Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Nikephoros the Monk, Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικηφόρου Μοναχοῦ, λόγος περὶ νήψεως καὶ…
ΝΙΚΗΦΟΡΟΥ
ΜΟΝΑΖΟΝΤΟΣ
ΛΟΓΟΣ
ΠΕΡΙ ΝΗΨΕΩΣ ΚΑΙ ΦΥΛΑΚΗΣ ΚΑΡΔΙΑΣ, ΜΕΣΤΟΣ ΟΥ ΤΗΣ
ΤΥΧΟΥΣΗΣ ΩΦΕΛΕΙΑΣ.
Ὅσα τῆς μεγαλοπρεποῦς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, θεϊκῆς φωτοφανείας τυχεῖν ἐρωτικῶς ἔχετε· ὅσοι τὸ ὑπερουράνιον πῦρ καρδιακῶς ἐν αἰσθήσει ὑποδέξασθαι βούλεσθε· ὅσοι τῆς πρὸς Θεὸν καταλλαγῆς πείρᾳ καὶ αἰσθήσει τυχεῖν σπεύδετε· ὅσοι τὸν θησαυρὸν τὸν ἐν τῷ ἀγρῷ τῶν καρδιῶν ὑμῶν κεκρυμμένον, πρὸς τὸ εὐρεῖν καὶ κτήσασθαι τὰ τοῦ κόσμου ἅπαντα ἀπεκτήσασθε· ὅσοι ταῖς λαμπᾶσι ταῖς ψυχικαῖς φαιδρῶς ἀναφθῆναι ἀπὸ τοῦ παρόντος βούλεσθε, καὶ τὰ παρόντα ἅπαντα ἀπετάξασθε· ὅσοι ἐν γνώσει, καὶ πείρᾳ τὴν τῶν οὐρανῶν βασιλείαν, ἔνδοθεν ὑμῶν οὖσαν, γνῶναι καὶ λαβεῖν θέλετε, δεῦτε καὶ διηγήσωμαι ὑμῖν αἰωνίου, μᾶλλον δὲ οὐρανίου βιωτῆς ἐπιστήμην, ἢ μᾶλλον μέθοδον, ἀκόπως εἰς τὸν τῆς ἀπαθείας λιμένα καὶ ἀνιδρωτὶ τὸν ταύτης ἐργάτην εἰσάγουσαν, μηδεμίαν πλάνην ἢ πτόησιν ἐκ δαιμόνων δειματουμένην· μόνον δὲ τοτε πτοουμένην, ὅτε ἔξωθεν τῆς ζωῆς, ἣν ὑμῖν ὑφηγοῦμαι, πόρρω που ἐκ παρακοῆς διατρίβομεν· καθάπερ πάλαι καὶ ὁ Ἀδὰμ τῆς ἐντολῆς τοῦ Θεοῦ κατολιγωρήσας, τῷ ὄφει δὲ φιλιάσας καὶ πιστὸν ἡγησάμενος, καὶ τοῦ καρποῦ τῆς ἀπάτης ὑπ᾽ αὐτοῦ κατακόρως πλησθείς, εἰς πυθμένα θανάτου, σκότους τε ἅμα καὶ διαφθορᾶς ἐλεεινῶς ἑαυτόν, καὶ τοὺς μετ᾽ αὐτὸν πάντας κατέβαλεν· οὐκοῦν ἐπανάγεσθε· μᾶλλον δὲ τἀληθέστερον εἰπεῖν, ἐπανέλθωμεν πρὸς ἑαυτούς, ἀδελφοί, τὴν τοῦ ὄφεως συμβουλήν, καὶ τὴν πρὸς τὰ χαμαὶ συρόμενα περιφορὰν εἰσάπαν ἀποστυγούμενοι· οὐ γάρ ἐστι τὴν πρὸς Θεὸν καταλλαγὴν καὶ οἰκείωσιν ἄλλως ἡμᾶς εὐτυχεῖν εἰμὴ πρότερον πρὸς ἑαυτούς, ὅσον τὸ ἐφ᾽ ἡμῖν, ἐπανέλθωμεν, ἢ μᾶλλον εἰσέλθωμεν· τὸ γὰρ παράδοξον, ἀπὸ τῆς τοῦ κόσμου περιφορᾶς, καὶ τῆς ματαίας μερίμνης ἑαυτοὺς ἀποσχίζοντες, πρὸς δὲ τὴν ἐντὸς ἡμῶν οὖσαν βασιλείαν τῶν Οὐρανῶν, ἀσυγχωρήτως κατέχοντες· διὰ τοῦτο γὰρ τέχνη τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν ἡ μοναδικὴ πολιτεία ὠνόμασται, ἐπειδὴ οὐχ ὁμοίως τῶν φθειρομένων τουτωνὶ πραγμάτων, ἐστὶν ἡμῖν πρόξενος ἡ Ὁσία αὕτη, ἵνα καὶ πρὸς αὐτὰ τὸν νοῦν ἡμῶν ἀπὸ τῶν κρειττόνων μετοχετεύσαντες, καταχωννύωμεν· ἀλλὰ ξένα τινά, καὶ ἀπόρρητα ἀγαθὰ ἡμῖν ἐπαγγέλλεται· ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· κἀντεῦθεν, οὐδὲ ἡ πάλη ἡμῖν ἐστι πρὸς αἶμα καὶ σάρκα· ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· εἰ οὖν σκότος ὁ παρὼν αἰών, φευξώμεθα ἀπ᾽ αὐτοῦ· φευξώμεθα δὲ τῷ νοήματι, μηδὲν κοινὸν ἡμῖν, καὶ τῷ ἐχθρῷ τοῦ Θεοῦ· ὁ γὰρ βουληθεὶς φιλιάσαι αὐτῷ, ἐχθρός τοῦ Θεοῦ καθίσταται, τῷ δὲ ἐχθρῷ γεγονότι Θεοῦ, τίς βοηθῆσαι δύναται; διὰ τοῦτο μιμησώμεθα τοὺς πατέρας ἡμῶν· καὶ τὸν ἐντὸς τῶν καρδιῶν ἡμῶν· θησαυρόν, ὡς κἀκεῖνοι ζητήσωμεν· καὶ τοῦτον εὑρόντες, κρατῶμεν κραταιῶς ἄγαν, ἐργαζόμενοι ὁμοῦ καὶ φυλάσσοντες· εἰς τοῦτο γὰρ ἐξ ἀρχῆς ἐτάχθημεν· εἰ δέ τις Νικόδημος ἄλλος ὀφθείη φιλονεικῶν ἐν τούτοις καὶ λέγων· πῶς δύναταί τις, ἐν τῇ καρδίᾳ εἰσελευσόμενος, ἐκεῖ ἐργάζεσθαι, ἢ διατρίβειν;
