αὐτῷ προσομιλοῦντες, ὡς ὑπ᾽ ἐκείνου κινούμενοι, δι᾽ οὗ καὶ τοῖς ὁμοουσίοις Πατρὶ καὶ Λόγῳ συνάπτεσθαί πως εἰώθασι, καὶ ἓν πνεῦμα κατὰ τὸν Παῦλον ἀποτελεῖσθαι· οἱ καὶ οὐ μόνον ἀχείρωτοί εἰσι δαίμοσιν, ἀλλὰ καὶ φοβεροί, ὡς μεταλαβόντες τοῦ θείου πυρός, καὶ πῦρ αὐτόχρημα χρηματίσαντες.

Ἡ ἁφή, οὐ μερική τις ἐστὶν ἐν τῷ σώματι ἐν ἑνὶ μέρει τὴν ἑαυτῆς ἐνέργειαν ὡς περ αἱ λοιπαὶ τῶν αἰσθήσεων φέρουσιν, ἀλλ᾽ ὁλική τις, καὶ καθόλου τοῦ σώματος· ὅταν οὖν μὴ χρειωδῶς προσψαύσειέ τινος, ἔτι προσπάσχουσα ταῖς λειότησι, σαλεύεσθαι τὸν νοῦν ὑπὸ λογισμῶν ἐμπαθῶν ἀπεργάζεται· ὅταν δὲ κατὰ χρείαν τὴν ἀναγκαίαν τῇ φύσει ταῖς ἁπαλότησιν ἀποταξομένῃ, καὶ τὴν αἴσθησιν ὑπερκύψασα, οὐκ οἴωθεν ὑποσαίνειν τὰ τῆς ψυχῆς αἰσθητήρια.

Τοῦ νοὸς ἐν τοῖς ὑπὲρ φύσιν χωρήσαντες, αἱ αἰσθήσεις κατὰ φύσιν ἑστῶσαι ἀπαθῶς ταῖς αἰτίαις προσομιλοῦσι· τοὺς λόγους μόνους καὶ τὰς φύσεις αὐτῶν ἐρευνῶσαι, καὶ ἀψευδῶς διακρίνουσαι τὰς τούτων ἐνεργείας ὁμοῦ, καὶ ποιότητας· μὴ προσπάσχουσαι, ἢ σχετικῶς παρὰ φύσιν κινούμεναι πρὸς αὐτάς.

Ἀγῶνες καὶ πόνοι πνευματικοί, γεννῶσι τῇ ψυχῇ εὐφροσύνην· εἰρήνης δηλονότι προηγησαμένης παθῶν· ὅπερ οὖν τοῖς ὑπὸ τὴν αἴσθησιν δυσχερές, τοῦτο ψυχῇ πονούσῃ καὶ πόθον ἐξ ἱερῶν ἱδρώτων ἐπὶ Θεὸν κτησαμένῃ, καὶ βεβλημένῃ θείας γνώσεως ἔρωτι ῥᾷον καὶ μᾶλλον ἡδύτατον· ἐκείνοις μὲν γὰρ οἱ πόνοι καὶ οἱ ἀγῶνες τῆς ἀρετῆς, ἅτε δὴ ἀνέσεσι σώματος καὶ ἡδονῶν ἀπολαύσεσι προσκειμένοις, δυσχερεῖς εἰσι καὶ λίαν δοκοῦσι τραχεῖς, μὴ προμελήσασι τὸ ἁλμυρὸν τῶν ἡδονῶν, ἀποκλύσασθαι τοῖς νάμασι τῶν δακρύων· ταύτῃ δὲ ποθούμενοί τε καὶ ἀσπαζόμενοι, βδελυξαμένῃ τὰς προξένους ἡδονὰς τῆς ὀδύνης, καὶ τὴν εὐπάθειαν ἀποσεισαμένη, μετὰ τῆς φιλαυτίας τοῦ σώματος· ἓν οὖν αὐτῇ λυπηρόν, ἡ ἄνεσις τῶν πόνων, καὶ ἡ τῶν ἀγώνων ἀργία· ὃ τοίνυν πρόξενον ἐκείνοις ἐστὶν εἰς εὐφροσύνην σωματικήν, τοῦτο ψυχῇ μεταθεμένῃ τὰς ἐφέσεις ἐπὶ τὰ θεῖα, λύπης αἴτιον· καὶ ὃ ταύτης αἴτιον εὐφροσύνης πνευματικῆς, ἐκείνοις στεναγμῶν καὶ ὀδύνης παραίτιον.

Οἱ πόνοι, δοκοῦσι μὲν ἐκ προοιμίων, ὀδύνης εἶναι ποιητικοί, πᾶσι τοῖς εἰσαγωμένοις δὲ πρὸς ἐπίδοσιν ἀρετῆς, καὶ πρὸς τὸ μέσον ἐπεκτεινομένοις αὐτοῖς, ἡδονῆς τινὸς καὶ παραδόξου ἀνέσεως φαίνονται· ὅταν δὲ τὸ θνητὸν τοῦτο καταποθῇ φρόνημα τῆς σαρκός, ὑπὸ τῆς ἀθανάτου ζωῆς τῆς ἐπιγινομένης ἐξ ἐπιδημίας τοῦ πνεύματος, ἐν τοῖς ἀληθῶς ἐπεκτεινομένοις πρὸς τὰ τέλη τῶν ἀρετῶν διὰ πόνων, χαρᾶς ἀρρήτου καὶ εὐφροσύνης πληροῦνται, ἀναστωμωθείσης αὐτοῖς δηλαδὴ πηγῆς καθαρᾶς τῶν δακρύων καὶ γλυκεροῦ νάματος ἄνωθεν ἐπομβρυθέντες τῆς κατανύξεως.

Εἰ βούλει τῶν ὅρων ἐπιβῆναι τῆς ἀρετῆς, καὶ τὴν πρὸς Θεὸν φέρουσαν εὑρεῖν ἀπλανῶς, μὴ δῷς ὕπνον τοῖς ὀφθαλμοῖς σου μηδὲ νυσταγμὸν τοῖς βλεφάροις σου· ἢ διὰ πόνων πολλῶν καὶ δακρύων, τόπον ἀπαθείας εὕρῃς τῇ τετρυχωμένῃ ψυχῇ σου· καὶ εἰσέλθῃς εἰς τὸ ἁγιαστήριον τῆς γνώσεως τοῦ Θεοῦ· καὶ διὰ τῆς ἐνυποστάτου σοφίας αὐτοῦ, εἰς τὰ ἔσχατα τέλη τῶν ἀνθρωπίνων πραγμάτων μετὰ συνέσεως ἴδῃς, καὶ τῶν κάτω καταφρονήσας, ἐπὶ τὰ ὑψηλὰ ὄρη τῆς θεωρίας, κατὰ τὰς ἐλάφους, καὶ αὐτὸς διψητικώτατα ἀναδράμης.

Ὁδὸς ταχεῖα πρὸς ἀνάληψιν ἀρετῆς, ἡ σιωπή ἐστι τοῖς εἰσαγωγικοῖς τῶν χειλέων, καὶ ἡ μῦσις τῶν ὀφθαλμῶν, καὶ τῶν ὥτων ἡ κώφευσις· λαβὼν γὰρ ἐντεῦθεν ὁ νοῦς τὴν τούτων ἀργίαν, τὰς ἐκτὸς καθ᾽ ἑαυτὸν ἐναποκλείσας εἰσόδους, κατανοεῖν ἑαυτὸν ἄρχεται, καὶ τὰς ἰδίας κινήσεις, καὶ τίνα μὲν εἰσὶν εὐθὺς ἐρευνᾷ τὰ περὶ τὴν νοητὴν θάλασσαν τῶν λογισμῶν νηχόμενα ἐνθυμήματα· τίνα δὲ περὶ τὴν χώνην τῆς διανοίας αὐτοῦ εἰσβαλλόμενα νοήματα· πότερον, καθαρά τε καὶ ἀμιγῆ σπερμάτων πικρῶν, καὶ παρ᾽ Ἀγγέλου φωτός, ἢ ζιζάνια ἐπιμιγῆ τε καὶ ἀχυρώδη καὶ παρὰ τῶν τοῦ φωτὸς ἐναντίων· καὶ οὕτως ὥς περ τίς ἡγεμὼν αὐτοκράτωρ μέσον ἱστάμενος ἐννοιῶν, κρίνων καὶ διαιρῶν τοὺς κρείττονας τῶν λογισμῶν ἀπὸ τῶν χειρόνων· τὰ μὲν τῶν εἰσβαλλομένων δεχόμενος τῇ παρ᾽ ἑαυτοῦ τριβῇ καὶ κινήσει, εἰς νοερὰς ἀνατίθησιν ἀποθήκας, τῷ πυρὶ ἐξοπτηθέντα τοῦ πνεύματος, καὶ ὕδατος θείου πεπληρωμένα· ἀφ᾽ ὧν καὶ τρεφόμενος, ἐνδυναμοῦται καὶ πληροῦται φωτός· τὰ δέ, ἀποπέμπεται τῷ τῆς λήθης βυθῷ, τὴν τούτων πικρίαν ἀποσειόμενος· τοῦτο δὲ μόνου ἔργον ἐστὶν ἐκείνου νοερῶς, τοῦ ἀψαμένου τῆς φερούσης πρὸς οὐρανούς, καὶ Θεὸν ἀπλανῶς· καὶ τὸν πενθήρη χιτῶνα τῶν σκοτεινῶν ἀποδυσαμένου παθῶν.

Ψυχὴ ἡ ἅπαξ ἀποσκευασαμένη τὴν πονηρίαν, καὶ τὸ περίεργον φρόνημα τῆς φαυλοτάτης ἀλαζονείας, ἁπλῆν δὲ καὶ ἄκακον τὴν καρδίαν ἐξ ἐπιδημίας τοῦ παρακλήτου καταπλουτήσασα, εὐθὺς Θεῷ τε καὶ ἑαυτῇ γίνεται· καὶ ἃ ὁρᾷ καὶ ἀκούει, πιστὰ καὶ ἀληθῆ νομίζει ἀνενδοιάστως, ὡς ὑπερβᾶσα τὰ χαλεπὰ τῆς ἀπιστίας βάραθρα, καὶ ὑπὲρ τὸν ᾅδην φερομένη τοῦ φθόνου.

Πασῶν τῶν ἀρετῶν προηγεῖται ἡ ἐνδιάθετος πίστις· ὅταν μὴ ἀμφίβολον τὴν γνώμην ἐπιφέρηται ἡ ψυχή, ἀλλ᾽ εἰς τὸ παντελὲς ἀποβάλληται τὴν φιλαυτίαν· οὐδὲν γὰρ οὕτως ἕτερον οἶδε, τὸν ἄρτι πρὸς ἀγῶνας ἀποδυσάμενον, κωλύειν τῆς ἐργασίας τῶν ἐντολῶν, ὡς ἡ παγκάκιστος φιλαυτία· αὕτη ἐστὶ τὸ ἐμπόδιον τῆς προκοπῆς τῶν σπουδαίων· αὕτη νόσους αὐτοῖς ὑποτίθεται, καὶ δυσθεράπευτα πάθη σώματος· δι᾽ ὧν τὴν θέρμην τῆς ψυχῆς, ψυχρὰν ἀπεργάζεται· καὶ τὸ κακοπαθεῖν ὑπὲρ ἀρχῆς, πείθει παραιτεῖσθαι, ὡς ἐπίβουλον τῆς εὐπαθούσης ζωῆς· φιλαυτία δέ ἐστιν, ἡ ἄλογος φιλία τοῦ σώματος ἥτις φίλαυτόν τε ἀποτελοῦσα τὸν Μοναχόν, ἥτοι φιλόψυχον, καὶ φιλοσώματον, μακρὰν ποιεῖ αὐτὸν τοῦ Θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ κατὰ τὸ ὅσιον λόγιον· ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν.

Ὁ ἐμπόνως ἀρξάμενος τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ θερμῷ τῷ ἔρωτι τὸν ἐλαφρὸν ζυγὸν τῆς ἀσκήσεως ἐπαυχένιον ἄρας, οὐ φείδεται ὑγείας σώματος, οὐ πρὸς τὴν τραχύτητα τῶν ἔργων τῆς ἀρετῆς ἰλιγγιᾷ, οὐ πρὸς τοὺς πόνους ἀποκναίει, οὐχ ὁρᾷ πρὸς ἕτερον τινα ῥαθύμως περὶ τοὺς ἀγῶνας καὶ ἀμελῶς διακείμενον· ἀλλὰ ζέοντι πόθῳ τὴν αὔλακα τέμνει τῶν ἀρετῶν ἐν πάσῃ κακοπαθείᾳ, πρὸς ἑαυτὸν μόνον ὁρῶν, καὶ πρὸς τὰς τοῦ Θεοῦ ἐντολάς· καὶ καθ᾽ ἑκάστην ἐν δάκρυσι τὰ σπέρματα αὐτοῦ καταβάλλεται ἐν τῇ χώρα τῶν ζώντων, ἕως οὗ φυῇ αὐτῷ ἡ χλόη τῆς ἀπαθείας, καὶ εἰς καλάμην αὐξήσῃ γνώσεως θείας, καὶ στάχυν φέρῃ τὸν κόκκον τοῦ λόγου ἐπιφερόμενον, καὶ ἔλθῃ φέρων τὰ γεννήματα τῆς δικαιοσύνης αὐτοῦ.

