Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Theoleptos of Philadelphia, Θεολήπτου Φιλαδελφείας λόγος, τὴν ἐν Χριστῷ κρυπτὴν…
ΘΕΟΛΗΠΤΟΥ
ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΦΙΛΑΔΕΛΦΕΙΑΣ
ΛΟΓΟΣ
ΤΗΝ ΕΝ ΧΡΙΣΤΩΙ ΚΡΥΠΤΗΝ ΕΡΓΑΣΙΑΝ ΔΙΑΣΑΦΩΝ ΚΑΙ ΔΕΙΚΝΥΩΝ ΕΝ
ΒΡΑΧΕΙ ΤΟΥ ΜΟΝΑΔΙΚΟΥ ΕΠΑΓΓΕΛΜΑΤΟΣ ΤΟΝ ΚΟΠΟΝ.
Τὸ μοναδικὸν ἐπάγγελμα, δένδρον ἐστιν ὑψήκομόν τε, καὶ γονιμώτατον· οὗ ῥίζα μέν, ἡ τῶν σωματικῶν πάντων ἀλλοτρίωσις· κλάδοι δὲ ἡ ἀπροσπάθεια τῆς ψυχῆς, καὶ τὸ μηδεμίαν σχέσιν πρὸς τὰ πράγματα, ὧν τὴν φυγὴν ἐποιήσατο, ἔχειν· καρπὸς δὲ τῶν ἀρετῶν ἡ κτῆσις, καὶ ἡ θεοποιὸς ἀγάπη, καὶ ἡ ἐκ τούτων μὴ διακοπτομένη εὐφροσύνη· ὁ καρπὸς γάρ, φησι, τοῦ πνεύματός ἐστιν, ἀγάπη, χαρά, εἰρήνη καὶ τὰ ἑξῆς· ἡ τοῦ κόσμου φυγή, τὴν πρὸς Χριστὸν καταφυγὴν χαρίζεται· κόσμον δὲ λέγω, τὴν φιλίαν τῶν αἰσθητῶν πραγμάτων, καὶ τῆς σαρκός· ὁ ἐκ τούτων ἀλλοτριούμενος ἐν ἐπιγνώσει τῆς ἀληθείας, οἰκειοῦται τῷ Χριστῷ, κτώμενος τὴν ἀγάπην αὐτοῦ, δι᾽ ἣν ἅπαντα τὰ τοῦ κόσμου ἀποποιησάμενος, τὸν πολύτιμον μαργαρίτην, Χριστόν, ἐξωνήσατο· Χριστὸν ἐνδέδυσαι διὰ τοῦ σωτηρίου Βαπτίσματος, ἀπεβάλου τὸν ῥύπον διὰ τοῦ θείου λουτροῦ· τῆς πνευματικῆς χάριτος τὴν λαμπρότητα ἐκομίσω, καὶ τὴν εὐγένειαν τῆς πλάσεως· ἀλλὰ τί γέγονε; μᾶλλον δέ, τί πέπονθεν ὁ ἄνθρωπος ἐξ ἀβουλίας; διὰ τῆς πρὸς τὸν κόσμον φιλίας ἡλλοίωσε τοὺς θείους χαρακτῆρας, διὰ τῆς πρὸς τὴν σάρκα συμπαθείας, ἠχρείωσε τὴν εἰκόνα· ἡ ἀχλὺς τῶν ἐμπαθῶν λογισμῶν ἠμαύρωσε τὸ τῆς ψυχῆς ἔσοπτρον, δι᾽ οὗ Χριστὸς ὁ νοητὸς ἥλιος ἐμφανίζεται· σὺ τῷ τοῦ Θεοῦ φόβῳ τὴν ψυχὴν καθήλωσας· ἐπέγνως τὸν σκοτασμὸν τῆς κοσμικῆς ἀνωμαλίας, συνῆκας τὸν ἐκ τῶν θορύβων συναγόμενον τῇ διανοίᾳ σκορπασμόν, ἑώρακας τὸν ἐκ τοῦ πολυταράχου βίου συναντῶντα τοῖς ἀνθρώποις μάταιον περισπασμόν, ἐτρώθης τῷ βέλει τοῦ κατὰ τὴν ἡσυχίαν ἔρωτος, ἐζήτησας τὴν εἰρήνην τῶν λογισμῶν· ἔμαθες γάρ, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν· ἐπόθησας τὴν ἐκεῖθεν ἀνάπαυσιν· ἐπειδὴ ἤκουσας, ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου· διὰ γοῦν ταῦτα, καὶ διενοήσω τὴν εὐγένειαν, ἣν ἀπέλαβες ἐν τῷ Βαπτίσματι κατὰ χάριν, ἀπεβάλου δὲ κατὰ γνώμην διὰ τῶν παθῶν ἐν τῷ κόσμῳ, ἀνακαλέσασθαι ἀμέλει διὰ τὴν ἀγαθὴν γνώμην, εἰς ἔργον ἐξέβαλες τῷ ἱερῷ φροντιστηρίῳ παραβαλών, καὶ τὰ τίμια τῆς μετανοίας ἄμφια περιβαλλόμενος, καὶ τὴν μέχρι θανάτου καταμονὴν ἐν τῷ μοναστηρίῳ ἐμψύχως ἐπαγγειλάμενος· δευτέραν ἤδη συνθήκην πρὸς Θεὸν ἐποιήσω· τὴν πρώτην, εἰς τὸν παρόντα βίον εἰσερχόμενος, τὴν δευτέραν, πρὸς τὸ τέλος τοῦ παρόντος βίου ἐπειγόμενος· τότε διὰ τῆς εὐσεβείας τῷ Χριστῷ προσελήφθης, νῦν, διὰ τῆς μετανοίας τῷ Χριστῷ προσηρμόσθης· ἐκεῖ, χάριν εὗρες, ὧδε χρέως συνέθου· τότε νηπιάζων, τοῦ δοθέντος σοι ἀξιώματος οὐκ ἠσθάνθης, εἰ καὶ ὕστερον αὐξηθεὶς τὸ μέγεθος ἔγνως τῆς δωρεᾶς, καὶ χαλινὸν ἐπὶ στόματος φέρεις· νῦν, ἐν τελείῳ φρονήματι διατελῶν, τὴν δύναμιν τῆς συνταγῆς ἐπιγινώσκεις, ὅρα μὴ καὶ ταύτην ἀθετήσας τὴν ὑπόσχεσιν, καθάπερ τί σκεῦος συντριβὲν ὁλοκλήρως, ἀπορριφῆς εἰς τὸ σκότος τὸ ἐξώτερον ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· δίχα γὰρ τῆς κατὰ τὴν μετάνοιαν ὁδοῦ, ἄλλη τρίβος ἐπανάγουσα πρὸς σωτηρίαν οὐ πέφυκεν· ἄκουσον τί σοι Δαβὶδ ἐπαγγέλεται· τὸν Ὕψιστον ἔθου καταφυγήν σου· καὶ εἰ τὴν κατὰ Χριστὸν προείλου τεθλιμμένην ζωήν, οὐ προσελεύσεται πρὸς σὲ κακὰ τα ἐκ τῆς κοσμικῆς ἀναστροφῆς προσδοθέντα σοι· οὐχ ἕψεταί σοι μετανοεῖν αἱρουμένῳ, ἔρως χρημάτων, τρυφή, τιμή, καλλωπισμός, ἀκρασία, αἰσθήσεων, οὐ διαμενοῦσι παράνομοι κατέναντί σου, μετεωρισμοὶ διανοίας, αἰχμαλωσία νοός, χαύνωσις ἀλλεπαλλήλων λογισμῶν, καὶ ἄλλη πᾶσα ἑκούσιος παρατροπή καὶ σύγχυσις, οὐδὲ φιλία γεννητόρων, ἀδελφῶν, συγγενῶν, φίλων, καὶ συνήθων συναντήσει σοι· οὐδὲ ἡ πρὸς τούτους ἄκαιρος καὶ ἀσυντελὴς συντυχία, καὶ ὁμιλία παροικήσει ἐν σοί· εἰ τούτῳ τὴν ἀποταγὴν ἀγαπήσεις σώματι· καὶ ψυχῇ, μάστιξ ὀδύνης οὐκ ἐγγιεῖ ἐν τῇ ψυχῇ σου, καὶ λύπης βέλος οὐ τρώσει τὴν σὴν καρδίαν, οὐ δὲ τὸ σὸν σκυθρωπάσει πρόσωπον· οἱ γὰρ ἐνηδόνου συνηθείας ἀποδιιστάμενοι, καὶ τὴν πρὸς τὰ εἰρημένα πάντα προσπάθειαν ἀπωσάμενοι, τὰς ἀκίδας τῆς λύπης ἀμβλύνουσιν· ὁ Χριστὸς γὰρ τῇ ἀγωνιζομένῃ ψυχῇ ἐμφανίζεται, καὶ χαρὰν ἀνεκλάλητον παρέχει τῇ καρδίᾳ, καὶ τὴν πνευματικὴν χαράν, οὐδὲν τῶν ἐκ τοῦ κόσμου τερπνῶν, ἢ δεινῶν αἴρειν ποτὲ δύναται· μελέται γὰρ ἀγαθαί, καὶ σωτηριώδεις μνῆμαι, καὶ θεῖα διανοήματα, καὶ λόγοι σοφίας διακονοῦντες τῷ ἀγωνιστῇ, διαφυλάττουσιν αὐτὸν ἐν πάσαις ταῖς ὁδοῖς τῶν κατὰ Θεὸν ἔργον αὐτοῦ· ὅθεν καὶ ἐπιβαίνει ἐπὶ πᾶσαν ἄλογον ἐπιθυμίαν, καὶ θυμὸν προπετῆ, καθάπερ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατεῖ ὡς λέοντα τὴν ὀργήν, καὶ τὴν ἡδονὴν ὡς δράκοντα· ἡ δὲ αἰτία, ὅτι πᾶσαν τὴν ἐλπίδα αὐτοῦ, ἀπὸ τῶν ἀνθρώπων, καὶ τῶν εἰρημένων πραγμάτων ἀποστήσας, τῷ Θεῷ προσέδησε, καὶ γνῶσιν Θεοῦ πλουτεῖ, καὶ Θεὸν ἀεὶ νοερῶς πρὸς τὴν ἑαυτοῦ βοήθειαν ἐκκαλεῖται· ὅτι ἐπ᾽ ἐμέ φησιν· ἤλπισεν, καὶ ῥύσομαι αὐτόν· σκεπασω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομα μου· κεκράξεται πρός με, καὶ ἐπακούσομαι, καὶ οὐ μόνων τῶν θλιβόντων ἀπαλλάξω, ἀλλὰ καὶ δοξάσω αὐτόν· ὁρᾶς τῶν κατὰ Θεὸν ἀσκουμένων τοὺς ἀγῶνας, καὶ τὰ ἐντεῦθεν βραβεῖα;
σπούδασον λοιπὸν τὴν κλῆσιν, πρᾶξιν ποιήσασθαι· καὶ ὡς ἐμονώθης τῷ σώματι, ἀποβαλλόμενος καὶ τὰ νοήματα τῶν πραγμάτων, μετημφιάσω τὸ σχῆμα, ποίησον καὶ ξένον, ἀπόθου καὶ τοὺς λόγους, καὶ τοὺς προσήκοντας κατὰ γένος· εἰ μὴ γὰρ καταπαύσῃς ἀπὸ τῆς τῶν ἔξω περιπλανήσεως, οὐ διαναστήσῃ πρὸς τοὺς ἔσωθεν ἐνεδρεύοντας. εἰ μὴ νικήσῃς τοὺς διὰ τῶν φανερῶν πολεμοῦντας, οὐ τροποῦσαι τοὺς ἀφανεῖς ἐπιβούλους· ὅταν δὲ τοὺς ἔξω περισπασμοὺς καταργήσης καὶ τοὺς ἔσω λογισμοὺς καταλείψῃς, ἐγείρεται τότε ὁ νοῦς, ἐν τοῖς ἔργοις καὶ τοῖς λόγοις τοῦ πνεύματος· καὶ ἀντὶ τῆς συνηθείας τῶν συγγενῶν, καὶ συνήθων, τοὺς τρόπους τῶν ἀρετῶν ἐκτελεῖς· καὶ ἀντὶ τῶν ματαίων λόγων τῶν ἐκ τῆς κοσμικῆς ὁμιλίας τικτομένων· ἡ μελέτη, καὶ ἡ δήλωσις τῶν θείων λόγων τῶν κατὰ τὴν διάνοιαν κινουμέμων, φωτίζει καὶ συνετίζει τὴν ψυχήν ἡ λύσις τῶν αἰσθήσεων, δεσμὸς