Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Theoleptos of Philadelphia, 14. Τοῦ αὐτοῦ κεφάλαια ἐννέα.
ΤΟΥ ΑΥΤΟΥ
ΘΕΟΛΗΠΤΟΥ
ΦΙΛΑΔΕΛΦΕΙΑΣ
Νοῦς φεύγων τὰ ἔξω, καὶ συναγόμενος ἐπὶ τὰ ἔνδον, πρὸς ἑαυτὸν ἐπαναγάγεται· εἴτουν τῷ φυσικῶς κατὰ διάνοιαν ἑαυτοῦ λόγῳ συγγίνεται, καὶ διὰ τοῦ συνόντος αὐτῷ οὐσιωδῶς λόγου, συνάπτεται τῇ εὐχῇ, καὶ διὰ τῆς εὐχῆς, εἰς γνῶσιν τοῦ Θεοῦ ἀναβαίνει μεθ᾽ ὅλης τῆς ἀγαπητικῆς δυνάμεώς τε καὶ διαθέσεως· τότε σαρκὸς μὲν ἐπιθυμία οἴχεται, πᾶσα δὲ ἡ καθήδονος ἀργεῖ αἴσθησις, καὶ τὰ ὡραῖα τῆς γῆς, ἀηδῆ καταφαίνεται· ὀπίσω γὰρ ἑαυτῆς ἡ ψυχὴ πάντα τὰ τοῦ σώματος, καὶ τὰ περὶ τὸ σῶμα θεμένη, ὀπίσω τῆς ὡραιότητος τοῦ Χριστοῦ γίνεται, αὐτῷ κατακολουθοῦσα μετὰ τῶν ἔργων τῆς σεμνότητος, καὶ τῆς κατὰ διάνοιαν ἁγνείας, καὶ ψάλλουσα· ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτοῦ· Χριστὸν φανταζομένη, καὶ προορῶσα, καὶ λέγουσα· προωρόμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μου ἐστίν. Χριστῷ προσκολλωμένη διὰ τῆς ἀγάπης, καὶ κράζουσα· Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. Χριστῷ διὰ παντὸς ἐνατενίζουσα, καὶ βοῶσα· οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον. Χριστῷ διαλεγομένη διὰ τῆς καθαρᾶς προσευχῆς, καὶ ἡδύνουσα εὐφραινομένη· ἡδυνθείη αὐτῷ ἡ διαλογή μου· ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ· ἀποδεχόμενος γὰρ ὁ Θεὸς τὴν ἐκ τῆς εὐχῆς διαλογήν, καὶ ὡς ἀγαπώμενος, καὶ ὡς ὀνομαζόμενος, καὶ ὡς ἐπιζητούμενος εἰς βοήθειαν, τὴν ἄρρητον τῇ δεομένῃ ψυχῇ χαρὰν χαρίζεται, μνημονεύουσα γὰρ Θεοῦ διὰ τῆς κατὰ τὴν προσευχὴν διαλογῆς, κατευφραίνεται ὑπὸ Κυρίου· ἐμνήσθην γάρ φησι τοῦ Θεοῦ, καὶ εὐφράνθην.
Φεῦγε τὰς αἰσθήσεις, καὶ ἤργησας τὴν τῶν αἰσθητῶν ἡδονήν· φεῦγε καὶ τὰς κατὰ διάνοιαν φαντασίας τῶν ἡδέων, καὶ ἤργησας τὴν ἡδυπάθειαν τῶν λογισμῶν· ἀφάνταστος δὲ μένων ὁ νοῦς, ὡς μὴ καταδεχόμενος, μήτε ὑπὸ τῶν καθ᾽ ἡδονὴν τρόπων μήτε ὑπὸ τῶν κατ᾽ ἐπιθυμίαν λογισμῶν τυποῦσθαί τε καὶ σφραγίζεσθαι, ἐν ἁπλότητι εὑρίσκεται· καὶ ὑπεράνω πάντων τῶν αἰσθητῶν καὶ τῶν νοητῶν γενόμενος, εἰς Θεὸν τὴν ἔννοιαν ἀναβιβάζει· μηδὲν ἕτερον, ὅτι μὴ τὸ ὄνομα Κυρίου διὰ τῆς συνεχοῦς μνήμης βαθέως ὑποφωνῶν, ὡς βρέφος τὸν πατέρα αὐτοῦ· καλέσω γάρ φησι τῷ ὀνόματί μου, Κύριον ἐναντίον σου· καὶ ὥς περ ὁ Ἀδὰμ χειρὶ Θεοῦ πλασθεὶς ἀπὸ χοὸς γέγονεν εἰς ψυχὴν ζῶσαν ἐν φυσήματι θείῳ· οὕτω καὶ ὁ νοῦς ταῖς ἀρεταῖς διαπλασθείς, πυκνῇ ἐπικλήσει Κύριον ἐκ καθαρᾶς διανοίας, καὶ θερμῆς διαθέσεως ὑπαδομένη, τὴν θείαν ἀλλοίωσιν ἀλλοιοῦται ζωογονούμενος καὶ θεοποιούμενος ἐκ τοῦ γνώσκειν καὶ ἀγαπᾶν τὸν Θεόν.