ὥσπερ ἐκεῖνος τῷ σωτῆρι ἀντέφησε, πῶς δύναταί τις εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν, καὶ γεννηθῆναι γέρων ὤν; ἀκούσεται καὶ αὐτός· ὅτι τὸ πνεῦμα, ὅπου θέλει πνεῖ· καὶ εἰς τὰ τῆς πρακτικῆς ἔργα, οὕτως ἀμφιβάλλομεν ἀπιστοῦντες, πῶς τὰ τῆς θεωρίας ἡμῖν ἐπελεύσεται; θεωρίας γὰρ ἐπίβασις πρακτική· ἐπεὶ δὲ γραφικῶν ἀποδείξεων ἄνευ, πληροφορηθῆναι τῷ οὕτως διαπιστοῦντι ἀδύνατον, φέρε τοὺς τῶν Ἁγίων βίους καὶ τὰ ἐγγράφως ὑπ᾽ αὐτῶν ἐκτεθέντα, εἰς πολλῶν ὠφέλειαν ἐν τούτῳ τῷ λόγῳ ἐντάξωμεν· ἵνα ἐκ τούτου πληροφορούμενος πᾶσαν ἀμφιβολίαν ἀπώσηται· ἄνωθεν δὲ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἡμῶν τοῦ Μεγάλου τὸν λόγον ἀρξάμενοι, ἐπὶ τοὺς καθεξῆς, ὅσον ἐστὶν ἐμοὶ δυνατόν, τοὺς λόγους, καὶ τὰς πράξεις τούτων μερικῶς συλλέξαντες, πρὸς πίστωσιν παραθώμεθα.
Ἐκ τοῦ βίου τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀντωνίου.
Εἰσήρχοντό ποτε πρὸς τὸν Ἀββᾶν Ἀντώνιον δύο ἀδελφοί· καὶ λείψαντος αὐτοῖς ἐν τῇ ὁδῷ τοῦ ὕδατος, ὁ μὲν εἷς ἀπέθανε, ὁ δὲ ἕτερος ἔμελλε· μηκέτι γοῦν ἰσχύων ὁδεύειν, ἔκειτο καὶ αὐτὸς ἐπὶ τῆς γῆς τεθνήξεσθαι προσδοκῶν· ὁ δὲ Ἀντώνιος, καθήμενος ἐν τῷ ὄρει, φωνήσας δύο Μοναχούς, συνέβη γὰρ ἐκεῖ τούτους εἶναι, ἤπειγε λέγων· λάβετε κεράμιον ὕδατος, καὶ δράμετε τὴν ἐπ᾽ Αἴγυπτον ὁδόν· δύο γὰρ ἐρχομένων, ὁ μὲν εἷς ἄρτι τετελεύτηκεν· ὁ δὲ ἕτερος μέλλει, ἐὰν μὴ σπεύσητε· τοῦτο γὰρ εὐχομένῳ μοι πεφανέρωται. Ἐλθόντες τοίνυν οἱ Μοναχοί, εὗρον τὸν μὲν κείμενον νεκρόν, καὶ ἔθαψαν· τὸν δὲ ἕτερον ἀνεκτήσαντο τῷ ὕδατι, καὶ ἀπήγαγον πρὸς τὸν Γέροντα, ἦν γὰρ τὸ διάστημα ἡμέρας ὁδός· ἐὰν δὲ ζητήσῃ τίς, διατὶ μὴ πρὸ τοῦ τελευτῆσαι τόν ἄλλον οὐκ εἴρηκεν; οὐκ ὀρθῶς τοῦτο ζητεῖ λέγων· οὐ γὰρ ἦν Ἀντωνίου τὸ τοῦ θανάτου κρίμα, ἀλλὰ τοῦ Θεοῦ, τοῦ καὶ περὶ ἐκείνου κρίναντος, καὶ περὶ τούτου ἀποκαλύψαντος· μόνου δὲ Ἀντωνίου τοῦτο θαῦμα ἦν, ὅτι, ἐν τῷ ὄρει καθήμενος, εἶχε τὴν καρδίαν νήφουσαν, τὸν δὲ Κύριον δεικνύοντα αὐτὸν τὰ μακράν. Ὁρᾷς ὅτι διὰ τὸ νήφειν τῇ καρδίᾳ, ὁ Ἀντώνιος θεόπτης καὶ προβλέπων ἐγένετο; καὶ γὰρ ἐν τῇ καρδίᾳ ἐμφανίζεται ὁ Θεὸς τῷ νοὶ κατ᾽ ἀρχὰς μὲν ὥς φησιν Ἰωάννης ὁ τῆς Κλίμακος, ὡς πῦρ καθαίρων τὸν ἐραστήν· ἔπειτα δὲ καὶ ὡς φῶς λαμπρύνων τὸν νοῦν καὶ θεοειδῆ ἐργαζόμενος· ἐπὶ δὲ τοὺς καθεξῆς ὁ λόγος χωρείτω.
Ἀπὸ τοῦ βίου τοῦ Ἁγίου Θεοδοσίου τοῦ Κοινοβιάρχου.