γίνεται τῆς ψυχῆς· καὶ ὁ δεσμὸς τῶν αἰσθήσεων, ἐλευθερίαν βραβεύει τῇ ψυχῇ· ἡλίου δύσις, νύκτα ποιεῖ· καὶ ὁ Χριστὸς ὑποχωρεῖ ἐκ τῆς ψυχῆς, καὶ τῶν παθῶν ὁ σκοτασμὸς αὐτὴν καταλαμβάνει, καὶ οἱ νοητοὶ θῆρες αὐτὴν διασπαράττουσι· ἀνέτειλεν ὁ αἰσθητὸς ἥλιος, καὶ θῆρες μὲν συνάγονται εἰς τὰς καταδύσεις αὐτῶν· ἀνατέλλει καὶ ὁ Χριστὸς ἐν τῷ στερεώματι τῆς εὐχομένης διανοίας, καὶ πᾶσα ἡ τοῦ κόσμου συνήθεια οἶχεται, καὶ ἡ φιλία τῆς σαρκὸς παρέρχεται καὶ ὁ νοῦς διαπορεύεται ἐπὶ τὸ ἔργον αὐτοῦ, ἤτοι τῶν θείων τὴν μελέτην, ἕως ἑσπέρας· οὐ καιρικῷ διαστήματι περιορίζων τοῦ πνευματικοῦ νόμου τὴν ἐργασίαν καὶ ἐν μέτρῳ ταύτην ποιούμενος, ἀλλὰ καὶ μέχρις ἂν τὸ πέρας τὴν παροῦσαν ζωὴν καταλαβὼν τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς ἀπεργάσεται· ὃ δὴ καὶ δηλῶν ὁ Προφήτης λέγει· ὡς ἠγάπησα τὸν νόμον σου Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν· ἡμέραν καλῶν, ὅλον τὸν δίαυλον τῆς παρούσης ζωῆς ἑκάστου· στῆσον τοιγαροῦν τὰς ὁμιλίας τῶν ἔξω, καὶ πύκτευσον πρὸς τοὺς ἔσω λογισμοὺς, μέχρις ἂν εὕρῃς τὸν τόπον τῆς καθαρᾶς προσευχῆς, καὶ τὸν οἶκον, ἐν ᾧ Χριστὸς κατοικεῖ· φωτίζων καὶ γλυκαίνων σε τῇ ἐπιγνώσει, καὶ τῇ ἐπισκέψει αὐτοῦ· καὶ παρασκευάζων, τὰς μὲν ὑπὲρ αὐτοῦ θλίψεις ἡγεῖσθαι χαράν· τὰς δὲ κοσμικὰς ἡδονάς, καθάπερ τί ἀψίνθιον μὴ προσίεσθαι· τὰ πνεύματα, τῆς θαλάσσης ἐγείρει τὰ κύματα, καὶ εἰμὴ παύσονται οἱ ἄνεμοι, οὐ κοπάζει τὰ κύματα, καὶ οὐχ ἡμερσῦται ἡ θάλασσα· καὶ τὰ πνεύματα τῆς πονηρίας ἀνακινοῦσιν ἐν τῇ ψυχῇ τοῦ ἀμελοῦς, μνήμην γονέων, ἀδελφῶν, συγγενῶν, συνήθων, συμποσίων, πανηγύρεων, θεάτρων, καὶ τῶν ἄλλων πάντων τῆς ἡδονῆς φαντασμάτων· καὶ ὑπαγορεύουσιν ὄψει, καὶ γλώττῃ, καὶ σώματι τὴν συντυχίαν ποιεῖσθαι· ἵνα καὶ ἡ ἐνεστῶσα ὥρα ἀναλίσκεται ματαίως, καὶ ἡ ἐπιοῦσα, ἡνίκα μόνος μένῃς ἔνδον τοῦ κελλίου, δαπανᾶται ἐν ταῖς μνήμαις τῶν θεαθέντων καὶ λαληθέντων· καὶ οὕτω ἀσυντελὴς ἡ ζωὴ τοῦ Μοναχοῦ διανύεται, εἰς κοσμικὰς ἐργασίας τὰς ἑαυτῶν μνήμας γλύφουσιν ἐν τῇ διανοίᾳ, καθάπερ πόδες ἀνθρώπου τὰ ἴδια ἴχνη ἐν χιόνι βαδίζοντες· εἰ βρῶμα τοῖς θηρίοις παρέχομεν, πότε θανατώσομεν αὐτά;
καὶ εἰ ἐν ἔργοις, καὶ λογισμοῖς τῆς ἀλόγου φιλίας καὶ συνηθείας ἀδολεσχοῦμεν, πότε τῆς σαρκὸς νεκρώσωμεν τὸ φρόνημα; πότε ἣν ἐπηγγειλάμεθα κατὰ Χριστὸν ζωὴν ζήσωμεν; ὁ ἐν χιόνι τύπος τῶν ποδῶν, ἢ λάμψαντος ἡλίου λύεται, ἢ καταρραγέντος ὕδατος οἴχεται· καὶ αἱ κοιλανθεῖσαι μνῆμαι ἐν τῇ διανοίᾳ ἐκ φιληδόνου διαθέσεως καὶ τῶν πράξεων, ὑπὸ Χριστοῦ τοῦ ἀνατέλλοντος ἐν τῇ καρδίᾳ διὰ προσευχῆς, καὶ τῆς εὐκατανύκτου βροχῆς τῶν δακρύων ἐξαφανίζονται· ὁ γοῦν μὴ κατὰ λόγον πράττων Μοναχός, πότε τὰς ἐν τῇ διανοίᾳ προλήψεις ἀπαλείψει; τελεῖται πρᾶξις ἀρετῶν ἐν τῷ σώματι, ἐὰν καταλείψῃς τὴν τοῦ κόσμου συνήθειαν· τυποῦνται μνῆμαι ἀγαθαὶ καὶ θεῖοι λόγοι φιλοχωροῦσιν ἐν τῇ ψυχῇ, ἐὰν συνεχέσιν εὐχαῖς μετὰ θερμῆς κατανύξεως ἀνυομέναις ἐν τῇ διανοίᾳ, τὰς μνήμας τῶν προτέρων πράξεων ἐξαλείψῃς· ὁ φωτισμὸς γὰρ τῆς τῆς πίστεως τοῦ Θεοῦ μνήμης καὶ ἡ συντριβὴ τῆς καρδίας, δίκην ξυρίου τὰς πονηρὰς