Οὐδαμόθεν οὕτως οἴομαι τὴν προκοπὴν γίνεσθαι τῆς ψυχῆς ταχεῖαν καὶ σύντομον, ὡς ἐκ μόνης τῆς πίστεως· πίστεως δέ, οὐ τῆς εἰς Θεὸν μόνον καὶ τῆς πρὸς τὸν μονογενῆ τούτου Υἱὸν, ἀλλὰ καὶ τῆς ἐνδιαθέτου· μεθ᾽ ἧς πιστεύομεν ἀληθεῖς εἶναι τὰς ἐπαγγελίας Χριστοῦ, ἃς ἐπηγγείλατο καὶ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν· καὶ τὰς ἀπειλὰς καὶ κολάσεις τοῦ ᾅδου, τὰς ἡτοιμασμένας τῷ διαβόλῳ καὶ τοῖς ἐργάταις αὐτοῦ· αὕτη ἡ πίστις, πληροφορεῖ τὴν ψυχὴν ἐλπίζειν ἐναγώνιον οὖσαν, ἐπιτυχεῖν τῆς καταστάσεως τῶν ἁγίων, τῆς μακαρίας αὐτῶν ἀπαθείας, καὶ ἀναδραμεῖν πρὸς τὸ ὕψος τῆς ἁγιωσύνης αὐτῶν, καὶ συγκληρονόμον τούτοις γενέσθαι τῆς τοῦ Θεοῦ βασιλείας· οὕτω δὲ πληροφορουμένη, σπουδαίως πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν ἐπεκτείνεται, μὴ ἐνδοιάζουσα καθ᾽ ἑαυτήν, ἀλλὰ μιμουμένη τοὺς πόνους ἐκείνων, καὶ διὰ τῶν ὁμοίων ἀγώνων διώκουσα καταλαβεῖν τὴν αὐτῶν τελειότητα.

Συναλλοιοῦσθαι πέφυκεν ἡ ἔξωθεν τοῦ προσώπου κατάστασις, τῇ ἐντὸς τῆς ψυχῆς καταστάσει· οἴαν γὰρ ἡ νοερὰ κίνησις αὐτῆς τὴν ἐργασίαν ἔχει, τοιαύτην καὶ ἡ ὄψις τοῦ προσώπου τοῖς ὁρῶσιν ἐμφαίνει τὴν ἰδίαν διάθεσιν· τοῖς γὰρ ἐνεργοῦσι τὸν λογισμὸν συνδιατιθεμένη καὶ συναλλοιουμένη, ποτὲ μὲν ὁρᾶται φαιδρά, τῆς καρδίας εὐφραινομένης ἐπὶ ἀναβάσεσιν ἀγαθαῖς ἐνθυμήσεων καὶ μελέτῃ Θεοῦ· ποτὲ δὲ κατηφὴς καὶ ζοφώδης, ἐπὶ λογισμοῖς ἀτοπίας πικραινομένης· ἐν οἷς λαθεῖν οὐκ ἔστι τόν ἐνεργούμενον τοὺς τὰ αἰσθητήρια τῆς ψυχῆς ἐπιφερομένους γεγυμνασμένα· εἴτε γὰρ ἀλλοίωσίς ἐστί τῆς δεξιᾶς τοῦ Ὑψίστου, φανερά ἐστιν αὐτοῖς ὡς γνωρίμη καὶ φίλη δι᾽ ἣν ἀναγεννηθέντες ὑπὸ τοῦ πνεύματος ἄνωθεν, φῶς καὶ ἅλας ἐχρημάτισαν τοῖς πλησίον· εἴτε τῆς στάσεως ἐστὶ τῶν δυνάμεων, καὶ τῆς τῶν λογισμῶν ταραχῆς δήλη τίς ἐστι τούτοις τρανῶς, ὡς ἀποβαλλομένοις αὐτήν, καὶ τὸν χαρακτῆρα τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐπιφερομένοις λαμπρότατον ἐν τοῖς θείοις χαρίσμασι.

Ἡ ἐντὸς ἐργασία, ἢ στεφάνων πρόξενος γίνεται τῇ ψυχῇ, ἢ ποινῶν καὶ κολάσεων· εἰ μὲν γὰρ περὶ τὰ θεῖα πράγματα καταγίνεται, καὶ ταπεινοφροσύνης φιλοκαλεῖ τὰ χωρία, ἔχει τὴν ἀρδείαν ἄνωθεν τῶν δακρύων, καὶ γεωργεῖ τὴν πρὸς Θεὸν ἀγάπην καὶ πίστιν, καὶ τὴν εἰς τὸν πλησίον συμπάθειαν· δι᾽ ὧν ἀναμορφουμένη τὸ κάλλος ἡ ψυχὴ τῆς εἰκόνος Χριστοῦ, φῶς γίνεται τοῖς ἀνθρώποις, ταῖς ἀκτῖσι τῶν ἀρετῶν ἐφέλκεται πρὸς ἑαυτὴν τὰς ὁράσεις αὐτῶν, καὶ κινεῖ πάντας πρὸς δοξολογίαν Θεοῦ· εἰ δέ, περὶ τὰ κάτω καὶ τὰ ἀνθρώπινα καὶ τοὺς ὑπονόμους τόπους ἐκταράσσει καὶ ἀνασκαλεύει τῆς ἁμαρτίας, κάτωθεν ἔχουσα τὸ δυσῶδες καὶ ζοφερόν, γεωργεῖ τὸ μῖσος καὶ τὴν ἀποστροφὴν τοῦ καλοῦ· δι᾽ ἧς τὴν χοϊκὴν ἀναμορφουμένη καὶ ἄμορφον εἰκόνα τοῦ παλαιοῦ, σκότος αὐτόχρημα τοῖς πλησιάζουσι γίνεται· καὶ τῇ τῶν φυλακῶν ἐργασίᾳ καὶ ὁμιλίᾳ, διαφθείρει ψυχὰς ἀπλάστους καὶ ἀστηρίκτους, καὶ κινεῖ κατὰ τοῦ Θεοῦ βλασφημίαν· καὶ οὕτω ἐν οἷς ἂν ὑπὸ τοῦ θανάτου καταληφθῇ ἡ ψυχή, καὶ τὰς ἀμοιβὰς ἀναλόγως εὑρίσκει.

Ὁ τῶν φαύλων ἐννοιῶν γεωργός, ζοφώδεις αὐτοῦ ποιεῖται καὶ στυγνὰς τὰς ἐκτὸς ὄψεις· ἀναυδόν τε τὴν γλῶτταν ἔχει τῶν θείων ὕμνων, καὶ δυσαπάντητός ἐστι πᾶσιν εἰς εὐτυχίαν· ὁ δὲ τῶν ἀγαθῶν καὶ ἀθανάτων φυτῶν γεωργὸς τῆς καρδίας, χαρωπὸν καὶ γεγαννωμένον ἔχει τὸ πρόσωπον· μελωδόν τε εἰς δεήσεις τὴν γλῶτταν αὐτοῦ, καὶ ὅλον ἑαυτὸν εἰς ὁμιλίαν ἡδύτατον· ὡς φανερόν εἴναι καὶ γίνεσθαι τοῖς ὁρῶσιν ἐντεῦθεν καλῶς, αὐτόν τε τὸν ὑπὸ δουλείαν ἔτι τῶν ἀκαθάρτων ὄντα παθῶν, καὶ ὑπ᾽ ἀνάγχην τοῦ νόμου τελοῦντα τοῦ γεώδους φρονήματος· καὶ τὸν ἐλευθερωθέντα τῆς τοιαύτης δουλείας, ὑπὸ τοῦ νόμου τοῦ πνεύματος, κατὰ τὸν σοφὸν Σολομῶντα· καρδίας εὐφραινομένης, θάλλει πρόσωπον· ἐν δὲ λύπαις οὔσης, στυγνάζει.

Τὰ ἐμπράκτως τελούμενα πάθη, ἐμπράκτως καὶ θεραπεύονται· ὥσπερ γὰρ ἀκρασία ἡδονὴ καὶ ἀδδηφαγία καὶ βίος ἀμελὴς καὶ διακεχυμένος, τὴν ἐμπαθεστάτην ἔξιν ἀποτελοῦσιν ἐν τῆ ψυχῇ, καὶ εἰς πράξεις ἀτόπους αὐτὴν ἄγουσιν, οὕτω στένωσις καὶ ἐγκράτεια, πόνοι καὶ ἀγῶνες πνευματικοί, τὴν ἀπάθειαν περιποιοῦνται αὐτῇ· καὶ ἐξ ἐμπαθείας, εἰς ἀπάθειαν αὐτὴν μεταφέρουσι.

Ὅταν ἐξ ἐπιπόνου τίς καὶ συντόνου ἀσκήσεως, δωρεῶν μεγάλων παρὰ Θεοῦ διὰ ταπεινοφροσύνης ἀξιωθῇ, εἶτα ἀποσυρθεὶς ἐκεῖθεν, πάθεσιν ἔκδοτος γένηται καὶ δαίμοσι παιδευταῖς, ἴστω ἑαυτὸν ὑψωθέντα, καὶ μεγάλα περὶ ἑαυτοῦ οἰηθέντα, καὶ τῶν ἄλλων κατεπαρθέντα· οὐδαμόθεν οὖν ἄλλοθεν ὁ τοιοῦτος εὑρήσει τὴν θεραπείαν καὶ ἀπαλλαγὴν τῶν συνεχόντων αὐτοῦ τὴν ζωὴν παθῶν καὶ δαιμόνων, ἀλλ᾽ ἢ ἀπὸ τοῦ ἀναδραμεῖν αὐτὸν διὰ μετανοίας εἰς τὴν πρώτην κατάστασιν, καὶ χρήσασθαι μεσίτῃ καλῷ· τῇ ταπεινώσει καὶ τῇ ἐπιγνώσει τῶν οἰκείων μέτρων, δι᾽ ἧς πᾶς ὁ ἱστάμενος καλῶς ἐν τῷ θεμελίῳ τῶν ἀρετῶν, ὑποκάτω ἑαυτὸν ἔχει πάσης κτίσεως.

Ἰσον κακόν ἐστι παρὰ Θεῷ καὶ ἀνθρώποις, ζῶσι κατὰ Χριστόν, τὸ καὶ ἐμπαθῆ τινὰ εἶναι ταῖς πράξεσι γνώμης ἀκολασίᾳ, καὶ πεφυσιωμένον ἐν ταῖς ἀρεταῖς τῷ τῆς οἰήσεως πνεύματι· ὃν τρόπον γὰρ τοῦ πρώτου τὰ ἐμπράκτως καὶ κρυφῆ γινόμενα αἰσχρόν ἐστι καὶ λέγειν, οὕτω καὶ τοῦ δευτέρου τὰ ὑψώματα τῆς καρδίας, βδελύγματά εἰσιν ἐνώπιον τοῦ Θεοῦ· καὶ ὡς περ ἐκεῖνος ἀποτρόπαιος τῷ Θεῷ εἰς ἀνάπαυσιν, διὰ τὸ εἶναι αὐτὸν σάρκα κατὰ τὸ λόγιον, οὕτω καὶ οὗτος παρὰ Κυρίῳ ἀκάθαρτος, διὰ τὸ εἰναι αὐτὸν ὑπερήφανον.

Οὐ γὰρ εἴτι πάθος, τοῦτο καὶ ἔμπρακτος ἁμαρτία· ἀλλὰ ἕτερον τοῦτο, καὶ ἄλλο ἐκεῖνο· πάθος μὲν οὖν ἐστι, τὸ ἐπὶ ψυχὴν κινούμενον· πρᾶξις δὲ ἐφάμαρτος, ἡ ἐπὶ τὸ σῶμα θεωρουμένη· οἷον, φιληδονία, φιλαργυρία, καὶ φιλοδοξία, πάθη χαλεπά ἔστι τῆς ψυχῆς· πορνεία δέ, καὶ πλεονεξία, καὶ ἀδικία, πράξεις ἐφάμαρτοι τῆς σαρκός· ἐπιθυμία, θυμός, καὶ ὑπερηφάνεια, πάθη ψυχῆς, παρὰ φύσιν τῶν δυνάμεων κινουμένων αὐτῆς· μοιχία δέ, καὶ φόνος, κλοπή, καὶ μέθη, καὶ εἴτι ἄλλο διὰ τοῦ σώματος πράττεται, πράξεις ἐφάμαρτοι, καὶ χαλεπαὶ τῆς σαρκός.

Τρεῖς εἰσὶν οἱ γενικώτατοι πάντων τῶν παθῶν ἔξαρχοι· καὶ τρεῖς αἱ κατ᾽ αὐτῶν παρατάξεις, καὶ τρεῖς οἱ τούτων καταγωνιζόμενοί τε καὶ καταβάλλοντες· ὁ εἰσαγωγικός, ὁ μέσος καὶ ὁ τέλειος τὸν τῆς φιληδονίας, τὸν τῆς φιλαργυρίας καὶ τὸν τῆς φιλοδοξίας τρικέφαλον δράκοντα.

Οὐχ εἷς καὶ ὁ αὐτὸς ἀγὼν τοῖς τρισὶ κατὰ τῶν τριῶν ἀρχῶν καὶ δυνάμεων τοῦ ἐξουσιάζοντος πνεύματος, ἀλλ᾽ ἄλλος, καὶ ἄλλος· ἀλλως καταστρατευομένης τῆς μιᾶς καὶ μιᾶς τούτων ἀρχῆς ὑφ᾽ ἑκάστου τοῦ πρὸς τὴν μάχην αὐτῆς ἱσταμένου καὶ καθοπλιζομένου φυσικῶς τῷ δικαίῳ θυμῷ.

Ὁ ἄρτι πρὸς τοὺς ἀγῶνας τῆς εὐσεβείας ἀποδυσάμενος, καὶ εἰσαγωγικὸς ὢν πρὸς παράταξιν τῶν παθῶν, κατὰ τοῦ πνεύματος τῆς φιληδονίας πᾶσαν αἴρει τὴν μάχην αὐτοῦ, καὶ δυνατὸς διὰ πάσης κακοπαθείας κατ᾽ αὐτοῦ ἐκστρατεύει· σάρκας μὲν ταῖς ἀσιτίαις ἐκτήκων, ταῖς χαμευνίαις, ταῖς ἀγρυπνίαις καὶ ταῖς παννύχοις δεήσεσι· ψυχὴν δὲ συντρίβων τῇ μνήμῃ τῶν τοῦ ἅδου ποινῶν, καὶ τῇ τοῦ θανάτου μελέτη· καὶ τὴν καρδίαν ἀποσμήχων τοῦ ῥύπου τῶν συνδυασμῶν καὶ συγκαταθέσεων διὰ δακρύων τῆς μετανοίας.