Οὕτω γὰρ ὁ θεῖος Θεοδόσιος, τῷ γλυκεῖ τῆς ἀγάπης βέλει ἐβέβλητο, καὶ οὕτως αὐτοῖς τοῖς δεσμοῖς συνείχετο, ὥς τε τὸ ὑψηλὸν τοῦτο καὶ θεῖον παράγγελμα, τὸ «ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου», ἔργοις ὑπ᾽ αὐτοῦ πληροῦσθαι, ὅπερ οὐκ ἂν ἄλλως γένοιτο, ἢ τῶν φυσικῶν τῆς ψυχῆς δυνάμεων, πρὸς οὐδὲν ἄλλο τῶν παρόντων, ὅτι μὴ πρὸς μόνον τὸν δημιουργοῦ πόθον συντεινομένων· ταύτας οὖν τὰς νοεράς, φημι, τῆς ψυχῆς ἐνεργείας, ταύτῃ τοι καὶ παρακαλῶν, πολλοῖς φοβερὸς ἦν, καὶ ἐπιτιμῶν, ποθεινὸς καὶ ἡδὺς ἐν ἅπασι· τίς οὕτω καὶ τοῖς πολλοῖς ὁμιλῶν ὠφελιμώτατος; καὶ τὰς αἰσθήσεις συνάγειν καὶ εἴσω παρασκευάζειν νεύειν ἱκανώτατος; ὡς ἐν πλείονι γαλήνῃ τοὺς τῶν ἐν μέσῳ θορύβων ἢ τοὺς ἐν ἐρήμῳ διατελεῖν· καὶ ἅμα τὸν αὐτὸν μετὰ πλήθους τε εἶναι καὶ ἰδιάζειν; ἰδοὺ καὶ ὁ Μέγας οὗτος Θεοδόσιος διὰ τὸ τὰς αἰσθήσεις συνάγειν καὶ εἴσω εἰσάγειν, γέγονε τῆς τοῦ κτίστου τετρωμένος ἀγάπης.
Ἀπὸ τοῦ βίου τοῦ Ἁγίου Ἀρσενίου.
Καὶ τοῦτο δὲ τῷ θαυμαστῷ πεφύλακτο Ἀρσενίῳ, τὸ μήτε ζητήματα γραφικὰ προτείνειν, μήτε μὴν ἐπιστέλλειν· οὐχ ὡς ἀδυνάτως, ἔχοντι, πῶς γάρ; ᾧ τινι τὸ εὖ λέγειν οὕτω ῥάδιον, ὡς τὸ ἁπλῶς λέγειν ἑτέροις; ἀλλ᾽ ὁ πρὸς τὸ σιωπᾶν ἐθισμός, καὶ τὸ πρὸς ἐπίδειξιν ἐπαχθές, ταῦτα τῶν εἰρημένων αἴτια διὰ τοῦτο γοῦν κἂν ταῖς Ἐκκλησίαις, κἂν ταῖς συνάξεσι, λίαν ἐσπουδασμένον ἦν αὐτῷ, τὸ μήτε τινὰ ὁρᾶν, μηθ᾽ ὑφ᾽ ἑτέρων αὐτὸν βλέπεσθαι· ἀλλ᾽ ὀπίσω κίονος ἢ ἑτέρου προβλήματος ἵστασθαι, καὶ περικρύβειν ἑαυτόν· καὶ τῆς τῶν ἄλλων ἐπιμιξίας κρύβειν ἀθέατον· ἅτε δὴ προσέχειν ἑαυτῷ βουλόμενον καὶ εἴσω τὸν νοῦν ἀθροΐζειν, καὶ οὕτω ῥᾳδίως πρὸς Θεὸν αἴρεσθαι· πάλιν καὶ ὁ θεῖος οὗτος ἀνήρ, ὁ ἐπίγειος Ἄγγελος, εἴσω ἀθροίζει τὸν νοῦν, ἵνα ἐντεῦθεν εὐκόλως πρὸς Θεὸν αἴρεται.
Ἀπὸ τοῦ βίου τοῦ Ἁγίου Παύλου τοῦ ἐν τῷ Λάτρῳ.
Ὁ μέν τοι θεῖος Παῦλος ὄρεσι, καὶ ἐρημίαις διαπαντὸς διῃτᾶτο, θηρσὶ δὲ ἀγρίοις, οἷα γείτοσι καὶ ὁμοσίτοις χρώμενος, ἔστι δ᾽ ὅτε καὶ πρὸς τὴν Λαύραν κατιών, ἐπισκοπεῖν ἠξίου τοὺς ἀδελφούς· παρήνει τε καὶ ἐδίδασκε μὴ μικροψυχεῖν· μηδὲ τῶν ἐπιπόνων τῆς ἀρετῆς καταραθυμεῖν ἔργων· ἀλλ᾽ ἐν προσεχίᾳ πάσῃ καὶ διακρίσει, τῆς κατὰ τὸ Εὐαγγέλιον ἔχεσθαι πολιτείας· καὶ πρὸς τὰ πνεύματα τῆς πονηρίας εὐψύχως ἀνταγωνίζεσθαι· πρὸς δέ, καὶ μέθοδον αὐτοῖς εἰσηγήσατο· δι᾽ ἧς δυνατοὶ ἔσονται τάς τε προλήψεις ἀπομανθάνειν τὰς ἐμπαθεῖς, καὶ τὰς ἐπισπορὰς τῶν παθῶν ἀποτρέπεσθαι· βαβαί, πῶς ὁ θεῖος οὗτος Πατὴρ μέθοδον τοῖς φοιτηταῖς, ἀγνοοῦσι, διδάσκει; ἵνα διὰ ταύτης ἀποτρέπειν δύνανται τὰς προσβολὰς τῶν παθῶν, οὐκ ἄλλη δὲ ἦν αὕτη, ἢ τοῦ νοὸς τήρησις· ταύτης γάρ ἐστι τουτὶ τὸ κατόρθωμα, καὶ οὐκ ἄλλης, περαιτέρω δὲ ὁ λόγος χωρείτω.
Ἀπὸ τοῦ βίου τοῦ Ἁγίου Σάββα.
Ἡνίκα μέντοι τὸν ἀποταξάμενον ὁ θεῖος Σάββας· τόν τε κανόνα ἴδοι τῆς κατὰ Μοναχοὺς ἀγωγῆς ἀκριβῶς ἐκμαθόντα καὶ νοῦν ἤδη τὸν ἑαυτοῦ τηρεῖν δυνάμενον, καὶ πρὸς τοὺς ἐναντίους τῶν λογισμῶν ἀπομάχεσθαι· πρὸς δέ, καὶ τὴν τῶν κοσμικῶν ὅλως μνήμην τῆς διανοίας ἐξοικισάμενον, τότε δὴ κἂν τῇ Λαύρᾳ παρεῖχε κελλίον, εἰ ἀσθενὲς ἔχοι τὸ σῶμα καὶ ἄρρωστον· εἰ μέντοι τῶν ἐρρωμένων εἴη καὶ εὐσθενῶν, καὶ κελλίου οἰκοδομὴν ἐπέτρεπεν· ὁρᾶς πῶς καὶ ὁ θεσπέσιος Σάββας τὴν τοῦ νοὸς φυλακὴν ἀπήτει τοῖς μαθηταῖς, καὶ οὕτως αὐτοῖς παρέχων κελλίοις συνεχώρει καθίσαι; τί πράξομεν ἡμεῖς οἱ ἀργῶς ἐν κελλίοις καθήμενοι, καὶ οὐδέ, εἰ ἔστι νοὸς τήρησις ἐπιστάμενοι;
Ἀπὸ τοῦ βίου τοῦ Ἀββᾶ Ἀγάθωνος.
