Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Nikephoros the Monk, 15. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΝΙΚΗΦΟΡΟΥ
ΜΟΝΑΖΟΝΤΟΣ

Νικηφόρος ὁ Ὁσιώτατος Πατὴρ ἡμῶν, ὁ ἐν μὲν τῷ ἁγιωνύμῳ ὄρει τοῦ Ἀθω τὸν τῶν ἀσκητικῶν ἀγώνων ἀνύσας δίαυλον, μικρῷ δὲ πρὸ τοῦ τεσσαρακοστοῦ τριακοσιοστοῦ καὶ χιλιοστοῦ ἔτους ἀκμάσας, καθηγητὴς καὶ μυσταγωγὸς τῶν ὑψηλῶν τῆς ἀσκητικῆς φιλοσοφίας μαθημάτων ἐγένετο Γρηγορίου τοῦ Θεσσαλονίκης, καθάπερ αὐτός που περὶ αὐτοῦ μαρτυρεῖ· διὰ τῆς ἀπεριμερίμνου δὲ ἡσυχίας ἑαυτῷ νόμῳ σχολάζων, καὶ δι᾽ ἑαυτοῦ ἤδη ἡνωμένου, τῷ ὑπερκοσμίῳ καὶ ἀκροτάτῳ τῶν ἐφετῶν ἑνωθεὶς ἀπορρήτως, μακαρίως ἐντεῦθεν τὸν ἐνυπόστατον ἐν καρδίᾳ τῆς χάριτος ἔπαθε φωτισμόν. Τοῦ τοίνυν τῆς θεώσεως ἀμιμήτου μιμήματος, καὶ θεοποιοῦ δώρου αὐτός τε πρῶτον ἐκεῖθεν πλουσίως ἀναπλησθείς, τούτου καὶ ἡμῖν ὁ Μακάριος, διὰ τοῦ παρόντος αὐτοῦ Πονηματίου, εἴγε βουλοίμεθα, τῶν ἴσων ἐκείνῳ ἀξιωθῆναι γερῶν, πατρικῶς καὶ ἀφθόνως μετέδωκεν· ἐν ᾧ τὰς ἐν ταῖς τῶν Ἁγίων Πατέρων βιογραφίαις περὶ νήψεως, προσοχῆς τε καὶ προσευχῆς, ὁπηδήποτε, διαγορευούσας χρήσεις συνερανισάμενος, προσθεὶς δ᾽ οἴκοθεν καὶ τὴν ὡς οὐκ ἄν τις ᾠήθη καλλίῳ, φυσικὴν καὶ ἐπιστημονικὴν ἀληθῶς μέθοδον τῆς δι᾽ εἰσπνοῆς ῥινὸς ἔνδον καρδίας ἐπισυναγωγῆς τοῦ νοός, καὶ τῆς κατ᾽ αὐτὴν τοῦ Κυρίου Ἰησοῦ ἐπικλήσεως, στάθμην οἷον ἀκριβεστάτην ἱερᾶς νήψεως, καὶ κλίμακα καθαρᾶς καὶ ἀρεμβάστου προσευχῆς, καὶ τῶν ἐξ αὐτῆς πηγαζομένων ἀγαθῶν, τοῖς σωθῆναι ἐθέλουσιν ὑπεστήριξε, πρῶτος αὐτός, οἷά τις νέος Βεσελεήλ, κατασκευάσας τῇ ἀρχιτεκτονίᾳ τοῦ πνεύματος.

Ἀναβαίνετε λοιπόν, ἀναβαίνετε, ὅσοι ἐν ὑμῖν αὐτοῖς κατοικῆσαι τὸν Χριστὸν δι᾽ ἐφέσεως ἔχετε, καὶ εἰς τὴν τοῦ Ἁγίου Πνεύματος εἰκόνα μεταμορφωθῆναι ἀπὸ δόξης εἰς δόξαν ἐθέλετε, καὶ ἑπομόνως θεωρηθῆναι, καὶ τῆς σωζομένων φαεινῆς κληρουχίας ἀξιωθῆναι.

· Contents ·