Ὁ πρὸς τὸ μέσον τῆς ἀρχῆς μεταθέμενος τὴν ἐπίβασιν, καὶ τοὺς ἱδρῶτας τοὺς κατὰ τοῦ φιληδόνου πνεύματος διὰ τοῦ σπόγγου τῆς πρώτης ἀπαθείας ἀπομαξάμενος, ἄρτι δὲ τοὺς ὀφθαλμοὺς ἀποκαλυφθείς, καὶ τὰς φύσεις ὁρᾶν τῶν ὄντων ἀρξάμενος, κατὰ τοῦ πνεύματος τῆς ἀπίστου φιλαργυρίας αἴρει τὰ ὅπλα τῆς πίστεως· τὸν νοῦν μὲν ἀνυψῶν ἑαυτοῦ τῇ μελέτῃ τῶν θείων πραγμάτων, τὸν δὲ λόγον παραθήγων τοῖς λόγοις τῆς κτίσεως, καὶ εἰς τὸ τὰς φύσεις αὐτῶν ἐκδιηγεῖσθαι διατρανῶν· τὴν δὲ ψυχὴν ἀνάγων τῇ πίστει ἀπὸ τῶν ὁρωμένων, ἐπὶ τὰ ὕψη τῶν ἀοράτων, καὶ πείθων αὐτὸν εἶναι προνοητήν, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα Θεόν, τῶν οἰκείων ἔργων, καὶ ὅλην τὴν ἐλπίδα ποιῶν τῆς ἐνθέου ζωῆς.

Ὁ τὸ μέσον διὰ θεωρίας καὶ ἀπαθείας περάσας, καὶ τὸ ἀπατηλὸν ὑπερκύψας τῆς παγκοσμίου αἰσθήσεως, ἄρτι δὲ μετὰ τοῦ λόγου τῆς γνώσεως καὶ τῆς ἐνυποστάτου Θεοῦ σοφίας, τῷ γνόφῳ τῆς θεολογίας εἰσδύς, κατὰ τοῦ πνεύματος τῆς φιλοδοξίας, αἴρει, δυνάμει τῆς ταπεινοφροσύνης, τὰ ὅπλα, ψυχὴν μὲν ἐν ταῖς ἱεραῖς ἀποκαλύψεσι κατανύσσων, καὶ δάκρυα προχέειν ἀνωδύνως ποιῶν· τὸ δέ γε φρόνημα αὐτῆς τῇ μνήμῃ καταβάλλων τῆς ἀνθρωπίνης ἀσθενείας, καὶ ἀνυψῶν αὐτὸ τῆς θείας γνώσεως τοῖς νοήμασι.

Νηστείαις μὲν γὰρ καὶ ἀγρυπνίαις καὶ προσευχαῖς χαμευνίαις τε καὶ κόποις σώματος, καὶ τῇ ἐκκοπῇ τῶν θελημάτων ἐν ταπεινώσει ψυχῆς, ἄπρακτον ἱστῶμεν τὸ τῆς φιληδονίας πνεῦμα· χειρούμεθα δὲ αὐτό, τοῖς τῆς μετανοίας δάκρυσι, καὶ πρὸς τὸ δεσμωτήριον ἄγοντες τῆς ἐγκρατείας, ἀκίνητον τοῦτο καὶ ἀνενέργητον ἀποτελοῦμεν· ἐν τῇ τῶν σπουδαίων δηλονότι καὶ ἀγωνιζομένων ἱστάμενοι παρατάξει.

Πίστεως ὅπλοις, καὶ μαχαίρᾳ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, τὸ τῆς φιλαργυρίας πνεῦμα κατατροπωσάμενοι, ἀποσφάττομεν, ἄρτι πρὸς τὴν θεωρίαν τῶν ὄντων μετὰ λόγου σοφίας ἀναδραμόντες, καὶ ὑπεράνω τῆς ταπεινώσεως γεγονότες τῶν ὁρωμένων, διὰ τοῦ λόγου τῆς γνώσεως, καὶ πρὸς τὰ βασίλεια τῆς ἀγάπης μετὰ τῶν πολυόλβων θησαυρῶν τῆς πρὸς Θεὸν ἐλπίδος ἐγκαταπαύσαντες.

Πτεροῖς ἀπαθείας καὶ ταπεινοφροσύνης, ἐν τῷ ἀέρι τῆς μυστικῆς θεολογίας νηχόμενοι, καὶ εἰς τὸν ἄνω βυθὸν τῆς γνώσεως τῶν μυστηρίων Θεοῦ μετὰ θείου πνεύματος εἰσερχόμενοι, ταῖς ἀστραπαῖς τῶν ἐνθέων δογμάτων καὶ νοημάτων, τὸ τῆς φιλοδοξίας καταφλέγομεν πνεῦμα· ὄμβροις δὲ δακρύων καὶ ποταμεῖς κατανύξεως εἰς τὰ τέλη τῶν ἀνθρωπίνων πραγμάτων ὁρῶντες, τοὺς τριστάτας αὐτοῦ καταποντίζομεν δαίμονας· οἰήσει τε καὶ κενοδοξίᾳ καὶ ὑπερηφανίᾳ, καθ᾽ ἡμῶν ἐκστρατεύσαντες.

Ὁ τὴν ἐπιθυμίαν τῆς σαρκὸς καὶ τὴν ἐπιθυμίαν τῶν ὀφθαλμῶν καὶ τὴν ἀλαζωνείαν τοῦ βίου τὸν κόσμον ταῦτα τῆς ἀδικίας, δι᾽ ὧν τῆς φιλίας, ἐχθροὶ γινόμεθα τῷ Θεῷ, ἐκθύμως μισήσας, καὶ ταύταις ἀποταξάμενος, ἑαυτῷ τὸν κόσμον ἐσταύρωσε, καὶ αὐτὸς ἐσταυρώθη αὐτῷ· λύσας τὴν ἀναμεταξὺ Θεοῦ καὶ ψυχῆς ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, καὶ ποιήσας ἐν ἀμφοτέροις εἰρήνην· ὁ γὰρ τούτοις ἐν τῇ ἀπεκδύσει τοῦ σαρκικοῦ φρονήματος νεκρωθείς, κατήλλαξεν ἑαυτὸν τῷ Θεῷ, ἀποκτείνας τὴν ἔχθραν τοῦ κόσμου ἐν τῇ νεκρώσει τῶν ἡδονῶν, διὰ τῆς ἐσταυρωμένης τῷ κόσμῳ ζωῆς, καὶ τὴν μετὰ Ἰησοῦ φιλίαν ἠσπάσατο· τοίνυν οὐκ ἔτι ὁ τοιοῦτος ἐχθρὸς ὡς φίλος τοῦ κόσμου, ἀλλὰ φίλος τοῦ Θεοῦ καθίσταται, ὡς ἐσταυρωμένος τῷ κόσμῳ, καὶ δυνάμενος λέγειν· ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.

Πᾶσα τοῖς ἀγωνιζομένοις ἐγκατάλειψις, διὰ ταῦτα γίνεσθαι πέφυκε· διὰ κενοδοξίαν, διὰ τὴν εἰς τὸν πλησίον κατάκρισιν καὶ διὰ τὴν ἐπ᾽ ἀρεταῖς ἔπαρσιν· εἴτι οὖν τούτων ἐν ταῖς ψυχαῖς τῶν ἀγωνιζομένων προσεμπελάσαν ἡγήσεται, τὴν ἀπὸ Θεοῦ τούτοις ἐγκατάλειψιν προξενεῖ· καὶ οὐκ ἂν ταύτης τὴν ἐπὶ πτώμασι δικαίαν ἐκφύγωσι κρίσιν, μέχρις οὗ τὴν προηγησαμένην αἰτίαν τῆς ἐγκαταλείψεως ἀποσεισάμενοι, εἰς τὸ ὕψος τῆς ταπεινοφροσύνης προσφύγωσιν.

Οὐ γὰρ τὸ μὴ καθαρεύειν ἐμπαθῶν νοημάτων, τοῦτό ἐστι μόνον καρδίας ἀκαθαρσία καὶ σπίλος ψυχῆς, ἀλλὰ καὶ τὸ ἐν πλήθει κατορθωμάτων ἐπαίρεσθαι, καὶ τὸ ἐπ᾽ ἀρεταῖς φυσιοῦσθαι, καὶ τὸ μεγάλα οἴεσθαι ἐπὶ σοφίᾳ καὶ γνώσει Θεοῦ, καὶ τὸ μέμφεσθαι τῶν ἀδελφῶν τοὺς ῥαθύμους καὶ ἀμελεῖς· καὶ τοῦτο δῆλον, ἐκ τῆς τοῦ Φαρισσαίου καὶ τοῦ Τελώνου παραβολῆς.

Μὴ οἴου τῶν παθῶν ἀνεθῆναι, καὶ τῶν γενομένων ἐκεῖθεν ἐμπαθῶν νοημάτων τὸν μολυσμὸν ἐκφυγεῖν, ἀγέρωχον ἔτι φέρων τὸ φρόνημα καὶ ἐξωγκομένον ἐπ᾽ ἀρεταῖς· οὐ γὰρ μὴ ἴδῃς εἰρήνης αὐλήν, ἐν ἀγαθωσύνῃ τῶν λογισμῶν, οὐδὲ εἰς ναὸν ἀγάπης εἰσέλθῃς μετὰ χαρᾶς, ἐν πάσῃ χρηστότητι καὶ γαλήνῃ καρδίας, ἕως οὖ ἐν σεαυτῷ πεποιθὼς εἶ, καὶ τοῖς ἔργοις σου.

Ἐὰν εἰς εὐχροίας σωμάτων προσπάσχῃ σου ἡ ψυχή, κατ᾽ ἐμπάθειαν, καὶ ὑπὸ τῶν ἐκεῖθεν σοι δῆθεν τικτομένων ἐμπαθῶν λογισμῶν τυραννῆται, μὴ ὑπολάμβανε ταύτας εἰναι αἰτίας τῆς ἐν σοὶ ταραχῆς καὶ ἐμπαθεστάτης κινήσεως· ἀλλὰ κεκρυμμένην ἴσθι ἐντὸς εἶναι τὴν αἰτίαν τῆς σῆς ψυχῆς, ὡς λίθον μαγνῆτίν τινα, ἕλκουσαν πρὸς ἑαυτὴν δυνάμει ἕξεως ἐμπαθοῦς καὶ πονηρᾶς συνηθείας τὴν ἀπὸ τῶν προσώπων λύμην, ὡς σίδηρον· ἐπεὶ καὶ κτίσματα Θεοῦ πάντα, καὶ λίαν τῷ ἰδίῳ λόγῳ καλά, μηδένα λόγον κατήγορον ἔχοντα τῆς πλάσεως τοῦ Θεοῦ.

Ὥς περ οἱ θάλασσαν περαιούμενοι καὶ ναυτιῶντες, οὐ παρὰ τὴν τῆς θαλάσσης φύσιν πάσχουσι τοῦτο, ἀλλὰ παρὰ τὴν τῆς ἔνδοθεν προαποκειμένης αἰτίας τοῦ σεσηπότος χυμοῦ· οὕτω καὶ ἡ ψυχή, οὐ παρὰ τὴν τῶν προσώπων αἰτίαν, ἀλλὰ παρὰ τὴν τῆς ἔτι ἐναποκειμένης τοῦ κακοῦ ἕξεως, ἐν αὐτῇ τὸν ἐμπαθέστατον ὑφίσταται κλόνον καὶ τάραχον.

Κατὰ τὴν ἔνδοθεν διάθεσιν τῆς ψυχῆς, συναλλοιοῦσθαι πέφυκε καὶ ἡ φύσις αὐτὴ τῶν πραγμάτων· ὅταν οὖν κατὰ φύσιν ἵσταται αὐτῇ τὰ νοερὰ αἰσθητήρια καὶ ὁ νοῦς περὶ τοὺς λόγους τῶν γεγονότων ἀπλανῶς ὁδεύη, τὸν λόγον ἔχων διατρανοῦντα τὰς φύσεις καὶ τὰς κινήσεις αὐτῶν, κατὰ φύσιν ὁρᾶται αὐτῇ καὶ τὰ πράγματα, καὶ τὰ πρόσωπα, καὶ πᾶσα φύσις ἐνύλων σωμάτων, μὴ ἔχοντά τινα λύμης ἢ βλάβης ἐγκεκρυμμένην αἰτίαν· ὅταν δὲ παρὰ φύσιν αὐτῆς αἱ δυνάμεις κινῶνται, πρὸς ἑαυτὰς στασιάζουσαι, παρὰ φύσιν αὐτῇ καὶ ταῦτα ὁρᾶται· μὴ διὰ τῆς φυσικῆς αὐτῶν καλλονῆς πρὸς κατανόησιν τοῦ γενεσιουργοῦ ταύτην ἀνάγοντα· ἀλλὰ διὰ τῆς ἐμπαθεστάτης ἕξεως αὐτῆς, εἰς βυθὸν ἀπωλείας κατάγοντα.

Εἰ πέπτωκας ἐγκαταλειφθεὶς πτώματι σαρκός, ἢ γλώττης, ἢ λογισμοῦ, ἐπίπονον ἕλκων καὶ τραχύτατον βίον, μὴ ξένον τοῦτο καὶ παράδοξόν σοι καταφανῆ· σὸν γάρ ἐστι τὸ πτῶμα, καὶ ἀπὸ τῆς σῆς αἰτίας· εἰ μὴ γὰρ αὐτὸς ἢ καινόν τι πρῶτον, καὶ ὄγκου μεστόν, ὡς οὐκ ὥφελον, ᾠήθης περὶ σαυτοῦ, ἢ κατεπήρθης ἑτέρου ἀλαζονικῷ τῷ φρονήματι, ἢ ἔκρινας ἐν ἀσθενείᾳ φύσεως ἀνθρωπίνης τινά, οὐκ ἂν ἐγκαταλειφθεὶς κρίσει δικαίᾳ Θεοῦ, τὴν ἑαυτοῦ ἐπέγνως ἀσθένειαν· ἔγνως δέ, ἵν ἐντεῦθεν μάθῃς μὴ κρίνειν· μὴ φρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν· μὴ τινὸς κατεπαίρεσθαι.