Ἀδελφὸς ἠρώτησε τὸν Ἀββᾶν Ἀγάθωνα, λέγων· εἰπέ μοι Ἀββᾶ τί μεῖζον, ὁ σωματικὸς κόπος, ἢ ἡ τῶν ἔνδον φυλακή; καὶ εἶπεν· ἔοικεν ὁ ἄνθρωπος δένδρῳ· ὁ τοίνυν σωματικὸς κόπος, φύλλα ἐστί· ἡ δὲ τῶν ἔνδον φυλακή, ὁ καρπὸς ἐστιν· ἐπεὶ οὖν κατὰ τὸ γεγραμμένον· πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται, καὶ εἰς τὸ πῦρ βάλλεται φανερὸν ὅτι διὰ τοὺς καρποὺς πᾶσα ἡμῶν ἐστὶν ἡ σπουδή, τουτέστιν ἡ τοῦ νοὸς φυλακή· χρεία δὲ ἐστι καὶ τῆς τῶν φύλλων σκέπης καὶ εὐκοσμίας, ἅτινά ἐστιν ὁ σωματικὸς κόπος· θαῦμα πῶς ὁ ἅγιος οὗτος κατὰ πάντων τῶν μὴ ἐχόντων νοὸς τήρησιν ἀπεφήνατο· εἰς μόνην δὲ αὐχοῦντας τὴν πρακτικὴν εἰπών, πᾶν δένδρον μὴ ποιοῦν καρπόν, νοὸς τήρησιν δηλαδή, φύλλα δὲ μόνον ἔχοντα, ἤγουν τὴν πρᾶξιν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλληται· φρικτή σου Πάτερ ἡ ἀπόφασις.
Τοῦ Ἀββᾶ Μάρκου, πρὸς Νικόλαον.
Εἰ οὖν βούλει τέκνον, οἰκεῖον λύχνον φωτὸς νοητοῦ γνώσεως πνευματικῆς ἔνδοθεν κτήσασθαι, ἵνα ἀπροσκόπως σὺν τῇ βαθυτάτῃ νυκτὶ τοῦ αἰῶνος τούτου περιπατεῖν δυνήσῃ, καὶ ὑπὸ τοῦ Κυρίου τὰ διαβήματά σου κατευθυνθῇ, ὅπως τὴν ὁδὸν τοῦ Εὐαγγελίου θελήσῃς σφόδρα, κατὰ τὸ προφητικὸν λόγιον, τουτέστι πίστει διαπύρῳ τῶν τελείων Εὐαγγελικῶν προσταγμάτων τοῦ Κυρίου δι᾽ ἐπιθυμίας καὶ εὐχῆς κοινωνὸς γενέσθαι, ὑποδείκνυμί σοι μέθοδον θαυμαστήν, καὶ ἐπίνοιαν τρόπου πνευματικοῦ, οὐ σωματικοῦ κόπου ἢ ἀγῶνος δεομένην, ἀλλὰ πνευματικοῦ πόνου, καὶ νοός, καὶ προσεχοῦς διανοίας χρήζουσαν, καὶ φόβῳ καὶ ἀγάπῃ Θεοῦ συνεργουμένην· δι᾽ ἧς ἐπινοίας τὴν φάλαγγα τῶν ἐχθρῶν εὐχερῶς τροπώσασθαι δυνήσῃ· εἰ οὖν βούλει κατὰ τῶν παθῶν τὸ νῖκος ἄρασθαι, δι᾽ εὐχῆς, καὶ συνεργείας Θεοῦ ἐν ἑαυτῷ γενόμενος καὶ εἰς τὰ τῆς καρδίας βάθη δύνων, ἀνίχνευσον τοὺς δυνατοὺς τούτους τρεῖς γίγαντας, λήθην λέγω, καὶ ῥαθυμίαν καὶ ἄγνοιαν, τὸ ὑποστήριγμα τῶν νοητῶν ἀλλοφύλων, δι᾽ ὧν τὰ λοιπὰ τῆς κακίας πάθη ὑπονοστούμενα, ἐνεργεῖ, καὶ ζῇ, καὶ ἰσχύει ἐν ταῖς τῶν φιληδόνων ψυχαῖς· καὶ διὰ πολλῆς προσεχίας καὶ νοὸς ἐπιστασίας, μετὰ τῆς ἄνωθεν ῥοπῆς, εὑρὼν τὰ τοῖς πολλοῖς ἀγνοούμενα, οὕτω, δυνήσῃ ἐν πολλῇ προσεχίᾳ καὶ εὐχῇ ῥυσθῆναι τῶν πονηρῶν γιγάντων· γνώσεως γὰρ ἀληθοῦς, καὶ μνήμης λόγου Θεοῦ, καὶ ἀγαθῆς συμφωνίας προθυμίᾳ, διὰ χάριτος ἐνεργοῦς ἐν καρδίᾳ στῆναι σπουδαζομένῃ, καὶ ἐπιμελῶς φυλασσομένῃ· λήθης καὶ ἀγνοίας καὶ ῥαθυμίας ἴχνος ἐν αὐτῇ ἀφανίζεται· ὁρᾶς συμφωνίαν τῶν πνευματικῶν ῥημάτων; ὁρᾶς πῶς σαφῆ ἐκφαίνουσι τὴν τῆς προσευχῆς εἴδησιν; ὅρα λοιπὸν καὶ τοὺς ἔμπροσθεν, οἷα πάλιν ἡμῖν διαλέγονται.
Τοῦ Ἁγίου Ἰωάννου τοῦ τῆς Κλίμακος.
Ἡσυχαστής ἐστιν, ὁ τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περιορίζειν φιλονεικῶν, τὸ παράδοξον· ἡσυχαστής ἐστιν ἐκεῖνος ὁ εἰπών· ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ· κλεῖε μὲν θύραν κέλλης, σώματι· καὶ θύραν γλώττης, φθέγματι· καὶ ἔνδον πύλην, πνεύματι· καθεζόμενος ἐφ᾽ ὕψους τήρει, εἰ ἄρα καὶ ἐπίστασαι, καὶ τότε ὅρα πῶς καὶ πότε, καὶ πόθεν, καὶ πόσοι, καὶ ποῖοι κλέπται εἰσελθεῖν καὶ κλέψαι τοὺς βότρυας ἔρχονται· ἀποκαμὼν ὁ σκοπός, ἀναστάς, προσεύξεται, καὶ πάλιν καθεσθείς, τῆς αὐτῆς ἐργασίας ἀνδρικῶς ἔχεται· ἄλλο φυλακὴ λογισμῶν, καὶ ἕτερον νοὸς τήρησις, καὶ καθ᾽ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν κατὰ τοσοῦτον ἡ δευτέρα τῆς πρώτης ἐστί, καὶ μοχθηροτέρα καθέστηκεν· ὥσπερ ὅπλα βασιλικὰ ἐν τόπῳ τινὶ κείμενα ὁρῶντες κλέπται οὐχ ὡς ἔτυχεν ἐπιβαίνουσιν, οὕτω καὶ ὁ τῇ καρδίᾳ προσευχὴν συνάψας, οὐχ ὡς ἔτυχεν ὑπὸ τῶν νοερῶν ληστῶν κλέπτεται· οἴδας φανεροποιὰ τῆς θαυμαστῆς ἐργασίας τοῦ μεγάλου τούτου Πατρός; ἀλλ᾽ ἡμεῖς γε ὡς ἐν σκότει διαπορευόμενοι καὶ ἐπάνω τῶν ψυχωφελῶν τοῦ πνεύματος λογίων ὡς ἐν νυκτομαχίᾳ περιπατοῦντες, καὶ ἐθολοκωφοῦντες, ταῦτα παρερχόμεθα· ἀλλ᾽ ὅρα λοιπὸν καὶ τοῖς ἔμπροσθεν ὅσα τὰ πρὸς τὴν νῆψιν ὁδηγοῦντα οἱ πατέρες ἡμῖν ὑπογράφουσιν.
Τοῦ Ἀββᾶ Ἡσαΐα.
Ὅταν τίς χωρίσῃ ἑαυτὸν ἀπὸ τοῦ ἀριστεροῦ, καὶ γνῶ ἀκριβῶς πάντα τὰ ἁμαρτήματα ἃ ἐποίησεν εἰς Θεόν, (ἐπειδὴ οὐ βλέπει τὰς ἁμαρτίας, ἐὰν μὴ χωρισθῇ ἀπ᾽ αὐτῶν χωρισμῷ πικρίας)· οἱ φθάσαντες τοῦτο τὸ μέτρον, αὐτοὶ εὖρον τὸν κλαυθμὸν καὶ τὴν δέησιν, καὶ τὸ αἰσχύνεσθαι ἐνώπιον τοῦ Θεοῦ μνημονεύοντες τῆς πονηρᾶς φιλίας τῶν παθῶν· ἀγωνισώμεθα οὖν ἀδελφοὶ κατὰ τὴν δύναμιν ἡμῶν, καὶ συνεργεῖ ὁ Θεὸς κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ· καὶ εἰ οὐκ ἐφυλάξαμεν τὴν καρδίαν ἡμῶν ὡς οἱ πατέρες ἡμῶν, κἂν σπουδάσωμεν ποιῆσαι τὴν δύναμιν ἡμῶν, φυλάξαι τα σώματα ἡμῶν, ὡς ζητεῖ ὁ Θεός, ἀναμάρτητα καὶ πιστεύομεν, ὅτι κατὰ τὸν καιρὸν τοῦ λιμοῦ τὸν καταλαβόντα ἡμᾶς, ποιεῖ μεθ᾽ ἡμῶν ἔλεος; ὡς καὶ μετὰ τῶν ἁγίων αὐτοῦ· παραμυθεῖται ἐνταῦθα ὁ μέγας οὗτος, τοῖς λίαν ἀσθενεστέροις, λέγων· καὶ εἰ οὐκ ἐφυλάξαμεν τὴν καρδίαν ἡμῶν ὡς οἱ πατέρες ἡμῶν, κἂν τὰ σώματα ἡμῶν τηρήσωμεν ἀναμάρτητα, ὡς ζητεῖ ὁ Θεός, καὶ ποιεῖ καὶ μεθ᾽ ἡμῶν ἔλεος· πολλὴ ἡ εὐσπλαγχνία τοῦ τοιούτου Πατρός, καὶ συγκατάβασις.
Μακαρίου τοῦ Μεγάλου.
Τὸ κυριώτατον τοῦ ἀθλητοῦ, τοῦτό ἐστιν, ἵνα εἰσελθὼν εἰς τὴν ἑαυτοῦ καρδίαν, ποιήσῃ πόλεμον πρὸς τὸν σατανᾶν καὶ μισήσῃ αὐτόν· καὶ ἀντιπαλαίσας τοῖς διαλογισμοῖς αὐτοῦ, μαχεσθῇ αὐτῷ· εἰ δὲ εἰς τὸ φαινόμενον φυλάσσει τίς τὸ σῶμα αὐτοῦ ἀπὸ φθορᾶς καὶ πορνείας, ἔσωθεν δὲ μοιχεύει παρὰ τῷ Θεῷ, καὶ πορνεύει τοῖς διαλογισμοῖς, οὐδὲν ὠφελήθη ἔχων τὸ σῶμα παρθένον· γέγραπται γάρ· πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ· ἔστι γὰρ πορνεία διὰ σώματος ἐπιτελουμένη· καὶ ἔστι πορνεία ψυχῆς κοινωνούσης τῷ σατανᾷ· δοκεῖ μὲν ὁ μέγας οὗτος Πατήρ, ἀντιφέρεσθαι τοῖς λόγοις τοῦ προλεχθέντος πατρὸς Ἀββᾶ Ἡσαΐου· οὐκ ἔστι δέ· κἀκεῖνος γὰρ ὡς ζητεῖ ὁ Θεὸς παρεγγυᾶται ἡμῖν φυλάξαι τὰ σώματα ἡμῶν ζητεῖ δὲ οὐ τῶν σωμάτων μόνον τὴν καθαρότητα, ἀλλὰ καὶ τῶν πνευμάτων καὶ οὕτως ἀπὸ τῶν Εὐαγγελικῶν προσταγμάτων, τὰ αὐτὰ ἡμῖν ὑποτίθεται.
Διαδόχου.
