Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Theoleptos of Philadelphia, 12. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΘΕΟΛΗΠΤΟΥ
ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΦΙΛΑΔΕΛΦΕΙΑΣ
Θεόληπτος ὁ Μέγας ὄντως τῆς Φιλαδελφείας φωστήρ, ἥκμασε μὲν ἐπὶ Ἀνδρονίκου τοῦ δευτέρου τῶν Παλαιολόγων, περίπου τὸ χιλιοστὸν τριακοσιοστὸν εἰκοστὸν πέμπτον ἔτος· ἐν δὲ τῷ τῆς Ἁγιότητος Ὄρει τὸν ἀναχωρητικὸν πρῶτον ἀσκήσας βίον, κἀκεῖθεν ἔπειτα τὴν τῆς Φιλαδελφείας προεδρίαν ἀναδεξάμενος, καθηγεμών, καὶ μυσταγωγὸς τῶν καλλίστων μαθημάτων τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεσσαλονίκης καθίσταται· τήν τε γὰρ ἱερὰν νῆψιν, καὶ τὴν νοερὰν ἐκεῖνον ἐμυσταγώγησε προσευχήν, ἔτι ἐν τοῖς κοσμικοῖς τεταγμένον, ὡς ἐν τῷ βίῳ τοῦ αὐτοῦ Γρηγορίου τῷ ὑπὸ Φιλοθέσυ Πατριάρχου συγγραφέντι ἐμφέρεται.
Ὁ δὲ παρὼν φιλοπονηθεὶς αὐτῷ λόγος, ὑποτύπωσις ὢν ἀρίστη, καὶ κανὼν ἀκριβὴς τῆς ἐν Χριστῷ κεκρυμμένης μελέτης, μετὰ τῶν συνεπομένων αὐτῷ κεφαλαίων, νοήμασι θείοις, καὶ καθαρότητι φράσεως εἰς τὸ ἄριστον συντεθειμένων, ὧδε μετὰ τῶν λοιπῶν συνηρμόσθησαν, χρήσιμα γὰρ εἴπέρ τι ἄλλο, καὶ ἀξιόλογα τοῖς ἐν βραχεῖ συλλέξαι ἐσπουδακόσι τῆς πνευματικῆς φιλοσοφίας τὸ θεόσοφον μάθημα.