Ἐὰν ἐκστῇς τῆς τῶν γηίνων ἐπιθυμίας τῇ συνεχεῖ καὶ εἰλικρινεῖ προσευχῇ, καὶ ἀντὶ ὕπνου καταπαύσης ἀπὸ πάσης ἐννοίας τῆς μετὰ Θεόν, καὶ στηριχθῇς ὁλικῶς εἰς μόνην τὴν τοῦ Θεοῦ μνήμην, ἀνοικοδομηθήσεται ἐν σοὶ καθάπερ ἄλλη βοηθὸς ἡ τοῦ Θεοῦ ἀγάπη· ἡ γὰρ ἐκ προσευχῆς κατὰ διάθεσιν βοή, τὴν θείαν ἀγάπην ἀναδίδωσι· καὶ ἡ θεία ἀγάπη διϋπνίζει τὸν νοῦν, πρὸς φανέρωσιν τῶν ἀποκρύφων· τότε ὁ νοῦς τῇ ἀγάπῃ συναρμοσθείς, τὴν σοφίαν καρποῦται· καὶ διὰ τῆς σοφίας τὰ ἀπόρρητα καταγγέλλει· ὁ γὰρ Θεὸς λόγος διὰ τῆς κατὰ τὴν προσευχὴν βοῆς κατὰ διάθεσιν, ὀνομαζόμενος, λαμβάνει τὴν τοῦ νοῦ νόησιν, καθάπερ πλευρὰν τὴν γνῶσιν χαρίζεται· καὶ ἀντ᾽ αὐτῆς ἀναπληρῶν τὴν ἀγαθὴν διάθεσιν, δωρεῖται τὴν ἀρετήν· οἰκοδομεῖ τὴν φωτοποιὸν ἀγάπην· καὶ ἄγει παρὰ τὸν ἐξεστηκότα νοῦν καὶ ὑπνοῦντα καὶ ἀναπαυόμενον ἀπὸ πάσης γηίνης ἐπιθυμίας· ἡ δὲ ἀγάπη, ἄλλη βοηθὸς εὑρίσκεται τοῦ καταπαύσαντος νοῦ, ἀπὸ τῆς ἀλόγου τῶν αἰσθητῶν προσπαθείας· ὅθεν καὶ διϋπνίζει τὸν νοῦν ὡς καθαρὸν εἰς τὰ τῆς σοφίας ῥήματα· τότε πρὸς αὐτὴν ὁρῶν ὁ νοῦς, καὶ καθηδυνόμενος, τὰς κρυπτὰς τῶν ἀρετῶν διαθέσεις, καὶ τὰς ἁθγάτφο ἐνεργείας τῆς γνώσεως, τοῖς ἄλλοις δημοσιεύει, διὰ τῆς τῶν λόγων ἐκτάσεως.
Ἔκστηθι πάντων τῶν κατ᾽ αἴσθησιν· καὶ κατάλιπε τὸν τῆς σαρκὸς νόμον· καὶ ὁ πνευματικὸς νόμος γραφήσεται τῇ σῇ διανοίᾳ· ὡς γὰρ ὁ πνεύματι περιπατῶν, ἐπιθυμίαν σαρκὸς οὐ τελεῖ κατὰ τὸν Ἀπόστολον, οὕτω καὶ ὁ ἐξιστάμενος αἰσθήσεων καὶ αἰσθητῶν, σαρκὸς δηλαδὴ καὶ κόσμου, εἰς τὸ πνεῦμα περιπατεῖν, καὶ τὰ τοῦ πνεύματος φρονεῖν ἔρχεται· καὶ τοῦτο διδάχθητι, ἐξ ὧν ὁ Θεὸς εἰς τὸν Ἀδὰμ πρὸ τῆς παρακοῆς κατειργάσατο.
Τὸν περὶ τὴν φυλακὴν τῶν ἐντολῶν διαγωνιζόμενον, καὶ ἐν τῷ Παραδείσῳ τῆς προσευχῆς διακαρτεροῦντα, καὶ τῷ Θεῷ προσεδρεύοντα διὰ τῆς συνεχοῦς μνήμης, ὁ Θεὸς ἐξιστᾷ ἀπὸ τῶν τῆς σαρκὸς φιληδόνων ἐνεργημάτων, καὶ ἀπὸ πάντων τῶν κατ᾽ αἴσθησιν κινημάτων· καὶ ἀπὸ πάντων τῶν κατὰ διάνοιαν χρημάτων, καὶ νεκρὸν τοῖς πάθεσι καὶ τῇ ἁμαρτίᾳ παρασκευάζων, τῆς θείας ζωῆς μέτοχον καθίστησιν· ὡς γὰρ ὑπνώττων, καὶ νεκρὸς παρεικάζεται, καὶ ζῶν ὑπάρχει, τὸ μέν, τῇ ἐνεργείᾳ τοῦ σώματος, τὸ δέ, τῇ συνεργείᾳ τῆς ψυχῆς· οὕτω καὶ ὁ πνεύματι παραμένων· σαρκὶ μὲν καὶ κόσμῳ νεκροῦται· ζῇ δὲ τῷ τοῦ πνεύματος φρονήματι.
Εἰ γινώσκεις ἃ ψάλλεις, λαμβάνεις ἐπίγνωσιν· ἐκ τῆς ἐπιγνώσεως, κτᾶσαι σύνεσιν· ἐκ τῆς συνέσεως ἡ πρᾶξις τῶν ἐγνωσμένων βλαστάνει· ἐκ τῆς πράξεως, τὴν καθ᾽ ἕξιν γνῶσιν καρποῦσαι· ἡ δὲ ἐν πείρᾳ γνῶσις, τὴν ἀληθῆ θεωρίαν ἀναδίδωσιν· ἐκ ταύτης ἡ σοφία ἀνατέλλει διὰ τῶν φωτοβόλων λόγων τῆς χάριτος· τὸν ἀέρα τῆς διανοίας πληροῦσα, καὶ τοῖς ἔξω διασαφοῦσα τὰ κεκρυμμένα.
Πρῶτον ὁ νοῦς ζητεῖ καὶ εὑρίσκει· εἶτα ἑνοῦται τῷ εὑρεθέντι· καὶ τὴν μὲν ζήτησιν, ποιεῖται διὰ τοῦ λόγου· τὴν δὲ ἕνωσιν διὰ τῆς ἀγάπης· καὶ ἡ μὲν διὰ τοῦ λόγου ζήτησις, γίνεται διὰ τὴν ἀλήθειαν· ἡ δὲ τῆς ἀγάπης ἕνωσις, διὰ τὸ ἀγαθόν.
Ὁ τὴν ῥοώδη τῶν παρόντων φύσιν ὑπερβαίνων, καὶ τὴν ἐπιθυμίαν τῶν παρερχομένων παρατρέχων, οὐ βλέπει ἐπὶ τὰ κάτω· οὐκ ἐπιποθεῖ τὰ ὡραῖα τῆς γῆς· ἀλλὰ τὰς ἄνω ὁράσεις ἀνοιγομένας ἔχει, καὶ τὰ ἐν οὐρανοῖς κατοπτεύει κάλλη, καὶ τὴν τῶν ἀκηράτων κατασκοπεύει μακαριότητα· ὡς γὰρ τῷ ἐπιχάσκοντι ταῖς ὕλαις τῆς γῆς, καὶ πρὸς τὰς ἡδονὰς τῆς σαρκὸς ἐγκύπτοντι, κεκλεισμένοι εἰσιν οἱ οὐρανοί· ὡς τοὺς νοεροὺς ὀφθαλμοὺς ἐσκοτισμένους ἔχοντι· οὕτως ὁ περιφρονῶν τὰ κάτω, καὶ ἀποστρεφόμενος, μετάρσιον ἔχει τὸν νοῦν, καὶ τὴν τῶν ἀϊδίων ὁρᾷ δόξαν· καὶ τὴν ἀποκειμένην τοῖς ἁγίοις κατανοεῖ λαμπρότητα· οὗτος καὶ τὴν τοῦ Θεοῦ ἀγάπην, ἄνωθεν κατιοῦσαν, ἐπ᾽ αὐτὸν δέχεται· καὶ νοὸς τοῦ Ἁγίου Πνεύματος γίνεται· καὶ τὰ θεῖα θελήματα ἐπιποθεῖ· καὶ πνεύματι Θεοῦ ἄγεται· καὶ υἱοθεσίας καταξιοῦται, καὶ τὸν Θεὸν ἔχει εὐδοκοῦντα καὶ ἀρεσκόμενον αὐτῷ· ὅσοι γὰρ Θεοῦ πνεύματι ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.
Χάριν ἀσθενείας μὴ ἐάσῃς τὴν εὐχὴν μίαν καὶ μόνην ἡμέραν ἕως ἐμπνέῃς, ἀκούων τοῦ λέγοντος· ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι· τοῦτο γὰρ ποιῶν, μειζόνως ὠφεληθήσῃ, καὶ αὕτη ἐν συντόμῳ σε ἀναστήσει, συνεργούσης τῆς χάριτος· ὅπου γὰρ παράκλησις πνεύματος, ἀσθένεια ἢ ἀκηδία οὐκ ἐπιμένει.