Ὁ ἐνδημῶν ἀεὶ τῇ ἑαυτοῦ καρδίᾳ, ἐκδημεῖ πάντως τῶν ὡραίων τοῦ βίου, πνεύματι γὰρ περιπατῶν, τὰς τῆς σαρκὸς ἐπιθυμίας εἰδέναι οὐ δύναται, ἐπειδὴ λοιπὸν ἐν τῷ φρουρίῳ τῶν ἀρετῶν τοὺς περιπάτους ὁ τοιοῦτος ποιεῖται, αὐτὰς ὥσπερ τὰς ἀρετὰς πυλωροὺς ἔχων· διὸ δὴ καὶ ἄπρακτοι λοιπὸν αἱ τῶν δαιμόνων τότε ἐπ᾽ αὐτῷ γίνονται μηχαναί· καλῶς εἶπεν ὁ ἅγιος ὅτι ἄπρακτοι μένουσιν αἱ τῶν ἐχθρῶν μηχαναί· ὅτε δηλονότι ἐν τῷ βάθει που τῆς καρδίας ἡμῶν διατρίβομεν καὶ τοσοῦτον πλέον, ὅσον ἐκεῖ ἐγχρονίζομεν· ἀλλ᾽ οἶδα ὅτι ἐπιλείψει με ὁ χρόνος, βουλόμενον τῷ παρόντι διηγήματι τῶν πατέρων πάντων κατατάττειν τοὺς λόγους· διὸ ἑνὸς καὶ δύο μνησθείς, πρὸς τὸ τέλος τὸν λόγον τρέψομαι.
Ἰσαὰκ τοῦ Σύρου.
Σπούδασον εἰσελθεῖν εἰς τὸ ταμιεῖον τὸ ἔνδοθέν σου, καὶ ὄψει τὸ ταμιεῖον τὸ οὐράνιον· ἓν γάρ ἐστι τοῦτο κἀκεῖνο καὶ ἐν μιᾷ εἰσόδῳ θεωρεῖς ἀμφότερα· ἡ κλίμαξ τῆς βασιλείας ἐκείνης, ἔνδοθέν σου ἐστὶ κεκρυμμένη, ἤγουν ἐν τῇ ψυχῇ σου· βάπτισον οὖν σεαυτὸν ἐκ τῆς ἁμαρτίας, καὶ εὑρίσκεις ἐκεῖ ἀναβάσεις ἐν αἷς ἀναβαίνειν δυνήσῃ.
Καρπαθίου.
Πολλοῦ ἀγῶνος, καὶ κόπου χρεία ἐν ταῖς προσευχαῖς· ὅπως εὕρωμεν τὴν ἀπαρενόχλητον τῆς διανοίας κατάστασιν, ἕτερόν τινα ἐγκάρδιον οὐρανόν, ἔνθα οἰκεῖ ὁ Χριστός· ὥς φησιν ὁ Ἀπόστολος· εἰ οὐκ ἐπιγινώσκετε, ὅτι Χριστὸς οἰκεῖ ἐν ἡμῖν; εἰ μήτε ἄρα ἀδόκιμοί ἐστε.
Συμεὼν τοῦ Θεολόγου.
Ἄδειαν εὖρεν ὁ διάβολος μετὰ τῶν δαιμόνων, ἀφ᾽ οὗ τοῦ Παραδείσου καὶ τοῦ Θεοῦ ἐξόριστον διὰ τῆς παρακοῆς εἰργάσατο τὸν ἄνθρωπον, τὸ λογιστικὸν παντὸς ἀνθρώπου σαλεύειν, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, νοητῶς· τοῦ μέν, ἐπὶ πολύ, τοῦ δέ, ἐπ᾽ ὀλίγον, καὶ ἄλλου, ἐπὶ πλέον· καὶ οὐκ ἄλλως δυνατὸν ὀχυρωθῆναι τοῦτο, ἢ μνήμῃ Θεοῦ διηνεκεῖ· ᾧ ἐὰν τῇ δυνάμει τοῦ σταυροῦ τυπωθεῖσα τῇ καρδίᾳ ἡ θεία μνήμη, πρὸς τὸ ἄσειστον στερεώσῃ τοῦτο· εἰ γὰρ φέρει τὰ τοῦ νοητοῦ ἀγῶνος· ὃν ἕκαστος χριστιανῶν ἀγωνίσασθαι, πρὸς τὸ στάδιον τῆς Χριστοῦ πίστεως ἀπεδύσατο· εἰ δὲ μή, μάτην ἀγωνιεῖται, τοῦ τοιούτου ἀγῶνος ἕνεκεν, ἡ πᾶσα καὶ ποικίλη παντὸς κακοπαθοῦντος διὰ τὸν Θεὸν ἄσκησις· ἵνα τις κάμψῃ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ, καὶ δώσῃ πάλιν τὸ πρῶτον ἀξίωμα τοῦτο, καὶ σφραγισθῇ τῷ λογιστικῷ Χριστός· καθὼς λέγει ὁ Ἀπόστολος· τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· κατεμάθετε ἀδελφοί, ὡς ἔστι τέχνη πνευματική, ἤγουν μέθοδος, ταχέως τὸν ταύτης ἐργάτην εἰς ἀπάθειαν καὶ θεοπτίαν ἀνάγουσα; πεπληροφόρησθε, πῶς πᾶσα πρακτική, ὡς φύλλα ἐν δένδρῳ, χωρὶς καρποῦ λελόγισται τῷ Θεῷ; καὶ ὅτι πᾶσα ψυχὴ μὴ ἔχουσα νοῦ τήρησιν, εἰς κενὸν ταῦτα αὐτῇ ἀποβήσεται; οὐκοῦν σπεύσωμεν ἵνα μὴ ἄκαρποι τελευτήσαντες, μεταμεληθῶμεν ἀνόνητα.
Ἐρ. Ὅτι μὲν ἀπὸ τοῦ νῦν συγγράμματος γινώσκομεν, τίς τε ἦν ἡ πρᾶξις τῶν εὐαρεστησάντων τῷ Κυρίῳ, καὶ ὅτι ἔστι τις ἐργασία ἡ τῶν παθῶν τὴν ψυχὴν ταχέως ἐλευθεροῦσα, καὶ τῇ τοῦ Θεοῦ ἀγάπη συνδέουσα, ἣν χρεὼν παντὶ τῷ Χριστῷ στρατευθέντι, οὐδ᾽ ἡμεῖς ἀμφιβάλλομεν, ἀλλὰ καὶ λίαν πεπείσμεθα· τί δέ ἐστι προσοχή, καὶ πῶς ἀξιοῦταί τις ταύτην εὑρεῖν, δυσωποῦμεν μαθεῖν· εἰσάπαν γὰρ τοῦ τοιούτου πράγματος ἐσμὲν ἀμύητοι.