ἀποξέουσι μνήμας· μιμήθητι τῶν μελισσῶν τὴν σοφίαν· ἐκεῖναι γὰρ εἰδοῦσαι τὸ σμῆνος τῶν σφηκῶν περὶ αὐτὰς τὴν πτῆσιν ποιουμένων ἔνδον τοῦ σίμβλου παραμένουσι, καὶ τὴν ἐκ τῶν ἐπιβούλων βλάβην διαδιδράσκουσιν· σφηκίας νόει, τὰς κοσμικὰς συντυχίας· ταύτας σπουδῇ πολλῇ φεύγων, παράμενε ἐν τῷ ταμίῳ τοῦ σεμνείου κἀντεῦθεν πειρῶ πάλιν εἰσέρχεσθαι ἐν τῷ ἐνδοτέρῳ τῆς ψυχῆς φρουρίῳ, ὅπερ οἶκος Χριστοῦ ἐστίν, ἐν ᾧ εἰρήνη, καὶ χαρά, καὶ γαλήνη βεβαίως ὁρᾶται τοῦ νοητοῦ ἡλίου Χριστοῦ τὰ δῶρα ταῦτα, καθάπερ τινὰς ἀκτίνας παρ᾽ ἑαυτοῦ ἐκπέμποντος, καὶ ὥς περ τινὰ μισθὸν παρεχομένου τῇ ὑποδεχομένῃ αὐτὸν ψυχῇ μετὰ πίστεως, καὶ φιλοκαλίας· καθήμενος γοῦν ἐν τῷ οἴκῳ, μνημόνευε Θεοῦ, ἐπαίρων τὸν νοῦν ἀπὸ πάντων, καὶ πρὸς τὸν Θεὸν ἀφθόγγως ἐπιρρίπτων, καὶ πᾶσαν τῆς καρδίας διάθεσιν ἐκχέων ἐνώπιον αὐτοῦ, καὶ διὰ τῆς ἀγάπης αὐτῶν προσκολλώμενος. μνήμη γὰρ Θεοῦ, θεωρία Θεοῦ ἐστὶν, ἕλκοντος τὴν ὅρασιν, καὶ τὴν ἔφεσιν τοῦ νοῦ πρὸς ἑαυτόν, καὶ τῷ παρ᾽ ἑαυτῷ φωτὶ περιαυγάζοντος αὐτόν· ἐπιστρέφων γὰρ ὁ νοῦς πρὸς τὸν Θεόν, ἐν τῷ καταπαύειν πάσας τὰς εἰδοποιοὺς τῶν ὄντων ἐννοίας, ἀνειδεῶς ὁρᾷ· καὶ τῇ καθ᾽ ὑπεροχὴν ἀγνωσίᾳ διὰ τὸ τῆς δόξης ἀπρόσιτον, τὴν ἑαυτοῦ βλέψιν λαμπρύνη· καὶ μὴ γινώσκων διὰ τὴν ἀκαταληψίαν τοῦ ὁρωμένου, γινώσκει. διὰ τὴν ἀλήθειαν τοῦ Κυρίως ὄντος, καὶ μόνου τὸ ὑπερεῖναι ἔχοντος· καὶ διὰ τὸ πλούσιον τῆς ἐκεῖθεν ἐκβλυζούσης ἀγαθότητος τρέφων τὸν ἑαυτοῦ ἔρωτα καὶ τὴν ἰδίαν ἐντρέχειαν πληροφορῶν, ἀναπαύσεως ἀλήκτου, καὶ μακαρίας καταξιοῦται· ταῦτα μὲν τὰ τῆς ἀκριβοῦς μνήμης γνωρίσματα· προσευχὴ δέ ἐστι διαλογὴ διανοίας πρὸς Κύριον, ῥήματα δεήσεως διανύουσα μετὰ τῆς τοῦ νοῦ πρὸς Θεὸν ὁλικῆς ἀτενίσεως· τῆς διανοίας γὰρ συνεχῶς ὑπαγορευούσης τὸ τοῦ Κυρίου ὄνομα καὶ τοῦ νοῦ ἐναργῶς τῇ ἐπικλήσει τοῦ θείου ὀνόματος προσέχοντος, τῆς τοῦ Θεοῦ γνώσεως τὸ φῶς καθάπερ φωτεινὴν νεφέλην πᾶσαν ἐπισκιάζει τὴν ψυχήν· ἕπεται δὲ τῇ μὲν ἀκριβεῖ μνήμῃ τοῦ Θεοῦ, ἀγάπη, καὶ χαρά· ἐμνήσθην γάρ, φησι, τοῦ Θεοῦ, καὶ ηὐφράνθην· τῇ δὲ καθαρᾷ προσευχῇ, γνῶσις καὶ κατάνυξις· ἐν ᾗ ἂν ἡμέρᾳ γάρ, φησιν, ἐπικαλέσομαί σε, ἰδοὺ ἔγνων, ὅτι Θεός μου εἰ σύ· καὶ πάλιν· θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον· νοὸς γὰρ καὶ διανοίας παρισταμένων τῷ Θεῷ δι᾽ ἐνεργοῦς ἀτενίσεως, καὶ θερμῆς δεήσεως καὶ τῆς ψυχῆς ἡ κατάνυξις ἀκολουθεῖ νοῦ δέ, καὶ λόγου, καὶ πνεύματος προσπιπτόντων τῷ Θεῷ, τοῦ μέν, διὰ προσοχῆς, τοῦ δέ, δι᾽ ἐπικλήσεως, τοῦ δέ, διὰ κατανύξεως καὶ ἀγάπης, ὅλος ὁ ἔνδον ἄνθρωπος λειτουργεῖ τῷ Κυρίῳ· ἀγαπήσεις γάρ, φησι, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου· πλὴν εἰδέναι σε καὶ τοῦτο βούλομαι μήπως προσεύχεσθαι λογιζόμενος, μακρὰν τῆς προσευχῆς βαδίζῃς καὶ ἀκερδῶς κάμνῃς, καὶ διακενῆς τρέχῃς· ὅπερ ἐν τῇ τοῦ στόματος ψαλμῳδία τελεῖται, ὃ δὲ νοῦς ἀλλαχοῦ φέρεται, εἰς πάθη καὶ πράγματα μεριζόμενος, ὡς ἐντεῦθεν καὶ τὴν σύνεσιν τῆς ψαλμῳδίας λυμαίνεσθαι· τοῦτο γίνεται καὶ ἐν τῇ διανοίᾳ· πολλάκις γὰρ αὐτῆς διερχομένης τὰ ῥήματα τῆς εὐχῆς, ὁ νοῦς οὐ συνοδεύει, οὐκ ἐνατενίζει τῷ Θεῷ, πρὸς ὃν καὶ ἡ κατὰ τὴν προσευχὴν διαλογὴ γίνεται· ἐκτρέπεται δὲ ὑπό τινων ἐννοιῶν λεληθότως· καὶ ἡ μὲν διάνοια, λέγει συνήθως τὰ ῥήματα· ὁ δὲ νοῦς, τῆς τοῦ Θεοῦ γνώσεως διολισθαίνει· ὅθεν καὶ τότε ἡ ψυχὴ ἀκατανόητος καὶ ἀδιάθετος φαίνεται, ὡς τοῦ νοῦ σκορπιζομένου εἴς τινας φαντασίας, καὶ μετεωριζομένου, ἢ πρὸς ἃ κλέπτεται, ἢ βούλεται· εὐκτικῆς γὰρ γνώσεως μὴ παρούσης μηδὲ τοῦ δεομένου παρισταμένου τῷ δεομένῳ παρακαλεῖν, πῶς γλυκανθήσεται ἡ ψυχή;
πῶς εὐφρανθήσεται καρδία προσποιουμένη εὔχεσθαι, ἀλλ᾽ οὐκ ἀληθινὴν προσευχὴν περιποιουμένη; εὐφρανθήσεται καρδία ζητούντων τὸν Κύριον· ζητεῖ δὲ τὸν Κύριον ὁ διανοίᾳ ὅλῃ, καὶ διαθέσει θερμῇ προσπίπτων τῷ Θεῷ, καὶ πᾶν νόημα τοῦ κόσμου διακρουόμενος, διὰ τὴν τοῦ Θεοῦ γνῶσιν, καὶ ἀγάπην, τὰς ἀναδιδομένας ἐκ τῆς συνεχοῦς, καὶ καθαρᾶς προσευχῆς· ἐγὼ δὲ σαφηνείας ἕνεκα τοῦ κατὰ τὴν θείαν μνήμην ἐν τῷ νῷ θεωρήματος, καὶ τοῦ κατὰ τὴν καθαρὰν προσευχὴν ἀξιώματος ἐν τῇ διανοίᾳ, τὸν σωματικὸν ὀφθαλμὸν καὶ τὴν γλῶσσαν, εἰς εἰκόνας προτίθημι· ὁ γάρ ἐστι, κόρη τῷ ὀφθαλμῷ, καὶ προφορὰ λόγου γλώσσῃ, τοῦτο μνήμη τῷ νῷ, καὶ προσευχὴ τῇ διανοίᾳ· ὡς γὰρ ὀφθαλμὸς τῇ βλεπτικῇ αἰσθήσει τοῦ προκειμένου ὁρατοῦ ἀπολαβών, οὐδεμίαν φωνὴν ποιεῖται, τῇ πείρᾳ δὲ τῆς ὁράσεως, τὴν γνῶσιν τοῦ ὁρωμένου δέχεται· οὕτω καὶ ὁ νοῦς διὰ τῆς μνήμης ἐρωτικῶς τῷ Θεῷ προχωρῶν τῇ προσκολλήσει τῆς διαπείρου διαθέσεως καὶ τῇ σιγῇ τῆς ἁπλουστάτης νοήσεως, ὑπὸ τῆς θείας ἐλλάμψεως καταυγάζεται· ἀρραβῶνα τῆς μελλούσης λαμπρότητος κομιζόμενος· καὶ ὥσπερ πάλιν ἡ γλῶσσα ῥήματα λόγου προφέρουσα, τὴν ἄδηλον θέλησιν τοῦ νοῦ ἐμφανίζει τῷ ἀκούοντι· οὕτω καὶ διάνοια τὰ βραχυσύλλαβα ῥήματα τῆς προσευχῆς πυκνῶς καὶ θερμῶς ἀναγγέλλουσα, τὴν τῆς ψυχῆς αἴτησιν ἀνακαλύπτει τῷ πάντα εἰδότι Θεῷ· καὶ τῇ εὐκτικῇ προσεδρίᾳ καὶ ἐπιμόνῳ συντριβῇ καρδίας, καὶ ἡ συντριβὴ ἀνοίγει τὰ φιλάνθρωπα σπλάγχνα τοῦ συμπαθοῦς, καὶ πλουσίαν τὴν σωτηρίαν εἰσδέχεται· καρδίαν γάρ, φησι, συντετριμμένην καὶ τεταπεινωμένην, ὁ Θεὸς οὐκ ἐξουδενώσει· χειραγωγήσει σε εἰς καθαρὰν προσευχήν, καὶ τὸ τελούμενον εἰς τὸν ἐπι γῆς βασιλέα· ὅταν γὰρ προσέλθῃς βασιλεῖ, καὶ σώματι παρίστασαι, καὶ γλώσσῃ καθικετεύεις, καὶ ὀφθαλμῷ πρὸς αὐτὸν ἐνατενίζεις, καὶ οὕτω τὴν βασιλικὴν εὐμένειαν πρὸς ἑαυτὸν ἕλκεις· τοῦτο καὶ σὺ ἐκτέλει· κἂν τῇ συνάξει τῆς Ἐκκλησίας κἂν τῇ μονώσει τῆς οἰκίας· συναγόμενος γὰρ ἐν Κυρίῳ μετὰ τῶν ἀδελφῶν, ὥσπερ τὴν διὰ σώματος παράστασιν ποιεῖς, καὶ τὴν διὰ γλώττης ψαλμῳδίαν προσφέρεις αὐτῷ, οὕτως ἔχε καὶ τὸν νοῦν προσέχοντα τοῖς λόγοις, καὶ τῷ Θεῷ, καὶ εἰδότα τίνι διαλέγεται καὶ ἐντυγχάνει· εὐτόνως γὰρ καὶ καθαρῶς τῆς διανοίας τῇ προσευχῇ σχολαζούσης, χαρᾶς ἀναφαιρέτου, καὶ εἰρήνης ἀνεκλαλήτου καταξιοῦται ἡ καρδία· κατὰ μόνας δὲ αὖθις ἐν τῷ οἴκῳ προσεδρεύων, τῆς κατὰ διάνοιαν προσευχῆς ἐξέχου· νήφοντι τῷ νῷ καὶ συντετριμμένῳ πνεύματι, καὶ θεωρία ἐπισκιάσει σοι διὰ τῆς νήψεως, καὶ γνῶσις κατασκηνώσει ἐν σοί, διὰ τῆς προσευχῆς· καὶ σοφία ἀνακλιθήσεται ἐν σοί, διὰ τῆς κατανύξεως, τὴν ἄλογον ἡδονὴν ἐξορίζουσα, καὶ τὴν θείαν ἀγάπην εἰσοικίζουσα· πίστευσόν μοι τὴν ἀλήθειαν λέγοντι, εἰ ἐν πάσῃ σου τῇ ἐργασίᾳ ἀχώριστον ἕξεις τὴν μητέρα τῶν καλῶν, τὴν προσευχήν, οὐ νυστάξει, ἕως ὑποδείξῃ σοι τὸν νυμφῶνα, καὶ ἔνδον ἀγάγῃ σε, καὶ δόξης ἀρρήτου, καὶ εὐφροσύνης πληρώσῃ σε· ἐπειδὴ πάντα τὰ κωλύματα περιαίρουσα, τὴν τρίβον τῆς ἀρετῆς ὁμαλίζει, καὶ εὐχερῆ τῷ ζητοῦντι καθίστησι· καὶ ὅρα τὸν τρόπον τῆς κατὰ διάνοιαν προσευχῆς· ἡ διαλογὴ ἀναιρεῖ τοὺς ἐμπαθεῖς λογισμούς· ἡ τοῦ νοῦ πρὸς τὸν Θεὸν ἀποσκοπή, φυγαδεύει τὰς ἐννοίας τοῦ κόσμου· ἡ κατάνυξις τῆς ψυχῆς, τὴν φιλίαν τῆς σαρκὸς ἀποσοβεῖ· καὶ ὁρᾶται ἡ προσευχὴ ἐκ τοῦ ὑπαγορεύειν ἀσιγήτως τὸ θεῖον ὄνομα, συμφωνία, καὶ ἕνωσις νοῦ καὶ λόγου, καὶ ψυχῆς· ὅπου γάρ φησιν, εἰσὶ δύω ἢ τρεῖς ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν· οὕτως οὖν ἡ προσευχὴ τὰς τῆς ψυχῆς δυνάμεις ἀπὸ τοῦ διαμερισμοῦ τῶν παθῶν ἀνακαλουμένη, καὶ πρὸς ἀλλήλας, καὶ πρὸς αὐτὴν συνδέουσα τὴν τριμερῆ ψυχήν, τῷ ἐν τρισὶν ὑποστάσεσιν ἑνὶ Θεῷ οἰκειοῖ· πρῶτον γὰρ διὰ τῶν τῆς ἀρετῆς τρόπων, τὸ τῆς ἁμαρτίας αἶσχος ἐκ τῆς ψυχῆς ἀποξέσασα· εἶτα τὸ κάλλος τῶν θείων χαρακτήρων διὰ τῆς καθ᾽ ἑαυτὴν ἁγίας γνώσεως ἀναζωγραφίσασα, παρίστησι τὴν ψυχὴν τῷ Θεῷ· ἡ δὲ αὐτίκα, γινώσκει τὸν ἑαυτῆς ποιητήν.
ἐν ᾗ γάρ, φησιν, ἡμέρᾳ ἐπικαλέσομαί σε, ἰδοὺ ἔγνων ὅτι Θεός μου εἰ σύ· καὶ γινώσκεται ὑπ᾽ αὐτοῦ· ἔγνω γάρ, φησιν, ὁ Κύριος τοὺς ὄντας αὐτοῦ· γινώσκει διὰ τὸ καθαρὸν τῆς εἰκόνος· πᾶσα γὰρ εἰκών, ἐπὶ τὸ πρωτότυπον ἔχει τὴν ἀναφοράν· γινώσκεται, διὰ τὴν κατὰ τὰς ἀρετὰς ὁμοίωσιν· δι᾽ ὧν καὶ γνῶσιν ἔχει Θεοῦ, καὶ ὑπὸ Θεοῦ γινώσκεται· ὁ δεόμενος τυχεῖν βασιλικῆς εὐμενείας, τριπλοῦν μεταχειρίζεται τρόπον· ἢ φωναῖς ἱκετεύων, ἢ σιγῶν παρίσταται, ἢ πρὸ ποδῶν τοῦ δυναμένου βοηθεῖν ἑαυτὸν ἐπιρρίπτει· καὶ ἡ καθαρὰ προσευχή, νοῦν, καὶ λόγον καὶ πνεῦμα πρὸς ἑαυτὴν συνάπτουσα, διὰ μὲν τοῦ λόγου, τὸ ὄνομα· διὰ δὲ τοῦ νοῦ, τῷ παρακαλουμένῳ Θεῷ ἀτενίζει ἀρεμβάστως, διὰ δὲ τοῦ πνεύματος τὴν κατάνυξιν, τὴν ταπείνωσιν, καὶ τὴν ἀγάπην ἐμφανίζει, καὶ οὕτω δυσωπεῖ τὴν ἄναρχον Τριάδα, τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Ἅγιον Πνεῦμα τὸν ἕνα Θεόν· ὥσπερ ἡ ποικιλία τῶν ἐδεσμάτων διεγείρει τὴν ὄρεξιν εἰς μετάληψιν αὐτῶν, οὕτως αἱ διάφοροι τῶν ἀρετῶν ἰδέαι, τὴν ἐντρέχειαν τοῦ νοῦ ἐξυπνίζουσι· διὰ τοῦτο τὴν ὁδὸν τῆς διανοίας ὁδεύων, τὰ ῥήματα τῆς εὐχῆς ἀναλέγου· καὶ διαλέγου τῷ Κυρίῳ ἀεὶ βοῶν, καὶ μὴ ἐκκακῶν· πυκνὰ δεόμενος, καὶ τὴν ἀναίδειαν μιμούμενος τῆς τὸν ἀμείλικτον κριτὴν δυσωπησάσης χήρας· τότε πνεύματι περιπατεῖς, καὶ σαρκικαῖς ἐπιθυμίαις οὐ προσέχεις, καὶ λογισμοῖς κοσμικοῖς οὐ διατέμνεις τῆς εὐχῆς τὴν συνέχειαν Ναὸς δὲ Θεοῦ χρηματίζεις, ἀπερισπάστως τὸν Θεὸν ἐξυμνῶν· οὕτω κατὰ διάνοιαν εὐχόμενος, ἀξιοῦσαι καὶ εἰς μνήμην Θεοῦ διαβαίνειν, καὶ ἐν τοῖς ἀδύτοις τοῦ νοῦ εἰσιέναι καὶ μυστικαῖς θεωρίαις τὸν ἀόρατον κατοπτεύειν, καὶ γνωστικαῖς ἑνιαίως, καὶ ἀγαπητικαῖς ἐκχύσεσι, μόνος τῷ Θεῷ μόνῳ καταμόνας λειτουργῶν· ὅταν οὖν ἴδῃς σεαυτὸν χαυνούμενον ἐν τῇ εὐχῇ, βιβλίον μεταχειρίζου· καὶ τῇ ἀναγνώσει προσέχων, τὴν γνῶσιν εἰσδέχου· μὴ παροδευτικῶς τοὺς λόγους διερχόμενος, διανοητικῶς δὲ τούτους διασκοπούμενος καὶ τὸν νοῦν θησαυρίζων· εἶτα μελέτην ποιοῦ τῶν ἀναγνωσθέντων, ἵνα γλυκαίνῃταί σου ἡ διάνοια ἐκ τῆς κατανοήσεως, καὶ ἀνεπίληστα διαμένῃ τὰ ἀναγνώσματα· κἀντεῦθεν προσανάπτηταί σου ἡ θέρμη ἐν τοῖς θείοις διανοήμασι· ἐν τῇ μελέτῃ μου γάρ, φησίν, ἐκκαυθήσεται πῦρ. ὡς γὰρ τὸ βρῶμα ἡδύνει τὴν γεῦσιν ὑπὸ τῶν ὀδόντων λεπτυνόμενον, οὕτω τὰ θεῖα λόγια στρεφόμενα ἐν τῇ ψυχῇ, πιαίνει τὴν διάνοιαν, καὶ κατευφραίνει· ὡς γλυκέα γάρ, φησι, τῷ λάρυγγί μου τὰ λόγιά σου· ἀποστήθιζε καὶ λόγους εὐαγγελικοὺς, καὶ τῶν μακαρίων πατέρων ἀποφθέγματα, καὶ τοὺς βίους αὐτῶν ἀνίχνευε, ἵνα ἔχῃς ταῦτα μελέτημα ἐν ταῖς νυξίν· ὅπως τὴν διάνοιαν ἐκ τῆς εὐχῆς ἀκηδιάσασαν, τῇ ἀναγνώσει, καὶ τῇ μελέτῃ τῶν θείων λόγων ἀνακαινίζῃς, καὶ ἐντρεχεστέραν παρασκευάζῃς εἰς προσευχήν· τὴν διὰ στόματος ψαλμῳδίαν ἐκτέλει· πλὴν ἡσύχῳ πάνυ φωνῇ, καὶ μετὰ ἐπιστασίας τοῦ νοῦ, μὴ ἀνεχόμενος ἀδιανόητόν τι τῶν λεγομένων καταλιπεῖν· ἀλλ᾽ εἴποτέ τι διαδράσει τὸν νοῦν, ἐπανάλαβε τὸν στίχον· ὁσάκις καὶ γίνεται, μέχρις ἂν τὸν νοῦν ἐπακολουθοῦντα ἑξῆς τοῖς λεγομένοις· ἰσχύει γὰρ ὁ νοῦς καὶ ψάλλειν τῷ στόματι, καὶ Θεοῦ μνημονεύειν· καὶ τοῦτο καταμάνθανε ἐκ τῆς φυσικῆς πείρας.
ὡς γὰρ ὁ συντυγχάνων τινὶ, καὶ διαλεγόμενος, τούτῳ καὶ προσέχει τοῖς ὀφθαλμοῖς, οὕτω καὶ ὁ ψάλλων χείλεσι, καὶ Θεῷ ἐνατενίζειν διὰ τῆς μνήμης δύναται· κλίσεις γονάτων μὴ παραιτοῦ· ἐκ μὲν γὰρ τοῦ γόνυ κλίνειν, ἡ πτῶσις τῆς ἁμαρτίας εἰκονίζεται, ἔμφασιν ἐξαγορεύσεως παρεχομένη· ἐκ δὲ τοῦ ἀνίστασθαι, ἡ μετάνοια ὑποσημαίνεται, ἐπαγγελίαν βίου τοῦ κατ᾽ ἀρετὴν αἰνιττομένη· ἑκάστη δὲ γονυκλισία τελείσθω μετὰ τῆς νοερᾶς τοῦ Χριστοῦ ἐπικλήσεως· ἵνα ψυχῇ, καὶ σώματι προσπίπτων τῷ Κυρίῳ, τὸν τῶν ψυχῶν καὶ σωμάτων Θεὸν εὐδιάλλακτον ἀπεργάσῃ· εἰ δὲ καὶ ἔργον ἀθόρυβον ταῖς χερσὶ παρέξεις μετὰ τῆς κατὰ διάνοιαν προσευχῆς εἰς τὸ ἀποκρούεσθαι ὕπνον καὶ ῥαθυμίαν, καὶ τοῦτο τὸν ἀσκητικὸν ἀγῶνα συγκροτεῖ πᾶσαι γὰρ αἱ δηλωθεῖσαι ἐργασίαι μετ᾽ εὐχῆς ἀνυόμεναι, ἀκονοῦσι τὸν νοῦν, ἀκηδίαν ἐξορίζουσιν, νεαρωτέραν τὴν ψυχὴν παρασκευάζουσι, καὶ ὀξύτερον καὶ θερμότερον τὸν νοῦν εἰς τὴν κατὰ διάνοιαν ἐργασίαν ἀπασχολεῖσθαι ποιοῦσι· κρούσαντος τοῦ ξύλου, προέρχου τῆς κέλλης, τοῖς μὲν ὀφθαλμοῖς τοῦ σώματος τῇ γῇ προσέχων· τὴν δὲ διάνοιαν τῇ τοῦ Θεοῦ μνήμῃ προσερείδων εἰσελθὼν ἐν τῷ ναῷ, καὶ τὸν χορὸν συμπληρῶν, μήτε τῇ γλώσσῃ ἀργολόγει μετὰ τοῦ πλησιάζοντος Μοναχοῦ, μήτε τῷ νῷ μετεωρίζου εἰς ματαιότητας· ἀλλὰ τῇ μὲν γλώσσῃ τῇ ψαλμῳδίᾳ μόνῃ· τὴν δὲ διάνοιαν ἀσφαλίζου τῇ προσευχῇ· ἀπολύσεως γεγενημένης, ἀπέρχου πρὸς τὸν σὸν οἶκον, καὶ τοῦ τυπωθέντος σοι κανόνος ἐξάρχου· εἰς τὴν τράσεζαν ἀπιών, μὴ περισκόπει τὰς μερίδας τῶν ἀδελφῶν, μηδὲ μέριζε τὴν ψυχήν σου ὑπονοίαις οὐ καλαῖς· τὰ παρακείμενα δὲ ἐνώπιόν σου βλέπων καὶ ἁπτόμενος, τῷ μὲν στόματι τὴν τροφήν, τῇ ἀκοῇ δὲ τὴν ἀκρόασιν τῶν ἀναγινωσκομένων, τῇ δὲ ψυχῇ τὴν προσευχὴν δίδου· ἵνα σώματι καὶ πνεύματι