Πεπτωκὼς εἰς βάθη κακῶν μηδαμῶς τὴν ἀνάκλησιν ἀπελπίσῃς, εἰ καὶ εἰς πέταυρον κατηνέχθης ἔσχατον ᾅδου κακίας· εἰ γὰρ ταῖς ἐμπράκτοις ἀρεταῖς προκαταβληθέντα θερμῶς τὸν θεμέλιον ἔχεις παρὰ σοὶ τῆς εὐσεβείας, εἰ καὶ πτῶσιν ὑπέστη κατασεισθὲν τὸ οἰκοδομηθὲν ταύτης οἴκημα παρὰ σοῦ, ἐκ διαφόρων λίθων τῆς ἀρετῆς, ἕως ἐδάφους τῆς ἐμπαθεστάτης γῆς τῶν κακῶν, ἀλλ᾽ οὐκ ἐπιλησθήσεταί σου τῶν παλαιῶν πόνων καὶ ἱδρώτων ὁ Θεός· εἴγε συντετριμμένην ἐπὶ τοῖς πτώμασί σου τὴν καρδίαν φέροις· μεμνημένην τε ἡμερῶν ἀρχαίων, καὶ τὴν ἑαυτῆς ἀνακαλουμένην πτῶσιν ἐν στεναγμοῖς, αὐτοῦ κατ᾽ ἐνώπιον· ἐπιβλέπων γὰρ ἐπιβλέψεται τάχιον ἐπὶ σὲ τρέμοντα τοὺς λόγους αὐτοῦ, καὶ ἅψεταί σου τῶν ὀφθαλμῶν ἀοράτως τῆς κατωδύνου καρδίας, καὶ τῷ προκαταβληθέντι παρὰ σοῦ θεμελίῳ τῆς ἀρετῆς μετὰ πόνων, ἐπιστήσειε· καὶ δώη σοι τῆς προτέρας ἰσχύος κρείττονά τε καὶ τελειστέραν ἰσχύν, ἐν θέρμῃ ζέοντος πνεύματος· εἰς τὸ πάλιν κτήσασθαι τὰ καταβληθέντα, βασκανίᾳ τοῦ πονηροῦ, μεθ᾽ ὑπομονῆς ἔργα τῆς ἀρετῆς, καὶ ἀνεγεῖραι, ἐν πνεύματι ταπεινώσεως, τὸν οἶκον αὐτῆς τοῦ προτέρου λαμπρότερον, εἰς ἀνάπαυσιν, κατὰ τὸ γεγραμμένον, αἰωνίαν αὐτοῦ.

Πάντα τὰ πρὸς ἀτιμίαν ἡμῖν συμβαίνοντα, εἴτε ἐξ ἀνθρώπων, εἴτε ἐκ δαιμόνων, κρίσει δικαίᾳ Θεοῦ, κατ᾽ οἰκονομίαν ἐπισυμβαίνουσι πρὸς ταπείνωσιν τοῦ ματαίου φυσήματος τῶν ψυχῶν ἡμῶν· σκοπὸς γὰρ τῷ κυβερνήτῃ Θεῷ τῆς ἡμετέρας ζωῆς, τὸ ἀεὶ ταπεινοὺς ἡμᾶς εἶναι, καὶ μὴ φρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν· ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν· μηδὲ οἴεσθαι μεγάλα περὶ ἑαυτῶν· ἀλλὰ πρὸς αὐτὸν ἀφορᾶν, καὶ μιμεῖσθαι αὐτοῦ, κατὰ τὸ ἐφικτόν, τὴν μακαρίαν ταπείνωσιν· ἐπειδὴ πρᾶος ἦν καὶ ταπεινὸς τὴν καρδίαν· καὶ τοιούτους ἡμᾶς γενέσθαι ἐπιποθεῖ ὁ ὑπομεμενηκὼς ὑπὲρ ἡμῶν θάνατον ἄδικόν τε καὶ ἄτιμον· οὐδὲν γὰρ οὕτως ἕτερον φίλον αὐτῷ, καὶ οἰκειούμενον ἐν πάσῃ ἀληθῶς ἀρετῇ, καὶ δυνάμενον ἀπὸ κοπρίας παθῶν ἀνυψοῦν, ὡς πραότης, καὶ ταπείνωσις, καὶ ἀγάπη πρὸς τὸν πλησίον· τούτων δὲ μὴ συνόντων ἡμῖν, ἐργαζομένοις τὰς ἀρετάς, πᾶσα μάταιος ἡ ἐργασία· καὶ ἅπας κόπος ἀσκήσεως, ἀνωφελὴς καὶ ἀπρόσδεκτος.

Τοῖς μὲν εἰσαγωγικοῖς εἰς τὸν κατ᾽ ἀρετὴν βίον, φόβος τῶν κολάσεων συνεργεῖ εἰς ἐργασίαν τῶν ἐντολῶν, καὶ ἀποφυγὴν τῶν κακῶν· τοῖς δὲ κατ᾽ ἀρετὴν ἐπὶ θεωρίαν προκόψασι τῆς τοῦ Θεοῦ δόξης, ἄλλος ἀναλόγως παρέπεται φόβος, λίαν ὢν αὐτοῖς φοβερὸς ἐξ ἀγάπης, ὁ ἁγνός· ὃς καὶ συνεργεῖ τούτοις εἰς τὴν παραμονὴν ἀκλονήτως ἵστασθαι τῆς ἀγάπης τοῦ Θεοῦ, φοβουμένοις τὸν ἐκ ταύτης φοβερὸν ὄλισθον· ἐκείνοις μὲν γὰρ πεσοῦσι τοῦ κατὰ χεῖρα σκοποῦ, μεταμελομένοις, καὶ αὖθις ἀνισταμένοις, ὁ πρῶτος φόβος παρέπεται μετ᾽ ἐλπίδων χρηστῶν· τούτοις δὲ τοῦ ὕψους φθόνῳ τοῦ ἀντιπάλου ἐξαμαρτήσασι διὰ πτώσεως τῆς θεωρίας Θεοῦ, οὐκ εὐθὺς ὁ δεύτερος ἕπεται· ἀχλὺς δέ τις καὶ σκότος ψηλαφητὸν αὐτοὺς διαδέχεται, πλῆρες ἀθυμίας καὶ ὀδυνῶν, πικρίας μετὰ τοῦ πρώτου τῶν κολάσεων φόβου· καὶ εἰ μὴ Κύριος Σαβαὼθ τὰς ἡμέρας ἐκείνας ἐκολόβωσε τῆς ἀφορήτου ταύτης ὀδύνης, οὐκ ἂν ἐσώθη πᾶς ὁ ἐκεῖθεν ἐκπίπτων.

Ὁπόταν τῆς ἐπιμόνου τῶν ἐμπαθῶν λογισμῶν ὀχλήσεως ἡ ψυχὴ ἀνεθῇ, καὶ ἡ φλὸξ ἡ τύραννος ἀπομαρανθῇ τῆς σαρκός, ἔσο τηνικαῦτα εἰδὼς τὴν ἐπέλευσιν γίνεσθαι τοῦ Ἁγίου Πνεύματος, ἐν ἡμῖν, μηνύουσαν τὴν ἄφεσιν τῶν προημαρτημένων καὶ χαριζομένην ἡμῖν τὴν ἀπάθειαν· ἕως δὲ τῆς ὀσμῆς αὐτῶν διὰ τῆς συνεχοῦς ὀχλήσεως ἐπαισθάνηται, καὶ τὰ ὑπογάστρια φλέγηται τῆς σαρκός, μακρὰν ἴσθι ταύτης εἶναι τὴν εὐωδίαν τοῦ Πνεύματος· καὶ ὅλην ὑπὸ τὰ δεσμὰ κρατεῖσθαι τὰ ἄλυτα τῶν παθῶν τε, καὶ τῶν αἰσθήσεων.

Εἶδον ὑπὸ τὸν ἥλιον, φησὶν ὁ σοφός. ἄνθρωπον παρ᾽ ἑαυτῷ δόξαντα φρόνιμον εἶναι ὃν εἶδον ὑπὸ τὴν ζωὴν κἀγὼ τῶν βροτῶν, πεποιθότα ἐπὶ τοῖς ἔργοις αὐτοῦ. καὶ μεγάλα φρονοῦντα ἐπὶ τῇ ἀνθρωπίνῃ σοφίᾳ καὶ τῇ γεώδει καὶ ψυχικῇ· καὶ οὐ μόνον διὰ ταύτην τῶν ἀπλάστων κατεπαιρόμενον, ἀλλὰ καὶ τῶν ἐν θείᾳ τῇ λήξει διδασκάλων Χριστοῦ κατειρωνευόμενόν τε ὁμοῦ, καὶ καταμωκώμενον, διὰ τὸ τῆς λέξεως αὐτῶν ἰδιότροπον· καὶ ὅτι μὴ ἕπεσθαι εἵλοντο ταῖς ἐκλογαῖς τῶν τετορνευμένων λέξεων τῆς θύραθεν γνώσεως· μηδὲ τὸ τῆς θέσεως αὐτῶν εὔρυθμον ἐπετήδευσαν ἐν ταῖς ἐγγράφοις διδασκαλίαις αὐτῶν· ᾧ τινι, ὡς ἠγνοηκότι, ὅτι παρὰ τῷ Θεῷ, οὐ τορευταὶ τῶν λέξεων, οὐδὲ τὸ εὔηχον τῶν φωνῶν· ἀλλὰ τὸ εὔσημον, προτιμότερον καὶ φίλον, τῶν νοημάτων· ταύτην παρωδήσω τὴν παροιμίαν· ὁ κύων ὁ ζῶν, αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν· καὶ ἀγαθὸν παῖς πένης καὶ σοφός, ὑπὲρ βασιλέα πρεσβύτην, καὶ ἄφρονα, ὅς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι.

Δεινὸν καὶ δυσκαταγώνιστον τὸ πάθος τῆς βλασφημίας ἔχει δὲ τὰς ἀφορμὰς ἐκ τῆς ὑπερηφάνου διανοίας τοῦ σατανᾶ· ὅ καὶ πάντας μὲν τοὺς κατὰ Θεὸν ὀχλεῖ βιοῦντας κατ᾽ ἀρετήν· πλέον δὲ τοὺς προκόπτοντας εἰς εὐχήν, καὶ εἰς θεωρίαν τῶν θείων πραγμάτων· οὗ ἕνεκεν χρὴ πάσῃ φυλακῇ τὰς αἰσθήσεις τηρεῖν, καὶ εὐλαβεῖσθαι ἀπὸ πάντων τῶν φρικτῶν μυστηρίων τοῦ Θεοῦ, καὶ τῶν ἱερῶν τύπων καὶ λόγων, καὶ προσέχειν τῇ ἐφόδῳ τοῦ πνεύματος τούτου· ἐφεδρεύει γὰρ εὐχομένοις καὶ ψάλλουσιν ἡμῖν καὶ ἐρεύγεται ἔσθ᾽ ὅτε, διὰ τῶν χειλέων ἡμῶν, μὴ προσέχουσιν, ἄρας καθ᾽ ἡμῶν καὶ βλασφημίας ἀλλοκότους κατὰ Θεοῦ τοῦ Ὑψίστου· τοῖς στίχοις τῶν ψαλμῶν, καὶ τοῖς ῥήμασι τῆς εὐχῆς παρεισάγων αὐτάς, ἀλλὰ τρεπτέον κατ᾽ αὐτοῦ τὸν λόγον Χριστοῦ, ὁπηνίκα τοιοῦτόν τι φέρει ἐν τοῖς χείλεσι, ἢ ὑποσπείρει ἐν ταῖς διανοίαις ἡμῶν· καὶ ὕπαγε σατανᾶ ὀπίσω μου εἴπωμεν πρὸς αὐτόν, πάσης δυσωδίας ἀνάμεστε, καὶ ὑπόδικε πυρὸς αἰωνίου· κατὰ τῆς κεφαλῆς σου ἡ βλασφημία σου· καὶ αὐτίκα πρὸς ἀλλό τι τὸν νοῦν πρᾶγμα θεῖον ἢ ἀνθρώπινον, τόγε νῦν ἔχον, δι᾽ αἰχμαλωσίας ἀπασχολήσωμεν ἢ καὶ μετὰ δακρύων πρὸς οὐρανοὺς αὐτὸν καὶ Θεὸν ἀνυψώσωμεν, καὶ οὕτως, Θεοῦ συναιρουμένου ἡμῖν, ἀπαλλαγησόμεθα τοῦ βάρους τῆς βλασφημίας.

Φθοροποιὸν πάθος ἡ λύπη, εἰς ψυχὴν καὶ σῶμα, καὶ αὐτῶν ἀπτομένη τῶν μυελῶν· ἀλλ᾽ ἡ τοῦ κόσμου ἡ διὰ τὰ πρόσκαιρα τοῖς ἀνθρώποις ἐφιπταμένη ἢ καὶ πολλάλις αὐτοῖς θανάτου παραίτιος γίνεται· ἡ δὲ κατὰ Θεὸν λύπη, ὁμοῦ τε σωτήριος καὶ λίαν ἐπωφελὴς οὖσα, ὑπομονὴν ἐν τοῖς πόνοις καὶ τοῖς πειρασμοῖς κατεργάζεται· τὴν πηγὴν τῆς κατανύξεως ἀναστομοῦσα τῷ ἀγωνιζομένῳ καὶ διψῶντι τὴν δικαιοσύνην τοῦ Θεοῦ, καὶ ψωμίζουσα διὰ δακρύων τὴν καρδίαν αὐτοῦ, ὡς πληροῦσθαι τὸ Δαβιδικὸν ἐπ᾽ ἐκείνῳ λόγιον· ψωμιεῖς ἡμᾶς, φησίν, ἄρτον δακρύων καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ τὸν οἶνον τῆς κατανύξεως.