Ἀπ. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος, χωρὶς ἐμοῦ οὐ δύνασθαι ποιεῖν οὐδέν, τοῦτον βοηθὸν καὶ συνέριθον ἐπικαλεσάμενοι, τὸ κατὰ δύναμιν ὑποδεῖξαι πειράσομαι, τί ἐστι προσοχή, καὶ πῶς αὐτή, Θεοῦ θέλοντος, κατορθωθείη.
Τοῦ αὐτοῦ Νικηφόρου.
Τὴν μὲν προσοχὴν τινὲς τῶν ἁγίων, νοὸς τήρησιν ἔφησαν, ἄλλοι δέ, καρδιακὴν φυλακήν· ἕτεροι δέ, νῆψιν· καὶ ἄλλοι, νοερὰν ἡσυχίαν· καὶ ἄλλοι ἄλλως· τὰ δὲ πάντα, ἓν καὶ τὸ αὐτὸ δηλοῦσιν· ὡς ἄν τις εἴποι ἄρτον, καὶ εἴποι καὶ τεμάχιον· καὶ εἴποι καὶ βουκίον· οὕτω καὶ περὶ τούτων νόει· τί δέ ἐστι προσοχή, καὶ τί τὰ ταύτης ἰδιώματα, ἀκριβῶς μάνθανε· προσοχή ἐστι, μετανοίας ἀκραιφνοῦς γνώρισμα, προσοχή ἐστι, ψυχῆς ἀνάκλησις· κόσμου μῖσος καὶ πρὸς Θεὸν ἐπάνοδος· προσοχή ἐστιν, ἀθέτησις ἁμαρτίας καὶ ἀρετῆς ἐπανάληψις· προσοχή ἐστι συγχωρήσεως ἁμαρτιῶν ἀνενδοίαστος πληροφορία· προσοχή ἐστιν, ἀρχὴ θεωρίας, μᾶλλον δέ, ὑπόθεσις θεωρίας· διὰ ταύτης γὰρ ὁ Θεὸς παρακύψας, ἐμφανίζεται τῷ νοί· προσοχή ἐστιν, ἀταραξία νοός, ἢ μᾶλλον, στάσις αὐτῆς, δι᾽ ἐλέους Θεοῦ, τῇ ψυχῇ βραβευθεῖσα· προσοχή ἐστι, καθαίρεσις μὲν λογισμῶν, Θεοῦ δὲ μνήμης ἀνάκτορον, καὶ τῆς τῶν ἐπερχομένων ὑπομονῆς ταμειοῦχος· προσοχή ἐστι, πίστεως, ἐλπίδος καὶ ἀγάπης παραίτιος εἰ μὴ γάρ τις πιστεύσειεν, οὐκ ἂν τὰ ἔξωθεν ἐπερχόμενα λυπηρά ὑποδέξηται· καὶ εἰ μὴ ἀσπασίως τὰ λυπηρὰ ὑποδέξηται, οὐκ ἂν ἐρῇ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἰ καὶ καταφυγή μου· καὶ εἰ μὴ τὸν ὕψιστον θήσει καταφυγήν, οὐκ ἂν τῆς ἀγάπης αὐτοῦ ἔνστερνος γένηται· τούτου τοίνυν τοῦ μεγίστου τῶν μεγίστων κατορθώματος ἐκ διδαχῆς μάλιστα τοῖς πολλοῖς, ἢ τοῖς πᾶσι, προσγίνεται· σπάνιοι γὰρ οἱ ταύτην ἀδιδάκτως τῇ βίᾳ τῆς ἐργασίας, καὶ τῇ θέρμῃ τῆς πίστεως, ἐκ Θεοῦ κομισάμενοι καὶ οὐ νόμος τὸ σπάνιον· διά τοι τοῦτο, χρὴ ζητεῖν, ὁδηγὸν ἀπλανῆ· ἵνα διὰ τῆς ἐκείνου διατυπώσεως, τὰς ἐκ τῆς προσοχῆς προσπιπτούσας ἡμῖν δεξιὰς καὶ ἀριστεράς, ἐλλείψεις, λέγω δή, καὶ ὑπερβολάς, τὰς ἐκ τοῦ πονηροῦ εἰσαγομένας, ὑπ᾽ αὐτοῦ διδασκώμεθα καὶ τυπούμεθα, ἐξ ὧν ἔπαθεν αὐτὸς πειρασθείς, δῆλα ἡμῖν ποιῶν, καὶ ἐκτὸς ἀμφιβολίας τὴν νοητὴν ταύτην ὁδὸν ὑποδεικνύει, καὶ οὕτως εὐκόλως ἡμεῖς διανύομεν.