τρεφόμενος, ὁλοκλήρως ἐξυμνῇς τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· ἐκεῖθεν ἀναστάς, μετὰ σεμνότητος καὶ σιγῆς εἰσέρχου εἰς τὸ κελλίον σου, καὶ ὡς φιλεργὸς μέλισσα φιλοπόνει τὰς ἀρετάς· ὅταν ἀνύῃς διακονίαν μετὰ τῶν ἀδελφῶν, αἱ χεῖρες ἐργαζέσθωσαν, σιωπάτω τὰ χείλη, καὶ ὁ νοῦς μνημονευέτω Θεοῦ· καὶ εἴποτέ τις κινηθείη ἀργολογεῖν, εἰς διακοπὴν τῆς ἀταξίας, ἐγειρόμενος ποίει μετάνοιαν· λογισμοὺς ἀποτρέπου, καὶ μὴ παραχώρει τούτους διατρέχειν τὴν καρδίαν καὶ ἐγχρονίζειν· ὁ χρονισμὸς γὰρ τῶν ἐμπαθῶν λογισμῶν, τὰ μὲν πάθη ζωογονεῖ, τὸν δὲ νοῦν θανατεῖ· ἀλλὰ προσβάλλοντας αὐτοὺς αὐτίκα ἐκ πρωτονοίας ἐπείγσυ τῷ βέλει τῆς προσευχῆς ἀναιρεῖν· εἰ δὲ ἐπιμένοιεν κρούοντες, καὶ συγχέοντες τὴν διάνοιαν, καὶ ποτὲ μὲν ὑποχωροῦντες, ποτὲ δὲ ἐπερχόμενοι, ἴσθι ὅτι ἐκ προλαβόντος θελήματος εἰσὶν ὠχυρωμένοι· διὰ τοῦτο δίκαια ἔχοντες εἰς τὴν ψυχὴν διὰ τὴν ἧτταν τῆς προαιρέσεως ταράττουσι καὶ ἐνοχλοῦσι· δεῖ οὖν αὐτοὺς στηλιτεύειν διὰ τῆς ἐξαγορεύσεως· θριαμβευόμενοι γὰρ οἱ πονηροὶ λογισμοί, φυγαδεύονται· ὡς γὰρ φωτὸς φαίνοντος τὸ σχότος ὑποχωρεῖ, οὕτω καὶ τὸ φῶς τῆς ἐξαγορίας ἀφανίζει τοὺς λογισμοὺς τῶν παθῶν, σκότος καὶ αὐτοὺς χρηματίζοντας· ἐπειδὴ ἡ κενοδοξία, καὶ ἡ ἄνεσις, ἃς εἶχον τόπον οἱ λογισμοί, κατεστράφησαν διὰ τῆς κατὰ τὴν ἐξαγόρευσιν αἰσχύνης, καὶ τῆς κατὰ τὸν κανόνα κακοπαθείας· ὅθεν καὶ τὴν διάνοιαν εὑρίσκοντες ἐλευθέραν ἤδη τῶν παθῶν γεγενημένην τῇ συνεχεῖ καὶ εὐκατανύκτῳ προσευχῇ, μετ᾽ αἰσχύνης δραπετεύουσιν· ὅτε γὰρ πειρᾶται ὁ ἀγωνιστὴς τέμνειν τῇ προσευχῇ τοὺς ταράττοντας αὐτὸν λογισμούς, τέμνει μὲν πρὸς βραχύ, καὶ εἴργει τὴν πολύνοιαν αὐτῶν, ὡς παλαίων καὶ ἁμιλλώμενος, οὐ λυτροῦται δὲ εἰς ἅπαν· ἐπειδὴ τὰς αἰτίας τῶν ἐνοχλούντων λογισμῶν στέργει· τὴν ἀνάπαυσιν τῆς σαρκός, καὶ τὴν κοσμικὴν φιλοτιμίαν, δι᾽ ἃς καὶ πρὸς ἐξαγόρευσιν, ὁρμὴν οὐ ποιεῖται· ὅθεν καὶ εἰρήνην οὐκ ἄγει, διότι τὰ τῶν πολεμίων κατέχει δίκαια· τίς δὲ κατέχων ἀλλότρια σκεύη, οὐκ ἀπαιτεῖται ταῦτα παρὰ τῶν ἐχόντων;
τίς δὲ ἀπαιτούμενος, καὶ μὴ ἀπολύων ἃ κατέχει κακῶς, λυτροῦται ἀπὸ τῶν ἀντιδίκων αὐτοῦ; ὅτε δὲ ὁ ἀγωνιζόμενος τῇ τοῦ Θεοῦ μνήμῃ δυνηθεὶς τὴν ἐξουδένωσιν ἀγαπήσει καὶ τὴν κάκωσιν τῆς σαρκός, καὶ τὴν ἐξαγόρευσιν τῶν λογισμῶν ἀνεπαισχύντως ποιήσει, αὐτίκα οἱ μὲν πολέμιοι ἀναχωροῦσιν, ἡ δὲ διάνοια ἐλευθέρα τυγχάνουσα, τὴν συνέχειαν τῆς προσευχῆς, καὶ τὴν τῶν θείων μελέτην ἀδιάκοπον ἔχει· πᾶσαν ὑπόνοιαν κινουμένην ἐν τῇ καρδίᾳ κατά τινος, παραιτοῦ παντελῶς, ὡς καταλύουσαν ἀγάπην καὶ εἰρήνην· πᾶσαν δὲ συμφορὰν ἔξωθεν ἐπερχομένην, γενναίως καταδέχου, ὡς τὴν σωτήριον ὑπομονήν προξενοῦσαν· ὑπομονὴν τὴν μονὴν καὶ ἀνάπαυσιν χαριζομένην ἐν τοῖς οὐρανοῖς· οὕτω τὰς ἡμέρας ἀνύων, ἐν μὲν τῇ παρούσῃ ζωῇ μετ᾽ εὐθυμίας βιώσεις, ταῖς μακαρίαις ἐλπίσιν εὐφραινόμενος· ἐν δὲ τῇ ἐξόδῳ μετὰ παρρησίας μεταστήσῃ τῶν ὧδε, καὶ εἰς τοὺς τόπους τῆς ἀναπαύσεως, οὓς ἡτοιμάσατό σοι Κύριος ἀπελεύσῃ, μισθοὺς τῶν ἐνταῦθα πόνων ἀντιδιδούς σοι, συμβασιλεύειν αὐτῷ· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.