Τὰ συμπεπτωκότα μέρη τῆς ψυχῆς ἀπὸ τῆς τῶν κακῶν ἐργασίας, λίαν ἡ κατὰ Θεὸν λύπη ἀνακτᾶται καὶ εἰς τὸ κατὰ φύσιν ἀνακαλεῖται· τοσοῦτον γὰρ τὸν χειμῶνα τῶν παθῶν καὶ τὰ νέφη τῆς ἁμαρτίας ἐκλεπτύνει διὰ δακρύων, καὶ τοῦ νοητοῦ τῆς ψυχῆς ἀπελαύνει ἀέρος, ὡς αἰθρίαν ἐν τοῖς λογισμοῖς αὐτίκα τοῦ νοὸς ἡμῶν γίνεσθαι· καὶ γαλήνην ἐν τῇ θαλάσσῃ τῆς διανοίας, καὶ εὐφροσύνην ἐν ταῖς καρδίας ἡμῶν, καὶ ἀλλοίωσιν ἐν τῇ ἐπιφανείᾳ τοῦ προσώπου ἡμῶν· ἐφ᾽ ἣν οἱ καλῶς ὁρῶντες ὥσπερ τὰς ὄψεις καὶ τὰς διαθέσεις αὐτῶν προσαναπαύοντες, οὕτω κατὰ τὸν Δαβὶδ ἀνακράζουσιν· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.

Μὴ παραδέχου τοὺς ἐξ ὑπονοιῶν ὑποσπειρομένους σοι λογισμοὺς κατὰ τοῦ πλησίον· εἰσὶ γὰρ ψευδεῖς καὶ ὀλέθριοι καὶ πάντῃ ἀπαταιῶνες· ἴσθι οὖν ὅτι διὰ τούτου τοῦ σκοποῦ πειρῶνται οἱ δαίμονες εἰς βόθρον ἀπωλείας ᾠθῆσαι τὰς ψυχὰς τῶν ἤδη προκοπὰς ποιούντων ἐν ταῖς ἀρεταῖς· ἄλλως γὰρ εἰς βυθὸν κατακρίσεως καὶ ἁμαρτίας ἐμπράκτου τῶν ἀγωνιζομένων τινὰ παραπέμψαι οὐ δύνανται, εἰ μὴ λαβεῖν αὐτὸν ὑποψίας πείσουσι πονηρὰς ἐκ τῶν ἔξωθεν ἠθῶν τε καὶ διαθέσεων τοῦ πλησίον· οὕτω γὰρ ὑπὸ κρίσιν καὶ πτῶσιν ἁμαρτίας τοῦτον ποιήσαντες, συγκατακριθῆναι τῷ κόσμῳ ἐργάζονται, κατὰ τὸ ὅσιον λόγιον· εἰ γὰρ ἑαυτούς, φησιν, ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

Ὅταν ἐκ ῥαθυμίας χώραν δῶμεν τοῖς δαίμοσι λαλεῖν εἰς τὸ οὖς ἡμῶν τὰς κατὰ τῶν ἀδελφῶν ὑπονοίας. ἀφυλάκτως δηλονότι ἔχοντες περὶ τὰς κινήσεις τῶν ὀφθαλμῶν, τότε εἰς τὸ κατακρίνειν ἀγόμεθα ὑπ᾽ αὐτῶν ἔσθ᾽ ὅτε καὶ τοὺς τελείους εἰς ἀρετήν· εἰ γὰρ ὁ χαρωπὸν ὁρῶν ὑπομειδιῶντι προσώπῳ· καὶ ὁ εὐπρόσιτος πᾶσιν εἰς ὁμιλίαν συγκαταθετικός σοι πρὸς ἡδονὰς καὶ πάθη δοκεῖ, ἔστω σοι καὶ πᾶς κατηφὲς ὁρῶν καὶ στυγνόν, θυμοῦ πνέων, καὶ ὑπερηφανίας μεστός· ἀλλ᾽ οὐ χρὴ τοῖς ἀνθρωπίνοις προσέχειν ἰδιώμασι· σφαλερὰ γάρ ἐστι τοῖς πᾶσιν ἡ περὶ τὰ τοιαῦτα κρίσις· εἰσὶ γὰρ ἀνθρώποις πολλαὶ τῷ ὄντι διαφοραὶ φύσεων καὶ ἕξεων καὶ σωματικῶν θέσεων· αἳ μόνοις ἐκείνοις εἰκότως εἰσὶν ὑπὸ θεωρίαν καὶ κρίσιν ἀληθινήν, τοῖς καθαρὸν κτησαμένοις τὸ νοερὸν ὅμμα τῆς ψυχῆς διὰ πολλῆς κατανύξεως καὶ ἔνοικον ἔχουσι τὸ ἄπειρον φῶς τῆς ἐνθέου ζωῆς· οἷς καὶ τὸ εἰδέναι ἐδόθη τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας.

Αὐτουργοὶ τῶν φαύλων ἔργων γινόμενοι τῆς σαρκός, τῇ παρὰ φύσιν ἐπιθυμίᾳ καὶ τῷ θυμῷ τῆς ψυχῆς λειτουργοῦμεν· σάρκα μὲν μιαίνοντες ταῖς φαύλαις βοαῖς τῆς ἁμαρτίας, ψυχὴν δὲ τῇ τοῦ θυμοῦ πικρίᾳ σκοτίζοντες, καὶ ἀπαλλοτριούμενοι τοῦ Υἱοῦ τοῦ Θεοῦ· δεῖ οὖν τὸν μὲν μολυσμὸν τῆς ἀπὸ τοῦ σώματος οὐσιώδους ῥοῆς, δι᾽ ἐπιρροῆς οὐσιωδῶν δακρύων, ἀποκαθαίρειν· ἵνα ὅπερ ἡ ἡδονὴ διὰ ροῆς φυσικῆς κατεμόλυνε σῶμα, τοῦτο ἡ ὀδύνη τῆς λύπης διὰ ῥοῆς αὖθις τῶν δακρύων φυσικῆς ἀποκαθαίρειν· τὸν δὲ ζόφον τῆς ψυχῆς τὸν ἀπὸ τῆς τοῦ θυμοῦ πικρίας, διὰ φωτὸς κατανύξεως καὶ γλυκύτητος τῆς κατὰ Θεὸν ἀγάπης, ἀποδιώκειν, καὶ ἑνοῦσθαι αὖθις, οὗ πρώην δι᾽ ἐκείνων ἀπηλλοτριώθημεν.

Ὥς περ ὁ ἀπὸ τῆς ἡδονῆς μολυσμὸς τὸν σατανικὸν ἔρωτα προηγησάμενον ἔχει εἰς ἀποπλήρωσιν τῆς φαυλότητος, οὕτως ἡ ἀπὸ τῆς ἐνοδύνου λύπης κάθαρσις, τὴν θέρμην ἔχει τῆς καρδίας εἰς ἀποπλήρωσιν τοῦ πένθους καὶ τῶν δακρύων· καὶ τοῦτο οἰκονομίᾳ τῆς πρὸς ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητος, ἵνα κόποις ὀδύνης κόπον ἡδονῆς, καὶ ροαῖς δακρύων ῥοὴν αἰσχίστην σαρκὸς ἀποκρουόμενοί τε καὶ ἐκκαθαίροντες, τοὺς τύπους τῶν φαύλων ἀπὸ τοῦ νοός, καὶ τὰς ἀμόρφους εἰκόνας ἀπὸ τῆς ψυχῆς ἐξαφανίσωμεν, καὶ λαμπροτέραν ταύτην τῷ κάλλει τῷ φυσικῷ ἀποδείξωμεν.

Ὃν τρόπον τῷ πονηρῷ πνεύματι ἐνεργούμενος ὁ πορνεύων, μισθὸν καρποῦται τὴν ἡδονὴν τῆς σαρκός, καὶ πέρας αὐτοῦ τῶν φαύλων, ὁ μολυσμός, οὕτως ὁ τῷ Πνεύματι ἄνωθεν ἐνεργούμενος τῷ Ἁγίῳ, μισθὸν καρποῦται τὴν χαρὰν τῆς ψυχῆς, καὶ πέρας αὐτῷ τῶν καλῶν, ἡ ἐκ τῶν δακρύων κάθαρσις, καὶ ἀναγέννησις, καὶ ἡ πρὸς τὸν Θεὸν ἕνωσις, καὶ συνάφεια.

Δύω οὐσῶν ἐν ἡμῖν τῶν ἐκ τῆς αὐτῆς οὐσίας φυσικῶν ῥεύσεων· γονῆς, καὶ δακρύων, ὑφ᾽ ἧς τὸν χιτῶνα τῆς ψυχῆς μολυνόμεθα, καὶ δι᾽ ὧν πάλιν αὐτὸν καθαιρόμεθα· ἀνάγκη τὸν ἐκ τῆς οὐσίας ἡμῶν μολυσμόν, ἀπονίψασθαι διὰ τῶν ἐκ τῆς αὐτῆς οὐσίας κινουμένων δακρύων· ἄλλως γὰρ τὸν ἐκ τῆς φύσεως ῥύπον καθάραι ἀδύνατον.

Πᾶσα ψυχῆς πλημμελούσης διάθεσις, τῷ φαύλῳ κινουμένη τρόπῳ, εἰς ἡδονὴν βραχείαν καταλύει τὸν κάματον· πᾶσα δὲ καθαιρομένη ψυχὴ τῆς φαύλης συνηθείας καὶ διαθέσεως, εἰς μακρὰν ἡδονὴν εὐφροσύνης ἐπεκτείνει τοὺς πόνους· καὶ θαῦμα πῶς ἡδονὴν ἡδονὴ καταστέλλουσα, τὴν ἐκ τῆς ἡδονῆς τικτομένην καταγλυκαίνει ὀδύνην.

Ποτὲ μὲν πικρία καὶ πόνος ἐπιγίνεται τῇ νοερᾷ τῆς καρδίας αἰσθήσει, ἀπὸ τῆς ῥεύσεως τῶν δακρύων· ποτὲ δὲ εὐφροσύνη καὶ ἀγαλλίασις· ὅταν οὖν καθαιρώμεθα, διὰ τῆς μετανοίας, τοῦ ἰοῦ καὶ τοῦ ῥύπου τῆς ἁμαρτίας, θερμότητι πυρός, εἰκότα ἔχοντες τὰ ἐκ ταύτης δάκρυα, ὑπὸ τοῦ θείου πυρὸς ἐκπυρούμενα, καὶ σφύραις βαρείαις ὡσανεὶ τὸν λογισμὸν πληττόμενοι, τοῖς ἐκ βάθους ἀναπεμπομένοις στεναγμοῖς τῆς καρδίας, πικρίας καὶ πόνους νοερῶς τε καὶ αἰσθητῶς αἰσθανόμεθα· ἐπὰν δὲ διὰ τῶν τοιούτων ἱκανῶς καθαρθέντες δακρύων, ἐπὶ τὴν ἐλευθερίαν ἐλάσωμεν τῶν παθῶν, τηνικαῦτα, ὑπὸ τοῦ θείου παρακαλούμενοι πνεύματος, ὡς γαλήνην καὶ καθαρὰν τὴν καρδίαν κτησάμενοι, ἡδονῆς καὶ γλυκύτητος ἀφάτου πληρούμεθα ὑπὸ τῶν χαροποιῶν δακρύων τῆς κατανύξεως.

Ἄλλα τὰ ἐκ τῆς μετανοίας δάκρυα, καὶ ἕτερα τὰ ἐκ θείας προχεόμενα κατανύξεως· τὰ μὲν γάρ, ὡς ποταμὸς ἐπικλύζων, καὶ κατασύρων πάντα τῆς ἁμαρτίας τὰ ὀχυρώματα· τὰ δέ, ὡς ὄμβρος ἐπ᾽ ἄγρωστιν γίνεται τῇ ψυχῇ, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον, τὸν τῆς γνώσεως στάχυν ἐκτρέφοντα, καὶ πολύχουν τοῦτον καὶ καρποφόρον ἀποτελοῦντα.

Οὐ γὰρ εἴτι δάκρυον, τοῦτο καὶ κατάνυξις· ἀλλὰ πολὺ τὸ μέσον δακρύων καὶ κατανύξεως· τὸ μὲν γὰρ ἐκ μεταμελείας τῶν τρόπων, καὶ μνήμης τῶν παλαιῶν τῆς ψυχῆς συμπτωμάτων ἐπέρχεται· ὡς ἀπὸ πυρὸς καὶ ζέοντος ὕδατος εἰς κάθαρσιν τῆς καρδίας· ἡ δέ, ἐκ θείας δρόσου ἄνωθεν τοῦ πνεύματος, εἰς παράκλησιν καὶ ἀναψυχὴν κάτεισι τῆς ψυχῆς, ἄρτι πρὸς βυθὸν ταπεινοφροσύνης θερμῶς εἰσελθούσης, καὶ ἀπολαβούσης τῆς τοῦ ἀπροσίτου φωτὸς θεωρίας· καὶ πρὸς θεὸν οὕτω βοώσης Δαβιδικῶς ἐν χαρᾷ· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Ἀκήκοα λεγόντων μὴ δύνασθαι τινὰ εἰς ἕξιν ἐλθεῖν ἀρετῆς, ἄνευ ἀναχωρήσεως μακρᾶς καὶ τῆς εἰς ἐρημίαν φυγῆς· καὶ τεθαύμακα· πῶς τὸ ἀπεριόριστον ἔδοξεν αὐτοῖς ἐν τόπῳ περιορίζεσθαι· εἰ γὰρ ἡ ἕξις τῆς ἀρετῆς, ἡ ἀποκατάστασίς ἐστι τῶν δυνάμεων τῆς ψυχῆς εἰς τὴν παλαιὰν εὐγένειαν καὶ ἡ ἐπὶ τὸ αὐτὸ σύνοδος τῶν γενικῶν ἀρετῶν, εἰς τὴν κατὰ φύσιν ἐνέργειαν· ταῦτα δὲ οὐκ ἔξωθεν, ὡς ἐπείσακτα, ἡμῖν ἐπιγίνονται, ἀλλὰ συμπεφύκασιν ἡμῖν ἐκ δημιουργίας, κατὰ θείαν καὶ νοερὰν αἴσθησιν, δι᾽ ὧν καὶ μεθ᾽ ὧν κατὰ φύσιν κινούμενοι, εἰσαγόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἡ δὲ ἐντὸς ἡμῶν ἐστί· κατὰ τὴν τοῦ Κυρίου φωνήν· ἄρα περιττὸν ἡ ἐρημία, εἰσερχομένων ἡμῶν εἰς αὐτήν, καὶ ταύτης χωρίς, διὰ μετανοίας καὶ πάσης φυλακῆς τῶν τοῦ Θεοῦ ἐντολῶν, ἥτις καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, κατὰ τὸν θεῖον Δαβίδ, δύναται γίνεσθαι· εὐλόγει γάρ, φησιν, ἡ ψυχή μου τὸν Κύριον, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ὁ μέσον βασιλικῆς παρατάξεως ὑπὸ στρατηγοῖς καὶ λοχαγοῖς συνασπιζόμενός τε, καὶ συγκροτούμενος, μὴ δυνηθεὶς ἐν τῇ μάχῃ τῶν πολεμίων, νεανικόν τι καὶ γενναῖον κατὰ τῶν ἀντιπάλων ἐνδείξασθαι, ἢ κἂν ἕνα τούτων τροπώσασθαι, πῶς μονομαχήσει καὶ ἐν μέσῳ πολλῶν μυριάδων ἐχθρῶν, καὶ στρατηγικόν τι ἔργον ἐνδείξεται, ἄπειρος ὢν τοῦ πολέμου; εἰ δὲ τοῦτο ἐπὶ τῶν ἀνθρωπίνων ἀδύνατον, πολλῷ μᾶλλον ἐπὶ τῶν θείων· τίς γὰρ πρὸς ἐρημίαν φυγών, τὰς τῶν δαιμόνων ἐπιδρομάς, καὶ τῶν παθῶν τὰς ἐφόδους τὰς ἀφανεῖς καὶ προδήλους γνώσεται; ἢ καταδρομὴν ποιήσεται κατ᾽ αὐτῶν, μὴ πρότερον καλῶς ἐγγυμνασθεὶς τὴν ἐκκοπὴν τοῦ θελήματος, μέ σον ἐπὶ συναγωγῆς ἀδελφῶν, ὑπὸ ἐμπείρῳ ἀρχηγῷ τοῦ τοιούτου πολέμου, ἀοράτου ὄντος καὶ νοητοῦ; εἰ δὲ τοῦτο ἀδύνατον, ἄρα πάντῃ ἀμήχανον, ὅπως ἄλλων ὁ τοιοῦτος ὑπερμαχήσῃ, καὶ ἄλλους διδάξῃ τὰ κατὰ τῶν ἀοράτων ἐχθρῶν τρόπαια.