Εἰ δὲ ὁδηγὸς οὐκ ἔστι, χρὴ ζητεῖν ἐμπόνως· εἰδ᾽ οὐχ εὑρίσκεται, τὸν Θεὸν ἐπικαλεσάμενος ἐν συντριβῇ πνεύματος καὶ δάκρυσι, καὶ σὺν ἀκτησίᾳ τοῦτον καθικετεύσας ποίησον ὃ λέγω σοι· οἶδας ὅτι ἡ πνοὴ ἣν ἀναπνέομεν, ὁ ἀὴρ οὗτός ἐστιν, ἐκπνέομεν δὲ αὐτόν, οὐ δι᾽ ἕτερόν τι, ἀλλ᾽ ἢ διὰ τὴν καρδίαν, αὕτη γάρ ἐστιν ἡ τῆς ζωῆς παραίτιος, καὶ τῆς θέρμης τῷ σώματι· ἐπισπᾶται τοίνυν ἡ καρδία τὸ πνεῦμα· ἵνα τὸ μὲν ἑαυτῆς θερμόν, ἔξωθεν διὰ τῆς ἐκπνοῆς διωθήσῃ· ἑαυτῇ δὲ εὐκρασίαν παρέξῃ· παραίτιος δὲ τῆς τοιαύτης οἰκονομίας, ἢ μᾶλλον ὑπουργός, ὁ πνεύμων ἐστίν· ὃς ἀραιὸς ὑπὸ τοῦ δημιουργοῦ κτισθείς, οἷά τις φυσητήρ, ἀλύπως εἰσάγει, καὶ ἐξάγει τὸ περιέχον, οὕτως ἡ καρδία· τὸ μὲν ψυχρὸν ἕλκουσα διὰ τοῦ πνεύματος, τὸ θερμὸν δὲ διωθοῦσα, τὴν τάξιν δηλονότι δι᾽ ἣν ᾠκονομήθη πρὸς τὴν τοῦ ζώου σύστασιν, ἀπαραβάτως διατηρεῖ· σὺ οὖν, καθίσας καὶ συναγωγών σου τὸν νοῦν, δηλαδή, εἰς τῆς ῥινὸς τὴν ὁδὸν ἔνθα τὸ πνεῦμα εἰς τὴν καρδίαν εἰσέρχεται, καὶ ὥθισαι αὐτὸν καὶ παραβίασαι συγκατελθεῖν μετὰ τοῦ εἰσπνεομένου πνεύματος εἰς τὴν καρδίαν· εἰσελθόντος δὲ ἐκεῖσε οὐκέτι ἀνεύφραντα, οὐδὲ ἄχαρι γενήσεται τὰ μετὰ ταῦτα· ἀλλ᾽ ὥσπερ ἀνήρ τις τοῦ ἑαυτοῦ οἴκου ἀπόδημος, ἐπὰν ἐπιστρέψῃ οὐκ ἔχει ὅ,τι καὶ γέννῃται ἀπὸ τῆς χαρᾶς, ὅτι κατηξιώθη τοῖς τέκνοις, εἰσάγαγε αὐτόν, τὸν νοῦν καὶ τῇ γυναικὶ ἐντυχεῖν· οὕτω καὶ ὁ νοῦς, ἐπὰν μετὰ τῆς ψυχῆς ἑνωθῇ, ἄρρητον ἡδονήν, καὶ εὐφροσύνην ἐμπίπλαται· τοίνυν, ἀδελφέ, συνέθισον τὸν νοῦν, τοῦ μὴ ταχέως ἐκεῖθεν ἐξέρχεσθαι· πάνυ γὰρ ἐν ταῖς ἀρχαῖς καταρραθυμεῖ ἐκ τῆς τῶν ἔνδον συγκλείσεως, καὶ στενώσεως· ἐπὰν δὲ συνήθης γένηται, οὐκέτι στέργει ταῖς ἔξω περιφοραῖς· ἡ γὰρ βασιλεία τῶν οὐρανῶν, ἐντὸς ἡμῶν ἐστίν· ἣν ἐκεῖσε περισκοπῶν, καὶ διὰ καθαρᾶς προσευχῆς ταύτην ἐπιζητῶν, τὰ ἔξω πάντα στυγητὰ ἡγεῖται καὶ μισητά.
Εἰ μὲν οὖν ἐκ πρώτης ὡς εἴρηται, διὰ νοὸς εἰσέλθῃς εἰς τὸν καρδιακὸν τόπον, ὃν σοι ὑπέδειξα, χάρις τῷ Θεῷ· καὶ δόξασον, καὶ σκίρτησον, καὶ ἔχου ταύτης τῆς ἐργασίας διαπαντός· καὶ αὕτη μέλλει διδάξαι σε, ἃ οὐκ ἐπίστασαι· χρὴ δέ σε, καὶ τοῦτο μαθεῖν, ὡς ἐκεῖσε τοῦ νοός σου τυγχάνοντος, οὐ σιωπᾶν καὶ ἀργὸς ἔκτοτε ἵστασθαι· ἀλλὰ τὸ Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με, ἔχειν ἔργον, καὶ μελέτην ἄπαυστον· καὶ οὐδέποτε ἐκ τούτου ποτὲ παύσεται· τοῦτο γὰρ ἀμετεώριστον συνέχον τὸν νοῦν, ἀχείρωτον δεικνύει αὐτὸν καὶ ἄψαυστον ταῖς προσβολαῖς τοῦ ἐχθροῦ· καὶ εἰς ἀγάπην, καὶ πόθον θεῖον τὸ καθ᾽ ἡμέραν ἀνάγει. Εἰ δὲ πολλὰ καμών, ὦ ἀδελφέ, οὐ δύνασαι εἰσελθεῖν εἰς τὰ μέρη τῆς καρδίας, καθώς σοι διεταξάμεθα, ποίησον ὃ λέγω σοι· καὶ μέλλεις, Θεοῦ συνεργοῦντός σοι, εὑρεῖν τὸ ζητούμενον· οἶδας, ὅτι τὸ λογιστικὸν παντὸς ἀνθρώπου ἐν τῷ στήθει ἐστίν· ἐντὸς γὰρ τοῦ στήθους, σιωπώντων ἡμῶν τῶν χειλέων, ἐκεῖσε λαλοῦμεν, καὶ βουλευόμεθα, καὶ εὐχὰς κατατάττομεν, καὶ ψαλμούς, καὶ ἄλλα τινά· τούτῳ οὖν τῷ λογιστικῷ, πάντα λογισμὸν ἐξ αὐτοῦ περιάρας· δύνασαι γὰρ ἐὰν θέλῃς· δὸς αὐτῷ τὸ Κύριε Ἰησοῦ Χριστοῦ Υἱὲ τοῦ Θεοῦ ἐλεησόν με· καὶ βίασαι τοῦτο ἀντ᾽ ἄλλης ἐννοίας πάντοτε ἔνδον βοᾶν· τοῦτο δὲ ἐπὶ καιρὸν κρατήσας, ἀνοιχθήσεταί σοι διὰ τούτου καὶ ἡ καρδιακὴ εἴσοδος, καθώς σοι γεγράφαμεν, ἐκτὸς πάσης ἀμφιβολίας· καθὼς καὶ ἡμεῖς πείρᾳ ἐγνώκαμεν, ἐλεύσεται δέ σοι, σὺν τῇ πολυπαθήτῳ καὶ τερπνῇ προσοχῇ, καὶ πᾶς ὁ τῶν ἀρετῶν χορός, ἀγάπη, χαρά, εἰρήνη, καὶ τὰ ἑξῆς· δι᾽ ὧν πάντα σου τὰ αἰτήματα κομιεῖ ἐν Χριστῷ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν· μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ Πνεύματι· δόξα, κράτος, τιμὴ καὶ προσκύνησις· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.