Περίελε ἀπὸ σοῦ ὄνειδος ἀμελείας, καὶ ἐξουδένωσιν καταφρονήσεως τῶν ἐντολῶν τοῦ Θεοῦ· ἀποβαλοῦ τὴν φιλαυτίαν, καὶ κατὰ τῆς σαρκὸς ἀφειδῶς ὅρμησον· ζήτησον τὰ δικαιώματα Κυρίου καὶ τὰ μαρτύρια αὐτοῦ· καταφρόνησον δόξης καὶ ἀτιμίας· μίσησον τὰς ἐνηδόνους ὀρέξεις τοῦ σώματος· φύγε τὸν κόρον, δι᾽ οὗ τὰ ὑπογάστρια ἐκπυροῦνται· ἄσπασαι τὴν πενίαν, τὴν κακοπάθειαν· στῆθι κατὰ παθῶν· στρέψον σου τὰς αἰσθήσεις πρὸς τὰ ἐντὸς τῆς ψυχῆς· νεῦσον ἔνδον πρὸς τὴν τοῦ κρείττονος ἐργασίαν· κώφευσον ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων· κένωσον πᾶσάν σου τὴν ἰσχὺν εἰς τὴν τῶν ἐντολῶν ἐργασίαν· θρήνησον, χαμεύνησον, νήστευσον, κακοπάθησον, ἡσύχασον, γνῶθι τὸ τελευταῖον, μὴ τὰ περὶ σέ, σαυτὸν δέ· ὑπεράνω τῆς τῶν ὁρωμένων γενοῦ ταπεινώσεως· πέτασόν σου τὸ νοερὸν ὄμμα πρὸς θεωρίαν Θεοῦ, καὶ ἴδε τὴν τερπνότητα Κυρίου ἐκ τῆς καλλονῆς τῶν κτισμάτων, κακεῖθεν καταβάς, διήγησαι τοῖς ἀδελφοῖς σου τὰ τῆς αἰωνίου ζωῆς, καὶ τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας· καὶ τοῦτό ἐστι τὸ ἔργον τῆς ἐξ ἀνθρώπων φυγῆς, δι᾽ ἄκρας ἀσκήσεως, καὶ τὸ πέρας τῆς εἰς ἐρημίαν διατριβῆς.

Εἰ θέλεις ἰδεῖν τὰ ἀγαθά, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ἐν τῇ ἐρημίᾳ γενοῦ τῆς ἀρνήσεως τοῦ ἰδίου θελήματος καὶ φύγε τὸν κόσμον· ποῖον δὴ τοῦτον; τὴν ἐπιθυμίαν τῶν ὀφθαλμῶν τῆς σαρκός· τὴν ἀλαζονείαν τῶν λογισμῶν, καὶ τὴν ἀπάτην τῶν ὁρωμένων· τοῦτον γὰρ ἐὰν φύγῃς τὸν κόσμον, πρώϊμον ἐπανατελεῖ σοι τὸ φῶς, ὄψει τῆς ἐνθέου ζωῆς καὶ τὰ ἰάματα τῆς ψυχῆς σου· φημὶ δὲ τὰ δάκρυα, ταχὺ ἀνατελεῖ· καὶ τὴν ἀλλοίωσιν ἀλλοιωθήσῃ τῆς δεξιᾶς τοῦ ὑψίστου· καὶ μάστιξ ἔκτοτε παθῶν οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· καὶ οὕτω μέσον κόσμου καὶ λαοῦ διατρίβων, ἔσῃ ὡς ἐν ἐρημίᾳ διάγων καὶ ἄνθρωπον μὴ ὁρῶν· εἰ δὲ μὴ τοῦτον οὕτω φύγῃς τὸν κόσμον, οὐδέν σοι ἀπὸ τῆς φυγῆς μόνης τοῦ ὁρωμένου κόσμου, πρὸς τελείωσιν τῶν ἀρετῶν, καὶ συνάφειαν Θεοῦ προσγενήσεται.

Τὸ γενέσθαι Μοναχόν, οὐ τὸ ἔξω τῶν ἀνθρώπων καὶ τοῦ κόσμου γενέσθαι ἐστίν, ἀλλὰ τὸ καταλιπεῖν ἑαυτὸν ἔξω τῶν τῆς σαρκὸς θελημάτων γενέσθαι, καὶ ἀπελθεῖν εἰς ἐρημίαν παθῶν, εἰ γὰρ καὶ πρὸς τὸν μέγαν ἐκεῖνον ἐρρέθη φεῦγε τοὺς ἀνθρώπους καὶ σώζῃ, ἀλλὰ τούτῳ τῷ τρόπῳ ἐρρέθη· ἐπεὶ καὶ μετὰ τὸ φυγεῖν ἐκεῖνον, μέσον ἀνθρώπων ηὐλίζετο, καὶ ἐν οἰκουμέναις ἐνδημῶν ἦν, καὶ μαθηταῖς συνέζη· ἀλλὰ τὴν νοητὴν φυγὴν ἐν τῇ αἰσθητῇ σπουδαίως φυγών, οὐδὲν παρὰ τῆς τῶν ἀνθρώπων συνουσίας ἐβλάπτετο· τοῦτο δὲ καὶ ἄλλος τῶν μεγάλων ἐβόα, τῆς συνάξεως ἐξερχόμενος· φεύγετε ἀδελφοί· ἀλλὰ τὸ στόμα ἐδείκνυεν, ἐπερωτώμενος τὴν αἰτίαν.

Ἡ ἐπὶ τὸ αὐτὸ ἐν συνοδίαις κατοίκησις τῆς μονώσεως ἀσφαλεστέρα· περὶ μὲν γὰρ τοῦ ἀναγκαίου τῆς ἐπὶ τὸ αὐτὸ κατοικίας, μάρτυς ὁ ἱερὸς λόγος τοῦ Ἰησοῦ, καὶ Θεοῦ· οὗ γὰρ εἰσὶ δύω ἢ τρεῖς συνηγμένοι, φησίν, ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν· περὶ δὲ τοῦ ἐπισφαλοῦς τῆς μονώσεως, ὁ Σολομών· οὐαὶ τῷ ἑνί, φησιν, ὅτι ὅταν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν· καὶ γὰρ τοὺς ἐν ἀγάπῃ καὶ ὁμονοίᾳ τὸν Θεὸν ὑμνοῦντας, καὶ ὁ Δαδὶδ μακαρίζει· μακάριος, βοῶν, ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· καὶ τὴν ἐπὶ τὸ αὐτὸ κατοικίαν ἐπαινεῖ λέγων· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα· καὶ ἐπὶ τῶν μαθητῶν τοῦ Κυρίου, μία ἦν ἐν αὐτοῖς ἡ ψυχὴ καὶ ἡ καρδία, ἀλλὰ καὶ ἡ πρὸς ἡμᾶς τοῦ Θεοῦ κάθοδος, οὐκ ἐν ἐρημίᾳ γέγονεν ἀλλ᾽ ἐν οἰκουμέναις, καὶ ἐν μέσῳ ἀνθρώπων ἁμαρτωλῶν· ἀναγκαῖον οὖν ἡ ὁμόνοια τῆς ἐπὶ τὸ αὐτὸ ζωῆς· σφαλερὰ δὲ ἡ μόνωσις, καὶ ἐπικίνδυνος.

Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, φησὶν ὁ Κύριος, ἀλλ᾽ οὐαὶ δι᾽ οὗ τὸ σκάνδαλον γίνεται· ὁ γοῦν τὴν εὐλάβειαν ἀπολωλεκώς, καὶ ἐν καταφρονήσει καὶ ἀφοβείᾳ Θεοῦ, μέσον ὁμηγύρεως ἀδελφῶν, ἀναστρεφόμενος, πολλοῖς τῶν ἁπλουστέρων δίδωσι σκάνδαλα τοῦτο μέν, δι᾽ ἔργων καὶ σχημάτων καὶ φαυλοτάτων ἠθῶν· τοῦτο δέ, διὰ λόγων καὶ ὁμιλίας διεφθαρμένης, καὶ διαφθείρει ψυχάς, ἤθη τε ἀγαθὰ καὶ χρηστά.

Ὁ τηρῶν τὰς ἐντολὰς τοῦ Θεοῦ, οὐ πέτρα σκανδάλου γίνεται τοῖς ἀνθρώποις, ἐπειδὴ οὐδὲ σκάνδαλόν ἐστιν ἐν αὐτῷ· εἰρήνη γὰρ πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· ἀλλὰ φῶς καὶ ἅλας καὶ ζωή· κατὰ τὴν τοῦ Κυρίου φωνήν· ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου, καὶ τὸ ἅλας τῆς γῆς· φῶς μέν ὡς τὸν βίον ἐνάρετος, καὶ λαμπρὸς τὸν λόγον, καὶ σοφὸς τὴν διάνοιαν· ἅλας δέ, ὡς τὴν γνῶσιν τὴν θείαν πολύς, καὶ δυνατὸς τὴν σοφίαν Θεοῦ· ζωὴ δέ, ὡς τοῖς ῥήμασι τῆς ὁμιλίας αὐτοῦ, ζωογονῶν νενεκρωμένους τοῖς πάθεσι, καὶ τούτους ἐξ ἅδου ἀνιστῶν ἀπογνώσεως· καὶ τῷ μὲν φωτὶ τῶν ἔργων αὐτοῦ τῆς δικαιοσύνης, λάμπων ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ καταφωτίζων αὐτούς· τῷ δὲ ἡδεῖ καὶ στύφοντι τῶν λόγων, συσφίγγων αὐτοὺς ἀπὸ τῆς χαυνότητος, καὶ ἀπαλλάττων τῆς σήψεως τῶν παθῶν· τῇ δὲ ζωῇ τῶν ῥημάτων αὐτοῦ, ζωὴν διδοὺς ταῖς νενεκρωμέναις ὑπὸ τῆς ἁμαρτίας ψυχαῖς.

Τὸ τῆς κενοδοξίας πάθος, τρίβολόν ἐστι διὰ κενοδοξίας καὶ οἰήσεως καὶ ὑπερηφανείας, ὑπὸ τῶν δαιμόνων πυρούμενόν τε καὶ χαλκευόμενον· ἀλλ᾽ ἐν τοῖς αὐλιζομένοις ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ, εὐφώρατον γίνεται, καὶ τὰ κέντρα τούτου συνθλῶνται· ὑπεριπταμένοις δηλονότι τούτων διὰ ταπεινοφροσύνης καὶ εἰς τὸ φυτὸν τῆς ζωῆς ἐγκαταπαύουσιν.

Ὁπόταν ὁ ἀκάθαρτος οὕτος καὶ πολυμήχανος δαίμων προσβάλλῃ σοι προκοπὰς ποιουμένῳ κατ᾽ ἀρετήν, καὶ μαντεύηταί σοι θρόνων ὕψος, ταῖς ἐπινοίαις, ὑπὸ τὸ μνημονευτιχὸν ἀνάγων καὶ ἐπαίρων σου τὴν ἐργασίαν, ὡς ὑπερκειμένην τῶν λοιπῶν· ἀλλὰ καὶ ψυχὰς ἄγειν ἱκανόν σε ὑποτίθεται εἶναι· κατασχὼν αὐτὸν νοερῶς, μὴ ἀφῇς ἀποδράσαι, εἴγε δύναμιν ἔλαβες ἐξ ὕψους, οὕτω ποιεῖν· καὶ λαβών, ἄπελθε τῇ διανοίᾳ ἐν τῷ δοκεῖν, πρός τι ποτὲ πεπραγμένον σοι φαῦλον· καὶ τοῦτο κατ᾽ ἐνώπιον ἀπογυμνώσας αὐτοῦ, εἰπὲ πρὸς αὐτόν, εἰ οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοί εἰσιν εἰς τοιοῦτον ἀνελθεῖν προεδρείας ὕψος καὶ ἱκανοί σοι δοκοῦσιν ἄγειν ψυχὰς καὶ προσάγειν σεσωσμένας Χριστῷ; σὺ ἂν εἴπῃς, ἐγὼ γὰρ σιωπῶ· μὴ ἔχων οὖν ἐκεῖνος ἀποκριθῆναί σοι τί, ὡς καπνὸς ὑπὸ αἰσχύνης οἰχήσεται· καὶ οὐκ ἔτι μετὰ δυνάμεως ὀχλήσει σοι· εἰ δέ τι πεπραγμένον, ἢ λελεγμένον τῶν φαύλων οὐκ ἔστι σοι, τῆς ὑπερκοσμίου ζωῆς σου, κἂν ταῖς ἐντολαῖς ἑαυτόν, καὶ τοῖς πάθεσιν ἁντιπαράθες τοῦ Κυρίου καὶ τοσοῦτον ἑαυτὸν εὑρήσεις τοῦ τελείου ἀπολειπόμενον, ὅσῳ κολυμβήθραν ὑδάτων ἀπολειπομένην, θαλάσσης· ἡ γὰρ δικαιοσύνη τῶν ἀνθρώπων τοσούτῳ τῆς δικαιοσύνης ἀπολείπεται τοῦ Θεοῦ, ὅσον εἰς μέγεθος ἡ γῆ τοῦ οὐρανοῦ καὶ ὁ κώνωψ τοῦ λέοντος.

Ὁ εἰς βάθος τρωθεὶς ὑπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, ἀπολειπομένην ἔχει τῆς προθέσεως τὴν τοῦ σώματος δύναμιν· οὐ γὰρ ἔστι κόρος τῇ τούτου προθέσει ἐν πόνοις καὶ ἱδρῶσιν ἀσκήσεως· κατὰ γὰρ τοὺς λίαν διψῶντας διακείμενος, τὸ διακαὲς αὐτῆς, οὐκ ἔστι τὸ θεραπεῦον εἰς κόρον· ἀλλὰ διὰ πάσης ἡμέρας τε, καὶ νυκτὸς διψᾷ τὸ πονεῖν, καὶ τῇ δυνάμει τοῦ σώματος ἥττηται· οἶμαι δὲ ὅτι τῷ ὑπερφυεῖ τούτῳ πάθει καὶ οἱ τοῦ Χριστοῦ Μάρτυρες κρατηθέντες, τῶν βασάνων οὐκ ἐπησθάνοντο· καὶ καὶ κόρον οὐκ εἶχον ταύταις προοσομιλοῦντες· ἀλλ᾽ ἐνίκων αὐτοὶ ἑαυτοὺς τῷ διακαεῖ πρὸς Θεὸν ἔρωτι, καὶ ἀεὶ ἀπολειπομένους ἑώρουν τῆς πρὸς τὸ παθεῖν ἐμπύρου προθέσεως.

Ὁ ἑαυτόν, καθ᾽ οἶόν δή τινα τρόπον, τινὶ παραμετρῶν τῶν συνασκουμένων, συνόντων αὐτῷ ἀδελφῶν, λέληθε φρεναπατῶν ἑαυτόν, καὶ ξένην Θεοῦ βαδίζων ὁδόν· ἦ γὰρ ἑαυτὸν ὁ τοιοῦτος οὐκ ἔγνω, ἢ τῆς φερούσης παρετράπη πρὸς οὐρανούς· ἣν οἱ σπουδαῖοι καταβεβλημένῳ φρονήματι τρέχουσι, καὶ δι᾽ ἧς τῶν παγίδων ὑπεριπτάμενοι οἱ τοῦ ἐχθροῦ, εἰς νοητὸν ἀέρα πτέρυξιν ἀπαθείας χωροῦσι, καὶ ἐν φωτεινοῖς ἐνεαρίζουσι τόποις μετριοφροσύνης κεκοσμημένοι.

Ὁ πεφυσιωμένος καὶ οἰήσει τὰς φρένας ἐξαπατώμενος, οὔποτε ταπεινώσεως ἐν φωτὶ κατανύξεως ἐπιτεύξεται χάριτος· δι᾽ ἧς ἐπιβραβεύεται φῶς σοφίας Θεοῦ, τοῖς τὴν καρδίαν συντετριμμένοις, κατὰ τὸ γεγραμμένον, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, ἀλλὰ νὺξ αὐτὸν καλύψει παθῶν, ἐν ᾗ πάντα τὰ θηρία τοῦ δρυμοῦ τῆς ἀνθρωπίνης φύσεως διέρχονται· καὶ οἱ σκύμνοι τοῖς οἰήσεως, ὁ τῆς κενοδοξίας λέγω, καὶ τῆς πορνείας δαίμων, ὡρυόμενοι ζητοῦσι τίνα καταπίωσι καὶ εἰς γαστέρας ἀπογνώσεως παραπέμψωσι.

Τῷ ζῶντι κατὰ ἀνθρώπους, καὶ κινουμένῳ τῷ τῆς οἰήσεως πνεύματι, θάλασσα κακῶν ὁ βίος καὶ ἡ παροῦσα ζωὴ γίνεται· καταντλοῦσα τὸ νοερὸν αὐτοῦ τῆς ψυχῆς τῇ ἅλμῃ τῶν ἡδονῶν· καὶ τοῖς ἀγρίοις κύμασι τῶν παθῶν, τὸ τριμερές αὐτοῦ κατατύπτουσα ὑπὸ τῶν πνευμάτων δηλονότι τῆς πονηρίας ἐκμαινομένη· ᾧ δεινὴ ἀπορία μεγίστης ἀθυμίας ἐπανατείνεται· ὁπηνίκα τὸ σκάφος αὐτοῦ καὶ τὸ πηδάλιον τῆς ψυχῆς ὑπὸ τῶν ἡδονῶν συντρίβεται τῆς σαρκός· καὶ ὁ κυβερνήτης νοῦς ὑπὸ τὸν βυθὸν τῆς ἁμαρτίας, καὶ τὸν νοητὸν θάνατον γίνεται· ἕως ἡ μὲν θάλασσα τῶν κακῶν, εἰς ἄβυσσον ταπεινώσεως καὶ γαλήνην αὐτῷ καταστορέσῃ τὰ κύματα· ἡ δὲ ἅλμη τῶν ἡδονῶν, εἰς ὄμβρους δακρύων τὰ ῥεύματα μεταστρέψῃ, καὶ εἰς ἡδονὴν μεταβάλῃ φωτοειδοῦς κατανύξεως.

Ὁ εἰς κόρον ταῖς τοῦ σώματος ἡδοναῖς, καὶ ταῖς πράξεσιν αὐτοῦ ἐκδουλεύσας, εἰς κόρον χρήσαιτο καὶ τοῖς τῆς ἀσκήσεως πόνοις, ἐν ἱδρῶσι κακοπαθείας· ἵνα κόρος κόρῳ, καὶ ἡδονὴ ὀδύνῃ, καὶ ἄνεσις κόποις σώματος ἐκκρουθή σοι, καὶ κόρον εὐφροσύνης καὶ ἀγαλλιάσεως εἰς ἀνάπαυσιν εὕρῃς· οὕτω γὰρ καὶ ἁγνείας κατατρυφύσεις τῆς εὐωδίας καὶ καθαρότητος· καὶ ἡδονῆς ἀπολαύσεις ἀρρήτου, τῶν ἀθανάτων καρπῶν τῶν τοῦ πνεύματος· ἐπειδὴ καὶ τὰ σμήχοντα φάρμακα κατὰ ἀναλογίαν εἰώθαμεν τοῦ ῥύπου τῶν ἐσθημάτων, εἰς κάθαρσιν αὐτῶν ἐπιβάλειν, ὁπηνίκα τῷ ῥύπῳ εἰς βάθος ἀχρειωθῶσιν.

Ἐπωφελῆ τὰ νοσήματα τῆς ἔτι περὶ τὸν κατ᾽ ἀρετὴν βίον εἰσαγωγικοῖς, συνεργοῦντα τούτοις εἰς τὴν τῆξιν καὶ τὴν ταπείνωσιν τῆς ζεούσης σαρκὸς ἀσθενεστάτην ἐργάζονται· τὸ δὲ χοϊκὸν φρόνημα τῆς ψυχῆς, ἐκλεπτύνουσιν· αὐτὸν δὲ τὸν τόνον αὐτῆς, εὐτονώτερόν τε καὶ δυνατώτερον, κατὰ τὸν θεῖον ἀποτελοῦσιν Ἀπόστολον, ὅταν γάρ φησιν, ἀσθενῶ, τότε δυνατός εἰμι· ἀλλ᾽ ὅσῳ ταῦτα τούτοις ἐπωφελῆ, τοσοῦτον ἐπιβλαβῆ τοῖς προβεβηκόσιν ἐν πόνοις τῶν ἀρετῶν, καὶ ἄρτι τὴν αἴσθησιν ὑπερκύψασιν, καὶ εἰς οὐρανίους θεωρίας κεχωρηκόσιν, ἀπείργουσι γὰρ αὐτοὺς τῆς ἐπὶ τὰ θεῖα σχολῆς, καὶ παχύνουσι ταῖς ὀδύναις καὶ περιστάσεσι τὸ τῆς ψυχῆς αὐτῶν λογιζόμενον, τῷ νέφεί τε τῆς ἀθυμίας ἐπιθολοῦσιν αὐτό, καὶ τὴν κατάνυξιν τῷ αὐχμῷ τῶν πόνων ἀποξηραίνουσιν, ὃ καὶ Παῦλος εἰδώς, ἐπιμελούμενος καλῶς ἐαυτοῦ τῷ τῆς διακρίσεως νόμῳ, ἔλεγεν· ὑπωπιάζω μου τὸ σῶμα ταῖς γυμνασίαις τῶν πόνων, καὶ δουλαγωνῶ ταῖς θεραπείαις, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.

Ἐκ τῆς ἀνωμάλου καὶ μὴ τὸ ἴσον ἐχούσης διαίτης, πολλάκις τίκτονται τοῖς πολλοῖς τὰ νοσήματα· ἢ πρὸς ἄκραν ἀσιτίαν τοῦ σπουδαίου, καὶ εἰς πόνους ἀρετῶν ἀμέτρως καὶ ἀδιακρίτως ἐκταθέντος· ἢ πρὸς ἀδδηφαγίαν, καὶ κόρον ἐκκλίναντος, τὸν τῇ φύσει πολέμιον· ἀναγκαῖον οὖν τοῖς τε πρὸς ἀρετὴν εἰσαγωγικοῖς ἡ ἐγκράτεια· καὶ τοῖς ὑπὲρ τὸ μέσον τοὺς ἀγῶνας μεταθεμένοις εἰς τὴν ἀκροτάτην τῆς θεωρίας ἐπίβασιν· μήτηρ γὰρ ὑγείας αὕτη φίλη τῆς ἁγνείας καὶ ταπεινοφροσύνης, ἀγαθὴ σύνευνος.

Διττὴν εἶναι τὴν ἀπάθειαν ἴσθι καὶ διττῶς ἐν τοῖς σπουδαίοις μάλιστα γίνεσθαι· καὶ πρῶτον μέν, ἀπὸ τοῦ τέλους τῆς ἐμπράκτου φιλοσοφίας, ἡ πρώτη γίνεται τοῖς σπουδαίοις ἀπάθεια, ἥτις ἐκ νομίμου ἀθλήσεως τοῖς πόνοις πολυτρόπως προκόψασα, νεκροῦν μὲν οἶδεν αὐτίκα τὰ πάθη καὶ τὰς ὁρμὰς τῆς σαρκὸς ἁπράκτους ἱστᾶν· κινεῖσθαι δὲ πρὸς τὸ κατὰ φύσιν τὰς τῆς ψυχῆς δυνάμεις ποιεῖ· καὶ τὸν νοῦν ἐν μελέτη τῶν θείων μετὰ συνέσεως ἀποκαθιστᾷ· ἔπειτα ἀπὸ τῆς ἀρχῆς τῆς φυσικῆς θεωρίας, ἡ δευτέρα καὶ τελειοτέρα σοφῶς αὐτοῖς ἐπιγίνεται· ἥτις ἐκ νοερᾶς ἡσυχίας τῶν λογισμῶν, εἰς εἰρηνικὴν τοῦ νοὸς ἀνυψωθεῖσα κατάστασιν, διορατικώτατόν τε καὶ προορατικώτατον οἶδε τὸν νοῦν ἀπεργάζεσθαι· διορατικώτατον μέν, ἐν πράγμασι θείοις, ἔν τε ὁπτασίαις τοῦ κρείττονος, ἔν τε ἀποκαλύψεσι μυστηρίων Θεοῦ· προορατικώτατον δέ, ἐν πράγμασιν ἀνθρωπίνοις, μακρόθεν ἐρχομένοις καὶ μέλλουσι γίνεσθαι· ἐν αἷς ἓν καὶ τὸ αὐτὸ πνεῦμα τὸ ἐνεργοῦν ἐστι, τὸ κρατοῦν μὲν καὶ συνέχον κατὰ τὴν πρώτην ἀπάθειαν, ἀπολύον δέ, κατὰ τὴν δευτέραν, καὶ ἐλευθερίαν αἰωνίου ζωῆς, ὡς ὁ Παῦλος φησί.

Ὁ τῆς ἀπαθείας πλησιάσας τοῖς ὅροις, ὀρθὰς μὲν περὶ Θεὸν καὶ τὰς φύσεις τῶν ὄντων ποιούμενος τὰς ὁράσεις, ἐκ τῆς καλλονῆς τῶν κτισμάτων ἀναλόγως τῆς αὐτοῦ καθαρότητος πρὸς τὸν ποιητὴν ἀνατρέχων, δέχεται τὰς φωτοχυσίας τοῦ πνεύματος· ἀγαθὰς δὲ τὰς ὑπολήψεις ἔχων πρὸς πάντας, ἀεὶ λογίζεται περὶ πάντων καλά· ἁγίους τε πάντας ὁρᾷ καὶ ἁγνούς, καὶ περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων τὴν κρίσιν ὀρθὴν ἐπιφέρεται· καὶ ἐρᾷ μὲν οὐδενὸς τῶν περὶ τὴν ὕλην τοῦ κόσμου, καὶ τοῖς ἀνθρώποις σπουδαζομένων· ἐκδὺς δὲ τῷ νῷ τῆς παγκοσμίου αἰσθήσεως, πρὸς οὐρανούς, καὶ Θεὸν ἀνατρέχει, καθαρὸς πάσης ἰλύος καὶ πάσης δουλείας ἐλεύθερος, καὶ ὅλος γίνεται τῶν νοητῶν τοῦ Θεοῦ ἀγαθῶν ἐν μόνῳ τῷ πνεύματι, καὶ τὸ θεῖον κάλλος ὁρᾷ, καὶ θεοπρεπῶς ἐμφιλοχωρεῖ τοῖς θείοις τόποις, τῆς μακαρίας Θεοῦ δόξης, ἐν ἀρρήτῳ σιγῇ καὶ χαρᾷ, καὶ τὰς αἰσθήσεις πάσας ἀλλοιωθείς, ὡς ἄγγελος ἐν ὑλικῷ σώματι, ἄϋλος τοῖς ἀνθρώποις συναναστρέφεται.

Αἰσθήσεις οἶδεν ὁ λόγος πέντε καὶ τῆς ἀσκήσεως· ἀγρυπνίαν· μελέτην· εὐχήν· ἐγκράτειαν· καὶ ἡσυχίαν· ταύταις ὁ τὰς ἑαυτοῦ αἰσθήσεις ἐπισυνάψας, καὶ τὴν μὲν ὅρα· σιν τῇ ἀγρυπνίᾳ, τὴν ἀκοὴν δὲ τῇ μελέτῃ, τὴν ὄσφρησιν τῇ εὐχῇ, τὴν γεῦσιν τῇ ἐγκρατείᾳ, καὶ τὴν ἁφὴν συζεύξας τῇ ἡσυχίᾳ, ταχέως καθαίρει τὸν νοῦν τῆς ἰδίας ψυχῆς, καὶ λεπτύνας διὰ τούτων αὐτόν, ἀπαθῆ καὶ διορατικὸν αὐτὸν ἀπεργάζεται.

Νοῦς ἀπαθής ἐστιν, ὁ τῶν ἑαυτοῦ κρατήσας παθῶν, καὶ ὑπεράνω λύπης καὶ χαρᾶς γεγονώς· ὃς οὔτε ταῖς ἐξ ἐπιφορῶν λύπαις ἐπιστυγνάζει, οὔτε τῇ ἐξ εὐθυμίας διαχεῖται χαρᾷ· ἀλλ᾽ ἐν μὲν ταῖς θλίψεσι, χαιρομένην ἐπιφερόμενος τὴν ψυχήν· ἐν δὲ ταῖς εὐθυμίαις, ἐγκρατευομένην καὶ μὴ τοῦ μέτρου φερομένην ἐκτός.

Πολλὴ κατὰ τῶν εἰς θεωρίαν προκοπὰς ποιουμένων ἡ τῶν δαιμόνων μανία· ἐφεδρεύουσι γὰρ κατ᾽ αὐτῶν νύκτα καὶ μεθ᾽ ἡμέραν· καὶ διὰ μὲν τῶν συνόντων, πειρασμοὺς χαλεποὺς ἑαυτοῖς ἐπεγείρουσι· δι᾽ ἑαυτῶν δέ, κτύπους ποιοῦσιν εἰς φόβον· καὶ ὑμνοῦσιν ἐπιτίθενται τούτοις, τῇ ἀνέσει φθονοῦντες αὐτῶν, καὶ ποικίλως λυποῦσιν αὐτούς, εἰ καὶ μὴ δύνανται ἀδικῆσαι τοὺς ἀνακειμένους Θεῷ· καὶ εἰ μὴ ἄγγελος Κυρίου παντοκράτορος ὁ φυλάσσων αὐτοὺς ἦν, οὐκ ἂν τῆς αὐτῶν ἐπιβουλῆς καὶ τοῦ θανάτου τοὺς βρόχους ἐξέφυγον.

Ἐναγωνίως ἔχων περὶ τὴν ἔμπρακτον φιλοσοφίαν τῆς ἀρετῆς, πρόσεχε ἀκριβῶς ταῖς τῶν ὀλεθρίων δαιμόνων ἐπιβουλαῖς· ὅσῳ γὰρ ἀναβάσεις προκοπῶν εἰς ὑψηλὰς ἀρετὰς διατίθεσαι, καὶ τὸ φῶς αὐξάνεταί σοι τὸ θεῖον ἐν προσευχαῖς, καὶ πρὸς ἀποκαλύψεις ἔρχῃ καὶ ὀπτασίας ἀρρήτους διὰ τοῦ πνεύματος τοσοῦτον ἐκεῖνοι ἀνερχόμενόν σε ὁρῶντες πρὸς οὐρανόν, τρύζουσι τοὺς ὀδόντας, καὶ τὰ τῆς κακίας αὐτῶν πολύπλοκα δίκτυα, ἐπὶ τὸν νοητὸν ἀέρα σπουδαίως ἐκτείνουσιν· οὐ μόνον γὰρ οἱ τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ φιλόσαρκοί τε, καὶ θηριώδεις κατὰ σοῦ πνεύσουσι δαίμονες, ἀλλὰ καὶ οἱ τῆς βλασφημίας φθόνῳ πικρῷ σοι ἐπαναστήσονται· καὶ πρὸς τούτοις, φανερῶς τε καὶ ἀφανῶς οἱ περὶ τὸν ἀέρα, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας ἱπτάμενοι, κατὰ φαντασίαν γυμνὴν ἐν ἰδέαις ξέναις καὶ φριχταῖς μεμορφωμένοι, εἰς κάκωσίν σου ὅσον τὸ ἐπ᾽ αὐτοῖς ἐγερθήσονται· ἀλλὰ τῇ νοερᾷ ἐργασίᾳ τῆς προσευχῆς, ὄμματι νοὸς ἐγρηγόρῳ ἐνασχολούμενος, καὶ ἐννοίαις τῆς φυσικῆς θεωρίας ἐν τοῖς ποιήμασιν ἐμμελετῶν τοῦ Θεοῦ, οὐ φοβηθήσῃ ἀπὸ τοῦ βέλους αὐτῶν τοῦ πετωμένου ἡμέρας· οὐδὲ γὰρ τῷ σκηνώματί σου πλησιάσαι ἰσχύσουσιν, ὑπὸ τοῦ ἐν σοὶ φωτὸς οἷα σκότος ἐκδιωκόμενοι, καὶ ὑπὸ τοῦ θείου πυρὸς ἐμπιπράμενοι.

Τὴν τοῦ θείου πνεύματος χάριν δεδίττονται σφόδρα τῆς πονηρίας τὰ πνεύματα καὶ μᾶλλον ὅταν πλουσίως ἐπιφοιτήσασα, ἢ καθαιρομένοις ἡμῖν ἐκ μελέτης καὶ καθαρᾶς προσευχῆς· μὴ τολμῶντα γὰρ πλησιάσαι τῷ σκηνώματι τῶν καταλαμπομένων ἐκεῖθεν, μόναις ταῖς φαντασίαις καὶ τοῖς φοβεροῖς κτύποις, καὶ ταῖς ἀσήμοις φωναῖς ἐκφοβεῖν καὶ ταράσσειν ἐπιχειροῦσι, καὶ τοῦ ἔργου ἀμάγειν τῆς ἀγρυπνίας καὶ προσευχῆς· ἀλλὰ καὶ κατεψευσμένον τί ὑπνούντων αὐτῶν ἐπὶ γῆς, οὐ φείδονται δὲ τῇ βραχυτάτῃ τῶν πόνων αὐτῶν ἀναπαύσει, ἐφεδρεύουσι· καὶ σπασμοῖς τισιν αἴρουσι τὸν ὕπνον ἀπὸ τῶν βλεφάρων αὐτῶν, ἐπιπονωτέραν τούτων τὴν ζωὴν καὶ ὀδύνης μεστὴν ποιεῖν διὰ τῶν τοιούτων ἐπινοουμένων.

Ἐνσωματοῦσθαι δοκοῦσι λεπτόντως τὰ τοῦ σκότους πνεύματα, ὡς ὁ λόγος ἐκ πείρας ὑπονοεῖν δίδωσιν· εἴτε τοῦτο φαντάζονται τῆς αἰσθήσεως ὑποκλεπτομένης, εἴτε καὶ εἰς τοῦτο κατακριθέντα ἀπὸ τῆς πάλαι ἐκπτώσεως· πλὴν ὅμως συμπλέκεσθαι τῇ ἐναγωνίῳ ἐφορμῶσι ψυχῇ, τρεπομένου αὐτῆς πρὸς ὕπνον τοῦ δούλου σώματος· ὁ καὶ δοκιμή τις εἶναί μοι δοκεῖ ψυχῆς, ἄρτι γινομένης ὑπεράνω τῆς τοῦ σώματος ταπεινώσεως ὡς ἂν τὸ θυμοειδὲς αὐτῆς καὶ ἀνδρεῖον, ὅπως ἔχοι κατὰ τῶν τοιούτων ἀποδειχθῇ, ἀπειλούντων αὐτῇ τὰ φρικτά, ἐν θυμῷ καὶ μανίᾳ πολλῇ· οἷς ἡ ἔρωτι τετρωμένη Θεοῦ, καὶ ταῖς γενικαῖς ἀρεταῖς πεπυκνωμένη ψυχή, οὐ μόνον τῷ δικαίῳ θυμῷ ἀντιτάσσεται, ἀλλὰ καὶ τύπτει τούτους, εἴτις αὐτοῖς αἴσθησις ἐν τῷ δοκεῖν ἀφειδῶς ἀπογεωθεῖσι τῇ ἐκπτώσει τοῦ πρώτου καὶ θείου φωτός.

Πρὸ τῆς συμπλοκῆς καὶ τῆς ἥττης, πολλάκις οἱ δαίμονες τὴν αἴσθησιν τῆς ψυχῆς ἐκταράττουσι καὶ τὸν ὕπνον ἀπὸ τῶν βλεφάρων ἁρπάζουσιν· ἀλλὰ θάρσους καὶ ἀνδρείας ἡ ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου πεπληρωμένη ψυχή, ἀλογεῖ μὲν τῆς τούτων ἐφόδου καὶ πικρᾶς μανίας, ἐν δὲ τῷ ζωοποιῷ μόνῳ τύπῳ, καὶ τῇ ἐπικλήσει τοῦ Ἰησοῦ καὶ Θεοῦ, τάς τε φαντασίας αὐτῶν διαλύει, καὶ τούτους ἅμα φυγάδας ἀποτελεῖ.

Εἱ τὰ σκύλα προνομεῦσαι τῶν πολεμίων πνευμάτων, ἐκ πρακτικῆς ἐξῆλθες φιλοσοφίας, ὅρα καὶ πρόσεχε τοῖς ὅπλοις ἑαυτὸν πάντοθεν τοῦ πνεύματος καθοπλίσας· οἶδας γὰρ τίνων τὰ σκεύη ἁρπάσαι προεθυμήθης; πολεμίων μέν, ἀλλὰ νοητῶν καὶ ἀσάρκων, ὁ μετὰ σώματος ἔτι τῷ βασιλεῖ τῶν πνευμάτων καὶ Θεῷ στρατευόμενος, ἴσθι γὰρ ὡς πικρότερον ἢ πρότερον ἐκστρατεύσουσι κατὰ σοῦ, καὶ πολλοὶ ταῖς κατὰ σοῦ γενήσονται μηχαναῖς· ἕως ἢ λαθόντες ἐν τῷ τὰ σκύλα προσαπολύειν, μετὰ τούτων σε δορυάλωτον ἀφαρπάσωσι καὶ πολλῆς πικρίας τὴν ψυχήν σου πληρώσωσιν ἢ κακοῖς σε καὶ ὀδυνηροῖς καθυποβάλλωσι πειρασμοῖς, εἰς σκώλοπα τῆς σαρκός σου καὶ κάκωσιν.

Οὐ δύναται πηγὴ ἀγαθὴ νάματα θολερὰ καὶ ὀζώδη πηγάζειν, ὕλης κοσμικῆς ἀποπνέοντα· οὐδὲ καρδία ἐκτὸς τῆς βασιλείας οὖσα τῶν οὐρανῶν, ῥεῖθρα ζωῆς ποτὲ θείας ἐκβλύζειν, εὐωδίαν μύρου νοητοῦ ἀναπέμποντα· μήτι γάρ φησιν ἡ πηγή, ἐκ τῆς αὐτῆς ὁπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; μὴ δύναται βάτος ἐλαίας ποιῆσαι, ἢ βαλάνους ἐλαία; οὕτως οὐδὲ πηγὴ μία καρδίας, πονηρὸν καὶ ἀγαθὸν ἐπὶ τὸ αὐτὸ τεκεῖν νόημα· ἀλλ᾽ ὁ μὲν ἀγαθὸς ἄνθρωπος, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ, ἐκφέρει τὰ ἀγαθά· ὁ δὲ πονηρός, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ, ἐκφέρει τὰ πονηρὰ κατὰ τὴν τοῦ Κυρίου φωνήν.

Ὥς περ ἀδύνατον ἐλαίου καὶ πυρὸς ἄνευ λύχνου καίεσθαι, καὶ φαίνειν τοῖς ἐν τῇ οἰκίᾳ, οὕτω καὶ ψυχήν, ἀμήχανον ἄνευ θείου πνεύματος καὶ πυρός, τὰ θεῖα τρανότερον φθέγγεσθαι, καὶ φωτίζειν ἀνθρώπους· πᾶν γὰρ δώρημα τέλειον, ἄνωθέν ἐστιν ἐκ τοῦ τῶν φώτων πατρός, ἐπιβραβευόμενον πάσῃ φιλοθέῳ ψυχῇ· παρ᾽ ᾧ οὐκ ἔνι κατὰ τὸ λόγιον παραλλαγή, καὶ τροπῆς ἀποσκίασμα.

· Contents ·